Παρακλητικός Κανών εις την Οσία Συγκλητική
Ποίημα Καθηγουμένης Ισιδώρας Αγιεροθεϊτίσσης

†Εορτάζεται στις 5 Ιανουαρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ ἐξῆς Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Μοναζουσῶν τὴν καλλονὴν καὶ τὸ κλέος, τῶν ἀρετῶν τὸ πολυτίμητον σκεῦος, Συγκλητικὴν τιμήσωμεν ᾀσμάτων ᾠδαῖς· ἄυλον καὶ ὑπερκόσμιον, διεξῆλθε τὸν βίον, πόθῳ ἀγαπήσασα, τῆς ψυχῆς τὸν Νυμφίον· παρισταμένη ὅθεν σὺν Αὐτῷ, πᾶσιν αἰτεῖται, τῆς δόξης τὸν στέφανον.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Συγκλητικὴν τιμῶ, μοναζουσῶν τὸ κλέος.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σοφίαν παράσχου μοι σαῖς εὐχαῖς, καὶ σθένος ἐξ ὕψους, τοῦ ὑμνῆσαί με ἱκανῶς, τῆς σῆς ἰσαγγέλου πολιτείας, Συγκλητικὴ τὰ λαμπρὰ κατορθώματα.
Ὑπόπτερος Μῆτερ ὡς ἀετός, πρὸς πόλον ἀνέπτης, ταῖς ἀύλοις σου προσευχαῖς, καὶ κάλλος ἑώρας σοῦ Νυμφίου, Συγκλητικὴ ἀσκουσῶν ἐγκαλλώπισμα.
Γυμνάσας μῆτερ Συγκλητική, σαυτὴν ὑπομένειν, τῆς ἀσκήσεως τὸν ζυγόν, παρθένων ὡδήγησας χορείαν, πρὸς ἀρετῶν θεαρέστων γυμνάσματα.
Θεοτοκίον.
Κυρίαν Ἀγγέλων καὶ τῶν βροτῶν, ἔγνωμέν σε Κόρη, θεοδόξαστε Μαριάμ, παθῶν κυριεύειν παραλόγων, τοὺς σοὺς ἱκέταις λιταῖς σου ἱκάνωσον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Λαμπρυνθεῖσα τῷ κάλλει τῶν ἀρετῶν πάνσεμνε, ἤστραψας φαιδρῶς ἐν τῷ βίῳ, καθάπερ ἥλιος, καὶ καθυπέδειξας, Συγκλητικὴ μοναζούσαις, τρίβον πρὸς οὐράνιον, πόλιν ἀνάγουσαν.
Ἡδυνθεῖσα τῷ πόθῳ τοῦ θεϊκοῦ ἔρωτος, πάντα τὰ ἐν κόσμῳ ἡδέα, ὡς χοῦν παρέδραμες, ἀνεπιστρόφως διό, Συγκλητικὴ ἠκολούθεις, τὸν ἡδὺν Νυμφίον σου, θείαις ἀσκήσεσιν.
Τὸν Ἰὼβ ἐμιμήσω Συγκλητικὴ ἄριστα, πόνους τῇ σαρκὶ ὑποστᾶσα, θλίψεις τε χαίρουσα· διὸ πρὸς ἄπονον νῦν, συνεπαγάλλει νυμφῶνα, στέφανον κομίσασα, τὸν ἀμαράντινον.
Θεοτοκίον.
Ἰατρὸν ἡ τεκοῦσα πᾶσι βροτοῖς ἄμισθον, πάθη τῆς ψυχῆς μου Παρθένε, σὺ ἐπικούφισον, ταῖς μητρικαῖς σου λιταῖς, καὶ τὴν ὑγίειαν παράσχου, πᾶσι τοῖς δοξάζουσι, σοῦ τὴν ἀντίληψιν.
