Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο την Αλεξιώτισσα
Ποίημα Μητροπολίτου Πατρών Νικοδήμου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου. Ἐκάθισε με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χεῖρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος Σοι. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψῃς τό πρόσωπον Σου ἀπ’ ἐμοῦ καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπί Σοί ἤλπισα. Γνώρισον μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματος Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τά ἔθνη ἐκύκλωσαν με καί τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ παρόντα τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆ Θεοτόκῳ προσιόντες ἐν πίστει, καθικετεύομεν δεινῶν ἀπαλλάξαι, καί ἐκ παντοίων θλίψεων λυτρῶσαι ἡμᾶς, νόσων τε φυγάδευσιν παρασχεῖν ἔξαιτοῦμεν, ὡς Ἀλεξιώτισσαν καί πιστῶν προστασίαν, καί παρρησίαν ἔχουσαν πολλήν πρός τον Σωτῆρα Χριστόν τόν Θεόν ἡμῶν.
Δόξα. Ἦχος δ΄. Ταχύ προκατάλαβε.
Παρθένε πανάμωμε, χριστιανῶν ἡ ἐλπίς, προστάτιν σε ἔγνωμεν, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, δεήσεις προσάγοντες· πρόφθασον ἐν κινδύνοις καί ἀνάγκαις παντοίαις, φρούρησον τοὺς σούς δούλους, τούς εἰς σέ πεποιθότας, ἀπέλασον ἐχθροῦ προσβολάς Ἀλεξιώτισσα.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ Ἀκροστιχίς·
Ἀλεξιώτισσα σκέπε πιστούς ἱκέτας σου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἀπέλασον Δέσποινα ἀγαθή, βολάς πολεμίων τιτρωσκούσας μου την ψυχήν, καὶ ἂτρωτον τήρει με εκ τούτων, σύ γάρ ὑπάρχεις ἡμῶν ἡ βοήθεια.
Λυτρώσεως δέομαι τῶν δεινῶν, τῶν ἐπερχομένων, ἐκ πολλῶν μου ἁμαρτιῶν, προφθάσασα ρῦσαί με Παρθένε, καί ταῖς πρεσβείαις σου δός μοι τήν ἄφεσιν.
Ἐλπίδας μου τίθημι ἐπί Σέ, πολλήν παρρησίαν κεκτημένη τῷ σῷ Υἱῷ, προσάγαγε δέησίν μου Μῆτερ, Αὐτῷ μεσίτρια οὖσα τῶν δούλων σου.
Ξενίας τυχεῖν τῆς δεσποτικῆς, ποθῶν ἐν τῷ δείπνῳ Ζ Κυρίου τῷ μυστικῷ, ἀνοῖξαί μοι θύραν σοι κραυγάζω, Ἀλεξιώτισσα Μῆτερ θεόνυμφε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἰκετεύω Παρθένε προστρέχων σκέπῃ τῇ θεία σου, οὔσαι ἐκ κινδύνων παντοίων, πιστούς ἱκέτας σου, τούς τὴν Εἰκόνα σου, ἀσπαζομένους εκ πόθου, καὶ Ἀλεξιώτισσαν
ἐπιγινώσκοντας
Ὠραιότατον κάλλει Υἱόν Θεοῦ τέξασα, ὡς υἱόν ἀνθρώπου Παρθένε, ὂν καθικέτευε, ἡμῶν καθάραι ψυχάς, καί ὡραῖσαι καρδίας, καί τό οὖς ὡς εὔσπλαγχνον κλῖναι τοῖς δούλοις σου.
Τὧν παθῶν καί κινδύνων ἀποδρομήν εἴδομεν, Ἂχραντε τῇ σῇ προστασίᾳ, Ἀλεξιώτισσα, εὐχαριστήρια, προσδέχου νῦν τῶν σῶν δούλων, ἐφ’ οἲς ἀξιόχρεον ὒμνον σοι μέλπομεν.
Ἰερῷ ἐν ἁγίῳ Εἰκόνα σήν ἔχοντες, ταύτην εὐλαβῶς προσκυνούμεν, Ἀλεξιώτισσα, καί ἐξαιτοῦμέν σε, τάς παρακλήσεις Παρθένε, πάντων νῦν ἐπάκουσυν καὶ τὰ αἰτήματα.
Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν, ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Πρεσβείαν τήν σήν αἰτούμεθα Πανάχραντε, ἐλέους τυχεῖν ἐν πίστει ἐκδεχόμενοι. Ἐκτενῶς βοῶμέν σοι· Παναγία Δέσποινα, πρόφθασον, και τῶν δεινῶν ἐκλύτρωσαι ταχύ, προστάτις ἡμῶν Ἀλεξιώτισσα.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Σε ὐμνούμεν τά τέκνα σου, Κεχαριτωμένη Ἀλεξιώτισσα, καί θερμῶς παρακαλοῦμέν σε, φύλαξον ἡμᾶς ύπὀ τήν σκέπην σου.
Σὡματούμενον ἔδειξας, κόσμῳ Θεόν Λόγον, Παρθένε ἄχραντε, σαρκωθέντα ἐξ αἱμάτων σου, ὅθεν Θεοτόκον ὁμολογοῦμέν σε.
Ἀλεξίκακον φάρμακον, δός ἡμῖν Παρθένε, τήν σήν βοήθειαν, καί τήν χάριν τῶν ἰάσεων, πάρεχε ἀφθόνως τοῖς αἰτοῦσί σε.
Σωτηρίαν εἰργάσατο, Θεοῦ εὐδοκίᾳ θεοχαρίτωτε, τό μυστήριον τοῦ Τόκου σου, δι᾽ οὗ ὁ Σωτήρ ἡμῖν ἐπέφανεν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Κάλυψον ἡμᾶς, ἐν τῇ Σκέπῃ σου θεόνυμφε, ψυχῆς τε καὶ τοῦ σώματος προσβολάς, ἀπειλουμένας ἀπώθησον καὶ φυγάδευσον.
Ἒλεὸς εὑρεῖν, παρρησίᾳ προσερχόμεθα, τῆς χάριτὸς τῷ θρόνῳ τοῦ σοῦ Υἱοῦ, τῇ μεσιτεία θαρροῦντες τῇ σῇ Μητοόθεε.
Πύλη τοῦ Χριστοῦ, συ ὑπάρχεις ἀδιόδευτος, ὡς ἔμψυχος δέ βάτος θαῦμα Θεοῦ, καί ἀκατάφλεκτος ὥφθης ἡ Ἀειπάρθενος.
Εὒκαιρον ἡμῖν, τήν βοήθειάν σου δώρησαι, παντοιων λύτρωσαι ἡμᾶς πειρασμῶν, καί τήν εἰρήνην παράσχου Ἂχραντε Δέσποινα.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Προχέεις, ἐκ τῆς πηγῆς σου νάματα, Παναγία Θεοτόκε Παρθένε, καί γλυκασμόν τῇ πικρίᾳ εἰσφέρεις, καί δροσιμόν οἱ διψῶντες ἀρύονται, ἰάσεις δε παντοδαπάς, συ παρέχεις ἀφθόνως τοῖς χρῆζουσι.
Ιδόντες, ἐξ οὐρανοῦ οἱ ἄγγελοι, τό σόν πνεῦμα ἐν χερσί τοῦ Υἱοῦ σου, ἄρατε πύλας βοῶσι τοῖς ἄνω, την οὐρανῶν πλατυτέραν εἰσδέξασθε, Αὕτη γάρ δότειρα πολλῶν, δωρεών τοῖς ανθρώποις ὀφθήσεται.
Συγχαίρει, χορός ἀγγέλων Δέσποινα, οἷς ἐδόθης κραταιά προστασία, τιμιωτέραν δ’ αὐτῶν συνειδότα, Ἀλεξιώτισσαν κόσμῳ ἀγγέλλουσι, τὰ Χερουβείμ καί Σεραφείμ, τοῖς ἀνθρώποις διδοῦσαν τά πρόσφορα.
Τὴν ἔξοδον, τῆς ψυχῆς μου Ἂχραντε, περιέπουσα τῆ σκέπῃ σου φρούρει, τάς πονηράς τῶν δαιμόνων δέ ὄψεις, πόρρῳ αὐτῆς ἀπελαύνουσα ἄγαγε, εἰς κόλπον τὸν τοῦ Ἀβραάμ, τῶν ἀγγέλων χερσίν ἀπενέγκουσα.
Διάσωσον, Ἀλεξιώτισσα σοὺς ἱκέτας, ὅτι πάντες μετά Θεόν εἰς σέ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καί προστασίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον Ἦχος β’.
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε. Μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.
Προκείμενον
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Ευαγγέλιον, Ἐκ τοῦ κατά Λουκά (Κέφ. η’1-3, 19-21).
