Παρακλητικός Κανών εις την Οσίαν και Θεοφόρον Μητέρα ημών Ματρώνα την Αόμματον Σύγχρονον Ρωσίδα Ασκήσασαν εν Κόσμω

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

Εΰλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῆ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῆ δικαιοσύνῃ σου. Καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου. Ἐταπείνωσε εἰς γῆν τήν ζωήν μου. Ἐκάθισε με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνας, καί ἡκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σε τάς χεῖρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοι. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησόν μοι τό πρωί τό ἐλεός σου, ὅτι πρός σε ἤρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός σε κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μου. Τό πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῆ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις με. Ἐν τῆ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου, καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου, καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἰμί.

Καί εὐθύς τό.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α΄ Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον Αὑτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β΄ Πάντα τά ἔθνη ἐκύκλωσαν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὑτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ΄ Παρά Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστῇ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά παρόντα Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῶ
Τήν ἐν Ῥωσία διαλάμψασαν ἄρτι ὑπομονῇ ἐν τοῖς ἑκάστοτε πόνοις, ἀγάπη πρός τούς πάσχοντας καί πρός τόν Θεόν, ταπεινώσει, μέλψωμεν, ἀπαθείᾳ καί νήψει μελιρρύτοις ἄσμασι, θεοφόρον Ματρώναν, αὑτῆς λιτάς ἀόκνους εὐλαβῶς πρός τόν Δεσπότην Χριστόν ἐξαιτούμενοι.

Δόξα. Τό αὑτό. Καί νῦν. Θεοτόκιον
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε,τας δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, Εἰ μή γάρ Σύ προΐστασο πρεσβεύουσα, τις ἤμας ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τις δε διεφύλαξεν ἐῷς νῦν ἐλευθέρους; Οὑκ ἀποστῶμεν, Δέσποινα, ἐκ Σου Σούς γάρ δούλους σῴζεις ἀεί ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.

καί ὁ Κανών, οὐ ἡ Ἀκροστιχίς
“Ματρώνα, λιταῖς Σου σκότη μου διάλυσον. Χ.”

ᾨδῇ α΄Ήχος πλ.δ΄. Ὑγράν διοδεύσας.
Ματρώνα, δικαίως ὑπό σεπτοῦ ἡ ὀνομασθεῖσα, στῦλος ὄγδοος ἀχανοῦς, Ῥωσίας, Κροστάνδης Ἰωάννου, ἐν εὐσεβείᾳ ἤμας πάντας στήριξον.

Ἁγίασον πάντας σε εὐλαβῶς, Ματρώνα, τιμῶντας ὤσπερ κρήνην ἁγιασμοῦ θεόβρυτον καί πηγήν θαυμάτων τήν ἐν Ῥωσία ἀρτίως ἐκβλύσασαν.

Τοῦ κόσμου ἀσκήστρια θαυμαστῇ, Ματρώνα ὁσία, δυσχειμέροις ἐν τοῖς καιροῖς δεινῆς ἀθεΐας ἐν Ῥωσία ἡ διαλάμψασα ῥῦσαι με θλίψεων.

Θεοτόκιον
Ῥοαῖς, Μητροπάρθενε, ῥυπτικῶν εὐχῶν Σου πρός Κτίστην καί Υἱόν σου ἡμῶν παθών κατάσβεσον φλόγα χαμαιζήλων, Θεόγεννητορ, μερόπων διάσωσμα.

ᾨδῇ γ΄. Οὐρανίας ἁψῖδος.
Ὡς πυξίον σοφίας καί ἀρετῆς μέλπομεν Σε τῶν εὐσεβῶν αἱ χορεῖαι, χάριτος σκήνωμα, Ματρώνα, καί δωρεῶν παντοδαπῶν ἐκμαγεῖον οἱ ἐν δίναις σπεύδοντες τῆ μεσιτεία Σου.

Νῦν, ἀόμματε μήτερῃ τῆς ψυχῆς ὄμματα ἔχουσα σαφῶς ἐστραμμένα πρός τόν οὐράνιον Νυμφίον καί Λυτρωτήν, Ματρώνα ἄνοιξον κόρας τάς ἡμῶν θεάσασθαι τά ὑπέρ ἔννοιαν.

