Παρακλητικός Κανών εις την Οσία Κασσιανή την Υμνογράφο

Ποίημα Ισιδώρας Μοναχής Αγιεροθεϊτίσσης

†Εορτάζεται στις 7 Σεπτεμβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ τροπάριαν·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὴν ἐκλεκτὴν τῆς Ἐκκλησίας τρυγόνα, τῶν ὑμνῳδῶν τὸ θεοτύπωτον κάλλος, Κασσιανὴν ὑμνήσωμεν, πρεπούσῃ τιμῇ· αὕτη γὰρ ἐξύμνησε, τὴν οὐράνιον δόξαν, μέλψασα τὰ ἄῤῥητα, τοῦ Θεοῦ μεγαλεῖα· τῇ συγγραφῇ ᾠδῶν τε ἱερῶν· θεῖα ἐδείχθη, κινύρα τοῦ Πνεύματος.

Δόξα.
Τοῦ Κωνσταντίνου ἡ περίδοξος πόλις, ἀγαλλιάσθω καὶ σκιρτάτω τιμῶσα, Κασσιανὴν ποιήτριαν ἐνθέων ᾠδῶν· φίλτρου γὰρ πρὸς Κύριον, τῇ στοργῇ κινουμένη, ἵδρυσε ἡ πάνσεμνος, τὴν Μονὴν τοῦ Ἑβδόμου· μοναζουσῶν παρθένων τε χορόν, ὡς ἡγουμένη, σοφῶς καθωδήγησεν.

Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Κασσιανὴν τὴν ὑμνογράφον ᾄδω. Ἰσιδώρας.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Καρδίας ἐν σάλπιγγι οἱ πιστοί, αἰνέσωμεν δεῦτε τὴν Ὁσίαν Κασσιανήν, τὴν μέλψασα ὕμνοις ἁρμοδίοις, τὰ τοῦ Θεοῦ μεγαλεῖα τὰ ἄῤῥητα.

Ἀγγέλων τὰς τάξεις Κασσιανή, ἐζήλωσας πόθῳ, εὐσεβείας καὶ ἀρετῆς, συμφώνως Θεὸν ὑμνολογοῦσα· καὶ τὴν Αὐτοῦ Βασιλείαν δοξάζουσα.

Σκιρτάτω χορεύουσα μητρικῶς, τῇ μνήμῃ Κασσίας, Ὑμνογράφου τῆς θαυμαστῆς, ἡ ἔνδοξος πόλις Κωνσταντίνου· ἡ Ἐκκλησία τε πᾶσα εὐφράνθητι.

Θεοτοκίον.
Σαρκὸς προσελάβετο ἀπὸ σοῦ, τὸ εἶναι Παρθένε, ὁ τῶν ὅλων Δημιουργός, ἡ σὴ δὲ πανάμωμε ἁγνεία, πανασφαλής τε καὶ ἄφθορος ἔμεινεν.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἰησοῦν τὸν Νυμφίον Κασσιανὴ στέρξασα, κόσμου ὑπερεῖδες τὴν τύρβην, καὶ ἠκολούθησας, τὴν τεθλιμμένην ὁδόν, ἐπιδοθεῖσα προθύμως, εἰς καλῆς ἀσκήσεως, τὰ ἀγωνίσματα.

Ἀρεστόν σου τὸ κάλλος Κασσιανὴ εὕρατο, ἄναξ ὁ Θεόφιλος πάλαι, θέλων εἰς γάμον σε, ὡς ἐκλεκτὴν ἀγαγεῖν, ἀλλ’ ὁ Χριστός σου ἠράσθη, συνετῆς σοφίας σου, τὴν ὡραιότητα.

Νουνεχῶς ἐκαρτέρεις ἐν τῷ ναῷ ψάλλουσα, ὕμνους τῷ Θεῷ ἐξαισίους καὶ μεγαλύνουσα, Κασσιανὴ ὑμνῳδέ, τὰς δωρεὰς τὰς ἀῤῥήτους, τῆς Αὐτοῦ χρηστότητος, καὶ ἀγαθότητος.

