Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο την Έφορο της Ιεράς Μονής Παναγίας Δοβρά Βέροιας
Ποίημα Πρωτοπρεσβυτέρου Στυλιανού Μακρή, του εν Ναούση

†Εορτάζεται στις 15 Αυγούστου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα δὲ τὰ παρόντα Τροπάρια·
Ἦχος δ΄. Τῇ Θεοτόκῳ.
Τῇ Ἱερᾷ καὶ παλαιφάτῳ προσδράμωμεν Μονῇ Δοβρᾷ καὶ ἐν εἰκόνι τιμήσωμεν θαυματουργῷ τὴν ἄχραντον Μητέρα Θεοῦ, τὴν πηγὴν τοῦ ὕδατος τοῦ τε θείου καὶ ζῶντος, καὶ τὸ γόνυ κλίνοντες, ἱκετεύσωμεν οὕτως· Τῶν ἰαμάτων χάριτας, Ἁγνή, τοῖς σοῖς οἰκέταις ταχέως ἀνάβλυσον.
Δόξα. Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ κανών, οὗ ἡ ἀκροστιχίς·
ΤΟΥΣ ΕΝ ΔΟΒΡΑ ΠΑΤΕΡΑΣ, ΜΗΤΕΡ, ΔΙΑΣΩΖΕ, Σ(τυλιανοῦ) Π(ρεσβυτέρου)
Καὶ εὐθὺς ψάλλομεν τὸν κανόνα, μετὰ τῶν στίχων·
Εἰς ἔκαστον τροπάριον λέγομεν·
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Εἰς τὰ δύο τελευταία·
Δόξα. Καὶ νῦν.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ταλάντων, Παρθένε, μοναστικῶν αὔξησον τὸν τόκον ἐν Δοβρᾷ καὶ τῶν μοναχῶν σβέσον τῇ πρεσβείᾳ σου τὰ χρέη ἁμαρτιῶν, ὡς ταμιεῖον τῆς Χάριτος.
Ὀχύρωμα πάντων τῶν μοναστῶν, ἁγνὴ Θεοτόκε, σὲ γινώσκομεν κραταιόν, ὅθεν τὴν Μονήν σου διατήρει ἀπὸ βελῶν τοῦ ἀλάστορος ἄσυλον.
Ὑψοῦται ἡ αἴσθησις ὑπὲρ νοῦν τῷ ἀρρήτῳ κάλλει τῆς εἰκόνος σου τῆς σεπτῆς, ἥτις καὶ Δοβρὰ ἀποκαλεῖται καὶ τῆς Μονῆς σου ὑπάρχει θησαύρισμα.
Σκανδάλων δεινῶν τε καὶ πειρασμῶν, σεμνὴ Παναγία, καὶ παντοίων δυσχερειῶν λύτρωσαι τὴν Ἱερὰν Μονήν σου, ὅτι ἐκ σοῦ ἀναμένει βοήθειαν.
Ὠδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐκκαθᾶραι καρδίαν ἐκ λογισμῶν, Δέσποινα, τῶν ἀσεβεστάτων ἀσκήσει οἱ παρθενεύοντες ἐν τῇ Μονῇ Δοβρᾷ ἀποπειρῶνται πατέρες, πάντως φυλαττόμενοι ὑπὸ τοῦ κράτους σου.
Νίψιν ἀνομημάτων, μὴ μόνης δὲ ὄψεως, κατορθῶσαι, ὦ ζωοδόχος πηγή, εὐδόκησον πάντας τοὺς δούλους σου τῇ μεταλήψει τοῦ ζῶντος καὶ ἐκ σοῦ πηγάζοντος, Παρθένε, ὕδατος.
Δεῦτε πλήθη Βεροίας τὰ τῶν πιστῶν σπεύσωμεν καὶ εἰς Ἱερὰν τῆς Παρθένου Μονὴν συνέλθωμεν καί, προσκυνήσαντες τὴν ἐρασμίαν εἰκόνα τῆς Δοβρᾶ, φιλήμασι κατασπασώμεθα.