Ἀσκουμένων γυναίων θεοειδές ἔκτυπον, ἡ ὀφθεῖσα Πνεύματος θείου κατοικητήριον, τῷ σῶ Νυμφίῳ Χριστῷ, Ματρώνα πρέσβευε, σῶφρον, δοῦναι τοῖς τιμῶσι Σε χάριν καί ἔλεος.

Θεοτόκιον
Λυμεῶνος αϋλου γένους βροτῶν, Δέσποινα, Κεχαριτωμένη Μαρία, θεία ὀλέτειρα, ἐξ ἐπηρείας αὑτοῦ, απαλλαξόν με ἐν τάχει τόν ψυχή καί χείλεσι Σε μακαρίζοντα.

Διάσωσον, ἀπό κινδύνων, Ματρώνα τούς Σε τιμῶντας ὡς νεόφωτον ἀρετῶν παντοίων ἀπαύγασμα και ἄστρον πρός στένοντας συμπαθείας.

Ἐπίβλεψον ἐν εὐμενεία πανύμνητε Θεοτόκε,επί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Αἴτησις καί τό Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Τήν ὑπομονῇ καί ταπεινώσει λάμψασαν ἐν χρόνοις δεινοῖς Ῥωσίας ἀνυμνήσωμεν ἀσκήτριαν κράζοντες τιμαλφές ἀρετῶν ἀνακτόριον,Μάτρωνα, χάριν εὕρηκας Χριστῷ πρεσβεύειν ὑπέρ τῶν εὐφημούντων Σε.

ᾨδῇ δ΄. Εἰσακήκοα Κύριε.
Ἱκετῶν εἰς βοήθειαν σπεῦσον σῶν, Ματρώνα θεοχαρίτωτε, σαρκοφόρος ὤσπερ ἄγγελος ἐν Ῥωσία ἄρτι διαλάμψασα.

Ταπεινώσεως σκήνωμα καί εἰκών, πανεύφημε προοράσεως, τηρεῖ πάντας τούς τιμῶντας Σε ἐν ὑπομονῇ καί νήψει πάντοτε.

Ἀσινεῖς διατήρησον νόσων κατωδύνων τούς ἐκζητοῦντας Σου τάς πρεσβείας πρός τόν Ὕψιστον, θεαυγές Ματρώνα, ὑπερένδοξε.

Θεοτόκιον
Ἱλαστήριον ἄμεσον κόσμου, ἀπολύτρωσαι, Μητροπάρθενε,τούς πιστῶς Σε μακαρίζοντας καί ἐκδεχομένους τήν Σήν εὔνοιαν.

ᾨδή ε΄. Φώτισον ἡμᾶς.
Σου τήν εὐαγῆ πολιτείαν ἀναμέλποντες ἐν τῷ κόσμῳ ἐξαιτούμεθα εὐχάς πρός τόν Κύριον, Ματρώνα, τάς ἀόκνους σου.

Στήριξον ἡμᾶς ἐν τῆ πίστει τούς προστρέχοντας σή, Ματρώνα γεραρά ἐπισκοπή καί ὑμνοῦντας σε ὡς στῦλον θεοφώτιστον.

Ὄλβε τῆς Χριστοῦ Ἐκκλησίας πολυτίμητε, θησαυρόν, Ματρώνα, ὤσπερ τιμαλφῆ θείας Σκέπης μάνδρα ἔχει τά Σά λείψανα.

Θεοτόκιον
Ὕμνοις σε ἀεί, σωτηρίας ὡς κρηπίδωμα καταστέφομεν βροτῶν, Μῆτερ Θεοῦ, καί χαράς ἡμῶν ἀλήκτου θείαν πρόξενον.

ᾨδῇ στ΄. Τήν δέησιν.
Στηρίζουσα δῆμον ἐμπερίστατον δυσχειμέροις ἀθεΐας ἐν χρονοῖς, μῆτερ Ματρώνα, οὑκ ἔπαυσας Ρώσων ἐπιζητούντων ἀλήθειαν πίστεως, ἡ νῦν στηρίζουσα εὐχαῖς Σαῖς πρός Κύριον πάντας ἱκέτας Σου.

Κραυγάζει Σοι εὐσεβῶν ὁμήγυρις καταφεύγουσα, Ματρώνα, Σή σκέπη καί ἀκλινῆ προστασία ὑψόθεν μή διαλίπῃς ἡμᾶς ἐποπτεύουσα, Κυρίου νύμφη, τούς πιστῶς μελῳδοῦντας ἀσκήσεως πόνους Σου.

