Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο την Επικαλούμενη Ελαιοβρύτιδα της Ιεράς Μονής Βατοπαιδίου

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

†Εορτάζεται την Παρασκευή της Διαικαινησίμου 

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἐλαιοβρύτις θαυμαστή, Θεοτόκε, Βατοπεδίου οἰκονόμε καὶ φύλαξ, ἡμῖν πλουσίως πόριζε Χριστοῦ ἀγαθὰ τοῦ Υἱοῦ σου, εὔσπλαγχνε, καὶ Σωτῆρος τοῦ κόσμου ζόφωσιν σκεδάζουσα τοῦ λιμοῦ καὶ τῆς πείνης, ἡ ἐν καιρῷ στενώσεως δεινῆς τὰ τοῦ δοχείου ἀγγεῖα πληρώσασα.

Δόξα. Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Kαὶ ό κανών οὗ ἡ ἀκροστιχίς·
ΕΛΕΟΥΣ ΘΕΙΟΥ ΕΜΠΛΗΣΟΝ ΜΕ, ΕΛΑΙΟΒΡΥΤΙΣ. Χ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἐλέους κατάπεμψον ὀχετοὺς τοῦ θείου λιταῖς σου, πρὸς ὅν ἔτεκες ῥυπτικαῖς, Θεὸν ἀληθῆ, Ἐλαιοβρύτις θαυματουργέ, ἐφ᾽ ἡμᾶς τοὺς ὑμνοῦντάς σε.

Λαμπὰς παρθενίας φωτολαμπὲς, Παρθένε Μαρία, μετανοίας εἰλικρινοῦς λαμπάδα μοι ἄναψον σκοτείαν, ἀνομιῶν μου πληθύος σκεδάζουσαν.

Ἐλαίου τὸν λύχνον μου τῆς ψυχῆς, ταχὺ πλῆσον ὄντα, ἐσβεσμένον ἁμαρτιῶν, τῷ πλήθει, σεμνὴ Ἐλαιοβρύτις, ἵνα συνέσεως φῶς φαίνω ἅπασιν.

Ὁμήγυρις χαίρει τῶν μοναστῶν, τοῦ Βατοπεδίου, καὶ ἀγάλλεται τὴν σεπτὴν εἰκόνα σου κατασπαζομένη, Ἐλαιοβρύτις, χαρᾶς κόσμου πρόξενε.

Ὑγψόθεν ἐπόμβρισον ἐφ᾽ ἡμᾶς, ὑγιείας κατ᾽ ἄμφω, καὶ συνέσεως ὑετόν, τοὺς σπεύδοντας πόθῳ προσκυνῆσαι, Ἐλαιοβρύτις, τὸ θεῖόν σου ἔκτυπον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Σοῦ τῇ θείᾳ εἰκόνι τῶν μοναστῶν σύλλογοι, τοῦ Βατοπεδίου τῆς μάνδρας, πάντοτε σπεύδοντες, Ελαιοβρύτις σεμνή, λιμοῦ σκεδάζομεν ζόφον καὶ ἀχλὺν διώκομεν νόσων καὶ θλίψεων.

Θαυματόβρυτε Κόρη, ἀναβοῶ ἔμπλησον, ἀρετῶν παντοιων σὸν δοῦλον, ἵνα δοξάζω σε, Ἐλαιοβρύτις, ἀεὶ ὡς ὁ Γεννάδιος πάλαι, ὁ ἰδὼν τὴν δύναμιν τῆς προμηθείας σου.

Εὐσπλαγχνίας πυξίον, οἰκονομεῖς ἄριστα, σοῦ τοῖς ἐκζητοῦσι τὴν θείαν
πρόνοιαν πάντοτε τὰ πρὸς τὸ ζῆν ἱκανά, καὶ ἀναγκαῖα, Παρθένε, πρὸς σαρκὸς παράκλησιν, καὶ σὴν ἐξύμνησιν.

Ἱκετεύω μὴ παύσῃ, Χριστιανῶν καύχημα, πάντας ἐποπτεύειν ἐξ ὕψους, σοὶ τοὺς προσπίπτοντας, καὶ προστασίας τῆς σῆς, Ἐλαιοβρύτις, τὴν χάριν, ἐκζητοῦντας πάντοτε, ἵνα δοξάζω σε.