Προσάγαγε ἱκετηρίαν πρὸς Κύριον εὐαρέστως, τῆς ἐρήμου Συγκλητικὴ φαιδρὸν ἐγκαλλώπισμα, δωρήσασθαι πᾶσι πταισμάτων λύσιν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Παρθένων χορὸν, Ὁσίως διεποίμανας, εἰς χλόην τερπνήν, τῶν λόγων τοῦ Κυρίου σου, καὶ ἡμᾶς ὁδήγησον, εἰς νομὴν ζωῆς τὴν σωτήριον, Συγκλητικὴ καὶ σκέπασον ἡμᾶς, τοὺς πόθῳ τιμῶντας τοὺς ἀγῶνάς σου.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Κραταιὸν ὅπλον ἔσχηκας, Μῆτερ προσευχὴν νηστείαν καὶ δάκρυα, τοῖς αὐτοῖς κἀμὲ ὁπλίσασθαι, ὦ Συγκλητικὴ εὐχαῖς σου δίδαξον.
Ἡ τοῦ Πνεύματος χάρις σε, ὄργανον τερπνὸν καὶ θεῖον εἰργάσατο· ἐμελώδεις ὅθεν ῥήματα, μοναζούσαις Μῆτερ τὰ σωτήρια.
Νουνεχῶς προτετίμηκας, ὦ Συγκλητικὴ τῆς δόξης τὸν Κύριον· διὸ πλοῦτον καὶ εὐγένειαν, ὡς ἱστὸν ἀράχνης κατεπάτησας.
Θεοτοκίον.
Τὴν Παρθένον ὑμνήσωμεν, τὴν μετὰ τὸν τόκον μείνασαν ἄφθορον· καὶ καρδίας ὄμμα αἴροντες, τὴν Αὐτῆς πρεσβείαν αἰτησώμεθα.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἴασαι ἡμῶν, τῆς ψυχῆς δεινὰ ἀλγήματα, ὡς ὑπέμεινας στεῤῥῶς Συγκλητική, ἐν τῇ σαρκί σου πολυώδυνα νοσήματα.
Μύρον νοητόν, ἐκ ψυχῆς σου Μῆτερ ἔβλυσεν, ὅτι ἔφερες γενναίῳ λογισμῷ, ἀσθενειῶν σου, τὰ δυσφόρητα ἀλγήματα.
Ὤριμον καρπόν, ἐκβλαστάνειν με ἀξίωσον, καὶ διάθρεψον σοφὴ Συγκλητική, τοῖς μελιῤῥύτοις, καὶ ἐνθέοις σου διδάγμασιν.
Θεοτοκίον.
Μόνην τὸν Θεόν, ἀνωδύνως ἀπεκύησας, ἀπειρόγαμε Παρθένε Μαριάμ, ἡμᾶς ἐκ πόνων, τῆς κολάσεως ῥυόμενον.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ὀρθρίσασα, πρὸς Θεὸν ἐπέτασας, ἐν κλαυθμῷ τὰς σεβασμίας σου χεῖρας, Συγκλητική, καὶ εἱλκύσω τὸ Πνεῦμα, τὸ ἀγαθὸν καὶ εὐθὲς καὶ πανάγιον· Αὐτὸ σκηνῶσαι καὶ ἡμῖν, τοῖς πιστοῖς σου ἱκέταις δυσώπησον.
Νηστεύουσα, τὸν ἐχθρὸν ἐνίκησας, τὸν τὴν Εὔαν ἐκνικήσαντα πάλαι, Συγκλητική, ἐγκρατείας ἡ στάθμη, καὶ ἀρετῶν ἀκριβὴς ὑποτύπωσις· διὸ παράσχου καὶ ἡμῖν, ἀρεταῖς τὴν ζωὴν διανύσασθαι.
Ἀδούλωτον, τῆς ψυχῆς τὸ φρόνημα, διετήρησας στεῤῥᾷ σου ἀσκήσει, καὶ πρὸς Χριστόν, τὸν Νυμφίον σου Μῆτερ, τῆς παρθενίας ταῖς πτέρυξιν ἔφθασας, πρεσβείαις σου Συγκλητική· καὶ ἡμᾶς τῶν παθῶν ἐλευθέρωσον.
Θεοτοκίον.
Ζωήῤῥυτον, σὲ πηγὴν ἐπέγνωμεν, ἀφθαρσίας ἀναβλύζουσα ῥεῖθρον, τὴν τοῦ Ἀδάμ, καταπαύσασαν δίψαν, Θεογεννήτρια Παρθένε πανάχραντε, τοῖς νάμασι σῶν πρεσβειῶν, καὶ ἡμῶν τὰς καρδίας ἐπόμβρισον.
