Παρακλητικός Κανών εις την Οσία Ευφροσύνη την Σώφρον Θυγατέρα του Πανφουτίου του Αιγύπτιου
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας
†Εορτάζεται στις 25 Σεπτεμβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὸ ἐξῆς·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς εὐφροσύνης οὐρανῶν κληρονόμος, καὶ κεκτημένη πρὸς Χριστὸν παῤῥησίαν, μὴ διαλίπῃς πάντοτε πρεσβεύουσα· ἀποστάξαι Κύριον τὴν οὐράνιον δρόσον, Εὐφροσύνη ἅπασιν ἐν πυρὶ ἁμαρτίας, ἀποκειμένοις ἵνα σε λαμπρῶς, ὡς παρθενίας λαμπάδα γεραίρωμεν.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἀλήκτου Εὐφροσύνης, ἀξίωσόν με, Ὁσία. Χ. Μ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἀλήκτου ἀξίωσον χαρμονῆς, τοὺς σοὶ προσιόντας, καὶ καμάτους σου τοὺς σεπτούς, οὓς ἔτλης ἐν μάνδρᾳ Εὐφροσύνη, ἀνδρώᾳ ὕμνοις εὐήχοις γεραίροντας.
Λιποῦσα τοκέα σου εὐλαβῆ, Παφνούτιον Μῆτερ, καὶ μνηστῆρά σου ἀνδρικοῖς, ἀγῶσι κατέλαβες τὴν νύσσαν, ὑπὲρ ἡμῶν Εὐφροσύνη πρεσβεύουσα.
Ἡδέων ἁπάντων καὶ κοσμικῆς, συγχύσεως ὤφθης, ὑπερτέρα τὰ ἐν Ἐδέμ, τερπνὰ ἐκζητοῦσα Εὐφροσύνη, ὧν καὶ ἡμᾶς ἀπολαῦσαι ἀξίωσον.
Θεοτοκίον.
Κεκτήμεθα ἔπαλξιν ἀσφαλῆ, προπύργιον θεῖον, βακτηρίαν καταφυγήν, ἁγνὴ καὶ χαρᾶς ἀδιαλείπτου, Θεοκυῆτορ πηγήν σε ἀκένωτον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τῇ θερμῇ ἀρωγῇ σου οἱ εὐσεβεῖς σπεύδοντες, ἴασιν ψυχῶν καὶ σωμάτων, Μῆτερ λαμβάνομεν· ὅθεν κηρύττομεν, σὴν πρὸς ἡμᾶς προστασίαν, Εὐφροσύνη πάντιμε, τὴν ἀδιάπτωτον.
Ὁσιότητος ὤφθης περικαλλὲς τέμενος, καὶ ὑπομονῆς Εὐφροσύνη, κῆπος εὐφρόσυνος· ὅθεν ἀγῶνάς σου, Χριστὸς ἀμείβων τιμίους, δαψιλῶς σε χάριτος, θείας ἐνέπλησεν.
Ὑψωθεῖσα συντόνοις ἀσκητικαῖς πράξεσι, πρὸς τῆς ταπεινώσεως Μῆτερ, ἄκραν ἀκρώρειαν, τὸν ταπεινὸν Ἰησοῦν, ἐκδυσωπεῖν σοὺς ἱκέτας, δεῖξαι ταπεινώσεως, ἔμψυχα μάργαρα
Θεοτοκίον.
Εὐεργέτην τεκοῦσα τὸν τοῦ παντὸς Δέσποινα, Λυτρωτὴν ἡμῶν καὶ Σωτῆρα, πρέσβευε ῥύσασθαι, ἀχαριστίας λιμοῦ, τοὺς εὐγνωμόνως τιμῶντας, σὲ Θεογεννήτρια, ὕμνοις εὐσχήμοσιν.
Ἀξίωσον, πανευφροσύνου λειμῶνος τοῦ ἐν τῷ πόλῳ, Εὐφροσύνη θεοσεβὲς τοὺς σὲ μακαρίζοντας, καὶ ᾄδοντας μνήμην σου τὴν ἁγίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Μὴ παύσῃ Χριστῷ Νυμφίῳ οὐρανίῳ σου, πρεσβεύειν ἀεὶ Ὁσίων ἀκροθίνιον, Εὐφροσύνη πάνσεμνε, ὑπὲρ πάντων μνήμην τὴν θείαν σου, ἐπιτελούντων ὕμνοις καὶ ᾠδαῖς, πυξίον εὐχῆς καὶ ταπεινώσεως.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὑπερόπτην ἀνάδειξον, γεηρῶν ἁπάντων τὸν εὐφημοῦντά σε, Εὐφροσύνη ὡς ποθήσασα, μόνον ἐν τῷ βίῳ τὰ αἰώνια.