Θεοτοκίον.
Ἡλιόμορφε Κόρη τῶν Οὐρανῶν ἄνασσα, κτίσεως ἁπάσης Κυρία, καὶ ὐπερέχουσα, Θεοκυῆτορ ἁγνή, τὴν σκοτεινήν μου καρδίαν, ἱλαρῶς καταύγασον, καὶ καταφαίδρυνον.

Παράστησον, ἡμῶν τὰ χείλη ὡς μέλη δοξολογίας, ὑμνογράφε Κασσιανὴ Θεῷ τῷ παντάνακτι, καὶ δίδαξον στέργειν ἡμᾶς τὰ θεῖα.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Τὸ κάλλος τὸ σὸν ποθήσας ὁ Θεόφιλος, Κασσία σεμνή, εἰκότως σοὶ ἐφθέγξατο, ἐκ γυνῆς τὰ χείρονα· σὺ δ’ ἐκ ταύτης κρείττονα εἴρηκας, τὴν Θεοτόκον ἔχουσα εἰς νοῦν, ὡς κόσμον ἐκ πλάνης διασώζουσαν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νηφαλέᾳ καρδίᾳ σου, καὶ κεκαθαρμένῃ ψυχῇ σου ἔγνωκας, τὰ οὐράνια μυστήρια, ὦ Κασσιανὴ ἀξιοθαύμαστε.

Τελειότητι βίου σου, καὶ ἀκεραιότητι πολιτείας σου, τῷ Κυρίῳ εὐηρέστησας, ὦ Κασσιανὴ θεομακάριστε.

Ἡ τῶν πόλεων ἄνασσα, ἡ Κωνσταντινούπολις ἀνατίθησι, τὰ μητρῷά σοι ἐγκώμια, ὦ Κασσιανὴ ὁσία πάντιμε.

Θεοτοκίον.
Νηπιάσαντα Κύριον, δι’ ἡμᾶς Παρθένε σαρκὶ ἐκύησας, καὶ ἀγκάλαις σου ἐβάστασας, τὸν τὴν κτίσιν ἅπασαν συνέχοντα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕμνοις σου τερπνοῖς, Ἐκκλησίαν κατεκόσμησας, ὑπερθέως ὦ σοφὴ Κασσιανή, τῶν ὑμνογράφων κορωνὶς ἡ ἀξιέραστος.

Μνήσθητι ἡμῶν, τῶν ἐκ πόθου εὐφημούντων σε, ὑμνογράφε θαυμαστὴ Κασσιανή, ταῖς εὐπροσδέκτοις ἱκεσίαις σου πρὸς Κύριον.

Νάρδος ἡ σεπτή, ἀποστάζουσι τὰ χείλη σου, τὴν ἐξαίρετον ὠδὴν Κασσιανήν, καὶ τὰς καρδίας κατευφραίνουσι τῶν δούλων σου.

Θεοτοκίον.
Ὅλος τῷ Πατρί, καὶ ἐκ σοῦ ὅλος πανάμωμε, ὁ Θεάνθρωπος ἐγένετο Χριστός, τὰ διεστῶτα, τοῦ συνάψαι εἰς ἑνότητα.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Γραφίδος σου, ἡ σφραγὶς ὡς κάλαμος, γραμματέως ὀξυγράφου ἐδείχθη, Κασσιανή, ἱερὰ ὑμνογράφε, μετὰ πολλῆς ἱκανότητος γράψασα, ᾠδὰς Θεῷ χρεωστικῶς, τῷ τοιούτῳ ταλάντῳ σε στέψαντι.

Ῥανάτωσαν, αἱ νεφέλαι ἄνωθεν, γλυκασμὸν τῆς μυστικῆς εὐφροσύνης, καὶ οἱ βουνοί, σταλαξάτωσαν δρόσον, τῆς εὐλογίας καὶ θείας ἡδύτητος, οἱ ὕμνοι γὰρ Κασσιανῆς, τῆς χαρᾶς ἡμῖν χάριν παρέχουσιν.

