Έξι Παρακλητικοί Κανόνες εις την Παναγία Φανερωμένη
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου – Παναγία Φανερωμένη Ροδόπης
Ποίημα Μητροπολίτου Ρόδου Κυρίλλου – Παναγία Φανερωμένη Ρόδου
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια – Παναγία Φανερωμένη Νέας Ηρακλείτσας
Ποίημα Πορφυρίου Μοναχου Σιμωνοπετρίτου – Παναγία Φανερωμένη Νέας Ηρακλείτσας
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου – Παναγία Φανερωμένη Λευκάδος
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου – Παναγία Φανερωμένη Χιλιομοδίου
Παρακλητικός Κανών εις την Παναγία Φανερωμένη Ροδόπης
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Καὶ τὰ παρόντα Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ..
Ὡς θησαυρόν τῆς πρὸς ἡμᾶς εὐνοίας, τὴν σὴν ἀγίαν Θεοτόκε εἰκόνα, Κομοτηνῆς ἡ πόλις ἐθησαύρισεν· ὅθεν μετὰ πίστεως, πρὸς αὐτὴν καταφεύγει, ἅπασι παρέχουσαν, δωρεᾶς οὐρανίους, ἥν προσκυνοῦσα πόθῳ σοι βοᾶ· χαῖρε Παρθένε ἡμῶν ἡ βοήθεια.
Δόξα. Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών οὗ ἡ ἀκροστιχίς·
Κομοτηνὴ ἐν σοὶ χαίρει Κόρη. Γερασίμου.
ᾨδὴ ἀ Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Κινδύνων παντοίων ἀπαλλαγήν, ταύτῃ σου τῇ πόλει, τῇ τιμώσῃ σε εὐλαβῶς, δίδου Παναγία Θεοτόκε, καὶ οἰκτιρμῶν θεϊκῶν τὰ δωρήματα.
Οὐράνιον δῶρον ὡς ἀληθῶς, δέδωκας τῇ πόλει Θεοτόκε Κομοτηνῆς, τὴν σὴν χαριτόβρυτον Εἰκόνα, χάριν καὶ ἔλεος πᾶσι πηγάζουσαν.
Μητρῴαν ἀγάπην ὡς συμπαθῇς, ἐπιδεικνυμένη, τοῖς προστρέχουσιν ἐκ ψυχῆς, τῇ θαυματοβρύτῳ σου Εἰκόνι, δεινῶν Παρθένε τὴν λύσιν κομίζονται.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τὴν πλουσίαν σου χάριν, καὶ τὰ πολλὰ θαύματα, ἡ Μακεδονίᾳ καὶ Θρᾴκη, Ἁγνὴ κηρύττουσι, καὶ πάντες σπεύδουσι, τῇ σῇ Παρθένε εἰκόνι, καθαγιαζόμενοι, ψυχᾶς καὶ σώματα.
Ἡ ἁγία Εἰκών σου, ὡς θαυμαστὸν δώρημα, τῶν Κομοτηναίων τῇ πόλει τῇ προμηθείᾳ σου, Παρθένε δέδοται, ἥν δυσπραγίας ἀπᾴσῃς, ἀσινῆ διάσῳζε, τῇ ἀντιλήψει σου.
Νοσημάτων τὴν λύσιν, καὶ τῶν παθῶν ἴασιν, καὶ δυσχερειῶν τῶν ἐν βίῳ, τὴν ἀπολύτρωσιν, δίδου ἑκάστοτε, Φανερωμένη Παρθένε, τοῖς ἀνενδοιάστῳ σοι, γνώμῃ προστρέχουσι.
Ἡ πληθὺς εὐσεβούντων, πίστει θερμὴ ἤθροισται, ἐκ τῶν κύκλῳ πόλεων Κόρη, καὶ ἡ περίοικος, ἡ τῆς Ῥοδόπης σκιρτᾷ, ὡς τῶν πολλῶν δωρεῶν σου, πάντες ἀπολαύοντες, ἐκ τῆς Εἰκόνος σου.
Διάσωσον Φανερωμένη Παρθένε τοὺς σοὺς ἱκέτας, πάσης βλάβης καὶ ἐπηρείας καὶ θλίψεως, ὅτι σῇ καταφεύγομεν προστασίᾳ.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πηγὴ ἀγαθῶν, Μορφή σου ὑπέρτιμος, καὶ στέφος λαμπρόν, τῇ πόλει πεφανέρωται, Φανερωμένη Δέσποινα, Κομοτηνῆς τῇ σῇ ἀγαθότητι· ἥν προσκυνοῦντες Παρθένε πιστῶς, χαρᾶς οὐρανίου ἐμπιπλάμεθα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐπαγάλλεται Δέσποινα, τῆς Κομοτηνῆς ἡ πόλις τῷ πνεύματι, καθορῶσα τὴν Εἰκόνα σου, βλύζουσαν τοῖς πᾶσι τὰ ἰάματα.
Νόσων σβέσον τὸν καύσωνα, καὶ ὑγίειαν δίδου ψυχῆς καὶ σώματος, τοῖς προστρέχουσι τῇ σκέπῃ σου, ὦ Φανερωμένη ἀειπάρθενε.
Σύμπας Κόρη συνέδραμεν, ὁ λαὸς Ῥοδόπης, τῇ πανηγύρει σου, καὶ τὴν πάνσεπτον Εἰκόνα σου, πίστει ἀδιστάκτῳ κατασπάζεται.
Ὅλοις νέμεις τὴν χάριν σου, οἶα συμπαθείας πηγῇ πολύῤῥυτος, καὶ πιστοῖς καὶ ἀλλοθρήσκοις τε, Κεχαριτωμένη παντευλόγητε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἴδε συμπαθῶς, τὸν λαὸν τὸν παριστάμενον, τῇ ἁγίᾳ Εἰκόνι εὐλαβῶς, καὶ παράσχου τούτους Κόρη τὰ αἰτήματα.
