Παρακλητικός Κανών εις την Θαυμαστή Εικόνα της Θεοτόκου της Επικαλουμένης Εγγυήτριας

Ποίημα Μιχαήλ του Κρητός

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἐγγυητρίας τῇ ἁγίᾳ εἰκόνι, οἱ ἐμπαθεῖς συντετριμμένῃ καρδίᾳ, υἱοπρεπῶς προσπέσωμεν, καὶ πίστει θερμῇ· ἄφεσιν ἡμαρτηκόσι γὰρ, ἐκτενῶς δυσωπεῖ Χριστὸν, δοῦναι μητρικῇ ἀεὶ, χρωμένῃ παῤῥησίᾳ, τῶν ψυχοκτόνων λύσιν πειρασμῶν, καὶ τὴν ὑγίειαν, ψυχῆς τε καὶ σώματος.

Δόξα.
Τὸ ἀπολυτίκιον τοῦ ναοῦ ἢ τῆς μονῆς.

Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ψάλλομεν τὸν κανόνα τῆς Ἐγγυητρίας, οὗ ἡ ἀκροστιχίς·
Μακεδονίαν Ἐγγυήτρια φύλαττε. Μιχαήλ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Μητρῴοις ἐπάκουσον ἱλαρῶς, σπλάγχνοις καμπτομένη, Ἐγγυήτρια, τὰς εὐχάς, τῶν ἐμπεριστάτων ἱκετῶν σου, ὧν τὰς αἰτήσεις ταχέως ἐκπλήρωσον.

Ἀλγῶν τε καὶ νόσων φθοροποιῶν, ἄμισθον πλουτοῦντες, ἰατρεῖον οἱ ἀσθενεῖς, τὴν συμπαθεστάτην Θεοτόκον, Ἐγγυητρίας εἰκόνι προσδράμωμεν.

Κυκλόθεν ἐπέστησαν ἐπ᾽ ἐμέ, δράκοντες ἀσπλάγχνως, ὑλακτοῦντές τε κυνηδόν, φάλαγγες δαιμόνων παγκακίστων, ἐξ ὧν ῥυσθείην, Παρθένε, πρεσβείαις σου.

Ἐξέστημεν πάντες οἱ γηγενεῖς, πλήθει ἀμετρήτῳ, τῶν σημείων τῆς σῆς μορφῆς· τίς γὰρ ἐν ἀνάγκῃ σοι προσῆλθε, καὶ ἀρωγῆς σωτηρίου οὐκ ἔτυχε;

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Δακρυῤῥόους πρὸς σέ μου, τοὺς ὀφθαλμούς, Δέσποινα, ἦρα ὡς Μαρία τὸ πάλαι· τῇ ἐγγυήσει σου, ἁμαρτιῶν μου λαβεῖν, τῶν ἐν ἀγνοίᾳ καὶ γνώσει, τὴν τελείαν ἄφεσιν, νῦν ἐξαιτούμενος.

Οὐρανόθεν ἀκτῖνα, χαροποιοῦ χάριτος, καὶ παραμυθίας ἐνθέου, ὦ Ἐγγυήτρια, ἐκδυσωπῶ σε θερμῶς, ἐν τῇ καρδίᾳ μου λάμψον, λύουσαν τὴν ζόφωσιν, τῆς ἀθυμίας μου.

Νοητοῦ ναυαγίου, καὶ χαλεποῦ κλύδωνος, τοὺς ἐν τῷ πελάγει τοῦ βίου, πλέοντας ἔσωσας· γαληνοτάτῳ καὶ γάρ, οἱ ἐμπαθεῖς ἀπαθείας, ὅρμῳ ὡδηγήθημεν, τῇ ἀντιλήψει σου.

Ἰοβόλῳ τοῦ πλάνου, τραυματισθεὶς δήγματι, κεῖμαι ἀπωλείας ἐν λάκκῳ, πτῶμα τρισάλθιον· ἀνάστησόν με διό, τῷ ἀντιδότῳ χρωμένη, κράζω, Ἐγγυήτρια, τῆς εὐσπλαγχνίας σου.

Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον σου Σωτὴρ.
Τὸ ἄλγος τῆς σαρκός, καὶ ψυχῆς μου τὸν ζόφον, ὁ ἄθλιος ἐγώ, ἀπογνώσει καρδίας, ποσί σου ἐναπέθεσα, Ἐγγυήτρια, σήμερον, τὴν θεόῤῥυτον, ἐπικαλούμενος χάριν, τῆς εἰκόνος σου, δι᾽ ἧς αἰτοῦσι παρέχεις, ὑγίειαν καὶ ἄφεσιν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἀπὸ πάσης διάσωσον, τὸ Ἑλλήνων γένος, ὦ Ἐγγυήτρια, ἀλλοδόξων, ἀλλοπίστων τε, καὶ αἰσχρῶν ἀθέων ἐπιθέσεως.

Νικηφόρῳ φρονήματι, πρὸς τοὺς ἐναντίους παραταξώμεθα, τὴν Χριστοῦ Μητέρα ἔχοντες, στρατηγὸν ἐν μάχαις ἀπροσμάχητον.

Εὐτεκνίας δεόμεθα, καὶ πολυτεκνίας τυχεῖν ἀξίωσον, τὰς ἀτέκνους, διαλύουσα, τὰ δεσμὰ στειρώσεως, Μητρόθεε.

Γηθοσύνως τὴν πάντιμον, οἱ πιστοὶ εἰκόνα σου ἀσπαζόμενοι, εὐφροσύνης, Ἐγγυήτρια, χαρμονῆς ἀλήκτου τε πληρούμεθα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Γῆθέν μου τὸν νοῦν, ἱκετεύω σε, ἀνάγαγε, ὡς ὑψιπέτην, Ἄχραντε, ἀετόν, θεογνωσίας, πρὸς ὕψος τὸ οὐρανόμηκες.

Ὓμνοις καὶ ᾠδαῖς, οἱ πτωχοὶ πῶς εὐφημήσωμεν, τὴν ὑπερτέραν δήμων ἀγγελικῶν, ἐν ταπεινώσει, ἁγνείᾳ τε καὶ λαμπρότητι;

Ἡμαρτον Θεῷ, ὡς οὐδεὶς ἀνθρώπων πώποτε· ἐκ τοῦ δυσώδους ῥύπου ὅθεν βοῶ, τῶν φαύλων ἔργων, ἀπόπλυνον τὴν καρδίαν μου.

Τέτρωμαι δεινῶς, τῷ σῷ πόθῳ, Ἐγγυήτρια, τῆς ἱερᾶς εἰκόνος σου ὀφθαλμοῖς, ἐσπιλωμένοις, τὸ κάλλος ὁρῶν τὸ ἄσπιλον.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ῥᾳδίως με, τὴν στενὴν ἀξίωσον, ἀτραπὸν καὶ τεθλιμμένην βαδίζειν, τὴν πρὸς ζωήν, τοὺς αὐτῇ ἑπομένους, τὴν ἀληθῆ καὶ ἀγήρω εἰσάγουσαν· πλατείας δὲ καὶ πονηρᾶς, ὀλεθρίου εἰσόδου διάσωσον.

Ἰάσεων, δαψιλῶς ποτάμια, ἀναβλύζεις, Ἐγγυήτρια, ῥεῖθρα, τοῖς τὴν μορφήν, τῆς σεπτῆς σου εἰκόνος, ἀσπαζομένοις ἁγίῳ φιλήματι, βραβεύοντα θεοπρεπῶς, τὴν ὑγίειαν ψυχῆς τε καὶ σώματος.

Ἀμήτορα, τὸν τῆς δόξης Κύριον, πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα, ἐκ δὲ μητρός, ἐπ᾽ ἐσχάτων τῶν χρόνων, εἰς σωτηρίαν τεχθέντα ἀπάτορα, φυράματος ὁμολογῶ, τοῦ βροτείου ἡμῶν καὶ ἀνάπλασιν.

Φιλάργυρον, ἐκ ψυχῆς μισήσωμεν, ἀδελφοί, καὶ φιλοκτήμονα βίον· πρὸς δὲ Χριστόν, τῆς καρδίας τὸν πόθον, καὶ τῆς ψυχῆς τὴν ἀγάπην προσάξωμεν, μιμούμενοι τὸ θαυμαστόν, τῆς πανάγνου Παρθένου ὑπόδειγμα.

Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Εὐφροσύνου χάριτος, οἱ ἐμπλησθέντες, διὰ σοῦ κραυγάζομεν, τῇ ἐρασμίᾳ σου μορφῇ· ἐν ἀθυμίαις καὶ θλίψεσι, πάντων ὑπάρχεις, χαρά, Ἐγγυήτρια.

Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματος σου ἐν πάσι γενεὰ καὶ γενεά.
Στίχος. Ἄκουσον, θύγατερ, καὶ ἰδὲ καὶ κλῖνον τὸ οὓς σου, καὶ ἐπιλαθοῦ τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρὸς σου καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39-49, 56)

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τήν Ἐλισάβετ· καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν·Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς με; ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου, καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα σοι, Κύριε, δόξα σοι.

Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Πάλαι προεδήλωσε, θεοτυπώτοις συμβόλοις, Προφητῶν ὁ σύλλογος, τοῦ ἀσπόρου τόκου σου τὸ μυστήριον· ὧν ἡμεῖς σήμερον, τηλαυγῶς ὁρῶντες, τὰς ἐκβάσεις, Ἐγγυήτρια, Θεοῦ μητέρα σε, ταῖς τῶν θεοφόρων ἑπόμενοι, Πατέρων παραδόσεσι, πίστει Ὀρθοδόξῳ κηρύττομεν· τήν τε παναγίαν, κυκλοῦντες ἀσπαζόμεθα μορφήν, τῆς ἐρασμίας εἰκόνος σου, ψυχῶν εἰς ἀνάπλασιν.

Σῶσον, ὁ Θεός, τὸν λαόν σου…
Κύριε, ἐλέησον. (ιβ΄)
Καὶ ἀποπληροῦμεν τὰς λοιπᾶς ᾠδὰς τοῦ κανόνος·

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὑετῷ ὡμοιώθη, τῶν ἁγίων πατέρων, ἡ ἀψευδὴς διδαχή, πιαίνοντι καρδίας· ἀνύδρῳ τε νεφέλῃ, κακοδόξων τὸ λήρημα, ἧς τὸν λιμώδη αὐχμόν, ἀπέλασον, Παρθένε.

Λογικήν σε νεφέλην, φωτοφόρον λυχνίαν, καὶ θεοδόχον σκηνήν, ἀνθήσασάν τε ῥάβδον, καὶ μανναδόχον στάμνον, Ἐγγυήτρια, ἔγνωμεν, ὡς οἱ προφῆται Θεοῦ, αίνίγμασι προεῖδον.

Ἀπορήσας ἐκ πάσης, μητρικῆς προστασίας, καὶ παρηγόρου στοργῆς, πρὸς σέ μου ἀνακράζων, ἐξέτεινα τὰς χεῖρας· ὡς σμικρὸν ἐπισύναξον, ὑπὸ τὴν σκέπην τῶν σῶν, πτερύγων με νοσσίον.

Τῇ εἰκόνι σου ὅτε, ὁμιλῶ παῤῥησίᾳ, ἐπὶ τῆς γῆς αἰσθητῶς, δοκῶ ἐνώπιόν σου, ἑστάναι ἀοράτως, ὁ ἀχρεῖος, Παντάνασσα, ἐν οὐρανοῖς ὁμιλῶν, ὡς τέκνον πρὸς μητέρα.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τὰ σκολιά μου, Ἐγγυητρίας, ὦ Λόγε, παρακλήσεσιν, εὔθυνον πάθη, τὰ κωλύοντά με, τηρεῖν τὰς ἐντολάς σου.

Ἐν τῇ καρδίᾳ, ἀμετεώριστον στῆσον, φωλεᾷ ὡς στρουθίον τὸν νοῦν μου, ὅπως ἀπολαύσω, εὐχῆς τῆς μελιῤῥύτου.

Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα τὸν Κύριον.
Μίαν ὑμνοῦμεν, καὶ Τριλαμπῆ Μοναρχίαν, ἀσωμάτων ἀνθρώπων τε δῆμοι, ἧς τῇ ἀκηράτῳ, θεούμεθα ὁράσει.