Ἀνέσεως, καὶ τρυφῆς τὰ θέλγητρα, καὶ τὴν δόξαν τὴν ψευδῆ ἀπηρνήθης, Κασσιανή, ἑκουσίᾳ σου γνώμῃ, καὶ τῆς ἀσκήσεως κόπους ἀνέλαβες, δι’ ἔργων δείξασα καλῶν, τὸν ἁγνόν σου πρὸς Κύριον ἔρωτα.

Θεοτοκίον.
Φαιδρύνονται, Παναγία Δέσποινα, ἐπὶ σοὶ τῶν οὐρανῶν αἱ δυνάμεις, αἱ στρατιαί, τῶν Ἁγίων σκιρτῶσι, καὶ τῶν πιστῶν αἱ χορεῖαι ἀγάλλονται· καὶ ψάλλουσι ἀπὸ κοινοῦ· σοὶ τὸ χαῖρε Ἁγνὴ χαριτώνυμε.

Παράστησον, ἡμῶν τὰ χείλη ὡς μέλη δοξολογίας, ὑμνογράφε Κασσιανὴ Θεῷ τῷ παντάνακτι, καὶ δίδαξον στέργειν ἡμᾶς τὰ θεῖα.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Συμφωνίᾳ τῶν θεοτερπῶν ποιημάτων σου, Ὑμνογράφε ὦ Κασσιανὴ θεοδίδακτε, κατευθύνεις πνευματικῶς τὴν αἴσθησιν ἡμῶν· διὸ εὔθυνον ἐν ἀγαθοῖς, τὰ διαβήματα ἡμῶν, εἰς ὁδὸν τὴν σωτήριον· δίδαξον τοῦ προσάγειν, Κυρίῳ ἐν ταπεινώσει, εὐχαριστήριον ᾠδήν, τῆς ἐνθέου ἀγαπήσεως.

Προκείμενον
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ εν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.

Εὐαγγέλιον
Ἐκ τοῦ κατά Ματθαῖον.
(Κεφ. κε΄ 1-13)
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι, καὶ αἱ πέντε μωραί. αἵτινες μωραὶ, λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν, οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· Ααἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου, ἐνύσταξαν πᾶσαι, καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· Ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι, καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι, λέγουσαι· Μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας, καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος· καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι, λέγουσαι· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν, ἐν ᾗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.

 Δόξα.
Ταῖς τῆς σῆς Ὁσίας πρεσβείαις, Ἐλεήμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεήμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ὕμνοις θεσπεσίοις σου, Κασσιανὴ ὑμνογράφε, τὸν Θεὸν ἐξύμνησας, τὸν πολλά σοι τάλαντα δωρησάμενον, ὡς πιστὴ δούλη οὖν, ἀγαθῶς εἰργάσθης, καὶ πλειόνως ὑπερηύξησας, Αὐτῷ δουλεύσασα, ἐν εἰλικρινεῖ διαθέσει σου, προκόψασα ἐν χάρισι, καὶ ἐν ἐξαιρέτῳ χρηστότητι· ὅθεν καὶ παρέχεις, τὸν κάλλιστον ἡμῖν ὑπογραμμόν, τῆς θεαρέστου ἀσκήσεως, Ὁσία πανόλβιε.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὁ οὐράνιος ἔρως τὴν καρδίαν σου μῆτερ καὶ τὴν διάνοιαν, κατέφλεξεν ἐνθέως, καὶ ὅλη ἐπεδόθης, τῇ σπουδῇ τῆς ἀσκήσεως, Κασσιανὴ ὑμνῳδέ, Ὁσίων ἡ σεμνότης.

Νυσταγμὸν σοῖς βλεφάροις ὀφθαλμῶν σου ὡσαύτως ὕπνον οὐχ ἔδωκας, Θεοῦ δὲ τὰς προστάξεις, νυκτός τε καὶ ἡμέρας, μελετῶσα ἀοίδιμε· Κασσιανὴ ἡ λαμπάς, τῶν θείων ὑμνογράφων.