Χαίρει εὐσεβῶς, καθορῶσα σου τὰ θαύματα, τὰ πολλὰ Κομοτηνὴ ὡς ἀληθῶς, καὶ καυχᾶται Θεοτόκε τῇ Εἰκόνι σου.
Ἅπαντες πιστῶς, Θεοτόκε λιτανεύομεν, τὸ σὸν πρόσωπον τὸ θεῖον καὶ σεπτόν, καθορῶντες τοῦτο Κόρη τῇ Εἰκόνι σου.
Ἴασαι ἡμῶν, τῶν ψυχῶν τὰ ἀῤῥωστήματα, καὶ σωμάτων ἀσθενείας χαλεπᾶς, καμπτομένῃ ταῖς φωναῖς ἡμῶν Πανύμνητε.
ᾨδὴ στ’. Τὴν δέησιν ἐκχεῶ.
Ῥοδόπης, νῦν οἱ φιλόχριστοι δῆμοι, σὺν αὐτοῖς δε καὶ ἀλλόφυλοι πλεῖστοι, Φανερωμένη ἁγνὴ Θεοτόκε, τῇ σῇ ἁγίᾳ Εἰκόνι προστρέχουσι καὶ ἀδιστάκτως ἐξ αὐτῆς, πᾶσαν δόσιν καρποῦνται ὠφέλιμον.
Ἐπήρθη, τῆς σῆς Εἰκόνος ἡ δόξα, καὶ ἡ χάρις πανταχοῦ διεδόθη, Φανερωμένη ἁγνῇ Θεοτόκε, ἐντεῦθεν Θρᾷκες πιστῶς ταύτῃ σπεύδουσι, καὶ Μακεδόνες οἱ πιστοῖ, ἐξ αὐτῆς τὰς αἰτήσεις λαμβάνουσι.
Ἰσχύν σε, καταφύγιον θεῖον, καὶ λιμένα σωτηρίας Παρθένε, Κομοτηναίων ἡ πόλις πλουτοῦσα, ἀνευφημεῖ τὰ πολλὰ μεγαλεῖά σου, καὶ ὡς ἁγίασμα σεπτόν, τὴν ἁγίαν κατέχει Εἰκόνα σου.
Κυκλοῦντες, τὴν παναγίαν Μορφήν σου, δι’ αὐτῆς τεκμαιρόμεθα εἷναι ἐγγύς ἡμῶν, συμπαθῶς Θεοτόκε, ἀλλ’ ὦ πηγὴ οἰκτιρμῶν καὶ χρηστότητος, μὴ ἀποστήσῃς ἀφ’ ἡμῶν, τὴν θερμὴν ἀρωγήν σου δεόμεθα.
Διάσωσον Φανερωμένη Παρθένε τοὺς σοὺς ἱκέτας, πάσης βλάβης καὶ ἐπηρείας καὶ θλίψεως, ὅτι σῇ καταφεύγομεν προστασίᾳ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Ταῖς τῶν αἱμάτων σου.
Τοῖς τῶν θαυμάτων σου θείοις πυρσεύμασι, Φανερωμένη Παρθένε ἑκάστοτε, λαμπρύνεις πιστῶν τὰ συστήματα, καὶ διαλύεις παθῶν τὴν σκοτόμαιναν, διὸ τὴν χάριν κηρύττομεν.
Καὶ εὐθὺς τὸ Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ μνησθήσομαι.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39 – 49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Παναχράντου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Πλοῦτος πεφανέρωται, τῆς πρὸς ἡμᾶς σου εὐνοίας, καὶ λαμπρὸν ἐχέγγυον, τῆς κηδεμονίας σου πρὸς τὴν πόλιν σου, ἡ σεπτὴ Ἄχραντε, καὶ θεία Εἰκών σου, ἥν πιστῶς περιπτυσσόμενοι, ἁγιαζόμεθα, καὶ ψυχᾶς καὶ σώματα πάντοτε, καὶ ἐξ αὑτῆς λαμβάνομεν, ἅπαν ἀγαθὸν Ἁγνὴ δώρημα ἀνυμνολογούντες, θαυμάτων σου Παρθένε τὴν πληθύν, Φανερωμένη πανύμνητε, ἆ τελεῖς ἑκάστοτε.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Οἱ πιστῶς προσιόντες, τῇ σεπτῇ Εἰκόνι Παρθένε ἄχραντε, λαμβάνουσιν ἐκ ταύτης, ταχέως τὰς αἰτήσεις, πρυτανεῖον γὰρ πρόκειται, τοῖς εὐσεβέσι κοινόν, Κομοτηνῆς τῇ πόλει.
Ῥῶσιν νέμει σωμάτων, καὶ ψυχῶν θεραπείαν Παρθένε ἄχραντε, καὶ ἄφεσιν πταισμάτων, καὶ συμφορῶν τὴν λύσιν, χάρις ἡ πλουσιόδωρος, ἡ προσιοῦσα ἀεί, ἐκ τῆς σεπτῆς Μορφῆς σου.
Ἡλιόμορφε Κόρη, πῶς βαστάζεις ὡς βρέφος τῶν πάντων Κύριον; Καὶ τοῦτο καθορῶντες, τῇ θείᾳ σου Εἰκόνι, ἐξιστάμεθα Δέσποινα, καὶ μεγαλείων τῶν σῶν, γεραίρομεν τὴν δόξαν.
