Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Χαριτόβρυτον Αντιφωνήτριαν την εν τη Ιερά Μονή Βατοπαιδίου

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Και τὰ εξής·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Βατοπαιδίου τῆς μονῆς ἀντιλῆπτορ, Ἀντιφωνήτρια, Κυρία παρθένε, ἡ ἄνασσαν κωλύσασα ποτὲ εἰσελθεῖν εἰς ναὸν σεμνείου σου τοῦ μεγίστου ἐν Ἄθῳ, ἄνοιξον τοῖς δούλοις σου σωτηρίας τὴν πύλην καὶ πρὸς νομὰς εἰσάγαγε τερπνὰς ζωῆς ἀλήκτου τοὺς σὲ μακαρίζοντας.

Δόξα. Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ Ἀκροστιχίς·
Ἀντιφωνήτρια, ἐπάκουσον δεήσεώς μου. Χ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἀνάψυξον πάντας τοὺς εὐλαβῶς μορφὴν προσκυνοῦντας τῆς εἰκόνος σου τῆς σεπτῆς, ἐκ θλίψεων καύσωνος καὶ ἄλγους, Ἀντιφωνήτρια Μῆτερ, οἰκέτας σου.

Νικήτορας δεῖξον κατὰ παθῶν, ἁγνή, χαμαιζήλων τοὺς μονάζοντας εὐλαβῶς καὶ σὴν προσκυνοῦντας νῦν εἰκόνα, τὴν χαριτόβρυτον, Ἀντιφωνήτρια.

Τῇ σῇ προστασίᾳ καὶ ἀρωγῇ προσφεύγοντες πάντες δυσωποῦμέν σε ταπεινῶς· αἰτίαν μὴ δὸς ἡμῖν ἀρέσκειν, Ἀντιφωνήτρια Μῆτερ, τῷ δαίμονι.

Ἰσχὺος καρδίας σῶν οἰκέτων, ἁγνὴ Θεοτόκε, πλῆσον, θραῦσαι τοῦ πονηροῦ τὰ ἔνεδρα, κεχαριτωμένη, Ἀντιφωνήτρια, πλάνου ὀλέτειρα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Φωταυγὴς ὡς νεφέλη τοὺς σοὶ πιστῶς σπεύδοντας φώτισον αὐγαῖς ἀγωγῆς σου, Ἀντιφωνήτρια, ἡ τὴν σκοτίαν ποτὲ διασκεδάσασοα θράσους Πλακιδίας, φθόγγων σου τοῖς ἀμαρύγμασι.

Ὡς προστάτιν ἑτοίμην τῶν μοναστῶν μέλπομεν τοῦ Βατοποιδίου τῆς μάνδρας, Ἀντιφωνήτρια, σὲ καὶ θερμὴν ἀρωγὸν ἐν ταῖς τοῦ πλάνου βελίαρ, Μῆτερ, ἐπιθέσεσι, Θεογεννήτρια.

Νεκταρόβρυτον κρίνον τῆς τοῦ Θεοῦ χάριτος, Κεχαριτωμένη παρθένε, Ἀντιφωνήτρια, τὴν δυσωδίαν παθῶν ἡμῶν διάλυσον τάχος ταῖς ὀδμαῖς εὐνοίας σου καὶ προστασίας σου.

Ἡ κωλύσασα πάλαι εἰς τὸν ναόν, Δέσποινα, εἰσελθεῖν τὸν σὸν Πλακιδίαν, Ἀντιφωνήτρια, παῦσον ἡμῶν τὰς ὁρμὰς τὰς χαμαιζήλους λιταῖς σου καὶ νοὸς τὸν τάραχον τάχος ἀπέλασον.

Διάσωσον, Ἀντιφωνήτρια Μῆτερ, ἐξ ἐπηρείας καὶ μανίας τοῦ πονηροῦ τοὺς σοὶ καταφεύγοντας, ἀκέστορ σεμνείου Βατοπαιδίου.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Φωνῆς τῆς ἡμῶν δεήσεως ἐπάκουσον καὶ στῆσον ἐχθροῦ ταχύ, Ἀντιφωνήτρια, τὰ δεινὰ βουλεύματα, ἡ ποτὲ Πλακιδίαν κωλύσασα Βατοπαιδίου, Μῆτερ, εἰσελθεῖν ναὸν εἰς μονῆς τῆς περιδόξου σου.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Τοῦ ἀλάστορος σύντριψον ἔνεδρα τῷ βέλει, Ἀντιφωνήτρια, τῶν ἐνθέρμων σου δεήσεων προς ὃν ἀπειράνδρως ἀπεκύησας.