Ὀμμάτων μου τῆς ψυχῆς διάνοιξον, θεοφόρητε Ματρώνα, τάς κόρας τοῦ βλέπειν πάντα συμφέροντα, κράζω, ἡ ἀὀμμάτος τόν βίον ἀνύσασα καί παρειμένη ἐν καιροῖς τοῖς ἐσχάτοις, Ῥωσίας ὡράισμα.

Θεοτόκιον
Τήν δέησιν, Θεοτόκε Δέσποινα, ἡ τεκοῦσα ὑπέρ λόγον τόν Λόγον Θεοῦ Ὑψίστου, προσδέχου Σου δούλου πανευμενῶς τοῦ ζητοῦντος τήν χάριν Σου καί ἀνυμνούντως εὐλαβῶς τόν Υἱόν Σου καί Κτίστην τοῦ σύμπαντος.

Διάσωσον, ἀπό κινδύνων, Ματρώνα τούς Σε τιμῶντας ὡς νεόφωτον ἀρετῶν παντοίων ἀπαύγασμα καί ἄστρον πρός στένοντας συμπαθείας.

Ἂχραντε ῃ διά λόγου τόν Λόγον ἀνερμηνεύτως επ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικήν παρρησίαν.

Αἴτησις καί τό Κοντάκιον
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου
Τήν δυναμένην τοῦ Πνεύματος χάριτι προβλέπειν πάντα ἐσόμενα μέλψωμεν, Ματρώναν, Ῥωσίας ἀγλάϊσμα ὡς γυναικῶν θεαυγών ἰσοστάσιον καί κόσμου μεσίτριαν ἔνθερμον.

Προκείμενον. Ὑπομένων ὑπέμεινα τόν Κύριον καί προσέσχε μοι.
Στίχος. Καί ἔστησεν ἐπί πέτραν τούς πόδας μου καί κατεύθυνε τά διαβήματα μου

Εὐαγγέλιον κατά Μᾶρκον (Κεφ. η΄34 – θ΄1)
Εἶπεν ὁ Κύριος ὅστις θέλει ὀπίσω Μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτόν καί ἀράτω τόν σταυρόν αὑτοῦ καί ἀκολουθείτω Μοι. Ὅς γάρ ἀν θέλῃ τήν ψυχήν αὑτοῦ σώσαι, ἀπολέσῃ αὑτήν ὅς δ’ ἀν ἀπολέσῃ τήν ἑαυτοῦ ψυχήν ἕνεκεν Ἐμοῦ καί τοῦ εὐαγγελίου, οὗτος σώσει αὑτήν. Τι γάρ ὠφελήσει ἄνθρωπον ἐάν κερδήσῃ τόν κόσμον ὅλον, καί ζημιωθῇ τήν ψυχήν αὑτοῦ; ἡ τι δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὑτοῦ; ὅς γάρ ἐάν ἐπαισχυνθῇ Με καί τούς Ἐμούς λόγους ἐν τῆ γενεά ταύτῃ τῆ μοιχαλίδι καί ἁμαρτωλῷ, καί ὁ Υἱός τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὑτόν ὅταν ἔλθῃ ἐν τῆ δόξῃ τοῦ Πατρός Αὑτοῦ μετά τῶν ἀγγέλων τῶν αγίων.Και ἔλεγεν αὑτοῖς ἀμήν λέγω ὑμῖν ὅτι εἰσι τινές τῶν ᾠδέ ἑστηκότων, οἵτινες οὐ μή γεύσωνται θανάτου ἐῷς ἀν ἴδωσι τήν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.

Δόξα.
Ταῖς τῆς Σής Ὁσίας πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλεῆμον, ἐλέησον με, ὁ Θεός, κατά τό μέγα ἐλεός Σου…Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Τήν παραμυθήσασαν ἐμπεριστάτων χορείας Ρώσων ἐν τοῖς ἔτεσι τοῖς ἐσχάτοις μέλψωμεν ὕμνοις πρέπουσι τοῦ Θεοῦ χάριτι, θεαυγή Ματρώναν, τήν ἀόμμματον ἀσκήτριαν, ἧσπερ ὁ Κύριος τῆς ψυχῆς τά ὄμματα ἤνοιξεν ὁρᾶν τά ἐν τῷ μέλλοντι καί τῶν καρδιῶν τά ἐνδότερα καί ἐν κατανύξει κραυγάσωμεν διάνοιξον ἡμῶν ψυχῶν εὐχαῖς Σου τά βλέφαρα βλέπειν τά σωτήρια.