Ἐν ταῖς ἡμέραις ἐκείναις, διώδευεν ὃ Ἰησοῦς κατὰ πόλιν καὶ κώμην κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ οἱ δώδεκα σὺν αὐτῷ, καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν, Μαρία ἡ καλουμένη Μαγδαληνή, ἀφ᾿ ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει, καί ἕτεραι πολλαί, αἴτινες διηκόνουν αὐτῷ ἀπό τῶν ὑπαρχόντων αὐταῖς. Παρεγένοντο δὲ πρὸς αὐτὸν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον. Καὶ ἀπηγγέλη αὐτῷ λεγόντων· ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω ἰδεῖν σε θέλοντες. Ὁ δὲ ἀποκριθεὶς εἶπε πρὸς αὐτούς· μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούοντες καὶ ποιοῦντες αὐτόν.
Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νύν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέ.
γα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου
ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Τὴν Ἀλεξιώτισσαν ἐπιγινώσκοντες πάντες, δεῦτε ἀσπασώμεθα τήν εἰκόνα ταύτης καί ἐκβοήσωμεν, πρόφθασον Δέσποινα, ρῦσαι τούς σούς δούλους, ἀπό πάσης περιστάσεως, παντοίων θλίψεων και ἀσθενειῶν τῶν τοῦ σώματος. Κινδύνους δέ ἀπέλασον, πάντα πειρασμόν καί πᾶν σκάνδαλον, ἵνα λυτρωθέντες δοξάσωμεν Χριστόν τόν διά σοῦ, τοῖς δεομένοις κατέχοντα ἄφθονα χαρίσματα.
Ἕτερα Θεοτοκία.
Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμένος ἀπὸ σοῦ ἐκπορεύεται, ἁγνὴ Παρθένε Θεοτόκε, ἀλλ’ αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.
Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθενούντων ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῷζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Οἱ μισοῦντές με μάτην, ἀστοχήσουσι βέλη κατάτοξεῦοντες, Σύ ἄτρωτός μοι θώραξ, Παρθένε Θεοτόκε, τῷ Ὑἱῷ σου κραυγάζοντι, ὀ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὓμνος ἅπας ἧττᾶται, συνεκτείνεσθαι σπεύδων εὐεργεσίες ταῖς σαῖς, παράκλησιν προσδέχου, πανύμνητέ μοι Μῆτερ, ἐν τῷ ψάλλειν τῷ Τόκῳ σου, ὀ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Σὑ σωμάτων τάς νόσους, καί ψυχῶν ἀρρωστίας, Ἀλεξιώτισσα, ἰἀτρευσον λαοῦ σου, πενήτων σου μιμνήσκου, ἐν τῷ ψάλλειν πρός Κύριον, ὀ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἰερέων δεήσεις, Ἐκκλησίας εὐχάς καί ἡμῶν αἰτήματα, εἰσάκουσον Παρθένε, τῶν σοί προσφευγόντων καί ψαλλόντων πρός Κύριον ὁ τῶν πατέρων ἡμῶν, Θεός εὐλογητός εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Κυρία πάντων, τῶν ἐπί σοί πεποιθότων, μή παρίδης Παρθένε ὑμνοῦντας, καί ὑπερυψοῦντάς σε Κόρη εἰς αἰῶνας.
Ἐπᾶρον χεῖρας, τῷ σῷ Υἱῷ Θεοτόκε, ἐλεῆσαι προσιόντας σοι πίστει, καί ὑπερυψοῦντας Αὐτόν εἰς τούς αἰῶνας.
Τᾶς ἀλγηδόνας, καί τά πάθη κατ᾽ ἄμφω, Σύ κατεύνᾶσον Χριστόν ἡ τεκοῦσα, Ὅν ὑπερυψοῦμεν εἰς πάντας τούς αἰῶνας.
Ἀποδιώκεις, τῆς ψυχῆς μου τό ἄλγος, καί τήν νόσον φυγαδεύεις δυνάμει, τοῦ Μονογενοῦς σου, Παρθένε, ὀν ὔμνοῦμεν.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Συντρέχομεν Παρθένε, καὶ σε ανὐμνούμεν ἐν τῶ ἁγίῳ ναῷ σου ᾿Αλεξιώτισσα, τήν σήν ἁγίαν Εικόνα κατασπαζόμενοι.
Συνέχει τὰς καρδίας, σή ἐπιστασία, τῆς βιοτῆς και τῶν ἔργων ἡμῶν Πανάχραντε, ἀλλά θαρροῦντές σοι Μῆτερ, σέ μεγαλύνομεν.
