Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο ληφθείς εκ των κδ΄ Χαιρετισμών Οίκων αυτής
Ποίημα Κοσμά Ιερομονάχου Γανοχωρίτου, Διδασκάλου του Παναγίου Τάφου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα, βοήθησον ἐφ’ ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον, ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς· σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.
Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σοὶ τῇ ὑπερμάχῳ καὶ στρατηγῷ, Κόρη αναγράφω, νικητήρια τῶν δεινῶν ὧν ἡμᾶς ἐῤῤυσῶ, θανάτου λοιμικου τε, βοώντας σοι τὸ χαῖρε· Νύμφη ἀνύμφευτε
Ἀγγέλος ἐπέμφθη, παρὰ Θεοῦ, εἰπεῖν, σοὶ τὸ χαῖρε τῇ παρθένῳ τε καὶ Ἁγνή, ὅθεν ἡμᾶς ῤῦσαι θανάτου ὀλεθρίου, βοώντας σοι τὸ χαῖρε· Νύμφη ἀνύμφευτε.
Ὁρῶν σωματούμενον τὸν Θεόν, ἐν τῇ σῇ νηδύι, ὁ ἀρχάγγελος Γαβριήλ, ἐξίστατο κράζων, κινδύνων ῤῦσαι πάντας, βοώντας σοι τὸ χαῖρε· Νύμφη ἀνύμφευτε.
Οἶδας ὦ Παρθένε τὸ ἐπὶ σοὶ ἄσπορον καὶ εἶπες, πῶς γεννήσεται ὅπερ φής, ἀλλὰ ῥῦσαι πάντας, λοιμοὺ τοῦ ὀξυτάτου, τοὺς κράζοντας ἀπαύστως· τὸ ἀλληλούια.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Γνῶσι ἀγνωστον γνῶναι ἐπιμελῶς ϑέλουσα, πρὸς τὸν λειτουργούντα ἐβόησας· Παμμακάριστε, ἀλλὰ λοιμοῦ φθορᾶς καὶ τῆς πανώλεος λύσον τοὺς χαῖρε σοὶ βοῶντας· Νύμφη ἀνύμφευτε.
Δύναμις τοῦ Ὑψίστου σοὶ ἐπεσκίασεν, Ἄχραντε, τότε πρὸς νηδύος σου σύλληψιν ἀγεώργητον, νῦν δὲ γενοῦ ἡμῖν, τεῖχος φρουρὸς καὶ προστάτης, τοῖς ϑέλουσι ϑερίζειν τὸ ἀλληλούια.
Ἔχουσα Θεὸν λόγον ἐν τῇ κοιλίᾳ σου Πάναγνε, πρὸς τὴν Ἐλισάβετ ἀνέδραμὲς προθυμότατα, σπεῦσον καὶ νῦν ἡμᾶς, τῶν συρφορῶν ἐξαρπάσαι κράζοντας τὸ χαῖρε· Νύμφη ἀνύμφευτε.
Ζἀλη ἔνδοθεν εἶχεν, ὁ Ἰωσὴφ βλέπων σε, ἔγγυον τε οὖσαν παρθένον καὶ ἀπειρόγαμον, ἀλλὰ σὺ δὸς ἡμῖν, ἀπαλλαγὴν τῶν κυνδύνον, τοῖς ἐν πίστοι μὲλπουσι τὸ ἀλληλούϊα.
Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Πρεσβεία θερμή, καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμέν σοι· Θεοτόκε Δέσποινα, πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τῶν Ἀγγέλων ὡς ἤκουσαν, οἱ ποιμένες ἔγνωσαν σὲ κυήσασαν, ἀλλὰ σὺ ἡμῖν βοήθησον, Θεοτόκε νύμφη χαῖρε ανῦμφευτε.
