Παρακλητικός Κανών εις την Οσία Θεοκλητώ την Θαυματουργό
Ποίημα Αρχιμ. Νικοδήμου Αεράκη
†Εορτάζεται στις 3 Αυγούστου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ κάτωθι Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Θεοκλητὼ τὴν τοῦ ἐλέους Μητέρα, πανευλαβῶς ἐγκωμιάσωμεν ὕμνοις, θεοφιλῶς δὲ εἴπωμεν αὐτῇ ἐν χαρᾷ· στήριξον ταῖς ἱκεσίαις σου, εὐσεβεῖς ἐλεήμονας, φώτισιν διδοὺς αὐτοῖς, ἐλεεῖν ἐν ἀγάπῃ, ἐπιμελεῖσθαί τε τῶν ἐνδεῶν, ὡς ἐκδιδάσκει, Χριστὸς ὁ φιλάνθρωπος.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Θεοκλητῷ τὴν ἐλεήμονα τιμῷ. Νικοδήμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Θεοῦ τὴν ἐνίσχυσιν ἐκζητῶ, ὑμνῆσαι ἀξίως, τὴν ἁγίαν Θεοκλητώ, τὴν ἀξιωθεῖσαν τοῦ Κυρίου, φιλανθρωπίαν ἐν βίῳ μιμήσασθαι.
Ἐνίσχυσε Λόγος Θεοκλητώ, ἐν διακονίᾳ, τῶν πενήτων καὶ ὀρφανῶν, αὐτὴν ἀναδείξασαν ἐν ἔργοις, φιλανθρωπίας πανάριστον πρότυπον.
Ὁδήγησον Μῆτερ σοὺς ὑμνητάς, εἰς ἔργα ἀγάπης, καὶ προνοίας θεοφιλοῦς, πρὸς τοὺς ἐλαχίστους τοῦ Κυρίου, Θεοκλητὼ ἀδελφοὺς οὓς ἠγάπησας.
Θεοτοκίον.
Κυρία φιλάνθρωπε Μαριάμ, σὺ πέλεις Παρθένε, τῶν παρθένων καταφυγή, μητέρων δὲ στήλη σωφροσύνης, καὶ ἀρετῆς θαυμαστὸν ἀκροθίνιον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Λυτρωτῇ Θεῷ Λόγῳ, διακονεῖς ἄριστα, ὦ Θεοκλητὼ δι’ ἀγάπης, πρὸς τὸν συνάνθρωπον, καὶ δι’ ἐλέους ψυχῆς, παρακαλεῖς ἀσθενοῦντας, καὶ σοῖς ἀναλώμασι, τρέφεις τοὺς πένητας.
Ἠξιώθης δεχθῆναι, ἐκ τοῦ Θεοῦ δύναμιν, εἰς τὸ ἐλεεῖν διὰ βίου, πάντας τοὺς κάμνοντας, τοὺς ἀδελφοὺς θαυμαστή, τοὺς ἐλαχίστους Κυρίου, ὑπὲρ ὧν ἐσταύρωται, ὁ Πολυέλεος.
Τῶν πενήτων ἐδείχθης, Θεοκλητὼ ἔνδοξε, καὶ τῶν ἀσθενούντων προστάτις, καὶ δεομένων τροφεύς, φιλανθρωπίας Χριστοῦ, Θεοκλητὼ θεία κήρυξ, καὶ ἡμῶν τρισόλβιε, ἅγιον πρότυπον.
Θεοτοκίον.
Ὦ Θεόνυμφε Κόρη, Λόγον Θεοῦ τέξασα, πρέσβευε ἀπαύστως ὡς Μήτηρ, τῷ σῷ Υἱῷ καὶ Θεῷ, ὅπως ῥυσθῶμεν Ἁγνή, ἐκ τῶν τοῦ κόσμου σκανδάλων, ἀνυμνοῦντες Δέσποινα, τὰ μεγαλεῖά σου.