Γεωργοῖς καὶ ἀγρόταις, καὶ λοιποῖς βιοτέχναις δίδου τὴν χάριν σου καὶ ξένους καὶ δημότας, καὶ πᾶσαν ἡλικίαν, ἀρχομένους καὶ ἄρχοντας, Φανερωμένη ἁγνή, εὐλόγει ἀοράτως.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἔχει Παρθένε, Κομοτηναίων ἡ πόλις, τὴν Εἰκόνα σου ὡς πλοῦτον ἀφθαρσίας, ὅθεν καὶ τοῖς πᾶσι, κηρύττει σου τὴν χάριν.
Ῥοδόπη χαίρει, τοῖς θαυμασίοις σου Κόρη, καὶ προστρέχει σου Εἰκόνι τῇ ἁγίᾳ, τῇ πεφυλαγμένῃ Κομοτηνῆς τῇ πόλει.
Ἀπὸ κινδύνων, καὶ πειρασμῶν πολυτρόπων, παρατρωτῶν διάσῳζε Παρθένε, τὸν σοὶ πεποιθότα, Χριστώνυμον λαόν σου.
Σκέπε Παρθένε, έσο καὶ θεία προστάτις, τῇ τιμώσῃ σε Κομοτηναίων πόλει, ταύτην λυτρουμένῃ, πολυειδῶν σκανδάλων.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰδοῦ τῇ σῇ Εἰκόνι Κεχαριτωμένῃ, μετ’ εὐλαβείας καὶ δέους ἱστάμεθα, ἀπεκδεχόμενοι Κόρη, τὴν θείαν χάριν σου.
Μονήν σου τὴν Ἁγίαν, ταύτην Θεοτόκε, τὴν κεκτημένην τὴν θείαν Εἰκόνα σου, τῇ μητρικῇ ἀρωγῇ σου ἀεὶ περίεπε.
Ὁδήγει πρὸς τὰ κρείττω, τὴν παροῦσαν ποίμνην, καὶ τὸν καλὸν ποιμενάρχην περίσκεπε, τὸν ὑπὲρ ταύτης Παρθένε ἀπαύστως κάμνοντα.
Ὑψίστου θεῖε θρόνε, μόνη Θεοτόκε, ὡς εὐτελὲς δῶρον δέξαι τὸν ὕμνον μου, καὶ τὴν καρδίαν μου πλήρωσον τῆς σῆς χάριτος.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν Ἀγγέλων ἡ χαρμονή, χαίροις τῶν ἀνθρώπων, ἡ βοήθεια ἡ θερμή, χαῖρε Θεοτόκε, ἡ ἐξαιρέτω τρόπῳ, Κομοτηνῆς προστάτις καὶ καταφύγιον.
Πάλαι προμηθείᾳ σου μητρική, δέδοται Παρθένε, ἡ Εἰκών σου ἡ θαυμαστή, ὡς πηγῇ χαρίτων Κομοτηνῆς τῆ πόλει, ἥν πίστει προσκυνοῦντές σε μεγαλύνομεν.
Θαύματα πηγάζει τοῖς εὐλαβῶς, Κόρη προσιοῦσιν, ἡ Εἰκών σου ἡ εὐκλεής, καὶ ἀεὶ ἀρδεύει ἅπασαν τὴν Ῥοδόπην, ταῖς νοηταῖς ἀρδείαις τῆς σῆς χρηστότητος.
Πᾶσα ἡλικίᾳ μετὰ σπουδῆς, καὶ γένος Παρθένε, τῇ Εἰκόνι σου τῇ σεπτῇ πανταχόθεν σπεύδει ἁγνὴ Φανερωμένη, καὶ ἐξ αὐτῆς λαμβάνει χάριν σωτήριον.
Ἴδε παντευλόγητε Μαριάμ, ὄμματι εὐσπλάγχνῳ, τοὺς προστρέχοντας εὐλαβῶς, τῇ σεπτῇ Μορφῇ σου, καὶ δίδου ἀοράτως, ἐνὶ ἑκάστῳ τούτων τὴν σὴν βοήθειαν.
Φύλαττε καὶ σκέπε διὰ παντός, ταύτην σου τὴν πόλιν, τὴν τιμῶσάν σε εὐλαβῶς, ἐχθρῶν ἀοράτων καὶ ὁρατῶν μανίας, καὶ πάσης ἄλλης βλάβης, Παρθένε ἄχραντε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προστρέχοντας πιστῶς, τῇ σῇ παναγίᾳ Εἰκόνι, θεογεννῆτορ Ἁγνή, καὶ τὴν σὴν ἀντίληψιν, ἐπιζητοῦντας θερμῶς, πειρασμῶν τε καὶ θλίψεων, καὶ πάσης ἀνάγκης, σκέπε καὶ διάσῳζε, τῇ προστασίᾳ σου, σὺ γὰρ βοηθὸς ἡμῶν πέλεις, καὶ τῇ σῇ ἐλπίζομεν σκέπῃ, ἐν παντὶ καὶ πάντοτε Πανάχραντε.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Ἁγνὴ Φανερωμένη δείξον σὴν χάριν
Γερασίμῳ μέλψαντι τὴν σὴν Εικόνα.
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Φανερωμένην Ρόδου
Ποίημα Μητροπολίτου Ρόδου Κυρίλλου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἐν τῷ ἁγίῳ σου Ναῷ ὁμοφρόνως, Φανερωμένη οἱ πιστοὶ συνελθόντες, καὶ τῇ σεπτῇ Εἰκόνι σου προσπίπτοντες, ᾄδομεν τῇ δόξῃ σου, χαριστήριον αἶνον, καὶ ἀναβοῶμέν σοι, ἐν πολλῇ ταπεινώσει· εὐλογημένη Μῆτερ τοῦ Θεοῦ, σῶσον ἡμᾶς μητρικαῖς ἱκεσίαις σου.
