Παρακλητικός Κανών εις την Οσία Μητρός ημών Θεοφανώς της Βασιλίδος

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

†Εορτάζεται στις 16 Δεκεμβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Kαὶ τὸ ἑξῆς·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Δικαιοσύνης ἐποφθεῖσα ἐργάτις καὶ ἐναρέτου ὑποτύπωσις βίου, Θεοφανὼ βασίλισσα, πενήτων τροφέ, χάριν θείαν εἴληφας ἱκετεύειν ἀπαύστως τῷ Χριστῷ διδόναι μοι ψυχικὴν εὐῤῥωστίαν, ἵνα τὴν πλάνην πᾶσαν τοῦ ἐχθροῦ, τοῦ μισοκάλου, διώξω ὁ δύστηνος.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
ἈΝΑΣΣΗΣ ΘΕΩΦΑΝΟΥΣ ΤΑΣ ΛΙΤΑΣ ΑΙΤΟΥΜΑΙ. Χ(αραλάμπους)

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἀφάτου πρὸς πέλας καὶ πρὸς Θεὸν ἀγάπης ταμεῖον ἀδαπάνητον, βασιλίς, αἰνέσεως πλήρωσον τὸ στόμα, Θεοφανώ, τοῦ ἱκέτου σου δέομαι.

Νυκτὸς καὶ ἡμέρας, Θεοφανώ, ψαλμοῖς τε καὶ ὕμνοις θεραπεύειν τὸν Λυτρωτὴν οὐκ ἓλειπες ὅθεν δυσωπῶ σε, ὑμνεῖν Χριστόν με ἀπαύστως ἀξίωσον.

Αὐτάρκειαν χήραις καὶ ὀρφανοῖς, πιστῶς χορηγοῦσα ἀνεδείχθης Θεοφανώ, τροφὸς γλυκυτάτη τοῦ λαοῦ σου, καὶ τῶν τιμώντων σε νῦν, θεία πρέσβειρα.

Θεοτοκίον.
Συντήρει τοὺς πόθῳ τὸν σὸν Υἱὸν, τιμῶντας, Παρθένε, κατὰ σῶμά τε καὶ ψυχήν, ἁγνούς, λογισμοὺς τοῦ μισοκάλου, τοὺς ἐναγεῖς πόῤῥω τάχος διώκουσα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Σκυθρωπάζειν καὶ βρέχειν τὴν σὴν στρωμνὴν δάκρυσιν, οὐκ ἐπαύσω, ἄνασσα θεία, Λέοντος σύνευνε, διὸ καὶ χάριν Χριστῷ, εὗρες πρεσβεύειν με λούειν, καθ᾽ ἑκάστην δάκρυσι τῆς μετανοίας μου.

Ἡ τοῦ βίου σου δρᾶσις ἡ τοῦ Χριστοῦ αἴνεσις, καὶ τῶν θείων νόμων μελέτη σὲ ἀνεβίβασαν, Θεοφανὼ εἰς αὐλὰς τοῦ Λυτρωτοῦ πρὸς ἃς πάντας, ἕλκυσον δεόμεθα ταῖς ἱκεσίαις σου.

Συμπολῖτις Ἀγγέλων ἐν οὐρανοῖς πέλουσα καὶ τοῦ τῆς ζωῆς θείου Ξύλου, σὺ ἀπολαύουσα, Θεοφανώ, τὸν Χριστόν, ὑπὲρ ἡμῶν ἐκδυσώπει, ὡς ἂν πάσης θλίψεως πάντες ῥυώμεθα.

Θεοτοκίον.
Θεονύμφευτε Κόρη ὡς ἐπὶ γῆς τέξασαν τὸν Παμβασιλέα ἀφράστως σὲ μεγαλύνομεν, καὶ καθ’ ἑκάστην ταῖς σαῖς πρεσβείαις σπεύδοντες σῷσον συμφορῶν καὶ θλίψεων πάντες βοῶμέν σοι.

Διάσωσον Θεοφανώ, τοὺς ἱκέτας σου ἐκ κινδύνων, δυσπραγίας δεινῆς λιμοῦ καὶ πάσης κακώσεως, ὡς χάριν εὑροῦσα παρὰ Κυρίου.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ζυγὸν τὸν χρηστὸν τοῦ Κτίσαντος ἐπ’ ὥμων σου, λαβοῦσα στεῤῥῶς εὐμάρειαν βασίλειον, ἀπηρνήσω, ἔνδοξε, καὶ σὸν πλοῦτον ἐδίδου, τοῖς σπεύδουσι σῇ ἀρωγῇ, σεμνὴ Θεοφανῴ, διὸ καὶ τῆς ἄνω δόξης ἔτυχες.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Εὑτελῆ καταγώγια τῶν ἐνασκουμένων σοφὴ πλουτίσασα, τὴν πτωχείαν τῆς καρδίας μου πλούτισον εὐχαῖς σου πρὸς τὸν Κύριον.

