Παρακλητικός Κανών εις την Αγία Θεοδότη Μήτηρ των Αγίων Αναργύρων
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας
†Εορτάζεται στις 2 Ιανουαρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου. Ἐκάθισε με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χεῖρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος Σοι. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψῃς τό πρόσωπον Σου ἀπ’ ἐμοῦ καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπί Σοί ἤλπισα. Γνώρισον μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματος Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τά ἔθνη ἐκύκλωσαν με καί τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
καὶ τὸ ἑξῆς·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Σεπτὴν μητέρα ἰατρῶν Ἀναργύρων, ἐκ τῆς Ἀσίας ὁρμωμένων ἐκθύμως, Κοσμᾶ λαμπρῶς τιμήσωμεν καὶ Δαμιανοῦ, πάντες εὐσεβοφρόνως Θεοδότην Ἁγίαν, ὡς τερπνὸν κιννάμωμον τῆς Χριστοῦ Ἐκκλησίας, θεοπειθεῖς αἰτούμενοι εὐχάς, αὐτῆς πρὸς Κτίστην Χριστὸν τὸν εὐΐλατον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Θεοδότης, μητρὸς Ἀναργύρων, ἱκεσία. Χ. Μ. Μ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Θεὸς ἔστεψέ σε παναληθῶς, σεμνὴ Θεοδότη, ὡς μητέρα τῶν ἰατρῶν, ἰάσεις νεμόντων ἀναργύρως, πιστοῖς· μεθ’ οἷς πᾶσιν δίδως ὑγίειαν.
Ἐπάκουσον Μῆτερ ὡς συμπαθής, ἡμῶν Θεοδότη, σὲ ὑμνούντων ὡς θησαυρόν, ἀσύλητον πίστεως καὶ λύχνον, ἠθῶν χρηστῶν ἀρετῆς καὶ σεμνότητος.
Ὁδὸν καθυπόδειξον σωστικήν, ἡμῖν Θεοδότη, ἡ τὴν τρίβον τῆς ἀρετῆς, υἱῶν σου τῇ θείᾳ ξυνωρίδι, τῶν Ἀναργύρων σαφῶς καταδείξασα.
Θεοτοκίον.
Δυνάμωσον Μῆτερ τοὺς εὐσεβεῖς, ἐχθροῦ ἀντιστῆναι, τῇ δολίᾳ ἐπιβουλῇ, τοὺς Σὲ μεγαλύνοντας Παρθένε, ὡς τόλμην σθένος ἡμῶν καὶ κρταίωμα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Οὐρανοῦ πρὸς σκηνώσεις, ταῖς σαῖς εὐχαῖς ἕλκυσον, σοῦ τοὺς ὑμνητὰς Θεοδότη, τοὺς προσκυνοῦντάς σου, τὸν τάφον πανευλαβῶς, ἐν τῷ Σπηλαίῳ τῶν Μάγων, καὶ λιτὰς πρὸς Ὕψιστον, ἐξαιτουμένους σου.
Τῶν σεπτῶν Ἀναργύρων, Δαμιανοῦ ἔμφρονος, καὶ Κοσμᾶ σεπτῶν ἰατήρων, μῆτερ καλλίτεκνε, δέξαι ἡμῶν τὰς εὐχάς, καὶ πᾶσι πέμψον θεόθεν, δύναμιν ἀλάστορος, θραῦσαι τὴν ἔπαρσιν.
Ἠξιώθης εὐκλείας, τῶν οὐρανῶν πάντιμε, μῆτερ τῶν σεπτῶν Ἀναργύρων, ὡς βάθρον ἄσειστον, τῆς ἀρετῆς σοὺς υἱούς, τὸ συντηροῦν ἐν τῇ πίστει, Θεοδότη Κτίσαντος, τοῦ πανοικτίρμονος.
Θεοτοκίον.
Σὲ ὑμνοῦντες Παρθένε, ὡς εὐσεβῶν σώτειραν, ἐκ παντὸς κινδύνου καὶ βλάβης, τοῦ παναλάστορος, Σὲ δυσωποῦμεν θερμῶς· Ἐξ ὕψους δόξης Σου θείας, πέμψον σθένος ἅπασι, ῥῶσιν καὶ δύναμιν.