Οἱ ποιμένες προσέδραμον προσκυνήσαντες σὲ κυοφορήσασαν, λοιμικῇς ἡμᾶς ἀπάλλαξον, σὐ Παρθένε ψάλοντας ἀλληλούϊα,
Δι ἀέρος προσῆλθόν σοι, μάγοι Κόρη σὲ προσκυνήσοντες, πάσης βλάβης ἐλευθέρωσον, ψάλλοντάς σοι χαῖρε· νύμφη ἀνύμφευτε.
Ὥσπερ τούτους διέσωσας, μάγους Κόρη σύ με ἐξάρπασον, ἀσθενίας τῆς, πανώλεος, ψαλλοντα ἐν πίστει· τὸ, ἀληλούια.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἴδομεν Ἁγνὴ ἐν χερσί σου τὸν Υἱὸν τοῦ Θἑοῦ ἀλλὰ ζάλης ῤῦσαι ἡμας πειρασμῶν, τοὺς προσφωνοῦντάς σοι· χαῖρε Νύμφη ἀνύμφευτε.
Σκέπη κραταιὰ, σὺ ὑπαρχεις ἀντίληψις, καὶ τῆς πανώλεος ἐξολοθρευτής τοῖς γεραίρουσιν ἐν πίστει· τὸ ἀλληλούϊα.
Ὥσπερ τοὺς σεπτοὺς, Μάγους κήρυκας ἀπέστειλας, ἐπιβουλῆς δαιμόνων ῤῦσαι ἡμᾶς, τὸ χαῖρε μελῳδοῦντάς σοι· Νύμφη ἀνύμφευτε.
Οὕτω καὶ ἡμεῖς, σὲ κηρύττομεν Θεόνυμφε, ἀντιλήπτορα καὶ ὑπερασπιστὴν τῶν ἐν ἀνάγκαις μέλποντες, τὸ ἀλληλουΐα.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ὠς ἔλαμψας ἐν Αἰγύπτῳ Δέσποινᾳ, καὶ ἡφάνισας δαιμόνων τὸ σκότος, οὕτω τῇ σῇ μεσιτείᾳ Παρθένε, πρὸς τὸν Υἱόν σου καὶ πλάστην καὶ Κύριον, ἀπέλᾶσον, λοιμοῦ φθοράν, τῶν βοώντων· χαῖρε Νύμφη ἀνύμφευτε.
Ὡς ἔσωσας ἐν Αἰγύπτῳ Δέσποινα, τοὺς ἐν σοὶ προσπεφευγότας ἐν πίστει, οὕτω κἀμὲ τῶν κινδύνων ἀρπάσαις, καὶ τῆς φθορᾶς τοῦ λοιμοῦ ἀπαλλάξαις με, βοῶντά σοι δακρυῤῥοῶν· ψάλλοντά σοι ϑερμῶς, ἀλληλούϊα.
Τῷ μέλλοντι Συμεὼν πρὸς Κύριον, τῶν ἐντεῦθεν ἐκδημεῖν σὺ Παρθένε, τὸν σὸν Υἱόν προσκεκόμικας τούτῳ, ἵνα πληρώσης τοῦ νόμου τὰ ἔθιμα, διάσωσον καὶ νῦν ἡμᾶς, μελλῳδοῦντας τὸ χαῖρε· Νύμφη ἀνύμφευτε.
Ὁ πρεσβύτης Συμεὼν τὸν Κύριον, ἐν ἀγκάλαις ὑπεδέξατο χαῖρων, ἀλλὰ καὶ σὺ Θεοτόκε παρθένε, ὑποδέξαι εὐμενῶς σοι προσπίπτοντας, καὶ λύτρωσαι τῶν δυσχερῶν, ψάλλοντάς σοι ϑερμῶς· ἀλληλούια.
Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον Ἦχος β΄.
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε· μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.
Προκείμενον
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ μνησθήσομαι.
Εὐαγγελίον. Ἐκ τοῦ κατὰ Λουκᾶν.