Οὐκ ἰσχύω πλεκτάνην καὶ πονηρὰ σχέδια τῶν δαιμόνων, Μῆτερ, προβλέψαι, τῶν πολεμούντων με, διὸ τὰ ὄμματα, τὰ τοῦ νοός μου, ἀνοῖξαι, Θεοτόκε ἄχραντε, καθικετεύω σε.
Διάσωσον ἐκ πειρασμῶν τοὺς μονάζοντας, Θεοτόκε, ἐν Δοβρᾷ, τῇ παλαιφάτῳ Μονῇ, καὶ ἀπόστησον δαιμόνων τὴν ἔχθραν ἀπὸ Μονῆς σου.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Πηγὴ τῆς ζωῆς ὑπάρχουσα, Πανάμωμε, κρουνοὺς δωρεῶν ἐνθέων ἡμῖν ἄνοιξον καὶ ταχέως ἄρδευσον τῶν πιστῶν τὰς καρδίας καὶ κάθαρον ἀπὸ κηλῖδος πάσης καὶ παθῶν, καὶ σῶσον, Παρθένε, τὰς ψυχὰς ἡμῶν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Βεροιεών τὸ καύχημα καὶ τῶν ὀρφανῶν Μητέρα καὶ ἔφορον καὶ προστάτιν σὲ γινώσκομεν τῆς μοναστικῆς, Ἁγνή, ἀσκήσεως.
Ῥαντισμῷ τῷ τοῦ ὕδατος, Ἄνασσα, τοῦ ζῶντος, δρόσον κατάπεμψον, τὴν τοῦ Πνεύματος τοῖς δούλοις σου, σὺ γὰρ ὑετὸς εἶ θείας Χάριτος.
Ἀπορεῖ καὶ ἐξίσταται ἐπὶ τῇ ὁράσει τῆς ὑπερόχου σου ἐν Δοβρᾷ εἰκόνος, Δέσποινα, ὁ χορὸς πατέρων ὁ φιλόκαλος.
Ποταμὸς τῶν ἰάσεων, Ἄχραντε, διψῶσαν ψυχήν μου πότισον, τὴν προστρέχουσαν ὡς ἔλαφος ἐπὶ τὰς πηγὰς τῆς ἀναψύξεως.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἄσφαλτον ὁδὸν πρὸς μονὰς τὰς ἄνω εὕρομεν σέ, Ἁγνή, καὶ πλανωμένοις βοηθόν, διὸ νοῦν τε καὶ καρδίαν ἡμῶν εὔθυνον.
Τίκτειν ἐκ ψυχῆς μετανοίας, Κόρη, δάκρυα καταξίωσον πατέρας ἐν Δοβρᾷ, ἡ τεκοῦσα μετανοίας τὸν Διδάσκαλον.
Ἕξεις πονηρὰς καὶ παθῶν τὴν ἐπανάστασιν τῇ δυνάμει σου κατάστειλον, Σεμνή, ὅπως νομίμως τὸν ἀγῶνα τελειώσωμεν.
Ῥῦσαι τὰς ψυχὰς ἐκ τοῦ ἅδου τῇ πρεσβείᾳ σου μοναστῶν προαπελθόντων ἐν Δοβρᾷ καὶ θανόντων ὑπὲρ ἔθνους τε καὶ πίστεως.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἀπείραστον ψυχοφθόρου ἔριδος, ἐμπαθείας, πάντων φαύλων πραγμάτων, τὴν ἐν Δοβρᾷ ἀδελφότητα, Μῆτερ εὐλογημένη, φροντίδι σου τήρησον, ἵνα φιλούντων νηπτικὴν βιοτὴν καταστῇ πόλος ἕλξεως.
Σεμνύνεται ἐν τῷ σῷ ὀνόματι, Παναγία Θεοτόκε, ἡ μάνδρα ἡ ἐν Βεροίᾳ, ἡ ἀποκληθεῖσα Μονὴ Δοβρᾶ, ἡ καλλίστη καὶ εὔφημος, ἐν ᾗ προστάτις ἀμφαδὸν ἀνυστάκτως ὑπάρχεις, Πανάμωμε.