Ἰάτρευσον, τὰς ἀῤῥωστίας προσφύγων σου Θεοδότη, ἱκεσίαις σου πρὸς Θεὸν καὶ θείαις δεήσεσιν, υἱῶν σου νοσούντων τῶν ἰατήρων.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καί τό Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Θεόθεν ἡμῖν κατάπεμψον ὑγίειαν, κατ’ ἄμφω ἰσχὺν καὶ δύναμιν καλλίτεκνε, Κοσμᾶ παμμάκαρος, καὶ αὐτοῦ ἁγίου ὁμαίμονος, Δαμιανοῦ τοῦ ζεύγους ἰατρῶν, σεμνὴ Θεοδότη παμμακάριστε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Μὴ ἐάσῃς ἱκέτας σου, ἕρμαια γενέσθαι τοῦ πολεμήτορος, Θεοδότη παντευλόγητε, Μῆτερ Ἀναργύρων θεοτίμητε.
Ἡ θεόθεν πρεσβεύουσα, τῷ Θεῷ τῶν ὅλων ὑπὲρ προσφύγων σου, Θεοδότη πέμψον ἅπασι, σαῖς εὐχαῖς Αὐτοῦ τὸ θεῖον ἔλεος.
Τὴν φιλόστοργον μέλψωμεν, Ἀναργύρων θείων μητέρα χαίροντες, Θεοδότην τὴν πανεύφημον, τὰς αὐτῆς λιτὰς ἀπεκδεχόμενοι.
Θεοτοκίον.
Ῥύπου κάθαρον Δέσποινα, πάντας χαμαιζήλων παθῶν τοὺς δούλους Σου, ῥυπτικαῖς Σου παρακλήσεσι, πρὸς Χριστὸν Υἱόν Σου τὸν πανάχραντον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὅλῃ σε ψυχῇ, καὶ καρδία μεγαλύνοντες, Θεοδότη ὡς μητέρα ἰατρῶν, Ἀναργύρων ἐκδεχόμεθα τὴν χάριν σου.
Σκέπε τοὺς πιστῶς, προσκυνοῦντας θεῖον τάφον σου, ἐν τῶν Μάγων τῷ Σπηλαίῳ θαυμαστή, Θεοδότη ταπεινώσεως ἀπαύγασμα.
Ἅγνιζε ἀεί, Θεοδότη τοὺς τιμῶντάς σε, ὡς σεμνότητος πυρσὸν καὶ προσευχῆς, ἀσιγήτου παμφαέστατον φρυκτώρημα.
Θεοτοκίον.
Νίκας κατ’ ἐχθρῶν, ἀοράτως δίδου πάντοτε, τοῖς ὑμνοῦσί Σε λαμπρῶς νικοποιέ, Θεοτόκε τῶν ἡμῶν ἐχθρῶν ὀλέτειρα.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἀξίωσον, Θεοδότη πάνσεμνε, θριαμβεῦσαι τὸν μισόκαλον ὄφιν, τοὺς ὡς μητέρα σεπτῶν Ἀναργύρων, σὲ μελῳδούντας καὶ χάριν τὴν θείαν σου, ἐκδεχομένων ἀγαθή, εὐσεβείας καὶ νήψεως πρόβολε.
Ῥανίδας μου, Θεοδότη σπόγγισον, τῶν δακρύων μανδηλίῳ εὐχῶν σου, πρὸς τὸν Θεὸν Οὗ τῇ χάριτι νόσους, οἱ σοὶ υἱοὶ ἀποδίωκον τάχιστα, ἐξ ἀσθενῶν οἱ ἰατροί, ἀναργύρως πιστοὺς οἱ ἰώμενοι.
Γηθόμενοι, Θεοτόκε σπεύδομεν, ἐν Μονῇ Ὁσίου Κοινοβιάρχου, Θεοδοσίου τὸν θεῖόν σου τάφον, ἐν εὐλαβείᾳν πολλῇ κατασπάσασθαι, καὶ οὐρανίους σου εὐχάς, πρὸς Χριστὸν τὸν Σωτῆρα αἰτήσασθαι.
Θεοτοκίον.
