Παρακλητικός Κανών εις την Αγία Μάρτυρα Βίβιαν Περπέτουα την εν Καρχηδόνι
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

†Εορτάζεται στις 1 Φεβρουαρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ εξής·
Ἦχος δ΄ . Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.
Τὴν ὑπὲρ βρέφος τὸ θηλάζον φιλοῦσαν, Χριστόν, Περπέτουαν, τιμήσωμεν ὕμνοις, τὴν Μάρτυρα, προκρίνασαν σαφῶς τὸ θανεῖν, τῆς Αὐτοῦ ἀρνήσεως ἐν τῷ μέσῳ σταδίου, Καρχηδόνος κράζοντες· Ἀθληφόρε ἀρίστη, ὑπὲρ ἡμῶν δυσώπει ἐκτενῶς, σὲ ἀνυμνούντων, Νυμφίον σου εὔσπλαγχνον.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὀ Κανών, οὗ ἡ ἀκροστιχίς·
Περπέτουα, εὔχου ἀεὶ ὑπὲρ ἱκετῶν σου. Χ. Μ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Περπέτουα, Κτίστου ἀμνὰς σεμνή, Αὐτὸν ἐκδυσώπει, ὑπὲρ πάντων σῶν ὑμνητῶν, τιμώντων σου μνήμην τὴν ἁγίαν, τῆς Καρχηδόνος Μαρτύρων ὡράισμα.
Ἐπάκουσον πάντων σῶν ἱκετῶν, δεήσεων, Μάρτυς, ἀνυμνούντων σε ὡς Χριστοῦ, ἀγάπης ἀλάβαστρον εὐῶδες, καὶ ἴον πίστεως, σῶφρον Περπέτουα.
Ῥυπώδους ἀρνήσεως τοῦ Χριστοῦ, σαφῶς ὑπερτέρα, δυσωδίας ἡμῶν παθῶν, ἀνάδειξον πάντας ὑπερόπτας, τοὺς μελῳδοῦντας σοὺς ἄθλους, Περπέτουα.
Θεοτοκίον.
Παράσχου ἀφθόνως, Μῆτερ Θεοῦ, ἡμῖν τὰ ἐλέη, καὶ τὸ πλῆθος τῶν οἰκτιρμῶν, λιταῖς Περπετούας, τοῦ Υἱοῦ σου, εὐλογημένη, τοῦ κόσμου διάσωσμα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐκτενῶς ἐκδυσώπει, τὸν Ἰησοῦν, ἔνδοξε, Βίβιαν Περπέτουα, μάρτυς, ἀξιοθαύμαστε, ὑπὲρ ἡμῶν ἐν δεινοῖς, καὶ πειρασμοῖς καὶ κινδύνοις, προστρεχόντων χάριτι, τῇ θεοσδότῳ σου.
Τὰς ὁρμὰς τῶν θηρίων, καὶ κεφαλῆς ἔκτμησιν, Βίβιαν Περπέτουα, μάρτυς, ἡ ὑπομείνασα, εὐκλείας τῶν οὐρανῶν, κατηξιώθης καὶ χάριν, ἱλεοῦσθαι Ὕψιστον, πᾶσιν ἀπείληφας.
Οἱ πιστοὶ κατὰ χρέος, σὲ ἀκλινῶς μέλπομεν, Βίβιαν Περπέτουα, νύμφην, Κτίστου ὡς πάνσεμνον, συνάθλῳ σου σὺν σεμνῇ, Φιλικητάτῃ ἀνδρείᾳ, μεθ’ ἧς καθιλέωσαι, πᾶσι τὸν Ὕψιστον.
Θεοτοκίον.
Ὑπερύμνητε Μῆτερ, τοῦ Λυτρωτοῦ, Δέσποινα, δυσωποῦσα Τόκον σου θεῖον, τὸν πολυεύσπλαγχνον, μὴ παύσῃ τῶν ἐκτενῶς, ἀνευφημούντων καμάτους, Περπετούας μάρτυρος, τοὺς ὑπὲρ ἔννοιαν.
Ἀξίωσον, εὐκλείας πάντας ἱκέτας σου οὐρανίου, τοῦ Κυρίου ἀμνὰς σεμνὴ καὶ μάρτυς, Περπέτουα, ἀπαύστως, στεῤῥόφρον, ἧς ἀπολαύεις.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Μαρτύρων στεῤῥῶν, Περπέτουα, ὡράισμα, Νυμφίον Χριστὸν μὴ παύσῃ ἱκετεύουσα, Καρχηδόνος βλάστημα, ὑπὲρ πάντων τιμώντων σὴν ἔνστασιν, εἱρκτήν, ὁρμὰς θηρῶν καὶ ἐκτομὴν, αὐχένος σεπτοῦ σου δι’ εὐσέβειαν.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ἀσεβεῖς καταισχύνασα, Βίβιαν Περπέτουα, τῇ ἐνστάσει σου, καὶ τομῇ σῆς κάρας εἴληφας, χάριν περισκέπειν τοὺς τιμῶντάς σε.