Φύσιν θήλεος εὔψυχε, παριδοῦσα ἤσκησας ἀνδρικώτατα, Εὐφροσύνη θείᾳ χάριτι, εὐσεβῶν ἰθῦντορ πρὸς τελείωσιν.
Ῥώμην θείαν λαμβάνομεν, Εὐφροσύνη ἄνωθεν οἱ τιμῶντές σε, ταπεινώσεως ὡς ἔκτυπον, καὶ ὑπακοῆς ἐνθέου ἄγαλμα
Θεοτοκίον.
Οἱ προστρέχοντες πάντοτε, σοῦ τῇ θείᾳ σκέπῃ οὐκ αἰσχυνόμεθα· ἐκπληροῖς γὰρ τὰ αἰτήματα, σοῦ τῶν οἰκετῶν θεομακάριστε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σώματος ὁρμάς, σῶν προσφύγων ἀπονέκρωσον, Εὐφροσύνη ἡ ἀσκήσει καὶ εὐχῇ, τὰς ὀρέξεις τῆς σαρκὸς καταπραΰνασα.
Ὕδωρ μοι ζωῆς, αἰωνίου Μῆτερ πήγασον, Εὐφροσύνη θεοφόρε τῷ λαμπρῶς, μεγαλύνοντι ἀσκήσεως καμάτους σου.
Νεῦσον ταῖς ἡμῶν, Εὐφροσύνη παρακλήσεσι, καὶ κατάπεμψον ἐξ ὕψους ὑετόν, τοῖς ἱκέταις σου συνέσεως καὶ νήψεως.
Θεοτοκίον.
Ἡ τῶν εὐσεβῶν, προστασία καὶ ἀντίληψις, Θεοτόκε Εὐφροσύνης ταῖς λιταῖς, πρὸς ὁδοὺς χρηστοηθείας πάντας ἴθυνον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Στερέμνιος, βάσις ταπεινώσεως, ἐποφθεῖσα Εὐφροσύνη Ὁσία, καὶ ἀδιάσειστον τεῖχος ἁγνείας, τῶν ἀσωμάτων χορείας κατέπληξας· διὸ βοῶμεν καὶ ἡμᾶς, μιμητὰς ἀρετῶν σου ἀνάδειξον.
Ἀσκήσασα, ἀνδρικῷ φρονήματι, ἐν σεμνείῳ Εὐφροσύνη ἀνδρώῳ, καθυπετάγης σεπτῷ Ἀγαπίῳ, καὶ τῷ πανάγνῳ Θεῷ εὐηρέστησας, ᾯ καὶ ἡμᾶς εὐαρεστεῖν, ἀρεταῖς καταξίου ἀείποτε.
Ξενώσασα, σεαυτὴν τοῦ οἴκου σου, Παφνουτίου τοῦ Ὁσίου πατρός σου, καὶ γεηροῦ σου μνηστῆρος ἀγάπης, διὰ Χριστὸν τὸν ὡραῖον Νυμφίον σου, χάριν ἀπείληφας ἡμᾶς, Εὐφροσύνη ξενοῦν πάσης θλίψεως.
Θεοτοκίον.
Ἱκέτευε, τὸν Υἱόν σου Δέσποινα, καὶ Θεὸν ἡμῶν Ἁγνὴ καταπέμψαι, τοῖς σοῖς οίκέταις ἰσχὺν ἀντιστῆναι, τῇ τοῦ ἀλάστορος πλάνῃ ἐντεύξεσι, τῆς Εὐφροσύνης τῆς αὐτοῦ, προσευχαῖς πατησάσης τὸ φρύαγμα.
Ἀξίωσον, πανευφροσύνου λειμῶνος τοῦ ἐν τῷ πόλῳ, Εὐφροσύνη θεοσεβὲς τοὺς σὲ μακαρίζοντας, καὶ ᾄδοντας μνήμην σου τὴν ἁγίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τοῖς ὑπὲρ φύσιν καμάτοις σου ἔτηξας, ὡσεὶ κηρὸν Εὐφροσύνη τὴν σάρκα σου, καὶ βίον Ἀγγέλων ζηλώσασα, δαιμόνων κατέπτηξας φάλαγγας, ἐξ ὧν με κακίας ἀπάλλαξον.
Προκείμενον
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Μάρκον.
(Κεφ. ε΄. 24-34).