Ὑμνοῦντές Σου, ὡς φρουρὸν ἀνύστακτον, τῶν Σῶν δούλων Θεοτόκε Παρθένε, καὶ ἀρωγόν, ἐν δεινοῖς καὶ κινδύνοις, ἀπεκδεχόμεθα θείας πρεσβείαις Σου, καὶ Σὴν ἑτοίμην ἀρωγήν, ἐν ἀνάγκαις παντοίαις καὶ θλίψεσι.
Ἰάτρευσον, τὰς ἀῤῥωστίας προσφύγων σου Θεοδότη, ἱκεσίαις σου πρὸς Θεὸν καὶ θείαις δεήσεσιν, υἱῶν σου νοσούντων τῶν ἰατήρων.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Θεὸν φιλοῦσα ἐν βίῳ τιμήσωμεν, καὶ ἐν Αὐτοῦ τῇ παιδείᾳ ἐκθρέψασαν, Δαμιανὸν καὶ Κοσμᾶν τοὺς παρέχοντας, αὐτῆς υἱοῖς τοῖς νοσοῦσιν ἰάματα, νῦν Θεοδότη ὡς νόσων ὀλέτειραν.
Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, Ἐκ τοῦ Κατὰ Μάρκον (Κεφ. η΄. θ΄ 1).
Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν αὐτοῖς· Ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ’ ἂν ἀπολέσῃ τὴν ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, οὗτος σώσει αὐτήν. τί γὰρ ὠφελήσει ἄνθρωπον ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων. Καὶ ἔλεγεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι εἰσί τινες ὧδε τῶν ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.
Δόξα.
Ταῖς τῆς Σῆς Ὁσίας πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεῆμον,ἐξάλειψον τὰ πλήθη
τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δεῦτε ἀνυμνήσωμεν, τῶν ἰατρῶν Ἀναργύρων, τὴν μητέρα χαίροντες, Θεοδότην πάνσεμνον, ὡς χρηστότητος, τῶν ἠθῶν ἔρεισμα, καὶ πηγὴν χαρίτων, ἐκβοῶντες μετὰ πίστεως· Κοσμᾶ θεόφρονος, καὶ Δαμιανοῦ τοῦ παμμάκαρος, τροφεῦ καὶ πρὸς τὸν Κύριον, κατευθῦντορ ὄντως θεόσδοτε, ῥύου δυσθυμίας, δολίας τοῦ ἐχθροῦ ἐπιβουλῆς, καὶ πάσης θλίψεως ἅπαντας, σπεύδοντας σῇ χάριτι.
Σῶσον, ὁ Θεὸς, τὸν λαόν Σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥεύμασί σου ἱδρώτων, μητρικῶν καὶ δακρύων, ψυχὰς ἡγίασας, δυάδος τῶν υἱῶν σου, Ὁσία Θεοδότη, τῶν νεμόντων ἰάματα, τοῖς ἀσθενοῦσι δεινῶς, Ἁγίων Ἀναργύρων.
Ὡς φανὸν εὐσεβείας, σὲ τιμῶντες Ὁσία, μῆτερ φιλόστοργε, Ἁγίων Ἀναργύρων, Δαμιανοῦ πανσόφου, καὶ Κοσμᾶ οὐρανόφρονος, λιτὰς ζητοῦμεν τὰς σάς, πρὸς Κτίστην Θεοδότην.
Νόσων πράϋνον ἄλγη, Θεοδότη Ὁσία, τῶν εὐφημούντων σε, ὡς εὔστοργον μητέρα, Ἁγίων Ἀναργύρων, καὶ ταχὺν ἀποδίωξον, τὰς ἀσθενείας ἡμῶν, πρὸς Κύριον εὐχαῖς σου.
Θεοτοκίον.
Ἰαμάτων ταμεῖον, ἀδαπάνητον ὤφθης, τῶν Σὲ μεγαλυνόντων, ἐκθύμως καὶ σπευδόντων, εὐλαβῶς τῇ Σῇ χάριτι, καταφυγὴ τῶν πιστῶν, ἐν πάσαις βίου ζάλαις.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Κόπασον σάλον, βιοτικὸν σῶν προσφύγων, Θεοδότη σπευδόντων σὸν τάφον, προσκυνῆσαι Μῆτερ, ἐν Σπηλαίῳ τῶν Μάγων.