Προσάγαγε, ἱκετηρίαν πρὸς Κύριον εὐαρέστως, τῆς ἐρήμου Συγκλητικὴ φαιδρὸν ἐγκαλλώπισμα, δωρήσασθαι πᾶσι πταισμάτων λύσιν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Μοναζούσαις ἀκλινῆ ὁδὸν καθυπέδειξας, ἑκουσίως τοὺς ἀσκητικοὺς ἄθλους στέρξασα· ὅθεν εὗρες τῶν σῶν καμάτων γέρα ἀληθῆ· διὸ πρέσβευε Συγκλητική, τοῦ πορευθῆναι καὶ ἡμᾶς, τὴν ὁδὸν τῆς ἀσκήσεως, δίδου ἡμῖν ἀνδρείαν, καὶ σύνεσιν καὶ σοφίαν, εἰς τὸ τηρεῖν τὰς ἐντολάς, τοῦ Κυρίου ἐν εὐθύτητι.
Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. κε΄ 1- 13).
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην. Ὡμοιώθη ἡ Βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραί. Αἵτινες μωραὶ λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν, οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἕλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· ἰδού, ὸ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· μήποτε οὐκ ἀρκέσῃ ἧμῖν καὶ ὑμῖν. Πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ άγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν, οὐδὲ τὴν ὥραν, ἐν ᾗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
Δόξα.
Ταῖς τῆς σῆς Ὁσίας πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δόξαν τὴν ἐπίκηρον, περιχαρῶς ἀπηρνήσω, καὶ σαὐτὴν ἐξέδωκας, ἑκουσίαις θλίψεσιν ἀξιάγαστε, τὴν σκληρὰν ἄσκησιν, ὡς τρυφὴν ἡγήσω, δι’ ἀγάπην τοῦ Νυμφίου σου, παρθένοις ῥήματα, τὰ θεοπρεπῆ ἐξεδίδασκες, αὐτὰς θερμῶς προτρέπουσα, τοῦ τηρεῖν Χριστοῦ τὰ προστάγματα, δέχου ἱκεσίαν, ἣν πόθῳ σοι προσάγομεν σεμνή, Συγκλητικὴ ἡ κοσμίσασα, Ὁσίων τὰ τάγματα.
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Οἱ χοροὶ τῶν Ἀγγέλων, κατεπλάγησαν πάντες καθυπομένουσαν, ὁρῶντές σε τοὺς πόνους, ψυχῆς ἐν προθυμίᾳ, καὶ πολλῇ γενναιότητι· μεθ’ ὧν ἀπαύστως Χριστόν, Συγκλητικὴ δυσώπει.
Ὑλικῆς ἐμπαθείας, καὶ γηίνων φροντίδων τὸν νοῦν ἐχώρησας, τῷ πόθῳ τετρωμένη, τῆς ἄνω Βασιλείας, καὶ εὐκλείας τῆς κρείττονος, ἣν καὶ ἡμῖν σαῖς εὐχαῖς, Συγκλητικὴ παράσχου.
Σελασφόροις ἀκτῖσι, φωταυγείας ἐνθέου ηὐγάσθης ἔνδοξε, Θεὸν τὸν ἐν Τριάδι, ἀύλως καθορῶσα, ὀφθαλμοῖς τῆς καρδίας σου· Συγκλητικὴ ὅθεν φῶς, ἡμῖν τὸ θεῖον δεῖξον.
Θεοτοκίον.
Ὡς νυμφῶνα τῆς δόξης, καὶ παλάτιον θεῖον καὶ θρόνον πάγχρυσον, τῶν πάντων Βασιλέως, Παρθένε σε τιμῶμεν, καὶ Μητέρα τοῦ κτίσαντος· Τοῦτον ἀπαύστως Ἁγνή, ἱλέωσαι εὐχαῖς σου.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Νομὴν πρὸς θείαν, Συγκλητικὴ καθοδήγεις, ἀσκουμένων παρθένων χορείαν, τῶν ἐφεπομένων, ἐνθέοις διδαχαῖς σου.
Τοῦ Παραδείσου, κάλλη τὰ ἄῤῥητα εἶδες, πρὸ τοῦ τέλους σου Μῆτερ Ὁσία, τούτων ἡμῖν δεῖξον, Συγκλητικὴν τὴν δόξαν.