Διάσωσον, Ἐλαιοβρύτις, πανύμνητε θεοτόκε, ἐκ κακώσεων, συμφορῶν, λιμῶν τε καὶ θλίψεων, τοὺς πόθῳ προσφεύγοντας ταῖς λιταῖς σου.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἐλέους κρουνέ, Παρθένε, ἀνεξάντλητε, πρεσβείαις ταῖς σαῖς προσφεύγομεν ἑκάστοτε οἱ πιστῶς τιμῶντές σε καὶ μορφὴν τὴν σὴν ἀσπαζόμενοι τῆς σῆς εὐνοίας χάριν δαψιλῶς λαμβάνομεν, ὦ Ἐλαιοβρύτισσα.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὄμβρισόν μοι χρηστότητος, καὶ δικαιοσύνης ῥανίδας, Δέσποινα, ἵνα ἄρσω τὴν καρδίαν μου, τὴν κεχερσωμένην ἀτοπήμασιν.

Ὑμνωδίαις ἑκάστοτε, στέφομέν σε, Μῆτερ Ἐλαιοβρύτισσα, οἱ πενόμενοι καὶ στένοντες ἐν δειναῖς τοῦ βίου περιστάσεσιν.

Ἐκβοῶμέν σοι, Ἄχραντε, τῆς προμηθεστάτης σου ἀντιλήψεως ἐπομβρίαις τοὺς τιμῶντάς σε, ἐκ πλημμελημάτων ῥύπου κάθαρον.

Μοναστῶν τὰ συστήματα, καὶ μιγάδων δῆμοι τῇ θείᾳ σκέπῃ σου, καταφεύγοντες πληρούμεθα, χαρμονῆς, σεπτὴ Ἐλαιοβρύτισσα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Πλῆσον θεΐκης, εὐφροσύνης καὶ ἀνάδειξον, κληρονόμους βασιλείας οὐρανῶν, τοὺς πιστῶς, Ἐλαιοβρύτις, εὐφημοῦντάς σε.

Λοῦσόν με ῥοαῖς, κατανύξεως καὶ ἔνδυσον, μετανοίας με χιτῶνα καθαρόν, ἵνα μέλπω σε ᾠδαῖς, Ἐλαιοβρύτισσα.

ᾜνεσε λαμπρῶς, ὁ Γεννάδιος σὴν πρόνοιαν, κατιδὼν Ἐλαιοβρύτις, θαυμαστῶς, τὰ κενὰ δοχεῖα ἕλαιον ἐκβλύζοντα.

Στῦλον ἀῤῥαγῆ, προμηθείας Βατοπέδιον, σὲ κατέχον καταφεύγει εὐλαβῶς, ἐν ἀνάγκαις σοι ἀεί, Ἐλαιοβρύτισσα.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὁ πάντιμος, ἀσκητὴς Γεννάδιος, ὁ τὴν ἔλλειψιν γιγνώσκων ἐλαίου, καὶ τὰ κενὰ ἐποπτεύων δοχεῖα, Ἐλαιοβρύτις, ἐξέστη θεώμενος, τὴν ἐξ αὐτῶν ὑπερφυῶς, σῇ προνοίᾳ Παρθένε, ἀνάβλυσιν.

Νοσφίζοντα, πονηρὸν ἀλάστορα, τὴν ἡμῶν ἐλευθερίαν δυνάμει, Ἐλαιοβρύτις, τοῦ θείου σου τόκου, σὲ δυσωποῦμεν ταχὺ ἀποδίωξον, καὶ οἰκετῶν σου τὰς ψυχάς, τοῖς Ἀγγέλων στρατεύμασι τείχισον.

Μητρόθεε, τῇ σεπτῇ εἰκόνι σου, προσιόντες ὡς εἰς εὔδιον ὅρμον, τρικυμιῶν χαλεπῶν τῶν τοῦ βίου, Ἐλαιοβρύτις Παρθένε, λυτρούμεθα, καὶ τῆς εἰρήνης τῶν καρπῶν, οὕς, πανύμνητε δίδως γευόμεθα.

Ἐπάκουσον, τῶν θερμῶν δεήσεων, τῶν ἐν πίστει προσκυνούντων τὴν θείαν, Ἐλαιοβρύτις, μορφήν σου καὶ δίδου, αὐτοῖς ὑψόθεν ἐλέη τὰ πλούσια τοῦ σοῦ Υἱοῦ καὶ ἀρωγήν, τὴν ταχεῖάν σου, Νύμφη ἀνύμφευτε.

