Παρακλητικός Κανών εις την Παναγία Δεξιά
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ παρόντα τροπάρια·
Ἦχος δ΄. Ὅ ὑψωθείς ἔν τῷ Σταυρώ.
Τῆς Θεοτόκου τῇ ἁγία Εἰκόνι, τῆς καὶ προσφόρως Δεξιάς καλουμένης, προσπέσωμεν κραυγάζοντες ἐκ βάθους ψυχῆς· πάσης ἡμᾶς λύτρωσαι, ἐπηρείας καὶ βλάβης, καὶ παντοίων θλίψεων, ὡς πηγὴ τοῦ ἐλέους, τοὺς προσιόντας πίστει ἀκλινεῖ, τῇ θαυμαστῇ σου πρεσβείᾳ Πανύμνητε.
Δόξα.
Ὅμοιον.
Ἐν ταῖς ἀγκάλαις σου τὸν πάντων Δεσπότην, ἐν τῇ χειρί τῇ δεξιᾷ Θεοτόκε, κρατοῦσα ὥσπερ νήπιον δεόμεθα, τοῦτον καθικέτευε, ἐκτενῶς ὑπὲρ πάντων, τῶν προσερχομένων σου, τῇ ἁγία Εἰκόνι, ἴνα ῥυσθῶμεν πάσης ἀπειλῆς, καὶ τῶν πταισμάτων συγχώρησιν λάβωμεν.
Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Τῆν σῆν Κόρη ἡμῖν δίδου χάριν. Γερασίμου
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.
Τοῖς πίστει καὶ πόθω τῇ θαυμαστῇ πρεσβείᾳ σου Κόρη, προσιοῦσι δίδου ἀεί, τῆς σῆς προστασίας Θεοτόκε, τὰς δαψιλεῖς χορηγίας καὶ χάριτας.
Ἡ θεία Εἰκών σου ὡς ἀληθῶς, ἥνπερ Θεοτόκε, ὀνομάζομεν Δεξιάν, παρέχει χαράν καὶ εὐφροσύνην, τοῖς μετὰ πίστεως ταύτῃ προσπίπτουσι.
Ναῷ σου τῷ θείῳ ὡς θησαυρός, Είκών σου ἡ θεία, τῶν ἀύλων σου δωρεῶν, ἰάται ψυχῶν τε καὶ σωμάτων, τῶν προσιόντων Παρθένε τὰ τραύματα.
Σὲ σκέπην Παρθένε καὶ ἀρωγόν, πλουτοῦντες ἐν βίω καὶ στερέωμα ἀῤῥαγές, ρὐσθείημεν πάσης δυσχερείας, τῇ χάριτι σου καὶ πάσης στενώσεως.
ᾨδὴ γ΄. Οὐρανίου άψίδος
Ἡλιόμορφε Κόρη, ἡ τὸν Θεὸν τέξασα, δέχου τὰς φωνᾶς καὶ δεήσεις, ἡμῶν ἐκάστοτε, καὶ δίδου ἅπασι, τῶν αἰτημάτων τὴν λύσιν, καὶ βίου διόρθωσιν, τῇ ἀντιλήψει σου.
Νοητὴ φωταυγεία ἡ σῇ εἰκών Ἄχραντε, περιλαμπομένῃ ἀύλως, τῆς σῆς χρηστότητος, φλέγει ἑκάστοτε, παθών παντοίων τὴν ὕλην, καὶ παρέχει ἅπασι, δρόσον οὐράνιον.
Κὀσμικῶν με σκανδάλων, καὶ πολλαπλῶν θλίψεων, ῥῦσαί με τὸν δοῦλον σου Κόρη, τὸν καταφεύγοντα, πρὸς τὴν Εἰκόνα σου, τὴν Δεξιάν καλουμένην, καὶ πταισμάτων λύσιν μοι, αἴτει καὶ σῶσόν με.
Οἱ προστρέχοντες πίστει, τῷ σῷ ναῷ Δέσποινα, καὶ τῇ Δεξιά σου Εἰκόνι, θερμῶς προσπίπτοντες, θᾶττον λαμβάνουσι, πάσης ἀνάγκης τὴν λύσιν, καὶ τὴν θείαν χάριν σου λαμπρῶς κηρύττουσι.