Μυρίπνοον καὶ εὐῶδες, Ἄχραντε, Παραδείσου σὺ ὑπάρχεις τὸ ἄνθος,δι’ οὗ κοσμεῖται ὁ θρόνος Δεσπότου καὶ τῇ ὀσμῇ αὐτοῦ πάντες εὐφραίνονται, ὅθεν εἰς ταύτην τὴν Μονὴν παρθενίας τὰ ἄνθη ἐμφύτευσον.
Ἡ ἔφορος ἐν Δοβρᾷ, πρεσβεύουσα μὴ ἐλλίπῃς, Θεοτόκε, ἀπαύστως ὑπὲρ Μονῆς σου λιταῖς Δημητρίου, καὶ Αἰτωλοῦ τοῦ Κοσμᾶ, Γερασίμου τε καὶ Γρηγορίου Παλαμᾶ, Ἀντωνίου Βεροίας, Πανάμωμε.
Διάσωσον ἐκ πειρασμῶν τοὺς μονάζοντας, Θεοτόκε, ἐν Δοβρᾷ, τῇ παλαιφάτῳ Μονῇ, καὶ ἀπόστησον δαιμόνων τὴν ἔχθραν ἀπὸ Μονῆς σου.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε τῶν τιμώντων σε.
Προκείμενον·
Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ Πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Τοῦ ὀνόματός σου, μνησθήσομαι, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39 – 49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἡσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα σοι, Κύριε, δόξα σοι.
Δόξα Πατρί.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἔνδυμα βαπτίσματος ἐκ ῥαθυμίας, Παρθένε, πάθεσιν ἐσπίλωσα· πῶς οὖν εἰσελεύσομαι ὁ ἀκάθαρτος εἰς χαρὰν ἄληκτον τὴν τοῦ Παραδείσου; ὡς πηγὴ ὅθεν ἀστείρευτος ἀπὸ τῶν ῥύπων μου, ὁ οἰκτρὸς οἰκέτης σου, δέομαι, τῷ ὕδατί με κάθαρον τῷ ἐκ σοῦ ἀφθόνως πηγάζοντι, ῥάντισον ὑσσώπῳ δακρύων μετανοίας μου, Ἁγνή, καὶ τῷ λουτρῷ τοῦ βαπτίσματος τοῦ δευτέρου σῶσόν με.
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῶν δαιμόνων τὰ στίφη μητρικῇ σου φροντίδι, Ἁγνή, διάλυσον, τῶν ἐπιτιθεμένων ἐν εἴδει ψυχοκτόνων λογισμῶν καὶ συντείχισον παρεμβολῇ κραταιᾷ ἀγγέλων τὴν Μονήν σου.
Ἐνυδρεῖον ἰχθύων, οἷς, Ἁγνή, ὁμοιοῦνται οἱ βαπτιζόμενοι ὑπάρχεις, Θεοτόκε, διὸ ἀκαταπαύστως ἱκετεύομεν, Ἄχραντε, ἄγρευσον πᾶσαν ψυχὴν δικτύοις τοῦ Σωτῆρος.
Ῥίζαν θείαν ἀμπέλου θεωροῦντές σε πάντες καὶ τὸ θεμέλιον, Παρθένε, Ἐκκλησίας, θερμῶς παρακαλοῦμεν, ἐκ καρδίας σοὶ κράζοντες· ῥίζωσον πᾶσιν ἡμῖν Χριστοῦ τὸν θεῖον φόβον.
Δωρεὰν ἡμῖν, Κόρη, ὡς πηγὴ ἡ ἀστείρευτος τὰ ἰάματα ἐκπήγασον καὶ πᾶσιν παράσχου ὑγίειαν τῆς ψυχῆς καὶ τοῦ σώματος, ὡς θαυμαστὴ ἰατρὸς παντοίων νοσημάτων.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἴδε, ψυχή μου, ὅτι συμφέρει σοι βίος παρθενίας καὶ ὑπακοῆς τε καὶ ἀκτημοσύνης καὶ δεῦρο μετανόει.
Ἀσκήσει, νίψει σὺν προσευχῇ, μετανοίᾳ ἐγκρατείᾳ τε παθῶν, οἱ πατέρες ἐν Δοβρᾷ νομίμως φροντίζουσιν ἀθλῆσαι.