Οἰκετῶν σου τῆς φάλαγγος ἐπιμελουμένη ὡς αὐταδέλφου σου, τοῦ Παντάνακτος ἐκίνησας, ὦ Θεοφανώ, τὸ μέγα ἔλεος.

Φιλαδέλφοις αἰσθήμασι κατακοσμηθεῖσα ἐν πόλῳ ώκησας, καὶ Χριστῷ πρεσβεύεις Ἄνασσα, ἐν δικαίῳ πάντας πολιτεύεσθαι.

Θεοτοκίον.
Ἀσυγκρίτως Παντάνασσα ὑπερτέρα πέλεις τῶν ἄνω τάξεων, ὡς τεκοῦσα τὸν Παντάνακτα, τὸν θανάτου κράτος ἀφανίσαντα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νύκτα μου παθῶν, ταῖς ἀκτῖσι τῆς ὁσίας σου πολιτείας βασιλὶς Θεοφανώ, ἱκετεύω σε, ὁ τάλας, ἀποδίωξον.

Οὐ ποτέ τινα, Βασιλὶς ἁπλῷ ὀνόματι ἀπεκάλεσας ποθοῦσα τῇ τιμῇ, προηγεῖσθαι τούτου, λίκνον ταπεινώσεως.

Ὓμνοις τὸν Χριστὸν μεγαλύνειν με ἀξίωσον ἡ ἀπαύστως ἀγλαὴ Θεοφανώ, ἀνυμνοῦσα, ἐν τῷ βίῳ τὸν Φιλάνθρωπον.

Θεοτοκίον.
Σῶσόν με Ἁγνή, ἐπηρείας τῆς τοῦ ὄφεως, σωτηρίας ἡ ἀνοίξασα ἡμῖν, πύλας Κύριον, τεκοῦσα τὸν φιλεύσπλαγχνον.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Τον ἄφθαρτον, δεδεγμένη στέφανον, ἐκ Θεοῦ ὡς ἀμοιβὴν τῶν σῶν πόνων, Θεοφανὼ βασιλὶς τῶν ἀγγέλων, συγκοινωνὲ καὶ ἁγίων δυσώπησον, Χριστὸν διδόναι τοῖς πιστοῖς, τὴν κατ᾽ ἄμφω ὑγίειαν καὶ δύναμιν.

Ἀφέσεως ταῖς σεπταῖς πρεσβείαις σου, ὕδωρ βλῦσόν μοι καὶ ξήρανον τάχος, Θεοφανώ, τὸν χειμάῤῥουν παθῶν μου καὶ μοχθηρᾶς συνηθείας τῆς φαύλης μου, ἵνα ὑμνῷ σε τὴν κρυπτῶς, κατατρύχουσαν σῶμα τοῖς ῥάκεσι.

Σεμνότητος καὶ ἀγάπης πρότυπον, βασιλὶς Θεοφανὼ ἠξιώθης, μονὴν δομῆσαι τῇ καλλιπαρθένῳ Ἀναστασίᾳ μεθ᾽ ἧς καθικέτευε, τὸν Κύριόν μου καὶ Θεὸν, τὴν ἀχλὺν ἐκδιῶξαι τῶν θλίψεων.

Θεοτοκίον.
Λἀμπρότητος, τῆς ἐν πόλῳ μέτοχον, τὸν οἰκέτην σου Πανάμωμε δεῖξον, τὸν σὲ ὑμνοῦντα ἀπαύστως αἰσίαις, φωναῖς ὡς μόνην τῷ κόσμῳ κυήσασαν, τὸν Φωτοδότην καὶ Θεόν, ὑφηλίου τὸ Φῶς τὸ ἀνέσπερον.

Διάσωσον Θεοφανώ, τοὺς ἱκέτας σου ἐκ κινδύνων, δυσπραγίας δεινῆς, λιμοῦ καὶ πάσης κακώσεως ὡς χάριν εὑροῦσα παρὰ Κυρίου.

Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τὴν διαθρύπτουσαν ἄρτον τοῖς πένησι καὶ εὐθυμίαν ἀθύμων ὑπάρχουσαν πιστῶς εὐφημήσωμεν κράζοντες· Θεοφανώ, σοὺς ἱκέτας ἐκλύτρωσαι κινδύνων, φθορᾶς καὶ στενώσεως.

Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Στίχος· Καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας καὶ πηλοῦ ἱλύος.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. κε΄ 21 – 28).
Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος. Καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἐκραύγαζεν αὐτῷ λέγουσα· ἐλέησόν με, Κύριε, υἱὲ Δαυΐδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. Ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἠρώτων αὐτὸν λέγοντες· ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Ἡ δὲ ἐλθοῦσα προσεκύνησεν αὐτῷ λέγουσα· Κύριε, βοήθει μοι. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις. Ἡ δὲ εἶπε· ναί, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψυχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν. Τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ· ὦ γύναι, μεγάλη σου ἡ πίστις! γενηθήτω σοι ὡς θέλεις. Καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.

Δόξα.
Ταἷς τῆς σῆς Ὁσίας πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Βίον διανύσασα ἐν Βασιλίδι τῇ πόλει, Λέοντος τοῦ Ἄνακτος σύνευνε πανεύφημε ἐνθεώτατον, τῶν ἐν ταῖς θλίψεσι καὶ πικρίαις ὄντως βοηθέ, σαφῶς εἰσδέδεξαι, τοῦ θείου Πνεύματος, ἅπασαν τὴν χάριν καὶ γέγονας, τῆς ἄνω δόξης μέτοχος, ὅθεν σοι προσπίπτομεν πρέσβευε, τῷ Θεῷ τῶν ὅλων, βασίλισσα κλεινὴ Θεοφανώ, εἰρήνην πᾶσι δωρήσασθαι σὲ τοῖς μακαρίζουσι.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ἴθυνον δῆμον ἱκετῶν σου πρὸς αἰθέριον ἁγιωσύνης ὕψος δι᾽ ἀγῶνος στεῤῥοῦ, Θεοφανώ, πρὸς ὅπερ δι᾽ ἄκρας ταπεινώσεως καὶ ἀσκήσεως ἐπήρθης.

Τίς σοῦ ὑμνήσει ἐπαξίως ἐλεήμονος ψυχῆς τὸ μεγαλεῖον, μυροθήκη χρυσῇ, Θεοφανώ, ἀγάπης, βοῶμεν, οἱ προστρέχοντες ταῖς ἀπαύστοις σου πρεσβείαις.

Ἄνασσα, λάχανα καὶ ἄρτον προετίμας τῶν πλουσίων ἐδεσμάτων καὶ ἡμῖν τοῖς πιστοῖς ἀφῆκες ὑποθήκην μιμήσασθαι τὸν βίον σου καὶ πτωχείαν ἀγαπῆσαι,

Θεοτοκίον.
Σπεύδων ταῖς ῥυπτικαῖς σου, Μῆτερ, ἱκεσίαις πρὸς ὃν ἔτεκες ἀῤῥεύστως ῥυπωθεὶς τῇ πολλῇ κακίᾳ σοι κραυγάζω, ἀπόπλυνόν με, Δέσποινα, τῆς σῆς χάριτος τοῖς ῥείθροις.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀρνησαμένη διὰ Χριστὸν τὰ ἐν κόσμῳ, ἠξιώθης Αὐτοῦ ἀπολαῦσαι, τῆς χαρᾶς ἐν πόλῳ, Θεοφανὼ τρισμάκαρ.

Ἵνα γεραίρω τὴν σὴν σεμνὴν πολιτείαν, βασιλὶς ἐκ δεινῶν δυσχερείας, ἐλευθέρωσόν με, Θεοφανὼ καὶ λύμης.

Τοὺς σὲ ὑμνοῦντας ἐκ τῶν παγίδων τοῦ πλούτου, ῥῦσαι, Μῆτερ ἡ ἐν ψιαθίῳ, ἀναπαρομένη, τραχεῖ ἐν τῷ δαπέδῳ.

Θεοτοκίον.
Οὑρανομήκει φωνῇ ὑμνῶν σε Παρθένε, οὐρανίου ἀξίωσον δόξης, τὸν ἀνευφημοῦντά σε γηθοσύνως, κράζω.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὑμνεῖν τῆς εὐποιίας, Ἄνασσα τὰ ἔργα καὶ τῆς πολλῆς φιλανθρώπου σου δράσεως τὸν προσφευγόντα σαῖς θείαις λιταῖς ἀξίωσον.