Τῷ καιρῷ ἐκείνῳ ἠκολούϑει τῷ ᾿Ιησοῦ ὄχλος πολὺς καὶ συνέϑλιβον αὐτόν. Καὶ γυνή τις, οὖσα ἐν ρύσει αἵματος ἔτη δώδεκα, καὶ πολλὰ παϑοῦσα ὑπὸ πολλῶν ἰατρῶν. καὶ μηδὲν ὠφεληϑεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλϑοῦσα, ἀκούσασα περὶ τοῦ ᾿Ιησοῦ, ἐλϑοῦσα ἐν τῷ ὄχλῳ ὄπισϑεν. ἥψατο τοῦ ἱματίου αὐτοῦ· ἔλεγε γάρ· ὅτι, κἂν τῶν ἱματίων αὐτοῦ ἅψομαι σωϑήσομαι. Καὶ εὐθέως ὁ ᾿Ιησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὖτοῦ δύναμιν ἐξελϑοῦσαν, ἐπιστραφεὶς ἔν τῷ όχλῳ, ἔλεγεν· Τίς μου ἥψατο τῶν ἱματίων; Καὶ ἔλεγον αὐτῷ οἱ Μαϑηταὶ αὐτοῦ· Βλέπεις τὸν ὄχλον συνϑλίβοντά σε, καὶ λέγεις: Τίς μου ἥψατο; Καὶ περιεθλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. Ἢ δὲ γυνὴ φοβηϑεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ᾽ αὐτῇ, ἦλϑε καὶ προσέπεσεν αὖτῷ, καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήϑειαν. Ὁ δὲ εἶπεν αὐτῇ ϑύγατερ, ἣ πίστις σου σέσωκέ σε; ὕπαγε εἰς εἰρήνην. καὶ ἴσϑι ἡγιὴς ἀπὸ τῆς μάστιγός σου.
Δόξα.
Ταῖς τῆς σῆς Ὁσίας πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Γεηρὸν μνηστῆρά σου, καταλιποῦσα καὶ οἶκον, τοῦ πατρὸς πανεύφημε, Παφνουτίου σώφρονος, δι’ ἀγάπησιν, τοῦ Χριστοῦ ἔδραμες, εἰς Μονὴν ἀνδρώαν, ταῖς ἀζύγων ὁμηγύρεσι, χωρῆσαι πάγκαλε, καὶ εὐαρεστῆσαι Νυμφίῳ σου, τῷ θείῳ κατορθώμασι, σοῖς ἀσκητικοῖς· ὅθεν ἅπαντες, μῆτερ Εὐφροσύνη, τιμῶντές σε ἀξίως προσευχάς, τὰς σὰς θερμὰς πρὸς τὸν Κύριον, ἐκζητοῦμεν πάντοτε.
Σῶσον ὀ Θεός, τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὡς χαρίτων ἑστίαν Εὐφροσύνη Ὁσία σὲ μακαρίζομεν, καὶ μνήμην σου τιμῶντες, τὴν θείαν γηθοσύνως, ἐκβοῶμεν ἑκάστοτε· ἴσθι ἡμῶν ταχινή, προστάτις ἐν τῷ βίῳ.
Στηλογράφημα θεῖον ἀγωγῆς ἐναρέτου καὶ διαυγέστατον, δοχεῖον ἐγκρατείας, Ὁσία Εὐφροσύνη, μὴ ἐλλίπῃς πρεσβεύουσα, ὑπὲρ ἡμῶν τῷ Θεῷ, τῶν σὲ ὑμνολογούντων.
Ὁλοφώτου παστάδος σὺν φρονίμοις παρθένοις οἰκήτωρ πάντιμος, ὀφθεῖσα Εὐφροσύνη, παθῶν μου χαμαιζήλων, τὴν σκοτείαν ἐκδίωξον, καὶ τοῦ ἀστέκτου φωτός, ἀνάτειλόν μοι ἦμαρ.
Θεοτοκίον.
Νεκρωθέντα με οἴμοι βδελυραῖς ἁμαρτίαις Θεογεννήτρια, θαῤῥῶν προσέρχομαί σοι, κραυγάζων· ῥυπτικαῖς σου, παρακλήσεσι ζώωσον, τὸν θανατώσαντα φεῦ, ψυχήν μου ἔργοις φαύλοις.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Μή με βδελύξῃ, τὸν σὸν ἀχρεῖον ἱκέτην, Εὐφροσύνη ἀλλὰ κάθαρόν με, προσευχῶν ὑσσώπω, τῶν σῶν ἀδιαλείπτων.