Οὒκ ἔπαυσας διδόναι, ἡμῖν ἐπομβρίαν, σῶν δωρεῶν Παναγία Αλεξιώτισσα, ὅθεν ἐκ βάθους καρδίας σε μεγαλύνομεν.
Ὑμνοῦντες τόν Ὑἱόν σου, καί σέ εὐλογοῦντες, Μῆτερ ἁγία Παρθένε Ἀλεξιώτισσα, καθικετεύομεν πόθῳ καί μεγαλύνομεν.
Άξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σε μεγαλύνομεν.
καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὴν ὑψηλοτέραν τῶν οὐρανῶν, καὶ καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τὴν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας, τὴν Δέσποιναν τοῦ κόσμου, ὕμνοις τιμήσωμεν.
Ἀπὸ τῶν πολλῶν μου ἁμαρτιῶν, ἀσθενεῖ τὸ σῶμα, ἀσθενεῖ μου καὶ ἡ ψυχή, πρὸς σὲ καταφεύγω τὴν Κεχαριτωμένην, ἐλπὶς ἀπηλπισμένων, σύ μοι βοήθησον.
Δέσποινα καὶ μήτηρ τοῦ Λυτρωτοῦ, δέξαι παρακλήσεις, ἀναξίων σῶν ἱκετῶν, ἵνα μεσιτεύσῃς πρὸς τὸν ἐκ σοῦ τεχθέντα. Ὦ Δέσποινα, τοῦ κόσμου γενοῦ μεσίτρια.
Ψάλλομεν προθύμως σοι τὴν ᾠδήν, νῦν τῇ πανυμνήτῳ, Θεοτόκῳ χαρμονικῶς, μετὰ τοῦ Προδρόμου, καὶ πάντων τῶν Ἁγίων, δυσώπει, Θεοτόκε, τοῦ οἰκτειρῆσαι ἡμᾶς.
Ἐχοντες Εἰκόνα σου τὴν σεπτὴν, ἀνύμφευτε Κόρη, ὡς προπύργιον ὀχυρον προσφεύγομεν ταύτῃ, ἐν ὥρᾳ τοῦ κινδύνου, καί χεῖρα βοηθείας ἐκ σοῦ αἰτούμεθα.
Ἀπὸ τῶν περάτων θεῖος χορὸς, ἤθροισται κηδεῦσαι, ὡς Μητέρα τοῦ Λυτρωτοῦ, τῶν πιστῶν δέ πλήθη, μετά τῶν Ἀποστόλων, σήν κοίμησιν ὑμνοῦντες σέ μεγαλύνομεν.
Ἀπέλασον, Δέσποινα ἀφ᾽ ἡμῶν, τοῦ σώματος πάθη, καί κινδύνους τούς τῆς ψυχῆς, Σοί γάρ προσιόντες φρουρᾷ ἀλεξικάκῳ, θαρροῦμεν Παναγία Ἀλεξιώτισσα.
Ἄλαλα τὰ χείλη τῶν ἀσεβῶν, τῶν μὴ προσκυνούντων, τὴν εἰκόνα σου τὴν σεπτήν, τὴν ἱστορηθεῖσαν, ὑπὸ τοῦ ἀποστόλου, Λουκᾶ ἱερωτάτου, τὴν Ὁδηγήτριαν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῇς ἡμῖν σφόδρα, μηδέ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομα Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ ἈπολυτίκιονἮχος α’.
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων προστατεύεις, Ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει τῇ κραταιᾷ σου χειρί· ἄλλην γὰρ οὐκ ἔχομεν ἁμαρτωλοὶ πρὸς Θεόν, ἐν κινδύνοις καὶ θλίψεσιν, ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι ὑπὸ πταισμάτων πολλῶν, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου· ὅθεν σοι προσπίπτομεν· Ῥῦσαι πάσης περιστάσεως τοὺς δούλους σου.
Ὅμοιον.
Πάντων θλιβομένων ἡ χαρά, καὶ ἀδικουμένων προστάτις, καὶ πενομένων τροφή, ξένων τε παράκλησις, καὶ βακτηρία τυφλῶν, ἀσθενούντων ἐπίσκεψις, καταπονουμένων σκέπη καὶ ἀντίληψις, καὶ ὀρφανῶν βοηθός, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, σὺ ὑπάρχεις, Ἄχραντε, σπεῦσον, δυσωποῦμεν, ῥύσασθαι τοὺς δούλους σου.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν.
Κύριε Ίησοῦ Χριστέ ὸ Θεός ἡμῶν ἐλέησον ἡμᾶς.
’Αμήν.