Ἀγγελόφρονι γνώμῃ τὴν Ἑβδόμου ἐν λόφῳ Μονὴν ἀνήγειρας, Κασσία θεοφόρε, ἐν ᾗ ὡς ἡγουμένη, ἐν πειθῷ τῆς σοφίας σου, μοναζουσῶν τὸν χορόν, προσήγαγες Κυρίῳ.

Θεοτοκίον.
Δανιὴλ ὁ Προφήτης σὲ προεῖδε Παρθένε ὡς ὄρος ἅγιον, ἐξ οὗ ζωῆς ὁ λίθος, Χριστὸς ἐναπετμήθη, καὶ ἀλάξευτος ἔμεινεν, ἡ παρθενία ἡ σή, φθορὰν μὴ ὑποστᾶσα.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὡς γλυκυτάτη, Κασσιανὴ τῶν σῶν ὕμνων, ἡ θεόῤῥυτος χάρις ὑπάρχει, τέρπουσα ἐνθέως, πιστῶν τὰς διανοίας.

Ἱστίῳ θείας, Κασσιανὴ εὐποιΐας, εἰς γαλήνιον ἦλθες λιμένα, ἔνθα ἀπολαύεις, χαρᾶς εἰρηνοδώρου.

Σὲ ἐξαιρέτως, Κασσιανὴ ὁ Νυμφίος, καὶ Δεσπότης Χριστὸς ὃν ἠγάπας, ἔστεψε τῷ κάλλει, τῆς θείας εὐπρεπείας.

Θεοτοκίον.
Ἰδού σε πᾶσαι, αἱ γενεαὶ τῶν ἀνθρώπων, μακαρίζουσι κόρη Παρθένε, ὅτι μεγαλεῖα, Θεὸς ἐποίησέ σοι.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Δανείσασα προθύμως, πένησι σὸν πλοῦτον, Κασσιανὴ ὑμνογράφε τῆς ἄνω ζωῆς, ἐξ ἀκενώτου κρατῆρος εὗρες τὸ ἔλεος.

Ὡς ἔαρ εὐφροσύνης, Πνεύματος τὴν χάριν, καὶ τὴν οὐράνιον δρόσον οἱ ὕμνοι οἱ σοί, Κασσιανὴ ὑμνογράφε, ἐναποπνέουσιν.

Ῥαδίως τῶν τιμίων, κόπων καὶ ἀγώνων, τὴν τεθλιμμένην διέβης στενήν τε ὁδόν, Κασσιανὴ εἰς τὴν ἄνω, φθάσασα ἄνεσιν.

Ἀσμένως νῦν προσδέχου, ὕμνους τοὺς πτωχούς μου, Κασσιανὴ Ὑμνογράφε οὗς φέρω πρὸς σέ, ἐν ταπεινώσει καρδίας, χήρας τὸ δίλεπτον.

Θεοτοκίον.
Σοὶ πρέπει κατ’ ἀξίαν, δόξα καὶ τιμή τε, καὶ ἐξαιρέτως σοι ὕμνος ἁρμόζει Ἀγνή, ὅτι χαρᾶς Θεοτόκε, γέγονας πρόξενος.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
ὦν ἡ ἀκροστιχίς· Χαῖρε ἐνδοξε.

Χαίροις θεηγόρε Κασσιανή, κλέος τῶν Ὁσίων, τελειότης μοναζουσῶν, χαίροις ἡ τιμία, εἰκών τῆς σωφροσύνης, τῶν θείων ὑμνογράφων, ἡ καλλιέπεια.

Ἄσατε σκιρτήσατε ἐν χαρᾷ, πλήθη φιλεόρτων, μεγαλύνοντες τὸν Θεόν, τὸν ὑπερβαλλόντως, Κασσιανὴν τὴν θείαν, τιμήσαντα τῶν ὕμνων, θείοις χαρίσμασιν.

Ἴδε τῇ πτωχείᾳ μου τῇ οἰκτρᾷ, βλέψον τῇ ἐσχάτῃ, ταπεινώσει μου εὐμενῶς, δίδου μοι εὐχαῖς σου, Κασσιανὴ τὸν πόθον, τοῦ στέργειν τοῦ Κυρίου, τὰ δικαιώματα.