Στερέωσον, Θεοκλητὼ τοὺς τιμῶντάς σε ἐν ἀγάπῃ, ὅτι πέλεις ἐν οὐρανοῖς μεσίτρια ἄμαχος, καὶ δίδαξον πάντας φιλανθρωπίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ὁρῶσα Χριστοῦ θυσίαν ἐπεπόθησας, ἐξ ὅλης ψυχῆς, διακονεῖν τοῖς πένησι· διὸ Μήτηρ γέγονας, πενομένων πάντων Θεοκλητώ· Χριστὸν οὖν ἱκέτευε ἀεί, ὑπὲρ πάντων ἡμῶν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ταπεινὴ καὶ φιλάδελφος, ὦ Θεοκλητὼ τῆς ἀγάπης πρότυπον, ἀνεδείχθης ἐν τοῖς ἔργοις σου, ὁδηγοῦσα πάντας πρὸς Φιλάνθρωπον.
Ἡλιόμορφε ἔδειξας, τὴν φιλανθρωπίαν τὴν θεοφίλητον, ἐν τοῖς λόγοις καὶ τοῖς ἔργοις σου, Μῆτερ τοῦ ἐλέους θεοδόξαστε.
Νικητήρια ᾄσματα, ὦ Θεοκλητὼ φαιδρῶς σοι προσφέρομεν, καθικέτευε τὸν Κύριον, ἵνα ἐλεήμονες γενώμεθα.
Θεοτοκίον.
Ἐδωρήσω Πανάχραντε, τῷ βροτείῳ γένει χάριν σωτήριον, ὡς γεννήσασα τὸν Κύριον, τὸν λυτρώσαντα τὰ σύμπαντα.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Λύτρωσιν ψυχῆς, ἐξαιτοῦμαι ταῖς πρεσβείαις σου, λαβεῖν ὦ Μῆτερ παρὰ τοῦ Ἰησοῦ, καὶ τὴν εἰρήνην, τοῦ Πνεύματος τὴν θεόσδοτον.
Εὔφρανον ἡμᾶς, ἀρεταῖς σου ὦ τρισόλβιε, καὶ τὴν ἀγάπην δίδαξον τοῦ Θεοῦ, τὴν ἐλεοῦσαν, ἐν χάριτι πάντα ἄνθρωπον.
Ἡ Θεοκλητώ, δι’ ἀγάπης πρὸς τοὺς πάσχοντας, τῆς ἀληθοῦς χαρᾶς ἐπλήρωσε τὴν ψυχήν, καθοδηγοῦσα, ἡμᾶς πρὸς ζωὴν τὴν φιλάνθρωπον.
Θεοτοκίον.
Μῆτερ τὸν Χριστόν, ἐν ἀγκάλαις σου βαστάσασα, καὶ γαλουχήσασα Αὐτὸν ὑπερφυῶς, καθικετεύεις, ὑπὲρ τῶν πίστει τιμώντων σε.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Οὐράνιον, ἐκ Θεοῦ τὸν στέφανον, ἡ φιλάνθρωπος ἐδέξατο Μήτηρ, ἐν τῇ ζωῇ, τῇ ἀγήρῳ καὶ θείᾳ, εὐφραινομένη σὺν τοῖς ἐλεήμοσιν· αὐτῆς λιταῖς πρὸς τὸν Χριστόν, οἱ βροτοὶ ἐκ φθορᾶς λυτρωθείημεν.
Νοῦν ἔμφρονα, σῷ ἱκέτῃ χάρισαι, θαυμαστὴ Θεοκλητὼ ἐλεῆμον, ἵνα κἀγώ, θείῳ πόθῳ διώκω, τὴν τοῦ ἐλέους χαρὰν τὴν σωτήριον· ἣν εἴληφας παρὰ Χριστοῦ, ἀναπαύουσα πένητας χάριτι.
Ἀνάστησον, σαῖς πρεσβείαις πάντιμε, τὴν ἀθλίαν μου ψυχὴν καὶ καρδίαν· ὅτι δεινῶς, πολεμεῖ με ὁ πλάνος, καὶ πειρασμῶν πικροῖς βέλεσι βάλλει με· ἐδόθη γάρ σοι ἐκ Θεοῦ, παῤῥησία πρεσβείας πανένδοξε.
Θεοτοκίον.