Διάσωσον ὧ Δεξιά Θεοτόκε τοὺς σοὺς οἰκέτας, ἀπὸ πάσης κακοπραγίας καὶ θλίψεως, τοὺς προσιόντος ἀπαύστως τῇ σῇ Εἰκόνι.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείᾳ τῇ σῇ, τοὺς πόθω καταφεύγοντας, ἁγνή Δεξιά, παρθένε Παναμώμητε, ἡ τὸν Θεὸν κυήσασα, ἀνωτέρους διάσῳζε πάντοτε, ἐκ τῶν ἐν βίῳ παθῶν καὶ συμφορῶν, καὶ δίδου ἡμῖν χαράν τὴν κρείττονα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ῥῶσιν δίδου καὶ ἴασιν, τὴν κατὰ ψυχήν καὶ σῶμα Πανάμωμε, καὶ πταισμάτων ἀπολύτρωσιν, τοῖς εἰλικρινῶς σε μεγαλύνουσιν.
Ἡ Εἰκών σου ἡ πάντιμος, ἥτις Δεξιά καλεῖται Πανάχραντε, δεξιάς τρίβους πρὸς Κύριον ἡμῖν εὐτρεπίζει τοῖς ὑμνοῦσί σε.
Ἡ πρεσβείᾳ σου γένοιτο, θείον ἱλαστήριον ταῖς ψυχαῖς ἡμῶν, καὶ παθών φυγαδευτήριον, Κεχαριτωμένῃ ἀειπάρθενε.
Μαριάμ κοσμοπόθητε, ἴδε τούς προστρέχοντας τῇ Εἰκόνι σου, καὶ αὐτῶν πλήρου ἑκάστοτε, οἶα συμπαθής πᾶν τὸ αἰτούμενον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἴασαι ψυχῶν, καὶ σωμάτων τὰ νοσήματα, Δεξιά Θεοχαρίτωτε ἡμῶν, καὶ εἰρήνην ἡμῖν δίδου ἀστασίαστον.
Νάμασιν Ἁγνῇ, τῶν θερμῶν σου ἀντιλήψεων, καταδρόσισον καρδίας καὶ ψυχάς, τῶν πικρῶς φλογιζομένων ἐν ταῖς θλίψεσι.
Δρόσον μυστικήν, ἡ Είκών σου ἡ ὑπέρτιμος, ὑετίζει ὡς νεφέλη νοητῇ, Θεοτόκε καὶ εὐφραίνει τὰς ψυχάς ἡμῶν.
Ἴδε συμπαθώς, τοὺς ἐκ πάσης τῆς δε πόλεως, προσιόντας τῷ άγίω σου ναῷ καὶ ζητοῦντας παρά σου Κόρη βοήθειαν.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Δυνάμει, τῶν πρεσβειῶν σου Παρθένε, κατασύντριψον βελίαρ τὸ κράτος, καὶ πρὸς λιμένα ζωῆς εἰρηναίας, καὶ εὐπραγίας ἀπᾴσῃς όδήγησον, τοὺς ἀφορῶντας ἀκλινῶς, πρὸς τὴν σὴν Θεοτόκε ἀντίληψιν.
Οἱ πίστει, τῷ σῷ ναῷ προσιόντες, καθ’ ἑκάστην Θεοτόκε παρθένε, πάσης ἀνάγκης λυτροῦνται καὶ βλάβης, τῇ μυστικῇ ἐνεργείᾳ τῆς χάριτος, τῆς προσιούσης θαυμαστώς, ἐκ τῆς θείας Εἰκόνος σου πάντοτε.
Ὑμνοῦμεν, χαριστηρίοις ἐν ὕμνοις, τὴν πολλήν σου πρὸς ἡμᾶς εὐσπλαγχνίαν, Θεσσαλονίκη δὲ πᾶσα ἡ πόλις, τῷ σῷ ναῷ καταφεύγουσα Ἄχραντε, ἀσπάζεται πανευλαβώς, Δεξιά τὴν ἁγίαν Εἰκόνα σου.