Δόξα. Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανὼν, οὗ ἡ ἀκροστιχίς·
ἐν τῷ δ΄ Τροπαρίῳ ἑκάστης ᾠδῆς· Κυρίλλου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Φωνῆς στεναγμοῦ μου ὡς εὐμενής, ἐπάκουσον Μῆτερ, ἐκ καρδίας σε δυσωπῶ, καὶ ῥῦσαι ἁγνὴ Φανερωμένη, τῆς ἐνεστώσης ἀνάγκης τὸν δοῦλόν σου.
Πολλοῖς συνεχόμενος πειρασμοῖς, προστρέχω ἐν πίστει, τῇ Εἰκόνι σου τῇ σεπτῇ· μή με ὡς φιλεύσπλαγχνος ἀπώσῃ, Φανερωμένη τὸν ἄθλιον δοῦλόν σου.
Ἡ ἄχραντος Μήτηρ τοῦ Λυτρωτοῦ, ὦ Φανερωμένη, Τούτῳ πρέσβευε ἐκτενῶς, ἵνα λυτρωθῶμεν τὴς γεέννης, οἱ ἀκορέστῳ στοργῇ ἀνυμνοῦντές σε.
Κινδύνων Παρθένε παντοδαπῶν, ῥῦσαι τοὺς τιμῶντας, τὴν Εἰκόνα σου τὴν σεπτήν, ἐξ ἧς ἀναβλύζουσιν ἀφθόνως, Φανερωμένη τὰ ῥεῖθρα τῆς χάριτος.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τοὺς προστρέχοντας Μῆτερ, τῷ εὐαγεῖ οἴκῳ σου, καὶ ἀνευφημοῦντας τὸ πλῆθος, τῶν θαυμασίων σου, δίδου ἐλέους σου, Φανερωμένη τὰς δόσεις, ὡς τὸν ἐλεήμονα, Λόγον κυήσασα.
Ἀπὸ πάσης ἀνάγκης, καὶ συμφορᾶς λύτρωσαι, τοὺς ἀνακειμένους ἐν πίστει, τῇ προστασίᾳ σου, ἧς καὶ ἀνέδειξας, Φανερωμένη Παρθένε, τὴν σεπτὴν Εἰκόνα σου, μέγα τεκμήριον.
Μυστικῶς ἀπαστράπτει, μαρμαρυγαῖς χάριτος, ἡ ἡγιασμένη Εἰκών σου, τῇ εὐδοκίᾳ σου, Θεοχαρίτωτε, Φανερωμένη Παρθένε, τὰς ψυχὰς φωτίζουσα, τῶν ὑμνολόγων σου.
Ὑπερεύχου ἀπαύστως, τῶν ταπεινῶν δούλων σου, τῶν ἀσπαζομένων τὴν θείαν, Μῆτερ Εἰκόνα σου, ἣν ἐφανέρωσας, πάλαι Ἁγνὴ παραδόξως, τοῖς λεπροῖς ἐκφαίνουσα, τὴν εὐσπλαγχνίαν σου.
Διάσωσον, Φανερωμένη Παρθένε θεοκυῆτορ, ἀπὸ πάσης ἐπιβουλῆς ἐχθροῦ τοῦ ἀλάστορος, τοὺς τὴν Εἰκόνα σου πίστει ἀσπαζομένους.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Παρθένε ἁγνή, Φανερωμένη ἄχραντε, Εἰκόνα τὴν σήν, τιμῶμεν οἱ ἀνάξιοι, καὶ αὐτῇ προσπίπτοντες, μετὰ δέους πάντες βοῶμέν σοι· ὡς εὐμενὴς ὑπάρχουσα ἡμῶν, ἐπάκουσον Μῆτερ τῆς δεήσεως.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Φανερώσασα Δέσποινα, πάλαι τὴν Εἰκόνα σου τὴν ὑπέρτιμον, ἐξ αὐτῆς νῦν πᾶσιν Ἄχραντε, οἰκτιρμῶν σου βρύεις ὕδωρ ἄϋλον.
Συμπαθῶς ἐνωτίσθητι, ὦ Φανερωμένη ταύτην τὴν δέησιν, καὶ χορήγει τὰ συμφέροντα, τοῖς πιστῶς τιμῶσι τὴν Εἰκόνα σου.
Ἱκεσίας τῶν δούλων σου, πρόσδεξαι Θεόνυμφε ὡς φιλάγαθος, καὶ παθῶν ἡμῶν τὴν ζόφωσιν, τῷ φωτὶ σῆς δόξης διασκέδασον.
Ῥώμην δίδου ἑκάστοτε, ὦ Φανερωμένη κατὰ τοῦ ὄφεως, τοῖς προστρέχουσι τῇ σκέπῃ σου, καὶ ἀσπαζομένοις τὴν Εἰκόνα σου.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔχουσα Ἁγνή, συμπαθείας μέγα πέλαγος, ἐπικάμφθητι ἡμῶν τῷ στεναγμῷ, τὴν γαλήνην ταῖς ψυχαῖς ἡμῶν παρέχουσα.
Πρέσβευε Χριστῷ, τῷ ἐκ σοῦ ἐνανθρωπήσαντι, τοῦ δωρήσασθαι ἡμῖν ἁμαρτιῶν, ὡς Θεὸς Φανερωμένη τὴν συγχώρησιν.
Νεῦσον συμπαθῶς, παρακλήσεσι τῶν δούλων σου, ἀπαλλάτουσα αὐτοὺς τῶν δυσχερῶν, μητρικῇ Φανερωμένη προμηθείᾳ σου.