Ἀνύμφευτε, τὸν Χριστὸν γεγένηκας, ὑπὲρ φύσιν τε καὶ λόγον ὡς βρέφος, καὶ ἐν χερσί, τὸν Θεόν σου βαστάζεις, καὶ ἐκ μαζῶν σου Αὐτὸν γαλουχεῖς σεπτῶς· διὸ ὡς Μήτηρ τοῦ Θεοῦ, ὑπὲρ πάντων ἀεὶ καθικέτευε.
Στερέωσον, Θεοκλητὼ τοὺς τιμῶντάς σε ἐν ἀγάπῃ, ὅτι πέλεις ἐν οὐρανοῖς μεσίτρια ἄμαχος, καὶ δίδαξον πάντας φιλανθρωπίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Εὐσπλαγχνίας ὦ Θεοκλητὼ πέλεις πρότυπον, φιλανθρώπων δὲ πάντων διδάσκαλος ἔνθεος, ἐνδεῶν τε καὶ ἀσθενῶν προστάτις ἀσφαλής· διὸ ἔλαβες ἐν οὐρανοῖς, σαββατισμοῦ τὴν δωρεάν, καὶ χαρὰν ἀνεκλάλητον· δίδαξον σαῖς πρεσβείαις, τὴν ἐλεημοσύνην, τοῖς εὐφημοῦσί σε πιστῶς, καὶ τιμῶσί σου τὸ ὄνομα.
Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στίχος. Ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. στ΄ 17-21).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν Αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ, ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι Αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι Αὐτοῦ, ὅτι δύναμις παρ’ Αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς Αὐτοῦ εἰς τοὺς μαθητὰς Αὐτοῦ, ἔλεγεν· μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ· μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε· μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε· μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα.
Ταῖς τῆς σῆς Ὁσίας πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Χαῖρε θεοτίμητε, Θεοκλητὼ τῶν πενήτων, ἡ τροφὸς ἡ ἔνθεος, φιλανθρώπων πρότυπον καὶ ὑπόδειγμα· ἐν χαρᾷ πάντιμε, τοῖς πτωχοῖς σὸν πλοῦτον, ἀσθενέσι τὴν σὴν μέριμναν, Χριστῷ καρδίαν σου, εὐαγγελικῶς πόθῳ δέδωκας· ἀγάπης δῶρα τίμια, ὄντως ἐλαχίστοις ἐσκόρπισας· ὅθεν ὁ Δεσπότης, ἐν δώμασι λαμπροῦ σαββατισμοῦ, σὲ ἐλεῆμον ἐδέξατο, ὁ μόνος Φιλάνθρωπος.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἰσχύι Παρακλήτου, εἰσελήλυθας Μῆτερ εἰς Βασιλείαν Θεοῦ, στεφθεῖσα ἐπαξίως, ἐν μέσῳ τῶν Ἁγίων, μεθ’ ὧν ψάλλεις πρὸς Κύριον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Μετὰ τῶν φιλανθρώπων, ἱκετεύομεν θείαν Θεοκλητὼ θαυμαστήν, διδάξαι ἡμᾶς πάντας, λιταῖς αὐτῆς ἀγάπην, ἵνα σύμψυχοι ψάλλομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὦ Μῆτερ τοῦ ἐλέους, κατελάμπρυνον πάσαις ταῖς ἀρεταῖς σὴν ψυχήν, μετὰ δὲ τῶν πενήτων, Χριστῷ τῷ Ζωοδότῃ, μελῳδεῖς θείᾳ χάριτι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ναὸς τοῦ θείου Λόγου, γέγονας Παρθένε, καὶ φωτοφόρος σκηνή, ἱκέτευε ἀπαύστως, ὑπὲρ τῶν σὲ ὑμνούντων, καὶ φαιδρῶς συμψαλλόντων σοι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἰσχύι Λόγου, Θεοκλητὼ ἐνισχύει, τοὺς ἐν θλίψει δεινῶς τρυχομένους, σὺν αὐτῇ ὑμνοῦντας, Χριστὸν εἰς τοὺς αἰῶνας.
Κατατρυφῶσα, τῶν ἀγαθῶν Βασιλείας, ἡ φιλάνθρωπος πάντας ἀγείρει, τὸν Χριστὸν ὡς Λόγον, ὑμνεῖν εἰς τοὺς αἰῶνας.