Μετὰ τῆς Θεοτόκου καὶ Ἁγίων Πάντων, Θεοφανὼ τὸν Χριστὸν καθικέτευε, ὡς ἂν ῥυώμεθα πάσης ἐχθροῦ κακώσεως.

Ἀγάπης τῆς ἐμπράκτου ἄνθος μυροβόλον, τὸ φυτευθὲν ἐν τῷ κήπῳ τοῦ Κτίσαντος, Χριστοῦ ἀγάπης δοχεῖον κἀμὲ ἀνάδειξον.

Ἰσχὺν τοῖς προσιοῦσι τῇ σεπτῇ σορῷ σου, Θεοφανὼ δίδου ἵνα πατήσωσι, τὰς μηχανὰς τοῦ βεβήλου καὶ πλάνου ὄφεως.

Θεοτοκίον.
Χριστοῦ τοῦ Βασιλέως σκῆπτρον καὶ καθέδρα, εὐλογημένη Παντάνασσα, πρόσδεξαι τὰς ἱκεσίας τοῦ πόθῳ σὲ μεγαλύνοντος.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις, Φαναρίου ὁ θησαυρός, χαίροις, εὐγενείας καὶ ἀγάπης ὑπογραμμός, χαίροις, βασιλίδων, Θεοφανώ σεμνότης, καὶ στῦλος ἐγκρατείας ἀδιατάρακτος.

Ἀλουργίδος ἄνθη Θεοφανώ, περιβεβλημένη ἡ κοσμιότης βασιλισσῶν, ἔκρυπτες τὰ ῥάκη, τὰ ἔνδον τὸ σαρκίον, τὸ σὸν καταπονοῦντα, ἀξιοθαύμαστε.

Μάνδραν ἀνεγείρας περικαλλῆ τῇ Ἀναστασίᾳ ἀθληφόρῳ Θεοφανώ, καὶ πτωχοὺς ἀγάπης πλουτίσασα σοῖς ἔργοις τῆς ἐν Χριστῷ πτωχείας ὥφθης ἀρχέτυπον.

Θήκην τῶν λειψάνων σου τὴν σεπτήν, πίστει προσκυνοῦντες ἀρυόμεθα θαυμαστῶς δύναμιν διῶξαι, Θεοφανὼ ἀγάπης, ἐσφραγισμένε τόμε, μῆνιν τοῦ δαίμονος.

Τὴν βασιλικήν σου περιβολὴν, λαμπροτέραν Μῆτερ, ἀπειργάσω ταῖς ἀρεταῖς, ὅθεν καὶ ἐδέξω, διάδημα τῆς δόξης, Θεοφανὼ ἀγάπης ῥεῖθρα βλυστάνουσα.

Λέμβος σωτηρίας τῶν ὀρφανῶν, καὶ χηρῶν προστάτις ἀνεδείχθης Θεοφανώ, βασιλὶς τιμία, σοφίας θεῖον λίκνον, διό σου εὐφημοῦμεν μνήμην τὴν πάντιμον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τοῦ βίου ἐπίκηρα ὡσεὶ ἀράχνης ἱστὸν ἢ καὶ πλοῦτον βασίλειον, Θεοφανὼ βασιλίς, ὡς τέφραν νομίζουσα, ὥφθης φιλαδελφείας πολυτίμητος τόμος, καὶ τῶν χειμαζομένων βοηθὸς ταχυτάτη, καὶ νῦν θερμὴ μεσῖτις ἡμῶν πέλεις πρὸς Κύριον.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἐξῆς·

Ἦχος β΄. Ὄτε ἐκ τοῦ Ξύλου.
Πάντας, βασιλὶς Θεοφανώ, τῆς φιλαλληλίας ταυτότης, φιλοπτωχείας κρηπίς, γνώμης ἐλεήμονος κανὼν εὐθύτατε, καὶ ἀγάπης τῆς κρείττονος, τερπνὴ μυροθήκη, μνήμην τοὺς τιμῶντάς σου τὴν πανακήρατον, καὶ τὴν τῶν λειψάνων σου θήκην πίστει προσκυνοῦντας ἐκ πλάνης, σῷζε τοῦ δολίου πολεμήτορος.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Κρείττονος ἀγάπης, Θεοφανώ, δεῖξον
βάθρον Χαραλάμπη τὸν σὲ μελῳδοῦντα.