Ἴασαι Ἁγνή, τῶν ψυχῶν ἡμῶν τὴν κάκωσιν, τῶν ἀνθρώπων γὰρ τὸν μέγα ἰατρόν, τὸν Χριστὸν Φανερωμένη ἐσωμάτωσας.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Τὴν δέησιν ἐκχεῶ Πανάχραντε, πρὸς Θεοῦ σε τὴν ἁγίαν Μητέρα· μὴ οὖν ἀπώσῃ ἡμᾶς τοὺς φωνοῦντας, Φανερωμένη τὴν πάνσεπτον κλῆσίν σου, ὅτι εἰς σὲ οἱ ταπεινοί, τὴν ἐλπίδα Ἁγνὴ πᾶσαν ἔχομεν.
Προστρέχομεν εὐσεβῶς Θεόνυμφε, οἱ πιστοὶ τῇ εὐαγεῖ σου Εἰκόνι, καὶ ἐκ βαθέων αἰτοῦμεν τὰς δόσεις, Φανερωμένη τῆς θείας προνοίας σου, ἵνα ῥυσθῶμεν χαλεπῶν, περιστάσεων Μῆτερ ἀπείρανδρε.
Ἀπείρανδρε Μαριὰμ Πανάμωμε, ἡ τὸν Κτίστην τῶν ἁπάντων τεκοῦσα, παραπτωμάτων ἡμῶν τὴν σκοτίαν, μαρμαρυγαῖς χάριτός σου διάλυσον, καὶ πρὸς ὁδὸν τῶν ἐντολῶν, τοῦ Θεοῦ ἡμᾶς Κόρη ὁδήγησον.
Λυτρώσασθαι ἐκτενῶς ἱκέτευε, τὸν ἐκ σοῦ ἀνερμηνεύτως τεχθέντα, τοὺς καταφεύγοντας πόθῳ καρδίας, Φανερωμένη τῇ θείᾳ Εἰκόνι σου, ἐκ συμπτωμάτων χαλεπῶν, καὶ ἀθλίων παθῶν τῆς χειρώσεως.
Διάσωσον Φανερωμένη Παρθένε θεοκυῆτορ, ἀπὸ πάσης ἐπιβουλῆς ἐχθροῦ τοῦ ἀλάστορος, τοὺς τὴν Εἰκόνα σου πίστει ἀσπαζομένους.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τοὺς καταφεύγοντας ὅλης ἐκ πίστεως, Φανερωμένη τῇ θείᾳ Εἰκόνι σου, κινδύνων παντοίων καὶ θλίψεων, τῇ μητρικῇ προστασίᾳ σου λύτρωσαι· πιστῶν γὰρ ὑπάρχεις ἀντίληψις.
Καὶ εὐθὺς τὸ Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ μνησθήσομαι.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39 – 49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Τῆς Φανερωμένης, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μῆτερ ἀειπάρθενε, Φανερωμένη Παρθένε, τὴν σεπτὴν Εἰκόνα σου, μητρικῇ σου χάριτι, ἐθαυμάστωσας, καὶ αὐτὴν Ἄχραντε, τῆς χρηστότητός σου, σκεῦος τίμιον ἀνέδειξας, ᾗ καταφεύγοντες, χάριτος τὰς δόσεις λαμβάνομεν· διὸ σὲ μακαρίζομεν, ἐν εὐγνωμοσύνῃ κραυγάζοντες· χαῖρε Θεοτόκε, ἐλπὶς καὶ προστασία τῶν πιστῶν, τῶν προσκυνούντων ἐκ πίστεως, τόκον σου τὸν ἄσπιλον.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὑετίζουσα Μῆτερ, ἡ τιμία Εἰκών σου, ὥσπερ νεφέλη ἀεί, τὸ ὕδωρ τῆς πολλῆς σου, χρηστότητος Παρθένε, κατευφραίνει τοὺς ψάλλοντας· χαῖρε ζωῆς ἡ πηγή, ἁγνὴ Φανερωμένη.
Τὸν ἐκ σοῦ σαρκωθέντα, ὑπὲρ ἔννοιαν Λόγον, τοῦ προανάρχου Πατρός, ἱκέτευε ἀπαύστως, ἁγνὴ Φανερωμένη, τοῦ σωθῆναι ὡς εὔσπλαγχνος, τοὺς προσκυνοῦντας τὴν σήν, ὑπέρτιμον Εἰκόνα.
Μυστικῇ ἐπομβρίᾳ, μητρικῶν οἰκτιρμῶν σου, Φανερωμένη ἁγνὴ, τῶν ἐκ τῆς σῆς Εἰκόνος, ἀεὶ προερχομένων, τὰς καρδίας ἀνάψυξον, τῶν προστρεχόντων πιστῶς, Ναῷ σου τῷ ἁγίῳ.
Λυτρωτὴν ἡ τεκοῦσα, τῶν ἀνθρώπων τῷ γένει, Φανερωμένη ἁγνή, ποικίλων ἀλγηδόνων, καὶ πόνων ἐπωδύνων, ὡς φιλάγαθος λύτρωσαι, τοὺς πεποιθότας τῇ σῇ, Παρθένε ἀντιλήψει.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἴδε ὑψόθεν, Φανερωμένη Παρθένε, τοὺς τῇ θείᾳ σου Εἰκόνι παρεστῶτας, καὶ αὐτοῖς παράσχου, τὴν μητρικήν σου χάριν.
Δίδου εἰρήνην, καὶ εὐπραγίαν ἐν βίῳ, ἀντιλήψει σου ἁγνὴ Φανερωμένη, τοῖς κλίνουσι γόνυ, τῇ θείᾳ σου Εἰκόνι.
Σωτηριώδης, ἡ προστασία σου πέλει, διασῴζουσα τοὺς ἐπιβοωμένους, τὴν σεπτὴν σου κλῆσιν, ἁγνὴ Φανερωμένη.
Ὄμβρισον Μῆτερ, ἐκ τῆς σεπτῆς σου Εἰκόνος, τὴν σωτήριον πηγὴν τῶν οἰκτιρμῶν σου, τοῖς προσπίπτουσί σοι, θερμῶς Φανερωμένη.
ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Ὑπὲρ τῶν προσκυνούντων, ὦ Φανερωμένη, τὸν θαυμαστὸν τῆς Μορφῆς σου Ἐκτύπωμα, ἀκαταπαύστως δυσώπει, Χριστὸν τὸν Κύριον.
Ἡ βρύουσα ἀφθόνως, ἐκ τῆς σῆς Εἰκόνος, Φανερωμένη ἰάσεων νάματα, ἐκ νοσημάτων ἀτρώτους, ἡμᾶς διάσῳζε.
Ἐπὶ τὴν κραταιάν σου, Μῆτερ προστασίαν, πιστῶς προστρέχομεν πάντες δεόμενοι· σῶσον ἡμᾶς τῶν ἐφόδων, Μῆτερ τῶν θλίψεων.
Ὑπέραγνε Μαρία, κεχαριτωμένη, Φανερωμένη Παρθένε τοὺς δούλους σου, τῆς τοῦ ἐχθροῦ ἐπηρείας, πάντοτε φύλαττε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τῆς Φανερωμένης πανευλαβῶς, Εἰκόνα τὴν θείαν, ἀσπασώμεθα οἱ πιστοί· ῥεῖθρα γὰρ θαυμάτων, ἀφθόνως ἀναβλύζει, καὶ πάθη ἀπελαύνει, ψυχῆς καὶ σώματος.
Τήν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξωτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, σὲ Φανερωμένη, Παρθένε ἀνυμνοῦμεν, τὴν θείαν σου Εἰκόνα, κατασπαζόμενοι.
Ἔχοντες Εἰκόνα σου τὴν σεπτήν, ἀδάπανον Μῆτερ, ἰατρεῖον οἱ εὐσεβεῖς, προστρέχομεν ταύτῃ, πιστῶς Φανερωμένη, ὑμνοῦντες ἀκορέστως, τὰ μεγαλεῖά σου.
Τοὺς προσερχομένους τῷ σῷ Ναῷ, ἔνθα ἡ Εἰκών σου, τεθησαύρισται ἡ σεπτή, φύλαττε καὶ σκέπε, προνοίᾳ μητρικῇ σου, ἁγνὴ Φανερωμένη, ἐν βίῳ πάντοτε.
Ῥῦσαι πάσης θλίψεως Μαριάμ, καὶ παντὸς κινδύνου, ὡς ὑπάρχουσα συμπαθής, τοὺς ἐγκαυχωμένους, τῇ θείᾳ σου Εἰκόνι, ἐξ ἧς ἀεὶ ἐκλάμπει, τὸ φῶς τῆς χάριτος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προστρέχοντας τῇ σῇ, ὦ Φανερωμένη πρεσβείᾳ, καὶ προσκυνοῦντας θερμῶς, τὴν σεπτήν Εἰκόνα σου, καὶ χαριτόβρυτον, ὡς φιλεύσπλαγχνος λύτρωσαι, κινδύνων παντοίων, νόσων καὶ κακώσεων, καὶ πάσης θλίψεως· αἴτει δὲ εἰρήνην τελείαν, Μῆτερ καὶ ψυχῶν σωτηρίαν, τοῖς εἰς σὲ ἐλπίζουσιν ἐκ πίστεως.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Ῥόδου τὸν Ἐπίσκοπον Κύριλλον σκέπε,
σκέπῃ τῆς πρεσβείας σου Φανερωμένη.
Παρακλητικός Κανών Παναγίας Φανερωμένης Νέας Ηρακλείτσας
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον·
Ἦχος δ΄ .Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς Ήρακλείτσης ἀρωγὸν καί προστάτιν, Φανερωμένην θεοῤῥήμονα πάντες, τῆς Θρᾴκης πάλαι καύχημα καὶ νῦν τιμαλφές, Ἐλευθερουπόλεως Μητροπόλεως εὖχος, μέλψωμεν ὡς στήριγμα σταθηρὸν Μακεδόνων, καὶ τὴν ἰάσεις βλύζουσαν αὐτῆς, σεπτὴν εἰκόνα πιστῶς προσκυνήσωμεν.
Δόξα. Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανὼν οὗ ἡ ἀκροστιχίς·
«Φανερωμένη, Ἠρακλείτσαν ἀεὶ φρουρεῖ. X.»
Ἦχος πλ. δ΄. ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
Φρουρός, ἀντιλῆπτορ καὶ ἀρωγός, ὑπάρχεις Παρθένε, Ἠρακλείτσης τῆς εὐλαβῶς, ἐν κόλποις ἐχούσης τὴν μορφήν σου, ὡς θησαυρὸν τιμαλφῆ καὶ ἀσύλητον.
Ἀγνή, Παϊσία, Τατιανή, τριὰς τῶν παρθένων, Ἠρακλείτσης μοναζουσῶν, ἐν πύργῳ ἀνεῦρον σὴν εἰκόνα, Φανερωμένῃ, θαυμάτων τὸν χείμαῤῥον.
Νῦν πάντες προστρέχοντες εὐλαβῶς, ἐν τῇ Ἠρακλείτσῃ, προσκυνῆσαι τὴν σὴν μορφήν, ἀφθόνως τὴν βλύζουσαν ἰάσεις, Φανερωμένῃ, χαρᾶς ἐμπιμπλάμεθα.
Εἰκόνα τὴν θείαν σου καὶ σεπτήν, ἐν τῇ Ἠρακλείτσῃ, προσκυνοῦντες πανευλαβῶς, ῥωννύμεθα, Μῆτερ τοῦ Ὑψίστου, Φανερωμένη, καὶ νόσων ἰώμεθα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ῥύου πάσης ἀνάγκης, καὶ συμφορῶν, Δέσποινα, τοὺς ἐν Ἠρακλείτσῃ οἰκοῦντας, καὶ τοὺς προστρέχοντας, σὴν προσκυνῆσαι μορφήν, Φανερωμένη Παρθένε, εὐσεβεῖς ἀείποτε, Θεογεννήτρια.