Ὁμολογοῦσα, φιλανθρωπίαν τοῦ Λόγου, ἐν Σιὼν σαββατίζεις ὦ Μῆτερ, ἀνυμνολογοῦσα, Αὐτὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Δεδοξασμένη, ἐκ γηγενῶν ἡ Παρθένος, δευτερεῖα Τριάδος κατέχει, ἧς τὴν θείαν δόξαν, ὑμνεῖ εἰς τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Ἡδέως διηκόνει, τοῖς ἐν δυστυχίαις, Θεοκλητὼ ἡ ἁγία, οἰκοῦσα ἐν γῇ, καὶ σὺν Ἀγγέλοις ἐν πόλῳ, ἀεὶ εὐφραίνεται.
Μετάδος μοι τὸν ζῆλον, τῆς φιλανθρωπίας, Θεοκλητὼ θεοφόρε, ἐλέους πηγή, καὶ τῆς ἀγάπης τὴν χάριν, πρὸς τὸν συνάνθρωπον.
Ὁμότροπον Δορκάδος, σὲ ὁμολογοῦμεν, καὶ φιλανθρώπων Ἁγίων, ὦ Μῆτερ σεπτή, καὶ ἀρετῆς τοῦ ἐλέους τὸ ἀκροθίνιον.
Θεοτοκίον.
Ὑμνήσωμεν Μαρίαν, Λόγου τὴν Μητέρα, καὶ προστασίαν καὶ σκέπην, πιστῶν κραταιάν, τῶν Ἀσωμάτων τὴν δόξαν, καὶ τὸ ἐντρύφημα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δεῦτε τὴν ἁγίαν Θεοκλητώ, πενήτων προστάτιν, καὶ διάκονον ἀσθενῶν, τῆς φιλανθρωπίας, ὑπόδειγμα καὶ τύπον, τῆς ἀρετῆς τὸ κλέος, ἀνευφημήσωμεν.
Μητέρα ἐλέους Θεοκλητώ, πενομένων ῥῦστιν, παρακλήτορα ἀσθενῶν, καὶ τῶν ἀνάγκαις, θεόσδοτον προστάτιν, τιμήσωμεν ἐν ὕμνοις, τὴν ἐλεήμονα.
Ἀγάπην τιμήσωμεν εὐλαβῶς, θεῖον ἐκμαγεῖον, τὴν ἁγίαν Θεοκλητώ, τὴν ἀναλωθεῖσαν, ὑπὲρ τῶν ἐν ἀνάγκαις, ἐν δόξῃ δὲ στεφθεῖσαν, χειρὶ τοῦ Πλάσαντος.
Στήριξον καρδίας τῶν εὐσεβῶν, ἐν διακονίαις, ἀσθενούντων Θεοκλητώ, τῶν τε πενομένων, καὶ πάντων θλιβομένων, ὡς Μήτηρ τοῦ ἐλέους, καὶ δόξης μέτοχος.
Ὕμνοις εὐφημήσωμεν ἀδελφοί, ἀγάπης τὸν τύπον, τὴν ἁγίαν Θεοκλητώ, τῆς φιλανθρωπίας, διδάσκαλον ἐν ἔργοις, μιμούμενοι θυσίαν, αὐτῆς τὴν ἔνθεον.
Χάριτι Κυρίου ἐν οὐρανοῖς, ἀεὶ σαββατίζεις, σὺν Ἁγίοις Θεοκλητώ, ὡς μήτηρ ἀγάπης, καὶ ἀρετῆς δοχεῖον· ἱκέτευε τὸν Λόγον, ὑπὲρ τοῦ γένους σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, τὴν σεπτὴν Θεοκλητώ, ἐλεημοσύνης τὸ κλέος, ἐν ἐγκωμίων ᾠδαῖς, πάντες εὐφημήσωμεν, καὶ μεγαλύνωμεν· τοῦ Χριστοῦ τὸ ἀντίγραφον, πενήτων μητέρα, πάντων τῶν πασχόντων δέ, σεπτὴν διάκονον· αὕτη, οὐρανίῳ παστάδι, χαίρει σὺν Ἀγγέλοις ἀπαύστως, ἐν ᾠδαῖς ὑμνοῦσα τὸν Θεάνθρωπον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.