Ἐξ ὕψους πέμψον, τῶν οὐρανῶν σοῖς ἱκέταις, δαψιλῶς τοῦ Χριστοῦ Θεοδότη, καὶ Θεοῦ ἐλέους, τοὺς ὀχετοὺς εὐχαῖς σου.
Σοφίας δεῖξον, καὶ ἀρετῆς ἐκμαγεῖα, Θεοδότη τοὺς σὲ ἀνυμνοῦντας, καὶ ἀσπαζομένους, τὸν πάνσεπτόν σου τάφον.
Θεοτοκίον.
Ἰσχύος πλῆσον, καὶ σθένους θείας καρδίας, εὐσεβῶν Θεοτόκε Παρθένε, κεχαριτωμένη, ἡμῶν χαρᾶς αἰτία.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἀφθόνως Θεοδότη, πέμψον οὐρανόθεν, ἡμῖν ὑγίειαν πᾶσι δεήσεσι, τῶν ἰατρῶν Ἀναργύρων, υἱῶν πανσέπτων σου.
Χαρᾶς καὶ εὐθυμίας, κρήνη Θεοδότη, μὴ διαλείπῃς κιρνῶσα τοὺς δούλους Σου, νάμασι Μῆτερ Ὁσία ἀγαλλιάσεως.
Μετὰ τῶν Ἀναργύρων, μῆτερ Θεοδότη, Δαμιανοῦ καὶ Κοσμᾶ θείων τόκων σου, πάρεχε ἄμφω ὑγίειαν τοῖς ἱκέταις σου.
Θεοτοκίον.
Μητράναδρε Παρθένε, κεχαριτωμένη, τοὺς εὐλαβῶς ἀνυμνοῦντας τὰ σκάμματα, τῆς θεαυγοῦς Θεοδότης εὐλόγει πάντοτε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Θεοδότη μῆτερ σεπτή, θείων Ἀναργύρων, ἰατήρων πανευκλεῶν, βίῳ ἀμωμήτῳ, ἀσκήσεσι συντόνοις, καὶ προσευχαῖς Κυρίῳ, εὐαρεστήσασα.
Ὕμνοις τὴν μητέρα Δαμιανοῦ, καὶ Κοσμᾶ Ἁγίων, Ἀναργύρων πανευλαβῶς, ἀρετῆς ὡς βάθρον, Ὁσίαν Θεοδότην, καὶ ῥεῖθρον εὐσεβείας, ἐγκωμιάσωμεν.
Χαίροις ἡ βλαστήσασα τὴν σεπτήν, θείων Ἀναργύρων, ξυνωρίδα μῆτερ σεμνή, Θεοδότη, ἡ καταξιωθεῖσα, Ἀγγέλοις συγχορεύειν, πόλου ἐν δώμασι.
Σὺν Κοσμᾷ καὶ θείῳ Δαμιανῷ, μῆτερ Θεοδότη, τοῖς υἱοῖς σου ὑπὲρ ἡμῶν, ἐκτενῶς δυσώπει, Χριστὸν διδόναι πᾶσιν, ὑγίειαν τε καὶ ῥῶσιν, σθένος καὶ δύναμιν.
Ῥύου περιστάσεων ἀλγεινῶν, τοὺς ἀσπαζομένους, Θεοδότη πανευλαβῶς, τάφον σου τὸν θεῖον, ἐν τοῦ Κοινοβιάρχου, σεπτοῦ Θεοδοσίου, Μάνδρᾳ πανεύφημε.
Τὴν ἁγιομήτορα ἐν ᾠδαῖς, πάντες Θεοδότην, εὐφημήσωμεν ἱεραῖς, καταξιωθεῖσαν, Ἁγίους Ἀναργύρους, βλαστῆσαι ὡς ἡδύπνουν, πίστεως κύμινον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, φιλοσίων οἱ χοροί, ὕμνοις Ἀναργύρων μητέρα, Δαμιανοῦ καὶ Κοσμᾶ, Θεοδότην μέλψωμεν, ὡς θείας πίστεως, λαμπηδόνα καὶ πάμφωτον, ἀστέρα σοφίας, κράζοντας· Πανύμνητε, παθῶν διάλυσον, ζόφον τῷ φωτὶ πρεσβειῶν σου, πάντων τῶν πιστῶς προσκυνούντων, τάφον σου σεμνὴ τὴν χαριτόβρυτον.
Δέσποινα, πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.