Ἵνα τὸ χαῖρε, τοῦ Γαβριήλ σοι βοῶμεν· Ἐγγυήτρια, ῥῦσαι ἁγίαν, χθόνα Μακεδόνων, δεινῶν ἐπερχομένων.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Χιτῶνα μετανοίας, οἴμοι, γυμνωθέντα, ὡς τοῦ πατρὸς τὴν αἰσχύνην, οἱ Νῶε υἱοί, τῆς ἁμαρτίας τῇ μέθῃ, πάλιν με ἔνδυσον.

Ἀπέλασον τὰς ὄψεις, ἐν καιρῷ ἐξόδου, τῶν ἀερίων πνευμάτων, μακρὰν ἀπ᾽ ἐμοῦ, ἐκ χοϊκῶν μου χωροῦντος, πρὸς τὰ οὐράνια.

Ἡ μόνη τοῦ λαοῦ σου, σύμμαχος ὑπάρχεις, ἐν ἀνεικάστοις κινδύνοις· δικαίως διό, τῇ ἱερᾷ σου εἰκόνι, πίστει προστρέχομεν.

Λειμὼν κεκοσμημένος, ἄνθεσι σημείων, Ἐγγυητρίας ἐδείχθη, ὁ θεῖος ναός, τῶν ὀρθοδόξων εὐφραίνων, τὰ αἰσθητήρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὴν ὑψηλοτέραν τῶν οὐρανῶν, καὶ καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τὴν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας, τὴν Δέσποιναν τοῦ κόσμου, ὕμνοις τιμήσωμεν.

Τῆς Ἐγγυητρίας.
Θλίψεων παντοίων καὶ συμφορῶν, νόσων ἀνιάτων, ἀδοκήτων τε πειρασμῶν, σῶζε τοὺς κυκλοῦντας, τὴν θείαν σου εἰκόνα, εὐχαῖς σου θεοδέκτοις, ὦ Ἐγγυήτρια.

Τὶς ἂν ἀριθμῆσαι τὰς δωρεάς, τῶν σῶν θαυμασίων, Ἐγγυήτρια δυνηθῇ; Ὑπὲρ γὰρ τὴν ἄμμον, ἐπλήθυνας θαλάσσης, τὰς σὰς εὐεργεσίας, ῥῶσιν τοῖς χρήζουσι.

Χαίρει μοναζόντων δῆμος πλουτῶν, μέγαν ἐν σπηλαίῳ, τὴν μορφήν σου ὡς θησαυρὸν· χαίρει σὺν αὐτῷ δέ, καὶ ἡ μονὴ Φλωρίνης, μορφὴν Ἐγγυητρίας, ἐν τῷ ἀσπάζεσθαι.

Τήρησον τὴν μάνδρα σου ἀσινῆ, ἀπὸ πάσης βλάβης, Ἐγγυήτρια, τοῦ ἐχθροῦ, σὺν ἀρχιερέων, δυάδι ὁμωνύμῳ, ψυχὰς παρθενευούσας, σκέπουσα χάριτι.

Πάθη ἀτιμίας παντοδοπά, πρὸς βυθὸν κακίας, συνωθοῦσί μου τὴν ψυχήν· ἣν πανσθενεστάτῃ, ἀνάσπασον χειρί σου, ὡς ναῦν ἐκ τῆς ἀβύσσου, τάχιστα δέομαι.

Τῆς Γοργοϋπηκόου. Ἁγίου Νικοδήμου.
Νῦν καιρὸς ἀνάγκης ἦλθεν ἡμῖν, νῦν παρέστη χρεία, βοηθείας, Κόρη, τῆς σῆς· λύτρωσαι οὖν πάσης, ἀνάγκης καὶ κινδύνου, καὶ χεῖρα βοηθείας, τάχιστα ὄρεξον.

Τῆς Γουμενίσσης. Γερασίμου Υμνογράφου.
Ὣσπερ διεφύλαξας ἀσινῆ, πάλαι τὸν λαόν Σου, ἐκ παντοίων ἐπιφορῶν, οὕτω καὶ νῦν, Κόρη, δεινῶν ἐπερχομένων, ἀτρώτους διατήρει, τούς Σε δοξάζοντας.

Τοῦ ἁγίου Αὐγουστίνου Ἱππῶνος.
Τύπος μετανοίας ἡ πρὸς Θεόν, θεῖε Αὐγουστῖνε, γέγονέ σου ἐπιστροφή· δι᾽ ἧς πρὸς ἀγῶνας, ἐγείρεις πεδηθέντας, δεσμοῖς τῆς ἁμαρτίας, ἐξ ἀπογνώσεως.