Χαρίτων, πνευματικόν πρυτανείον, ἀνεδείχθη ἡ ἁγία Εἰκών σου, ἐπισκιάσει τῆς σῆς προμηθείας, Θεοχαρίτωτε κόρη Πανάμωμε, ἣν προσκυνοῦντες εὐλαβῶς, κομιζόμεθα χάριν ἀέναον.
Διάσωσον ὧ Δεξιά Θεοτόκε τοὺς σοὺς οἰκέτας, ἀπὸ πάσης κακοπραγίας καὶ θλίψεως, τοὺς προσιόντας ἀπαύστως τῇ σῇ Εἰκόνι.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἠχός β’. Τοῖς τῶν αἱμάτων σου.
Τῇ δεξιᾷ σου χειρί ὥσπερ νήπιον, κρατούσα Κόρη Χριστόν τὸν Θεὸν ἡμῶν, ἀπαύστως αὐτόν καθικέτευε, ὡς Μήτηρ τούτου πανάφθορος Δέσποινα, διδόναι ἡμῖν θεῖον ἔλεος.
Προκείμενον
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. α΄ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς την Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καὶ ἅγιον τὸ ὄνομά Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Παναχράντου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅρμον ὡς ἀχείμαστον, Θεσσαλονίκῃ ἡ πόλις, τὸν ναόν σου ἔχουσα, καὶ αὐτῷ ἑκάστοτε πίστει σπεύδουσα, πολλαπλῶν θλίψεων, καὶ τρικυμιῶν τε, τῶν ἐν βίῳ θᾶττον ῥύεται, Κόρη πανάμωμε, καὶ τὴν σὴν κηρύττει χρηστότητα, γαλήνης ἀπολαύουσα, καὶ εἰρηνικῆς καταστάσεως· σὺ γὰρ πᾶσι νέμεις, Πανύμνητε παρθένε Δεξιά, σωτηριώδη δωρήματα, καὶ θερμήν βοήθειαν.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀειπάρθενε Κόρη, ἡ Θεὸν σαρκωθέντα ἡμῖν κυήσασα, τὴν φλόγα τῶν παθῶν μου, ἐλέους σου τοῖς ῥείθροις, ἐναπόσβεσον δέομαι, καὶ λάμπρυνόν μου τὸν νοῦν, φωτὶ τῆς μετανοίας.
Ῥῶσιν δίδου Παρθένε, καὶ χαράς καὶ ὑγιείαν ψυχῆς καὶ σώματος τοῖς πίστοι προσιοῦσι, τῇ θείᾳ σου Εἰκόνι, Δεξιά ἥτις κέκλῃται, ἣν καὶ πιστῶν οἱ χοροί, τιμῶμεν μετὰ πόθου.
Ἰσχυράν προστασίαν, κομιζόμεθα Κόρη καὶ θεῖον ἔλεος, προσπίπτοντες ἐν πίστει, τῇ θείᾳ σου Εἰκόνι, καὶ κραυγάζοντες Ἄχραντε· χαῖρε ἡμῶν προσφυγῇ, καὶ θείᾳ προστασίᾳ.
Νοσημάτων παντοίων, καὶ δεινῶν συμπτωμάτων ἡμᾶς ἀπάλλαττε· ἰδού γὰρ τῇ σεπτή σου, Εἰκόνι παρεστῶτες Θεοτόκε βοῶμέν σοι· δίδου ἡμῖν συμπαθώς, τὰ σώματικάς σου δόσεις.
ᾨδὴ η΄. Τόν Βασιλέα.
Γέρας καὶ δόξαν, Θεσσαλονίκῃ ἡ πόλις, τὴν Εἰκόνα σου ὧ Δεξιά Παρθένε, ἔχουσα πληροῦται χαρᾷ καὶ εὐφροσύνης.
Ἔῤῥει ἀύλως, τῇ ὑλική σου Εἰκόνι, τῆς σῆς χάριτος ἡ δρόσος Θεοτόκε· ὅθεν κατευφραίνει, πιστῶν τὰς διανοίας.
Ῥύου ἀπαύστως, ἐπερχομένων κινδύνων, τοὺς προσπίπτοντας τῇ χάριτι σου Κόρη, καὶ ἐξαιτουμένους, τὴν σὴν ἐπιστασίαν.