Ῥάνατε νεφέλαι τὸν γλυκασμόν, ὄρη εὐφροσύνης, ἐπιστάξατε χαρμονήν, νῦν ἡ ὑμνογράφος, Κασσιανὴ ὑμνεῖται, χαρὰν ἡ προξενοῦσα, ὕμνων συγγράμμασιν.

Ὅλῃ σου καρδίᾳ ὅλῃ ψυχῇ, ὅλῃ σου ἰσχύϊ, καὶ ἐξ ὅλης σου τῆς στοργῆς, Κύριον τῶν ὅλων, ἠγάπησας ἐμφρόνως, Κασσιανὴ καὶ Τούτῳ, πίστει ἐδούλευσας.

Ἴσθι σοῖς ἱκέταις Κασσιανή, μετὰ συμπαθείας, καὶ παράστηθι εὐμενῶς, τοῖς ἐπιζητοῦσι, τὰς σὰς πρὸς τὸν Δεσπότην, εὐχὰς πανευπροσδέκτους, ἐν περιστάσεσιν.

Σκότος δυσσεβείας τὸ δυσαχθές, ἔλυσας φωτί σου, γλυκυτάτῳ Κασσιανή, καὶ τῆς εὐσεβείας, ἀνέτειλας τὸ κάλλος, ἐκλάμπουσα τῇ δόξῃ, τῆς εὐπρεπείας σου.

Ἔδειξας ἐμπράκτως Κασσιανή, τῶν κατορθωμάτων, τῶν ἐνθέων σου τὴν ἰσχύν καὶ τῆς ὑμνῳδίας, τῆς σῆς τὰς ἀριστείας, Θεοῦ σοι συνεργοῦντος, καὶ βοηθοῦντός σοι.

Νεύματι τὰ πάντα ὁ συντηρῶν, κτίσιν ὁ συνέχων, καὶ κρατῶν τε ἐν τῇ χειρί, Κύριος τῆς δόξης, Κασσιανὴ τιμία, σὲ εἵλετο εἰς νύμφην, Τούτου περίδοξον.

Δόξαν παριδοῦσα καὶ τὴν τιμήν, κόσμου τοῦ ματαίου, θεοφόρε Κασσιανή, εὗρες ἀθανάτου, ζωῆς τὰς διακρίσεις, ὡς σύνοικος Ἀγγέλων, καὶ ἰσοστάσιος.

Ὄμμασι καρδίας σου καθαρᾶς, κάλλη ἐραστοῦ σου, οὐρανίου Κασσιανή, θείᾳ θεοπτίᾳ, ἑώρας ἐκβοῶσα· σοὶ πρέπει εἰς αἰῶνας, δόξα φιλάνθρωπε.

Ξένη τῶν ματαίων Κασσιανή, πάροικος ἐν κόσμῳ, παρεπίδημος ἐν τῇ γῇ, ὤφθης παριδοῦσα, προσκαίρους ἀπολαύσεις, ποθήσασα Χριστοῦ τε, τὴν ὡραιότητα.

Ἔγραψας γραφίδι σου ἱερᾷ, ὕμνους καὶ ᾠδάς τε, μελογράφε Κασσιανή· ὅθεν γραμματέως, ἐδείχθη ὀξυγράφου, ὡς κάλαμος ἡ χείρ σου, ἣν μακαρίζομεν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίροις, ἀρετῶν ὑπογραμμός, χαίροις εὐσεβείας τὸ μέτρον, τῆς σωφροσύνης εἰκών, σκεῦος τὸ πολύτιμον, τῆς εὐπρεπείας τε, τῆς ἀγάπης πρὸς Κύριον, σφραγὶς ἡ γνησία, στάθμη ἐγκρατείας τε, ἐν ὁσιότητι· χαίροις, τῆς χρηστῆς πολιτείας, ὦ Κασσιανὴ ὑμνογράφε, παρακαταθήκη καὶ βεβαίωσις.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.