Τῆς ἁγίας Μόνικας.
Δάκρυσιν ὡς ἤνεγκας πρὸς Χριστόν, πάλαι τὸν υἱόν σου, ἐκ τῆς πλάνης τοῦ πονηροῦ, οὕτω σωτηρίας, κἀμὲ τὸν πλανηθέντα, πρὸς τρῖβον, ὦ ὁσία, ἴθυνον, Μόνικα.

Αὐγουστίνου τοῦ κτήτορος.
Πλήθη προσενήνοχας μαθητῶν, βίῳ τε καὶ λόγῳ, ἐναρέτῳ σου τῷ Θεῷ· ἃ καὶ μετὰ πότμον, μὴ παύσῃ, Αὐγουστίνε, πα-τὴρ καθάπερ τέκνα, φέρειν ἀγκάλαις σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Kαὶ ψάλλονται τὰ ἀπολυτίκια, τῆς Ἐγγυητρίας.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Σὲ κεκτήμεθα ἄμεσον ἐγγυήτριαν, ὡς Αἰγυπτία Μαρία, πρὸς τὸν Δεσπότην Χριστόν, πρὸς τὴν σκέπην σου πιστῶς ὄθεν προστρέχομεν, τῶν μοναζόντων οἱ χοροὶ καὶ μιγάδων ἡ πληθύς, Παντάνασσα καθ᾽ ἑκάστην, Ἐγγυήτριαν διὸ πάντες, σὲ προσφωνοῦμεν Θεοτόκε ἁγνή.

Δόξα. Καὶ νῦν.
Ὅμοιον.

Τὸ παράδοξον θαῦμα τῆς σῆς κυήσεως, ἐν τῷ Σιναίῳ, Παρθένε, ὄρει κατεῖδέ ποτε, ὁ προφήτης Μωυσῆς, βάτον σε ἄφλεκτον, ὅτε ἑώρακε σαφῶς, ὀφθαλμοῖς προφητικοῖς, τὰς δύο φύσεις προβλέπων, τοῦ Υἱοῦ σου ὡς ἑνωθεῖσας, τῇ συνανάρχῳ ὑποστάσει αὐτοῦ.

ἢ Σταυροθεοτοκίον. Ὅμοιον.
Ἐν σταυρῷ ἑκουσίως, Θεοχαρίτωτε, ὅτε κατεῖδες ταθέντα τὸν σὸν Υἱὸν καὶ Θεόν, ἀνεβόας μητρικῶς· Τέκνον γλυκύτατον, φέρειν οὐ δύναμαι τὴν σήν, πανακήρατον σφαγήν, ὁρᾶν σου τὸ πάθος, Λόγε, ὃ εἰς κόσμου τὴν σωτηρίαν, καθυπομένεις, φῶς ἐμῶν ὀφθαλμῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε ἡ σωτήριος Χριστοῦ, τῆς δαπανησάσης τὸν βίον, ταῖς σαρκικαῖς ἡδοναῖς, χάρις, Ἐγγυήτρια, καρδίας ἥψατο, ἀβιάστως ἐπτέρωσε, πρὸς ἔρωτα θεῖον, βίον τε ἰσάγγελον, τῇ ἐγγυήσει σου· ταύτης καὶ ἡμῶν τῶν κυκλούντων, σήμερον τὴν θείαν μορφήν σου, πίστει τὰς καρδίας καταξίωσον.

Μὴ με ὡς τὴν ἄκαρπον συκῆν, καὶ ἐπικατάρατον, οἴμοι, τὴν καταργοῦσαν τὴν γῆν, δέομαι ἐκκόψῃς με, ἀλλὰ γεώργησον· τῆς ψυχῆς καὶ τοῦ σώματος, ῥιζόθεν ἐκσπάσας, πάθη τὰ χωρίζοντα, τῆς σῆς ἀγάπης με, καὶ τῶν ἐντολῶν σου ἐργάτην, τῆς Ἐγγυητρίας πρεσβείαις, Λόγε, καρποφόρον με ἀνάδειξον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

 

Πηγή