Ἀγγέλων δόξα, καὶ τῶν βροτῶν σωτηρίᾳ, ἀειπάρθενε Ὑπερευλογημένῃ, σῷζε πάσης βλάβης, τοὺς σέ δοξολογοῦντας.
ᾨδὴ θ ‘. Κυρίως Θεοτόκον.
Σωτήριον λιμένα, τὸν σεπτὸν ναόν σου, πεπλουτηκότες ἐν τούτῳ προστρέχομεν, καὶ τῶν τοῦ βίου κυμάτων Ἁγνή ῥυόμεθα.
Ἰσχύν τοῖς ἀσθενέσι, καὶ λελυπημένοις, δίδου Θεοτόκε καὶ λύτρωσιν, τοῖς μετὰ πόθου ζητοῦσι τὴν σὴν βοήθειαν.
Μανίας τοῦ βελίαρ, τήρει ἀνωτέρους, τοὺς ἀφορῶντες πρός σε μετὰ πίστεως, καὶ ἐκζητοῦντας Παρθένε τὴν σὴν βοήθειαν.
Ὁλόφωτε λυχνίᾳ, τῆς ἀύλου δόξης, τὴν σκοτισθεῖσαν ψυχήν μου καταύγασον, τῷ φωτισμῷ Θεοτόκε τῆς σῆς λαμπρότητος.
Ὑμνοῦμέν σου τὴν χάριν, Δεξιά Παρθένε, καὶ τῇ σεπτῇ σοῦ Εἰκόνι προσπίπτοντες, τῶν αἰτημάτων λαμβάνομεν τὴν ἐκπλήρωσιν.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χάριν ἀναβλύζει διὰ παντός, Είκών σου ἡ θείᾳ, ἥτις κέκληται Δεξιά, Κεχαριτωμένῃ, παρθένε Θεοτόκε, ἣν πίστει προσκυνοῦντες σέ μεγαλύνομεν.
Τέξασα ἀφράστως τὸν Ποιητήν, καὶ τοῦτον κρατοῦσα, Δεξιά σου Κόρη χειρί, αὐτόν ἐκδυσώπει, ὑπὲρ ἡμῶν Παρθένε, ὡς Μήτηρ ἐλεήμων, τοῦ Πανοικτίρμονος.
Ἴδε τοὺς προστρέχοντας εὐλαβῶς, τῷ σεπτῷ ναῷ σου, Θεοτόκε ὡς συμπαθής, καὶ ἅπασι δίδου, τοῖς πίστει παρεστῶσι, τῇ θείᾳ σου Εἰκόνι, χάριν καὶ ἔλεος.
Θεσσαλονικέων πᾶσα πληθύς, προσπέσατε πόθω, τῇ Εἰκόνι τῇ θαυμαστῇ, Δεξιάς Παρθένου, αὐτῇ ἀναβοῶντες χαῖρε Θεοκυήτορ, ἡμῶν βοήθεια.
Ῥῦσαι νοσημάτων παντοδαπῶν, καὶ πάσης ἀνάγκης καὶ στενώσεως χαλεπής, τοὺς ἐν εὐλαβείᾳ, τὴν θείαν ἀρωγήν σου ζητοῦντας καθ’ εκάστην, Παρθένε ἄχραντε.
Πλήρου τὰς αἰτήσεις ἡμῶν Ἁγνή, ἂς ἀπὸ καρδίας, σοὶ προσάγωμεν εὐλαβῶς, καὶ δίδου ἀπάυστως, εἰρήνη καὶ ὑγιείαν, ὧ Δεξιά Παρθένε, τοῖς σε δοξάζουσι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενής καί Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τά ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προσπίπτοντας πιστῶς, τῇ σῇ Παναγίᾳ Εἰκόνι, ἣν ὀνομάζομεν, Δεξιάν πανάμωμε, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, πάσης λύτρωσαι θλίψεως καὶ πάσης ἀνάγκης πᾷντα μεταβάλλουσα, τὰ λυπηρᾷ εἰς χαράν, σὺ γὰρ προστασίᾳ καὶ σκέπη, πέλεις καὶ ἀντίληψις Κόρη, τοῖς εἰλικρινῶς σὲ μακαρίζουσι.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Δεξιά Πανύμνητε δεδοξασμένῃ
Γερασίμου πρόσδεξαι τὴν ἱκεσίαν.