Σέβασμα πάσης Μακεδονίας καὶ κλέος Ἡμαθίας καὶ καύχημα Βεροίας, Δέσποινα, ὑπάρχει ἡ Ἱερὰ Μονή σου.
Ὦ τῆς ἰσχύος τῆς σῆς πρεσβείας, Παρθένε, ὁμοιοῖς τὸ πρεσβεύειν τῷ σῴζειν, ὅθεν ἱκετεύειν μὴ παύσῃ τὸν Δεσπότην.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ζωῆς καὶ σωτηρίας γέγονας αἰτία, ὅτι ἐν μήτρᾳ σου, Μῆτερ ἀνύμφευτε, παρθενικῇ τὸν Σωτῆρα πάντων ἐβάστασας.
Εὐλόγησον, Παρθένε, τοὺς προσερχομένους προσκυνητὰς εἰς Δοβρὰν τὴν παλαίφατον ἐρατεινήν σου Μονήν, τὴν ἀξιακρόατον.
Στεφάνων ἀμαράντων τοὺς ἐν Ἱερᾷ σου Μονῇ οἰκήτορας πάντας ἀξίωσον καὶ νικητὰς ἁμαρτίας, Ἁγνή, ἀνάδειξον.
Πηγὴ ἡ ζωοδόχος ὕδατος τοῦ ζῶντος, τῆς σωτηρίας ἀνάβλυσον νάματα τοῖς δεομένοις σου δούλοις, Θεομακάριστε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ῥῦσαι ἐκ θανάτου πνευματικοῦ τοὺς ἐν μετανοίᾳ διατρίβοντας μοναχούς, ὅπως σε τιμῶσιν, τὴν Κεχαριτωμένην, ἡμέραν ἐξ ἡμέρας σὲ μεγαλύνοντες.
Ἔρωτι τῷ θείῳ καὶ μυστικῷ πυρπόλησον ὅλως, Παναγία ἡ ἐν Δοβρᾷ, τὴν ἐμὴν καρδίαν καὶ καῦσαι ἁμαρτίας, ἀνάψασα τὴν φλόγα τῆς μετανοίας μου.
Τοῖς ἐληλυθῶσιν ἐκ τῶν τῆς γῆς περάτων πατράσιν Παραδείσου ὡς ἀληθῶς γέγονεν ὁ τύπος ἡ ἱερὰ Μονή σου καὶ τόπος, Θεοτόκε, τῆς ἀναψύξεως.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ταῖς λιταῖς Γρηγορίου Παλαμᾶ, Δημητρίου τε Αἰτωλοῦ Κοσμᾶ, Ἀντωνίου Βεροιέως, Πανάμωμε, Λουκᾶ καὶ Γερασίμου μητρικῶς προστάτευε ὡς ἔφορος Δοβρᾶ τὴν Μονήν σου ταύτην, Κόρη, τὴν ἱερὰν καὶ πάντας τοὺς κραυγάζοντας· δόξα τῷ θείῳ τόκῳ σου, Ἁγνή, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐλεοῦντι διά σου τὴν κτίσιν ἅπασαν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἐξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων τῶν νοσούντων ἰατρὸς καὶ τῶν ὀρφανῶν ἡ προστάτις καὶ μοναστῶν ἡ ἐλπίς, ἱερέων καύχημα, μετανοούντων χαρά, Ἡμαθίας ἀγλάϊσμα καὶ κλέος Βεροίας, ἔφορος θερμότατος Μοναστηρίου Δοβρᾶ, ἄχραντε, ἁγνὴ Θεοτόκε, σὺ ὑπάρχεις, ὅθεν ταχέως σπεῦσον εἰς ἀντίληψιν τῶν δούλων σου.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Στίχοι·
Εὐχαῖς Παντελεήμονος,
Βεροίας ἀρχιθύτου,
Στυλιανὸν πρεσβύτερον
προστάτευε, Παρθένε.
Εὐχαριστῶ θερμὰ τὴν ἐν Χριστῷ ἀδελφὴν Μαρία Α.
δια τὴν ἀποστολὴ τῆς Παρακλήσεως.