Σῶσον ὁ Θεός τόν λαόν Σου…

ᾨδῇ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἡ ἐν κόσμῳ ὁσίως καί ἀμέμπτως τόν βίον ἐκδαπανήσασα, Ματρώνα καί ἀρθεῖσα πρός δόμους ἀφθαρσίας, μή ἐλλίπῃς ἑκάστοτε ὑπέρ τῶν Σῶν ἱκετῶν πρεσβεύουσα Κυρίῳ.

Μῆτερ πνευματοφόρε, τῆς Ῥωσίας, Ματρώνα, τό νέον σέμνωμα, ἐπάκουσον φωνῆς μου δεήσεως καί ῥῦσαι συμφορῶν καί κακώσεων καί τῆς γεένης πυρός τόν καταφεύγοντα Σοι.

Ουρανόφωτος στήλη ταπεινώσεως, μῆτερ, εὐχῆς καί νήψεως ἐπώφθης, ἐκ κοιλίας μητρός προορισθείσα καταυγάσαι πυσρσεύμασιν Σῶν διδαχῶν τόν λαόν ἐν ἀθεΐας χρόνοις.

Θεοτόκιον
Ὑπερύμνητε Μῆτερ, Σήν ἀγίαν εἰκόνα ὡς ὄλβον ἄσυλον ἐπονομαζομένην, ἁμαρτωλῶν ἁπάντων σωτηρία, ἡ πάνσεπτος Ματρώνα ἔσχεν παντί ἐν βίῳ, Θεοτόκε.

ᾨδῇ η΄. Τόν Βασιλέα.
Δακρυρροοῦντες τάς σάς λιτάς ἐκζητοῦμεν οἱ ἐν θλίψεσιν ὄντες, Ματρώνα, πρός τόν Σόν Νυμφίον καί Λυτρωτήν τοῦ κόσμου.

Ἴσθι ἀκέστωρ τῶν Σε ὑμνούντων, Ματρώνα, ταπεινώσεως ὡς μυροθήκην καί δοχεῖον πλῆρες ὑπομονῆς ἐν βίῳ.

Ἁγίων νέων συνηριθμήθης χορείαις, μεθῶν χαίρῃ ἀπαύστως ἐν πόλῳ καί Χριστῷ πρεσβεύεις ὑπέρ ἡμῶν, Ματρώνα.

Θεοτόκιον
Λειμών εὐώδης, Μῆτερ Θεοῦ, παρθενίας καί ἡδύπνοος κῆπος ἁγνείας πέλουσα, Σούς δούλους καθήδυνον οδμαίς Σου.

ᾨδῇ θ΄. Κυρίως Θεοτόκον
Ὑπέρ τῶν Σε τιμώντων καί ἀσπαζομένων ἐν τῆ μονή θείας Σκέπης Σά λείψανα, Χριστόν δυσώπει, Ματρώνα, Τόν Σε δοξάσαντα.

Στηρίζουσα μή παύσῃ, στῦλε τῆς Ῥωσίας, τούς κλονουμένους, Ματρώνα, ἑκάστοτε εὐχῶν Σου ῥάβδῳ πρός Κτίστην τόν πανευϊλατον.

Ὀρθοφρονούντων πάντων Ρώσων ἀντιλῆπτορ, Ματρώνα, πλάνης ὀμίχλην ἐκδίωξον, καί τήν ἀχλύν τήν ζοφώδη λῦσον αἱρέσεων.

Ναέ χρηστοηθείας πάγχρυσε, Ματρώνα, ναούς ἡμᾶς ἐγρηγόρσεως πάντιμε, δεῖξον τούς μνήμην τιμῶντας Σήν ἀεισέβαστον.

Θεοτόκιον
Χαρίτων θεοσδότων, Κεχαριτωμένη, ἀγνῇ Παρθένε, ταμεῖον ἀσύλητον τούς Σε γεραίροντας πόθῳ ἀεί χαρίτωσον.