Ὡς φρουρὸν ἐπαρχίας, καὶ ἀσφαλὴ ἔφορον, Ἐλευθερουπόλεως, Μῆτερ, ἀνευφημοῦμέν σε, καὶ Ἠρακλείτσης θερμήν, Φανερωμένη προστάτιν, οὐρανόθεν χέουσα, πᾶσι τὴν χάριν σου.
Μὴ έλλίπης Παρθένε, τοὺς εὐλαβεῖς πρόσφυγας, τοὺς ἐν Ἠρακλείτση σκηνοῦντας, κατεποπτεύουσα, καὶ δωρουμένη αὐτοῖς, Φανερωμένη, σὴν χάριν, τὴν ἐκ τῆς εἰκόνος σου, πᾶσιν ἐκβλύζουσαν.
Ἐκ τοῦ ὕψους σῆς δόξης, ἡμῖν ἀεὶ βράβευε, Ἠρακλείτσης σκέπη, Παρθένε, ἄμφω ὑγίειαν, Φανερωμένη, μορφήν, τοῖς προσκυνοῦσιν ἐν πίστει, σου τὴν θαυματόβρυτον, Θεογεννήτρια.
Βοήθησον, τοῖς προσκυνοῦσιν ἐν πίστει τὴν σὴν εἰκόνα, Ἠρακλείτσης σεπτὲ φρουρέ, ἐν δίναις καὶ θλίψεσι, καὶ βίου ἀνάγκαις, Φανερωμένη.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἐκ Θρᾴκης εἰκὼν τῆς Ἠρακλείτσης θεία σου, κοσμεῖ καὶ φρουρεῖ, Φανερωμένη Δέσποινα, Μακεδόνων γῆν εὔσημον, καὶ πιστοὺς ἁγιάζει ἀείποτε, τοὺς προσκυνοῦντας ταύτην εὐλαβῶς, τὴν νάματα βλύζουσαν ἰάσεων.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Νῦν προσφύγων οἱ σύλλογοι, τῶν Θρᾳκῶν εἰκόνα σου ἀσπαζόμενοι, ὦ Φανερωμένη, ῥύονται, Ἠρακλείτσης εὖχος, περιστάσεων.
Ἠρακλείτσα σῇ χάριτι, σπεύδουσα αἰτεῖται τὴν προστασίαν σου, τὴν ἑτοίμην, Μητροπάρθενε, ὦ Φανερωμένη παντευλόγητε.
Ἡ χαρὰ τῶν ἐν θλίψεσι, καὶ τῶν τρυχομένων τὸ καταφύγιον, πέλεις, Μῆτερ εὐσυμπάθητε, Ἠρακλείτσης Νέας παραμύθιον.
Ῥύου πάσης στενώσεως νῦν Φανερωμένη, τοὺς προσιόντας σοι, καὶ πιστῶς ἀνευφημοῦντάς σε, Ἠρακλείτσης ὄλβε πολυτίμητε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἅγνισον τὸν νοῦν, καὶ διόρθωσον νοήματα, θαυμαστὴ Φανερωμένη, τὴν μορφήν, εὐλαβῶς ἐν Ἠρακλείτση, προσκυνοῦντάς σου.
Κοίμισον ἡμῶν, πάθη Μῆτερ, τὰ χαμαίζηλα, τῶν πιστῶς Φανερωμένη, σὴν μορφήν, προσκυνούντων Ἠρακλείτσαν τὴν φυλάττουσαν.
Λῦσον τὴν ἀχλύν, δυσθυμίας τῶν ὑμνούντων σε, καὶ σπευδόντων προσκυνῆσαι σὴν μορφήν, τὴν σεπτὴν ἐν Ἠρακλείτση, Μητροπάρθενε.
Ἔχομεν θερμήν, ἀρωγόν σε καὶ ἀκέστορα, ταχινὴν Φανερωμένη, σὴν μορφήν, οἱ πιστῶς ἐν Ἠρακλείτση ἀσπαζόμενοι.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἱλέωσαι σὸν Υἱὸν καὶ Κύριον, τοῖς τρανώς, Φανερωμένη Παρθένε, ὁμολογοῦσι πληθὺν σῶν χαρίτων, καὶ προσκυνοῦσι τὴν θείαν εἰκόνα σου, ἐν Ἠρακλείτση τὴν ἀεί, ἀσθενοῦσιν ἰάσεις παρέχουσαν.
Τὸν Ὕψιστον ἐκδυσώπει Τόκον σου, σὺν τῷ μάρτυρι Αὐτοῦ Γεωργίῳ, καὶ Χαραλάμπει τῷ ἱεροάθλῳ, Φανερωμένη, ὑπὲρ τῶν προσφύγων σου, ἐν Ἠρακλείτσῃ σὴν μορφήν, προσκυνούντων, τὴν χάριτας βλύζουσαν.
Σὸν ἔκτυπον, ὁ ἀνεῦρον Ἄχραντε, ἐν τῷ τοίχῳ πύργου τῆς Ἠρακλείτσας, ἐντοιχισμένον, ὦ Φανερωμένη, αἱ ἐν αὐτῷ εὐλαβεῖς τρεῖς μονάζουσαι, ἐν Μήτροπόλει νῦν πιστῶς, προσκυνοῦμεν Ἐλευθερουπόλεως.