Τῷ καιρῷ ἐκείνο εἰσῆλθεν ὁ Ἰησοῦς, εἰς κώμην τινά. Γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. Καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἡ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ ἤκουε τὸν λόγον αὐτοῦ. Ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; Εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. Ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Μάρθα Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾿ αὐτῆς. Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα, ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὂχλου, εἶπεν αὐτῶ· Μακαρία ἡ κοιλία ἡ βαστάσασα σε, καὶ μαστοὶ οὕς ἐθήλασας. Αὐτὸς δὲ εἶπε· Μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγο τοῦ Θεοῦ, καὶ φυλάσοντες αὐτόν.
Δόξα σοί, Κύριε, δόξα σοί.
Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νύν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μὴ καταπιστεύσῃς με, ἀνθρωπίνη προστασία, Παναγία Δέσποινα, ἀλλὰ δέξαι δέησιν, τοῦ ἱκέτου σου· θλίψις γὰρ ἔχει με, φέρειν οὐ δύναμαι, τῶν δαιμόνων τὰ τοξεύματα· σκέπην οὐ κέκτημαι, οὐδὲ ποῦ προσφύγω ὁ ἄθλιος, πάντοθεν πολεμούμενος καὶ παραμυθίαν οὐκ ἔχω πλήν σου· Δέσποινα τοῦ κόσμου, ἐλπὶς καὶ προστασία τῶν πιστῶν, μή μου παρίδῃς τὴν δέησιν, τὸ συμφέρον ποίησον.
Ἕτερα Θεοτοκία
Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμένος ἀπὸ σοῦ ἐκπορεύεται, ἁγνὴ παρθένε Θεοτόκε, ἀλλ’ αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.
Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθενούντων ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῷζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νέαν ἔδειξε κτίσην, ὁ κτίστης τῶν ἁπάντων ἐν σοὶ κατεσκήνωσεν ἡμᾶς δε σὺ Παρθένε, ἐξάρπασον λοιμοῦ τὲ καὶ σεισμοῦ καταπτώσεως, ψάλλοντάς σοι· ὃν χαῖρε Νύμφη ἀνύμφευτε.
Ξένον τόκον ἰδόντες, ἐξενώθημεν κόσμου καὶ σοὶ προσπίπτομεν, Παρθένε Θεοτόκε, ὁδήγησον τοὺς πάντας, πρὸς λιμένα σωτήριον, τοὺς κράζοντας ἐκ πόθου τὸ, ἀλληλούια.
Ὅλος ἣν ἐν τοῖς κάτω, καὶ τῶν ἄνω οὐδόλως ἂ ἀποκεχώρισαι ἐν μήτρᾳ σοὺ σκηνώσας, παρθένε Θεοτόκε, λοιμικῆς ἐξελοῦ ἡμᾶς, ψάλλοντάς σοι· χαῖρε νύμφη ἀνύμφευτε.
Πᾶσα φύσις Ἀγγέλων, κατεπλάγη τὸ μέγα τῆς σῆς συλλήψεως, ἡμεῖς δὲ σὲ Παρθένε, ἄγκυραν καὶ ἐλπίδα ἔχοντές σε πιστεύομεν, τῆς σωτηρίας ἡμῶν βοῶντες· ἀλληλούια.
ᾨδὴ η΄. Τὸν ἐν ὂρεὶ ἁγῖῳ.
Τοὺς ἀπίστους ἀπέδειξας Παρθένε, ὡς ἀφώνους, ἡμεῖς δὲ σοὶ βοώμεν· ἐκ τῶν κιδύνων λύτρωσαι τοὺς δούλους σου, ψάλλοντάς σοι· χαῖρε, νύμφη τοῦ Κυρίου ἀνύμφευτε Μαρία.
Σῶσαι θέλων τὸν κόσμον ὁ Κοσμήτωρ, τῶν ἁπάντων, ἐκ σοῦ ἐσωματώθη, ἀλλὰ παντοίων λύτρωσαι τοὺς δούλους σου, θλίψεων καὶ νόσων, κράζοντας ἐν πίστει σοι· τὸ ἀλληλούια,
Σὺ ὑπάρχεις τὸ τεῖχος τῶν παρθένων, Θεοτόκε λοιμοῦ λιμοῦ καὶ ζάλης, τρικυμίων, σεισμοῦ τε ἀπολύτρωσαι, ψάλλοντάς σοι· χαῖρε, νύμφη τοῦ Κυρίου ἀνύμφευτε Μαρία.