Ἄξιον ἐστίν ὡς ἀληθῶς μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τόν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον, Σε μεγαλύνομεν.

Καί τά παρόντα μεγαλυνάρια
Χαίροις, τῶν ἐν κόσμῳ ἀσκητριῶν καύχημα, Ματρώνα, τῶν ἀσκήσει θεοτερπεί, ἀρετῶν εἰς ὕψος καταντησάντων μέγα, νεόφυτον Ῥωσίας, ἄνθος ἡδύπνοον.

Πάντας τούς προστρέχοντας εὐλαβῶς Σου ταῖς ἱκεσίαις πρός τόν Κύριον Ἰησοῦν, Σόν σεπτόν Νυμφίον, ἐν οὐρανοῖς Ματρώνα,συντήρει ἐπηρείας πλάνου ἀπήμονας.

Χαίροις, διοράσεως ὁ κανῶν, χαίροις ἡ ἀκρότης τῆς ἐν βίῳ ὑπομονῆς, χαίροις, τῆς Ῥωσίας ὁ ὄγδοος ὁ στῦλος, Ματρώνα θεοφόρε, πίστεως πρόβολε.

Χαίροις, ἡ ἀόμματος ἐκ γαστρός, ἡ χαριτωθεῖσα Παρακλήτου αὔραις τερπναῖς, χαίροις, συμπαθείας πρός πάσχοντας, Ματρώνα, καί πρός ἐμπεριστάτους στῦλος ἀκράδαντος.

Δίδου τοῖς τιμῶσι Σε ἀκλινῶς, εὐκλεές Ματρώνα, ἐν τῷ βίῳ ὑπομονήν καί ἰσχύν πατήσαι τό φρύαγμα τοῦ πλάνου, ἡ στέρησιν ὀμμάτων καθυπομείνασα.

Φώς τήν στερηθεῖσαν ἐκ γενετῆς ὀφθαλμῶν, Ματρώναν, εὐφημήσωμεν εὐλαβῶς ὡς πνευματοφόρων ἀσκητριῶν Ῥωσίας ἀγλάϊσμα τό νέον καί σκεῦος χάριτος.

Πάσαι τῶν ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετά τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἤμας.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῇς ἡμῖν σφόδρα, μηδέ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομα Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καί τό Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τόν συνάναρχον Λόγον.
Ἀδιάσειστον στῦλον Ῥωσίας ὄγδοον, τήν στερουμένην ὀμμάτων ἐκ γενετῆς, εὐλαβῶς ἀνυμνήσωμεν Ματρώναν τήν ἀοίδιμον, ὡς σκεῦος θείων δωρεῶν καί ἀγάπης ἀκραιφνοῦς πρός πάντας ἐμπεριστάτους βοῶντες σκέδασον ζόφον παθῶν ἡμῶν φωτί Σής χάριτος.

Ἐκτενής καί Ἀπόλυσις, μέθην ψάλλομεν τό ἐξῇς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων ἐν ἐσχάτοις τοῖς καιροῖς κεκλεισμένων, Μῆτερ, ἐχόντων τούς ὀφθαλμούς τῆς ψυχῆς καί αὑτῆς συμφέροντα, Ματρώνα πάνσεμνε, παρορόντων διάνοιξον καί δεῖξον τήν τρίβον πρός ζωήν ἀπάγουσαν τήν αἰωνίζουσαν τοῖς εἰλικρινῶς Σε τιμῶσιν ὡς Ρωσίδος πάνσεπτον γόνον καί ταμεῖον χάριτος ἀκένωτον.

Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων Σου, καί λύτρωσαι ἡμᾶς ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ελπίδαν μου εἰς Σε ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον με ὑπό τήν σκέπην Σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν ἐλέησον ἡμᾶς.
’Ἀμήν.

Δίστιχα.
Ματρώνα, ἄνοιξον ὀφθαλμούς μου βλέπειν
ψυχῆς τό συμφέρον, βοᾶ Χαραλάμπης.

Φιλοθέου διάνοιξον ἔτι κόρας
ψυχῆς, Ματρώνα, ὁρᾶν ἀγήρω μόνον.

Ματρώνα, μετάνοιαν δίδου μοι καί
ῥῦσαι με τῆς ὑπερηφανείας, βοᾶ Σοι Ἠλίας.

 

Χαιρετισμοί εις την Οσία Ματρώνα την Αόμματο