Ὄμβροις δακρύων, Συγκλητικὴ οὐκ ἐπαύσω, καταβρέχεις στρωμνὴν τὴν σκληράν σου· ὅθεν αἰωνίως, ἡμᾶς δακρύων ῥῦσαι.
Θεοτοκίον.
Κρήνη ναμάτων, ζωοποιῶν σὺ ὑπάρχεις, ἀπειρόγαμε Κόρη Μαρία, σβέσον σαῖς πρεσβείαις, τῶν πειρασμῶν τὴν φλόγαν.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Λαμπτὴρ τοῖς ἐν τῷ σκότει, Μῆτερ ἀνεδείχθης, Συγκλητικὴ τῶν παρθένων φαιδρὰ καλλονή, τῆς παρθενίας ἀκτῖσιν, ἡμᾶς καταύγασον.
Εὐφράνασα ἐν βίῳ, Κύριον τῆς δόξης, ἐν οὐρανοῖς ἠξιώθης στεφάνων πολλῶν, Συγκλητικὴ τῆς ἀλήκτου, χαρᾶς μετέχουσα.
Οἰκοῦσα ἐν ὑψίστοις, σὺν χοροῖς Ὁσίων, Συγκλητικὴ ἀπολαύεις, Τρισήλιον Φῶς· διὸ ἡμῶν τὰς καρδίας, Μῆτερ καταύγασον.
Θεοτοκίον.
Σὲ τεῖχος καὶ λιμάν, ἔχοντες Παρθένε, οὐ δειλιῶμεν παγίδας ἐχθρῶν δυσμενῶν, ὅτι ὡς Μήτηρ ἰσχύεις, ὅσα καὶ βούλεσαι.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ἁγνείας ὑπάρχουσα καλλονή, σωφροσύνης στήλη, ἐγκρατείας λαμπρὸς κανών, λάμπρυνον τὸν βίον, ἡμῶν τῶν σὲ τιμώντων, Συγκλητικὴ παρθένων, φαιδρὸν ἀγλάισμα.
Πόνους καρτεροῦσα ἐν τῇ σαρκί, ἄπονον πρὸς λῆξιν, μετετέθης Συγκλητική, ἔνθα ἀπολαύεις, χαρᾶς ἀνεκλαλήτου· διὸ ἡμῶν τὰς θλίψεις, εὐχαῖς σου κούφισον.
Στέρξασα τὰ ἄνω Συγκλητική, πάντων ὑπερεῖδες, τῶν ματαίων καὶ γεηρῶν, πλούτου γεννητόρων, καὶ πάσης προσπαθείας, ἵνα κερδίσῃς Μῆτερ, Χριστὸν τὸν Κύριον.
Τάγματα Ἀγγέλων ἐν οὐρανοῖς, ἔχαιρον ὁρῶντα, τὴν στεῤῥάν σου ὑπομονήν, ἥνπερ ἐπεδείξω, ἀνδρειοφρόνως Μῆτερ, Συγκλητικὴ ὡς στῦλος, Χριστοῦ ἀκλόνητος.
Χαίροις Μακεδόνων θεῖος βλαστός· χαίροις τῆς ἐρήμου, καλλιέργημα τὸ τερπνόν· χαίροις Ἐκκλησίας, Χριστοῦ ἡ ὡραιότης, Συγκλητικὴ Ὁσία, παρθένων καύχημα.
Πᾶσαι αἱ χορεῖαι μοναζουσῶν, Μῆτερ ἐγκαυχῶνται, τοῖς σοῖς ἄθλοις Συγκλητική, οὕσπερ ἐπεδείξω, προθύμῳ τῇ καρδίᾳ, ἡμῖν παρεχομένη, λαμπρὸν ὑπόδειγμα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Λόγοις, σῶν ἐνθέων διδαχῶν, τῶν μοναζουσῶν τὰς καρδίας, προσαγαγοῦσα Χριστῷ, ἔχαιρες δοξάζουσα, Αὐτοῦ τὸ ὄνομα, τὸ γλυκὺ καὶ ἐράσμιον, παρέχουσα Μῆτερ, τύπον καὶ ὑπόδειγμα, σαὐτὴν πανάριστον· δίδου ἡμῖν σθένους ἐξ ὕψους, θλίψεις ὑπομένειν εὐτόνως, ὦ Συγκλητικὴ ἐρήμου καύχημα.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