Ῥαντισμῷ προστασίας σου τοῦ Βατοπαιδίου μονὴν ἁγίασον, τὴν προστρέχουσαν ἑκάστοτε σαῖς, Ἀντιφωνήτρια, ἐντεύξεσιν.

Ἰσχυροὺς τοὺς οἰκέτας σου δεῖξον ἐν ταῖς μάχαις, Ἀντιφωνήτρια, κατ᾽ ἐχθίστου ταῖς ἑκάστοτε, τοὺς εἰλικρινῶς σε μακαρίζοντας.

Ἀἰγλῃ σῆς ἀντιλήψεως λάμπρυνον σοὺς δούλους, Ἀντιφωνήτρια, τοῦ Βατοποαιδίου σέμνωμα καὶ Ἁγιωνύμου ὄρους στήριγμα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔμπλησον χαρᾶς ἐν ταῖς θλίψεσι τοὺς στένοντας, ἀγλαὴ Ἀντιφωνήτρια, πιστῶν καταφύγιον καὶ θεῖον ἀγαλλίαμα.

Πράυνον ἡμῶν τῆς σαρκὸς δεινὰ σκιρτήματα σαῖς θερμαῖς, Ἀντιφωνήτρια, εὐχαῖς πρὸς Υἱόν σου τὸν σεπτὸν καὶ εὐσυμπάθητον.

Αὒξησον ἡμῶν ζῆλον πίστεως ὑμνούντων σε ὡς φρουρόν, Ἀντιφωνήτρια σεπτή, τῆς μονῆς Βατοπαιδίου καὶ ἀντίληψιν.

Κύριον ἡμῖν, Μῆτερ, ἵλεων ἀπέργασαι τοῖς πιστῶς, Ἀντιφωνήτρια, μορφὴν προσκυνοῦσι σὴν σεπτὴν καὶ χαριτόβρυτον.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Οὐράνωσον εὐσεβῶν τὸ φρόνημα καὶ κατάπαυσον ὁρμὰς χαμαιζήλους, Ἀντιφωνήτρια Θεογεννῆτορ, τῶν προσκυνούντων τὴν θείαν εἰκόνα σου, Βατοποαιδίου ἡ μονὴ ἣν κατέχει ὡς ὄλβον πολύτιμον.

Ὑμνοῦντές σε τὴν ποτὲ κωλύσασαν εἰσελθεῖν εἰς τὸν ναὸν Πλακιδίαν, Ἀντιφωνήτρια, χάριν σου θείαν ἐπιζητοῦμεν καὶ πίστει κραυγάζομεν· πειρᾶσαι δῆμον μοναστῶν σῇ δυνάμει ἐχθρὸν παρακώλυσον.

Σῇ χάριτι εὐλαβῶς ἀείποτε τῆς μονῆς Βατοπαιδίου χορεῖαι, Ἀντιφωνήτρια, σπεύδοντες πόθῳ ἁγιαζόμεθα καὶ μεγαλύνομεν σὲ ὡς ἀντίληψιν θερμὴν καὶ ἑτοίμην μερόπων βοήθειαν.

Ὁδήγησον πρὸς ναὸν οὐράνιον ἀϊδίου ἐν τῷ πόλῳ εὐκλείας, Ἀντιφωνήτρια, τοὺς προσκυνοῦντας τὴν σὴν μορφήν, τὴν βλυστάνουσαν χάριτας ἀείῤῥους ὥσπερ ποταμὸς καὶ χειμάῤῥους ἀστείρευτος, Δέσποινα.

Διάσωσον, Ἀντιφωνήτρια Μῆτερ, ἐξ ἐπηρείας καὶ μανίας τοῦ πονηροῦ τοὺς σοὶ καταφεύγοντας, ἀκέστορ σεμνείου Βατοπαιδίου.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Βατοπαιδίου μονῆς ἐγκαλλώπισμα, Ἀντιφωνήτρια, Μῆτερ πανάχραντε, εἰς τὸν ναὸν εἰσελθεῖν ἡ κωλύσασα τὴν βασιλίδα, ἡμῶν δρόμον ἄνοιξον ζωὴν πρὸς τὸν πόλον ἀπάγουσαν.

Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. α΄ 39-49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς την Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καὶ ἅγιον τὸ ὄνομά Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Ἀνιιφωνητρίας πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Θραῦσον τῇ ἰσχύι σου τοῦ νοητοῦ τὰς ἐνέδρας δράκοντος καὶ ἴσχυσον ἐπηρμένον φρύαγμα τοὺς οἰκέτας του, Ἀντιφωνήτρια, τοῦ ἐχθίστου πλάνου ἀντικροῦσαι, Μητροπάρθενε, ἡ ἐμποδίσασα πάλαι Πλακιδίαν εἰς οἶκόν σου εὐκτήριον τὸν πάνσεπτον εἰσελθεῖν, τὸν ἄβατον ἅπασι γυναιξί, σεμνείου τοῦ Ἄθωνος μεγίστου καὶ κλεινοῦ, Βατοπαιδίου, ὡράισμα, εὐσεβῶν προσφύγιον.

Σῶσον, ὁ Θεός, τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νῦν τὴν σὴν προσκυνοῦντες παναγίαν εἰκόνα, τὴν ἐμποδίσασαν εἰς τὸν σεπτὸν ναόν σου τὴν ἄνασσαν, Παρθένε, εἰσελθεῖν δυσωποῦμέν σε· ἄνοιξον πύλας ἡμῖν εὐχαῖς σου Παραδείσου.

Δυνατοὺς σοὺς οἰκέτας πολεμῆσαι τὸν πλάνον ἐχθρὸν ἀνάδειξον, τοὺς πόθῳ προσκυνοῦντας ἐν τῷ Βατοπαιδίῳ, Μῆτερ Ἀντιφωνήρτια, χαρίτων ὀντως πηγήν, τὴν θείαν σου εἰκόνα.

Εὑλογοῦσα μὴ παύσῃ ἐκ τοῦ ὕψους σῆς δόξης, Ἀντιφωνήτρια, τοὺς κατασπαζομένους τὴν θείαν σου εἰκόνα, ὄλβον ὡς πολυτίμητον Βατοποιδίου μονὴ καὶ θησαυρὸν ἣν ἔχει.

Ἡ φυλάττουσα Ὄρους τοῦ Ἁγίου, παρθένε Ἀντιφωνήτρια, τὸ ἄβατον, εὐλόγει τοὺς ἐν αὐτῷ οἰκοῦντας, οὗς συντήρει ἀείποτε ἐξ ἐχθρικῆς ἀσινεῖς μανίας καὶ ἀτρώτους.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Σωφρόνως πάντας, Ἀντιφωνήτρια Μῆτερ, εὐλαβῶς καὶ δικαίως ἀνύειν βίον, Θεοτόκε, ἀξίωσον σοὺς δούλους.

Ἐκ τῶν παγίδων, Ἀντιφωνήτρια, πάντας τοῦ Βελίαρ διάσωσον τάχος μοναστὰς ἐν Ἄθῳ μονῆς Βατοπαιδίου.

Ὡς παραστάτιν, Ἀντιφωνήτρια, θείαν εὐσεβῶν σε ὑμνοῦντες βοῶμεν· ἴσθι σῶν προσφύγων ἀκέστωρ ἐν ἀνάγκαις.

Σῇ προστασίᾳ καὶ ταχινῇ ἀντιλήψει, Μῆτερ Ἀντιφωνήτρια, πάντες σπεύδοντες ὑμνοῦμεν σὴν πρόνοιαν καὶ χάριν.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μονῆς Βατοπαιδίου φύλαξ καὶ προστάτις͵, Ἀντιφωνήτρια, πόῤῥῳ ἐκδίωξον ἐχθρὸν συλῆσαι ἀζύγων τιμὴν τὸν θέλοντα.

Ὁ δῆμος μονοτρόπων τοῦ Βατοπαιδίου, Ἀντιφωνήτρια, σπεύδων ἑκάστοτε τῇ σῇ εἰκόνι ἀφθόνως πληροῦται χάριτος.