Ἔχει σὸν πνεῦμα, ὁ οὐρανὸς Εὐφροσύνη, καὶ ἡμεῖς ἐν τῇ γῇ τὰς εὐχάς σου, θησαυρὸν ὡς θεῖον, ἰσχὺν καὶ βακτηρίαν.
Ὅλῃ ἐφέσει, τῆς σῆς ψυχῆς Εὐφροσύνη, ἠγωνίσω καὶ ἤρθης πρὸς δόξης, δόμους ἔνθα Κτίστῃ, ὑπὲρ ἡμῶν πρεσβεύεις.
Θεοτοκίον.
Σαρκὸς κινήσεις, τὰς ψυχοκτόνους πρεσβείαις, Εὐφροσύνης κατάστειλον Μῆτερ, ἵνα σε δοξάζω, τὴν Κεχαριτωμένην.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰδεῖν τοῦ Φωτοδότου, Ἰησοῦ ἐν πόλῳ, τὸ ἱλαρὸν τοῦ προσώπου ἀξίωσον, τοὺς σὲ πιστῶς Εὐφροσύνη ἀεὶ γεραίροντας.
Ἀφθόνως τὴν σὴν χάριν, πέμψον σοῖς ἱκέταις, πανευλαβῶς Εὐφροσύνη ἀοίδιμε, καὶ ἐξ ἐχθροῦ ἐπηρείας ἡμᾶς διάσωσον.
Χαρᾶς ὁδούς μοι δεῖξον, καὶ ἀπηλλαγμένον, θλίψεων βίον ἀνύειν ἀξίωσον, μὲ ἀγλαὴ Εὐφροσύνη ἀξιομίμητε.
Θεοτοκίον.
Μὴ παύσῃ εὐφροσύνης, οὐρανῶν πολίτας, ἡμᾶς γενέσθαι πρεσβεύουσα Δέσποινα, τοὺς ἐμμελῶς Εὐφροσύνην Ὁσίαν μέλποντας.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τῆς Ἀλεξανδρείας σεπτὲ βλαστέ, Παφνουτίου τέκνον, τοῦ Ὁσίου θεοσεβές, Εὐφροσύνη χαῖρε, ἡ ἐν Μονῇ ἀνδρώᾳ, ὑπερφυῶς ἀσκῆσαι, μὴ δειλιάσασα.
Νύμφη τοῦ Κυρίου περικλεές, ἡ ἀπαρνηθεῖσα, σὸν μνηστῆρα τὸν γεηρόν, καὶ ἐπιδοθεῖσα, εἰς ἀνδρικοὺς ἀγῶνας, θεόφρον Εὐφροσύνη, χαῖρέ σοι κράζομεν.
Βίον διανύσασα θαυμαστόν, ἀνδρικοῖς σου πόνοις, Εὐφροσύνη πανευσθενές, τοὺς χοροὺς ἀζύγων, ἐξέπληξας καὶ δῆμον, Ἀγγέλων φωτομόρφων, σοῖς κατορθώμασι.
Ῥῦσαι πάσης βλάβης καὶ συμφορῶν, τοὺς ἀνευφημοῦντας, σὴν ὑπέρλαμπρον βιοτήν, καὶ πταισμάτων λύσιν, ἡμῖν ἀεὶ ἐξαίτει, Ὁσία Εὐφροσύνη, χάριτος σκήνωμα.
Χαίροις Εὐφροσύνη μοναζουσῶν, εὐλαβῶς πυξίον, καὶ πρὸς θέωσιν ὁδηγός, χαίροις παρθενίας, ὑπομονῆς ἀγάπης, νηστείας ἐκμαγεῖον, καὶ ταπεινώσεως.
Ἴθυνὸν τὸ πλῆθος σῶν ἱκετῶν, πρὸς πανευφροσύνους, Εὐφροσύνη σεμνὴ σκηνάς, τὰς ἐν τῷ λειμῶνι, τοῦ οὐρανίου θόλου, καὶ σῶσον ἐκ θανάτου, τοὺς ἀνυμνοῦντάς σε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Θείας εὐφροσύνης καὶ χαρᾶς, καταξίωσόν με ἀγήρω, τὸν σοὶ προσπίπτοντα, εὐλαβῶς πανένδοξε, καὶ σὴν ἀντίληψιν, ἐκζητοῦντα ἑκάστοτε, ὁ πάνυ ἀχρεῖος, Εὐφροσύνη πάναγνε, ὡς ἂν γεραίρω σε, νύμφην τοῦ Χριστοῦ τὴν καλλίστην, τὴν ἐν γυναικείῳ σαρκίῳ, ἀνδρικὴν καρδίαν ἀποκρύπτουσαν.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.