Ἐπιβράβευσον δύναμιν, Βίβιαν Περπέτουα, τοῖς τιμῶσί σε, Καρχηδόνος ὡς ἀθλήτριαν, δύναμιν λαβοῦσαν θείαν ἄνωθεν.
Ὑπερεύχου, Περπέτουα, σὺν Φηλικιτάτῃ, σεπτῇ συνάθλῳ σου, καὶ Σατύρῳ, διδασκάλῳ σου, τῶν εἰλικρινῶς μακαριζόντων σε.
Θεοτοκίον.
Χαρμονῆς κόσμου πρόξενε, κεχαριτωμένη Θεογεννήτρια, λυπηρῶν, δεινῶν καὶ θλίψεων, ῥῦσαι τοὺς προστρέχοντας σῇ χάριτι.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὄμβρισον ἡμῖν, εὐφημοῦσί σε, Περπέτουα, ὡς μητέρα, τὴν προκρίνασαν Χριστὸν, τοῦ σοῦ βρέφους, ὑετὸν τῆς Θείας Χάριτος.
Ὕμνοις καὶ ᾠδαῖς, μεγαλύνομεν, Περπέτουα, προθυμίαν μαρτυρίου σου στεῤῥοῦ, καὶ παγκάλου κεφαλῆς σου τὴν ἀπότμησιν.
ᾌσμασι τερπνοῖς, τὴν σὴν ἄθλησιν, Περπέτουα, ἀνυμνοῦντες ἐκδεχόμεθα λιτὰς, πρὸς Νυμφίον σου οὐράνιον ἐνθέρμους σου.
Θεοτοκίον.
Ἔλεος ἡμῖν, τοῦ Υἱοῦ σου, Μητροπάρθενε, τὸ ἀμέτρητον κατάπεμψον, Ἁγνή, Περπετούας ἀριστείας μεγαλύνουσι.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἰθύνουσα πόδας σου, Περπέτουα, διὰ πίστιν εἰς θηριομαχίαν, καὶ ἐκτομὴν κεφαλῆς σου τιμίας, τῆς Καρχηδόνος ἡγίασας στάδιον, καὶ χάριν εἴληφας πολλήν, ἁγιάζειν τοὺς σὲ μεγαλύνοντας.
Ὑπέρλαμπρε τοῦ σταδίου πρώταθλε, ἡ αἰσχύνασα, Περπέτουα, πλάνον, Σεβῆρον ἄθλοις τοῦ σοῦ μαρτυρίου, τῷ σῷ Νυμφίῳ Χριστῷ εὐηρέστησας, Ὃν ἐκδυσώπει ἐκτενῶς, ὑπὲρ πάντων τιμώντων σὴν ἄθλησιν.
Περπέτουα, ἐν ὠσί σου κλάμματα, τοῦ θηλάζοντός σου βρέφους ἀπήχουν, ὅτε οἱ θῆρες ἐξέσχιζον σάρκα, τὴν ἁπαλήν σου καὶ μάχαιρα ἔτεμνε, τὴν σὴν Ἁγίαν κεφαλήν, καλλιμάρτυς, πιστῶν παραμύθιον.
Θεοτοκίον.
Ἐπάκουσον, Θεοτόκε, Δέσποινα, ἱκετῶν σου τῶν φωνῶν καὶ σαρκίου, ἡμῶν κινήσεις κατάστειλον τάχος, τῶν εὐφημούντων ἀθλήσεως σκάμματα, τῆς Περπετούας τῆς σεμνῆς, εὐπρεποῦς νύμφης Τόκου τοῦ θείου σου.
Ἀξίωσον, εὐκλείας πάντας ἱκέτας σου οὐρανίου, τοῦ Κυρίου ἀμνὰς σεμνὴ καὶ μάρτυς, Περπέτουα, ἀπαύστως, στεῤῥόφρον, ἧς ἀπολαύεις.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ἀρίστων ἄθλων ἡ στέφος, Περπέτουα, ἐκ τῶν χειρῶν δεξαμένη Νυμφίου σου, τοῦ οὐρανίου, θεόθεν κατάπεμψον, ἡμῖν Αὐτοῦ τὸ ἀμέτρητον ἔλεος, τοῖς ἑορτάζουσι πόθῳ τὴν μνήμην σου.
Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Μᾶρκον.
(Κεφ. ε΄ 24 – 34).
Τῷ καιρῷ ἐκείνῳ, ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν. Καὶ γυνή τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα, καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἱατρῶν, καὶ δαπανήσασα τὰ παρ᾿ ἑαυτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα· ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν, ἥψατο τοῦ ἱματίου αὐτοῦ· ἔλεγε γάρ· Ὅτι κἂν τῶν ἱματίων αὐτοῦ ἅψωμαι, σωθήσομαι. Καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς· καὶ ἔγνω τῷ σώματι, ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. Καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ, ἔλεγε· Τίς μου ἥψατο τῶν ἱματίων; Καὶ ἔλεγον αὐτῷ οἱ Μαθηταὶ αὐτοῦ· Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις· Τίς μου ἥψατο; Καί περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. Ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ᾿ αὐτῇ, ἦλθε καὶ προσέπεσεν αὐτῷ, καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. Ὁ δὲ εἶπεν αὐτῇ· Θύγατερ, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.
Δόξα.
Ταῖς τῆς Περπετούας πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Βίβιαν Περπέτουα, τῆς Καρχηδόνος Μαρτύρων, ἔμψυχον ὡράισμα, ἡ Χριστὸν κηρύξασα, τὸν Θεάνθρωπον, ὅνπερ ἠγάπησας, ὅλης ἐκ καρδίας, ὑπὲρ βρέφος τὸ θηλάζον σου, καὶ ὑπομείνασα, δι’ Αὐτὸν εἱρκτήν, κολαστήρια, ὁρμὰς θηρῶν καὶ μάχαιραν, ἄχρι μαρτυρίου, κατάπεμψον, σὺν Φιλικητάτῃ, σοὺς ἄθλους ζηλωσάσῃ, καὶ στεῤῥᾷ, τετράδι θείων συνάθλων σου, πᾶσι Κτίστου ἔλεος.
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥείθροις νεανικῶν σου, καλλιμάρτυς, αἱμάτων, σεμνὴ Περπέτουα, ἐν μέσῳ Καρχηδόνος, ἐπέχρωσαν στολήν σου, τῆς ψυχῆς, ἣν παρέλαβε, Χριστός, εὐχαῖς σου πιστοῖς, ὁ νέμων τὰ βραβεῖα.
Ἱκετεύουσα, Μάρτυς, τὸν Σωτῆρα μὴ παύσῃ, Χριστόν, Περπέτουα, σὺν τῇ Φιλικητάτῃ Σατύρῳ, Σατορνίνῳ, καὶ Ῥευκάτῳ στεῤῥόφρονι, ἅμα Σεκούνδῳ κλεινῷ, ὑπὲρ τῶν ἱκετῶν σου.
Καρχηδόνος εὐῶδες, ἴον, ἤδυνας πάντας, πιστούς, Περπέτουα, γενναίᾳ σου ἐνστάσει, καὶ μαρτυρίου πόνοις, δι’ ὧν χάριν ἀπείληφας, καθιλεοῦσθαι Χριστὸν, τοῖς σὲ ὑμνολογοῦσι.
Θεοτοκίον.
Εὐσυμπάθητε Μῆτερ, κόπασόν μου τὸν σάλον, παθῶν καὶ θλίψεων, τῇ πανσθενεῖ χειρί σου, Κυρία Θεοτόκε, παντευλόγητε Δέσποινα, τῆς Περπετούας λιταῖς, ἀμνάδος τοῦ Υἱοῦ σου.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τῆς Βασιλείας, τῶν οὐρανῶν δεῖξον πάντας, σέ, Περπέτουα μάρτυς, μετόχους, ἀνυμνολογοῦντας, ὡς πρώταθλον σταδίου.
Ὡς ἀθληφόρον, σεμνήν, Περπέτουα μάρτυς, σὲ ὑμνοῦντες προσφεύγομεν πίστει, ταῖς δεήσεσί σου, πρὸς τὸν τοῦ κόσμου Κτίστην.
Νίκης βραβεῖα, ἡ δεξαμένη θεόθεν, ἐπευλόγει, Περπέτουα, πάντας, σὲ ὡς στεφηφόρον, ἀθλήτριαν τιμῶντας.
Θεοτοκίον.