Ὓμνος ἅπας ἡττᾶται τῷ μεγέθει, καὶ τῷ πλήθει τῶν χαρίτων Παρθένε, ὧν ἐφ’ ἡμᾶς ἐποίησας τοὺς δούλοις σου, ψάλλοντας ἐν πίστει, καὶ δοξολοῦντάς σοι· τὸ ἀλληλούια.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ ὁ Ὀυρανος.
Λαμπάδα φωτοδόχον Κόρη ἁγνὴ, τοῖς ἐν σκότει φανεῖσαν σὲ ἔγνωμεν, τοὺς ὑμνητᾶς, σκότους ἐξωτέρου καὶ τοῦ πυρὸς, ἀπάλλαξον τοῦ μέλλοντος· συγχώρησιν αἰτοῦσα παρὰ Θεοῦ, αὐτοῖς καὶ σωτηρίαν, βραβεύουσα τὸ ψάλλειν· τὸ χαῖρε σὺ Νύμφη ἀνύμφευτε.
Τὴν χάριν τῶν πταισμάτων δοῦναι ἡμῖν, τοῖς ἀνθρώποις ἐπίστη ὁ Κύριος, σὺ δὲ Ἁγνὴ φόνηθι ἐν ὥρᾳ μοι βοηθὸς, ἐξόδῳ τοῦ θανάτου μου, καὶ ἐν τῇ ἐτάσει τῇ φοβερᾷ φρικτῇ καὶ καταδίκη κρίτοῦ φοβερωτάτου, μέλποντί σοι· τὸ ἀλληλούια.
Τοὺς ψάλλοντας προθύμως σοὶ τὴν ῳδήν, καὶ ποοσπίπτοντας Κόρη τῇ σκέπῃ σου, καὶ τὴν σεπτὴν, ϑείαν καὶ εἰκόνα σοῦ εὐλαβῶς, ἀσπαζομένους πρόσδεξαι πάσης ϑυμηδίας καὶ τοῦ φωτὸς ἀξίωσον Παρθένε, τοῦ μέλλοντος αἰῶνος, μέλποντας· χαῖρε Νύμφη ἀνύμφευτε.
Πανύμνητε παρθένε μήτηρ Θεοῦ, δεξαμένη σὺ ταύτην τὴν πρόθεσιν, τοὺς τῷ ναῷ, σοὶ προσερχομένους ῥῦσαι ἡμᾶς, καταδρομῆς παντοίας τε, ἐχϑρὼν ἀοράτων καὶ ὁρατῶν, καὶ ϑείας βασιλείας, ἀξίωσον λιταῖς σοὺ μέλποντάς σοι· τὸ ἀλληλούια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δεῦτε εὐφημήσωμεν οἱ πιστοὶ, Ἄνναν τὴν ἁγίαν τὴν προμήτορα του Χριστοῦ, τὴν ἀξιωθεῖσαν γεννήσαι τὴν παρθένον, τὴν μόνην Θεοτόκον καὶ Παναμώμητον.
Χαίροις ὁ τὴν χάριν διπλῆν λαβῶν, Ἑλισσαὶε μάκαρ, ῳς ἀκόλουθος Ἡλιοῦ, σὺν αὐτῷ μὴ παύσῃ, πρὸς Κύριον πρεσβεύειν, ἡμᾶς τοῦ λυτρωθῆναι λοιμοῦ καὶ ϑλίψεως.
Ὥσπερ τοὺς ἀθώους ἐν τῆς τομῆς, ξίφους ἐλυτρώσω, ὅναρ ἄνακτι ἐπιτὰς, οὕτω ἡμᾶς σῶσον, Νικόλαε τρισμάκαρ, πανωλεθρίας νόσου, τῇ προτασίᾳ σου.