Διάσωσον, Ἐλαιοβρύτις, πανύμνητε Θεοτόκε, ἐκ κακώσεων, συμφορῶν, λιμῶν τε καὶ θλίψεων, τοὺς πόθῳ προσφεύγοντας ταῖς λιταῖς σου.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αιμάτων σου.
Ὡς ἀσφαλῆ οἰκονόμον καὶ ἔφορον, Ἐλαιοβρύτις Παρθένε, πλουτοῦντές σε, οἱ ἐν ἴλθῳ ἀσκούμενοι σπεύδομεν, τῇ σῇ ἁγίᾳ εἰκόνι κραυγάζοντες· ἐλέους πηγὴ πέλεις, Δέσποινα.

Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ (τρίς).
Στίχος. Ἄκουσον θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.

Τοῦ ὀνόματος σου μνησθήσομαι ἐν πάσῃ γενεὰ καὶ γενεά.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39 – 49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν
ἐγκλημάτων.

Και νῦν.
Τοῖς τῆς Θεοτόκου, πρεσδείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Πάντας τοὺς προσπίπτοντας, Ἐλαιοβρύτις Παρθένε, τῷ χαριτοβρύτῳ σου θείῳ ἐκτυπώματι διαφύλαττε, ἀσινεῖς, Δέσποινα, ἐκ τῶν τοῦ βελίαρ τοξευμάτων καὶ ἀπάλλαξον, ποικίλων θλίψεων,συμφορῶν, λιμοῦ καὶ κακώσεων, ἡμᾶς τοὺς μακαρίζοντας, σὲ εἰς τὸν αἰῶνα τὸν ἅπαντα, καὶ εὐσήμῳ γλώσσῃ, κηρύττοντας τὰ θαύματα τὰ σά, ἅπερ τελεῖς τοῖς τιμῶσί σε, Γενναδίου καύχημα.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐγκαυχᾶται ὁ Ἄθως, τῇ σεπτῇ σου εἰκόνι καὶ τὰ συστήματα, ἁγνὴ Ἐλαιοβρύτις, ἀζύγων συγκαλεῖται, εὐχαρίστως κραυγάζειν σοι· χαῖρε, ἡμῶν ἀρωγέ, καὶ θεία προστασία.

Λοιμικῆς ἀσθενείας, ἐξ ἡμῶν τὴν ὁμίχλην, Ἐλαιοβρύτισσα, ἀπέλασον καὶ σῶσον, ἐκ βλάβης τοῦ βελίαρ, καὶ κινδύνων τοὺς δούλους σου, τοὺς τὴν εἰκόνα τὴν σήν, πιστῶς ἀσπαζομένους.

Ἀνακράζω σοι Μῆτερ, νεκρωθέντα σὸν δοῦλον, κακίαις ζώωσον, ἡ τέξασα ἀφράστως, Χριστὸν τὸν Ζωοδότην, τὸν θαυμάτων σε δείξαντα, Ἐλαιοβρύτις κρουνὸν, καὶ ποταμὸν ἐλέους.

Ἰλαστήριον θεῖον, ἡ ἁγία εἰκών σου, Ἐλαιοβρύτισσα, ἡμῖν ὑπάρχει πᾶσι, τοῖς πόθῳ ἐκζητοῦσι, τὰς ἀόκνους πρεσβείας σου, καὶ σωστικὰς πρὸς Χριστόν, καὶ Λυτρωτὴν τοῦ κόσμου.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Οἱ προσκυνοῦντες, Ἐλαιοβρύτις ἀσμένως, τὴν ἁγίαν σου μορφὴν εἰρήνην θείαν, καὶ ὑγιείας γέρα, κομίζονται κατ᾽ ἄμφω.

Βυθοῦ ἀγνοίας, ἑξάρπασόν με τὸν πόθῳ, σὲ ὑμνοῦντα θαυμαστὴ Ἐλαιοβρύτις, γνώσεως ἐνθέου, δεικνύουσά μοι τρίβους.

Ῥῶσιν πηγάζει, ψυχῆς καὶ σώματος ἅμα, ὑπεμφαίνουσα, Ἐλαιοβρύτις χάρις, ἥν ἐκχέει πᾶσιν, ἀφθόνως ἡ μορφή σου.

Ὑμνολογοῦμεν, σὲ οἱ ἀσκούμενοι ᾧδε, καὶ καυχώμενοι τῇ σῇ ἐπισκιάσει, τοῦ Βατοπεδίου, ὡράϊσμα καὶ κλέος.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Τοὺς κατασπαζομένους, ἔκτυπον σὸν θεῖον, Ἐλαιοβρύτις, ἐκ δίνης ἀπάλλαξον, λιμοῦ, σεισμοῦ βαρυτάτου, καὶ πάσης μάστιγος.