Σκέδασον ζόφον, ἡμῶν παθῶν χαμαιζήλων, τῶν πιστῶς σε ὑμνούντων, Παρθένε, κεχαριτωμένη, τῆς ἀπαθείας κέρας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὁδὸν τοῦ μαρτυρίου, ἐν τῇ Καρχηδόνι, πανευλαβῶς ἡ βαδίσασα, ἔφθασας, εἰς οὐρανοὺς ἱλεοῦσθαι ἡμῖν τὸν Ὕψιστον.
Ὑμνοῦντες ἄθλησίν σου, καὶ τομὴν σῆς κάρας, ταῖς σαῖς πρεσβείαις, Περπέτουα, σπεύδομεν, πρὸς σὸν Νυμφίον, στεῤῥόφρον, τὸν Πολυέλεον.
Χαρᾶς ἡμῶν καρδίας, πλήρωσον, τῶν πίστει, σὲ ἀνυμνούντων, ὀλβία Περπέτουα, ὡς εὐσταλῆ ἀθληφόρον καὶ καλλιμάρτυρα.
Θεοτοκίον.
Μετὰ τῆς Περπετούας, νύμφης τοῦ Υἱοῦ σου, Θεογεννῆτορ, παγκάλου ἱκέτευε, Αὐτὸν ὑπὲρ τῶν ἐκθύμως μακαριζόντων σε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Βίβιαν Περπέτουα, εὐσθενῶν, πέφηνας Μαρτύρων, Καρχηδόνος ἡ καλλονή· χαίροις, ἀθληφόρε, θηλαζουσῶν μητέρων, ἀγλάισμα καὶ γέρας, πίστεως πάντιμον.
Ῥῦσαι νοσημάτων παναλγεινῶν, σὺν Φιλικητάτῃ, ὁμοζήλῳ σου εὐσθενεῖ, καὶ τῶν σῶν συνάθλων, τετράδι, σοὺς ἱκέτας, τιμῶντας ἄθλησίν σου, θείαν, Περπέτουα.
Βίβιαν Περπέτουα, τοῦ Χριστοῦ, κλῆσιν τὴν ἁγίαν, πρὸ Σεβήρου τοῦ ἀσεβοῦς, ἄχρι μαρτυρίου, καὶ τμήσεως αὐχένος, τοῦ ἱεροῦ σου πίστει, καθωμολόγησας.
Εὔκλειαν, εὐμάρειαν καὶ τιμάς, ἡ καταλιποῦσα, δι’ εὐσέβειαν ἀληθῶς, ἤθλησας εὐτόλμως, Περπέτουα, καὶ δόξης, κατηξιώθης θείας, Μάρτυς ὡς ἔνδοξος.
Ἤθλησας, Περπέτουα, ἐνσθενῶς, σὺν Φιλικητάτῃ καὶ Σατύρῳ, τῷ σῷ σοφῷ, διδασκάλῳ, ἅμα, Σεκούνδῳ, Σατορνίνῳ, καὶ εὐσταλεῖ Ῥευκάτῳ, Μάρτυς θηλάζουσα.
Παριδοῦσα ἄνθος τῆς σῆς ἀκμῆς, καὶ τὰς παραινέσεις, δι’ ἀπάρνησιν τοῦ Χριστοῦ, σοῦ πατρὸς ὑπέστης, Περπέτουα, βασάνους, θηρῶν ὁρμὰς καὶ κάρας, θείας σου ἔκτμησιν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν,εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὴν ἀγάπην Κυρίου Χριστοῦ προκρίνασαν, στοργῆς θηλάζοντος βρέφους, τοῦ σοῦ, Μαρτύρων κρηπίς, Καρχηδόνα καθηγίασας, Περπέτουα, ῥείθροις αἱμάτων σου σεπτῶν, συναθλήτρια σεμνὴ, εὐψύχου Φιλικητάτης, καὶ δυσωπεῖν χάριν εὗρες, Χριστὸν ὑπὲρ τῶν εὐφημούντων σε.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Μάρτυς εὐσταλὲς Λόγου Θεοῦ, Βίβιαν Περπέτουα, εὖχος, τῆς Καρχηδόνος σεπτόν, ἡ ἀκμὴν νεότητος, βρέφος καὶ σύζυγον, παριδοῦσα καὶ ὄνομα, κηρύξασα θεῖον, τοῦ Χριστοῦ πρὸ βήματος, Σεβήρου, ἄνωθεν, πέμψον ἱκεσίαις σου θείαις, ῥώμην καὶ ἰσχὺν σοῖς ἱκέταις, τὸ Αὐτοῦ κηρύττειν μέγα ὄνομα.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Περπέτουα, Χαραλάμπη ἐπευλόγει,
ὁ αὐτοῦ φερώνυμος δέεταί σου, Μάρτυς.