Ἔλαβες τὴν χάριν παρὰ Θεοῦ, ϑεῖε Βησσαρίων ἀπαλλάττειν πάντας ἡμᾶς͵ λοιμικοῦ ϑανάτου, πανώλεθριας νόσοῦ τοὺς ἐπικαλουμένους τὸ σὸν ϑεῖον ὄνομα.
Οὐκ ἔχομεν ἄλλον πρὸς τὸν Θεόν, πρέσβὺν λυτρωτήν τε, ἀσθενείας τῆς λοιμικῆς, εἶ μη σὲ τὸν ϑεῖον, Χριστοῦ τὸν ἀθλοφόρον, Χαραλάμπην ἐν ὕμνοις πάντες τιμήσῳμεν.
Χαίροις τῆς Ἑλλάδος ὁ φαεινὸς, φωστὴρ νέος μάρτυς, Σεραφεὶμ ὁ θαυματοῦργος, λοιμικῆς τε νόσου, παντοίων τε κινδύνων, ἡμᾶς ταῖς σαῖς πρεσβείαις ταχέως λύτρωσον.
Χαίροις αἰχμαλώτων ὁ λυτρωτὴς, καὶ κυδυνευόντων, ὁ ϑερμότατος βοηθός, Γεώργιε μάκαρ, σῶσον ἡμᾶς ἀνάγκης, λοιμοῦ τῇ προστασίᾳ σου Μεγαλομάρτυρα.
Χαίροις ἀθλοφόρε ὦ τοῦ Χριστοῦ, Μηνᾶ μαρτὺς ϑεῖε, τῶν βαρβάρῶν ὁ δυσμενὴς, τῶν ληστῶν διώκτης, καὶ ῥύστης τῶν ἐν τούτοις, ἡμᾶς ἐκ πάσης βλάβης σῶσον τιμῶντάς σε.
Παρθενομαρτύρων ἡ καλλονὴ, Βαρβάρα ἡ ϑεία, καὶ Μαρίνα ἡ εὐκλεῆς, σοφὴ Ἀκατερίνα, λυτρώσατε τοὺς πάντας λοιμοῦ πανωλεθρίου καὶ πάσης θλίψεως.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εῖτα τὸ Ἀπολυτίκιον τῆς ημέρας
Δόξα, καὶ νῦν, τὸ παρόν.
Ἀπολυτίκιον. Ἦχος πλ. δ΄. Οἱ Μάρτυρές σου Κύριε.
Ἑλπίς μου, καὶ προστάτις μου, καὶ ἀντίληψις, καὶ προσφυγή μου, καὶ καταφύγιον πέλεις Πανάχραντε ἁγνὴ, ὅθεν καὶ προσπίπτω πρὸς σὲ Δέσποινα, κραζῶν καὶ βοῶ σοι· τὸ ἡμάρτηκα, σῶσόν μὲ Κόρη, σῶσον παντὸς κινδύνου, πάσης ἀνάγκῆς λοιμοῦ καὶ ϑλίψεως.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων προστατεύεις, Ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει τῇ κραταιᾷ σου χειρί· ἄλλην γὰρ οὐκ ἔχομεν ἁμαρτωλοὶ πρὸς Θεόν, ἐν κινδύνοις καὶ θλίψεσιν, ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι ὑπὸ πταισμάτων πολλῶν, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου· ὅθεν σοι προσπίπτομεν· ῥῦσαι πάσης περιστάσεως τοὺς δούλους σου.
Ὅμοιον.
Πάντων θλιβομένων ἡ χαρά, καὶ ἀδικουμένων προστάτις, καὶ πενομένων τροφή, ξένων τε παράκλησις, καὶ βακτηρία τυφλῶν, ἀσθενούντων ἐπίσκεψις, καταπονουμένων σκέπη καὶ ἀντίληψις, καὶ ὀρφανῶν βοηθός, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, σὺ ὑπάρχεις, Ἄχραντε, σπεῦσον, δυσωποῦμεν, ῥύσασθαι τοὺς δούλους σου.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