Ἰάτρευσον τὰς νόσους, τῶν δεινῶς στενόντων, καὶ συνηθείας τῆς φαύλης ἐκλύτρωσαι, Ἐλαιοβρύτις Μαρία, τοὺς προσιόντας σοι.

Σωφρόνως τε δικαίως, σὲ παρακαλοῦμεν, καὶ εὐσεβῶς διαπλεῦσαι τὸν δίαυλον, ὦ Ἐλαιοβρύτις, τοῦ βίου ἡμᾶς ἀξίωσον.

Χαρίτων θείων ῥεῖθρον, κεχαριτωμένη, Ἐλαιοβρύτις, ὁ δύστηνος δοῦλός σου, ἀπόπλυνόν μου κραυγάζω, ψυχῆς τὸν βόρβορον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χάριν ἀναβλύζει διηνεκῶς, ὦ Ἐλαιοβρύτις, μυστικῇ σου ἐπισκοπῇ, ἡ σεπτὴ εἰκών σου ἐν τῷ Βατοπεδίῳ, σὴν θείαν γευομένῳ πάντοτε πρόνοιαν.

Ῥῦσαι ὀλεθρίου ἐπιβουλῆς, τοῦ ἐχθροῦ, κινδύνων ψυχοφθόρων τε καὶ λιμοῦ, τοὺς τὴν σὴν εἰκόνα, Ἐλαιοβρύτις Κόρη, πιστῶς ἀσπαζομένους, Ἄθω θησαύρισμα.

Ἴδε τοὺς προστρέχοντας εὐλαβῶς, τῇ σεπτῇ μορφῇ σου, ἐν δοχείῳ τῆς μονῆς τοῦ Βατοπεδίου Ἐλαιοβρύτις Μῆτερ, καὶ πλήρου τὰς αἰτήσεις τούτων ἑκάστοτε.

Πλῆσον τὴν καρδίαν μου χαρμονῆς ὡς τοῦ κατιδόντος, τῶν ἀγγείων τῶν πρὶν κενῶν πλῆσιν δι᾿ ἑλαίου, ὁσίου Γενναδίου, σεμνὴ Ἐλαιοβρύτις, κόσμου προσφύγιον.

Χαίροις ὁ οὐράνιος γλυκασμός, τῶν ἐν γῇ βιούντων, καὶ τοῦ Ἄθωνος θησαυρός, χαίροις, χριστωνύμου λαοῦ, Ἐλαιοβρύτις, ἀκέστωρ ἐν κινδύνοις καὶ περιστάσεσι.

Ὥσπερ πάλαι ἔπλησας τὰ κενά, ἄγγεα ἐλαίου τοῦ δοχείου ὑπερφυῶς, οὕτω πλήρωσόν μου, χαρᾶς, Ἐλαιοβρύτις Κυρία, τὴν καρδίαν, ἵνα γεραίρω σε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ταῖς χρείαις προστρέχουσα, Ἐλαιοβρύτις, ταχὺ τῶν δούλων σου ἔδειξας
τῷ Γενναδίῳ ἰσχὺν τὴν θείαν σου βλύζουσα, ἔλαιον καὶ πληροῦσα,
τῆς μονῆς τὰ δοχεῖα, κλέος Βατοπεδίου· ὅθεν πάντες σε ὕμνοις
τιμῶντες τὰς σεπτάς σου λιτὰς ἐπικαλούμεθα.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Εὖχος τοῦ δοχείου ἀληθῶς, τοῦ Βατοπεδίου τῆς μάνδρας,Ἐλαιοβρύτις σεμνή, ἡ χαρᾶς πληρώσασα ποτὲ Γεννάδιον, τὸν ἰδόντα πληρούμενα τὰ ἄγγη ἐλαίου, πλῆσον τῆς καρδίας μου χαρᾶς τὰ μύχια, λύπην ἐκδιώκουσα πόῤῥῳ, ἵνα σε ἀεὶ μεγαλύνω, καὶ δοξολογῶ τὸν θεῖον Τόκον σου.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Ἐλέους θείου πλῆσον, Ἐλαιοβρύτις,
σαῖς λιταῖς τὸν προσφεύγοντα Χαραλάμπη.

Πηγή