Ὑπὲρ τῶν κοπιόντων ἄσπιλον τηρῆσαι χαμοαιζηλίας τὴν σάρκα ἱκέτευε, Ἀντιφωνήτρια Μῆτερ, τὸν θεῖον Τόκον σου.

Χαρᾶς καρδίας πλῆσον ἐν Βατοπαιδίῳ τῶν προσκυνούντων μορφὴν τὴν ἁγίαν σου, Ἀντιφωνήτρια, λύπης ἀλεξιτήριον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δεῦτε, προσκυνήσωμεν εὐλαβῶς ἐν Βατοπαιδίῳ τὴν εἰκόνα τὴν θαυμαστὴν Ἀντιφωνητρίας, φυλάττουσαν ἀζύγων ἐκ τῶν παγίδων δήμους τοῦ παναλάστορος.

Ἄκουσον δεήσεων τῶν φῶνῶν τῶν καταφευγόντων τῇ εἰκόνι σου τῇ σεπτῇ ἐν Βατοπαιδίου σεμνείῳ τῷ μεγίστῳ, κυρία Θεοτόκε, Ἀντιφωνήτρια.

Ως ποτε ἐκώλυσας εἰσελθεῖν Πλακιδίαν, Μῆτερ, εἰς ναόν σου τὸν εὐπρεπῆ, κώλυσον τὸν πλάνον πειράζειν τῶν ἀζύγων χορὸν Βατοπαιδίου, Ἀντιφωνήτρια.

Σκέπε, περιφρούρει καὶ χαρμονῆς πλήρου τὰς καρδίας τῶν τιμώντων σε εὐλαβῶς καὶ ἀσπαζομένων τὴν θείαν σου εἰκόνα ἐν τῷ Βατοπαιδίῳ, Ἀντιφωνήτρια.

Στήριζε τὸν δῆμον τῶν μοναστῶν τοῦ Βατοποιδίου ῥάβδῳ θείων σου προσευχῶν πρὸς τὸν Ζωοδότην Υἱόν σου, Θεοτόκε, χριστιανῶν προστάτις, Ἀντιφωνήτρια.

Τοὺς ἀσπαζομένους πανευλαβῶς ἐν Βατοπαιδίῳ τὴν εἰκόνα σου τὴν σεπτὴν ῥῦου πάσης βλάβης ἐχθροῦ τοῦ μισοκάλου καὶ νόσων καὶ κινδύνων, Ἀντιφωνήτρια.

Ἴσθυνον ὡς θεία χειραγωγὸς πρὸς ζωὴν ἀγήρω τοὺς ὑμνοῦντάς σε ἀκλινῶς, Μῆτερ τοῦ Ὑψίστου, μονῆς Βατοποαιδίου ἀγλάισμα καὶ γέρας, Ἀντιφωνήτρια.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Νῦν ἐπάκουσον, Μῆτερ Ἀντιφωνήτρια, Βατοπαιδίου προστάτις τῶν μοναστῶν ἐξ ἐχθροῦ ἐπηρείας, τῆς ἡμῶν φωνῆς καὶ κώλυσον σοῦ τῇ δυνάμει πειρασμὸν εἰσελθεῖν εἰς ἱκετῶν ἐνθέρμων σου τὰς καρδίας, ἡ εἰς ναὸν Πλακιδίαν σὸν εἰσελθεῖν παρεμποδίσασα.

Ἐκτενὴς καὶ Ἄπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἐξής·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Πάντας καταξίωσον ἡμᾶς στῆναι ἐν πολλῇ εὐλαβείᾳ πρὸ τῆς σεπτῆς σου μορφῆς καὶ φωνῆς ἐπάκουσον τῶν δεομένων σου μῆτερ Ἀντιφωνήτρια, τοῦ Βατοπαιδίου μάνδρας ἐγκαλλώπισμα, ἵνα τὸν δόλιχον βίου τοῦ παρόντος ἐν ἄκρᾳ ταπεινῶσει, Θεογεννῆτορ, καὶ ἁγιωσύνῃ διανύσωμεν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Ἐφραίμ, προΐστορα τῆς μάνδρας σου, φρούρει,
Ἄντιφωνήτρια, βοᾷ Χαραλάμπης.

Πηγή