Ἀξίωσον τῆς χαρᾶς τῆς κρείττονος, οὐρανῶν Φανερωμένη Παρθένε, τῆς Ἠρακλείτσης θησαύρισμα μέγα, τοὺς προσκυνοῦντας εἰκόνα τὴν θείαν σου, ἤνπερ ἐπέστρεψεν αὐτῇ, τῶν Ἰβήρων Μονὴ ἡ ἐν Ἄθωνι.
Βοήθησον, τοῖς προσκυνοῦσιν ἐν πίστει τὴν σὴν εἰκόνα, Ἠρακλείτσης σεπτὲ φρουρέ, ἐν δίναις καὶ θλίψεσι, καὶ βίου ἀνάγκαις, Φανερωμένη.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Tοῖς τῶν αἱμάτων σου.
Τῆς Ἠρακλείτσης τῆς Νέας ἰάτειρα, Φανερωμένη, ὑπάρχεις Μητρόθεε, διὸ πιστῶν οἱ χοροὶ τήν εἰκόνα σου, πανευλαβῶς ἐν αὐτῇ ἀσπαζόμενοι, πανευλαβῶς νοσημάτων λυτρούμεθα.
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Τὸ πρόσωπον σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39 – 49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Τῆς Φανερωμένης, πρεσβείαις, Ἐλεῆμον ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις,Ἐλεῆμον, ἐξάλειιμον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Θρᾴκης σεμνολόγημα, Φανερωμένη Παρθένε, Ἠρακλείτσης ἔφορε, Μῆτερ εὐσυμπάθητε, χαριτόβρυτε, σκέπε, ἁγίαζε, φύλαττε, εὐλόγει, περιφρούρει καὶ ἐπόπτευε, ἐξ ὕψους δόξης σου, σὲ τοὺς εὐλαβῶς μακαρίζοντας, καὶ πίστει προσκυνοῦντάς σου, ἔκτυπον τὸ θεῖον καὶ πάνσεπτον, Κεχαριτωμένη, τῆς Ἐλευθερουπόλεως κρουνέ, ὑπάρχον τῆς Μητροπόλεως, ἰαμάτων ἄφθονε.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νυσταγμὸν σοῖς οἰκέταις, προσκυνοῦσιν εἰκόνα, μὴ δὸς τὴν θείαν σου, ἐν Ἠρακλείτση, Μῆτερ, ἀλλὰ ἐν ἐγρηγόρσει τήρει τοὺς καταφεύγοντας, Φανερωμένη, πιστῶς, τῇ σῇ έτιιστασίᾳ.
Ἀγλαόμορφε Μήτερ, Ἠρακλείτσης προστάτις, Θεογεννήτρια, ἐπάκουσον σῶν δούλων, δεήσεων καὶ πλῆσον, χαρμονῆς τοὺς τιμῶντάς σε, Φανερωμένη σεμνή, τῆς Ἠρακλείτσης γέρας.
Εὐλαβῶν χριστωνύμων, οἱ χοροὶ σὴν εἰκόνα, τὴν χαριτόβρυτον, μετήνεγκον ἐκ Θρᾴκης, εἰς Νέαν Ἠρακλείτσαν, ἣν πιστῶς άσπαζόμενοι, Φάνερωμένη, τῶν σῶν, πληρούμεθα χαρίτων.
Ἰβηρῖται πατέρες, τὴν Ἁγίαν μορφήν σου, ἣν δι’ ἀσφάλειαν, ἐφύλαττον ἐν Μάνδρᾳ, αὐτῶν τῇ περιδόξῳ, Ἠρακλείτσης παρέδωκαν, χοροῖς προσφύγων, αὐτῶν, πρὸς σκέπην, Θεοτόκε.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Φανερωμένη, τῆς Ἠρακλείτσης κοσμῆτορ, σὺν στεῤῥῷ Γεωργίῳ καὶ θείῳ, Χαραλάμπει ῥύου, ἡμᾶς ἐχθροῦ μανίας.
Ῥανίδας σμῆξον, Φανερωμένη, δακρύων, Ἠρακλείτσης πιστῶν μανδηλίῳ, θείων προσευχῶν σου, πρὸς τὸν Μονογενή σου.
Ὄμβρισον πᾶσι, τὸν ὑετὸν σοῦ ἐλέους, Ἠρακλείτσης πιστῶν ἐλεοῦσα, Κεχαριτωμένη, κυρία Θεοτόκε.
Ὑπὲρ τῶν πίστει, ἀσπαζομένων μορφήν σου, τὴν σεπτήν, Ἠρακλείτσης, προστάτις, ἐκτενῶς δυσώπει, τὸν σὸν Υἱόν, Παρθένε.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ῥωννύμενοι σῷ σθένει, οἱ τὴν σὴν εἰκόνα, ἐν Ἠρακλείτση πιστῶς ἀσπαζόμενοι, Φανερωμένη Παρθένε, σὲ μακαρίζομεν.
Εὐλογημένη Μῆτερ, Ἠρακλείτσης φύλαξ, Φανερωμένη, ἀπάλλαξον θλίψεων, τοὺς εὐλαβῶς προσκυνοῦντάς το σὸν ἐκτύπωμα.
Ἰάτειρα νοσούντων, ἀνιάτων πέλεις, Φανερωμένη, ταχείᾳ Μητρόθεε, τῆς Ἠρακλείτσης ἀκέστορ καὶ θεραπεύτρια.
Χαρὰ τῆς Ἠρακλείτσης, καὶ Θρᾳκῶν προσφύγων, Φανερωμένη, θερμὸν καταφύγιον, ἐπιβουλῆς ῥύου πάντας τοῦ πολεμήτορος.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Εὑρόν, Παϊσία, Τατιανή, καὶ Ἁγνὴ ἐν πύργῳ, Ἠρακλείτσης τὴν σὴν μορφήν, ἥν προσφύγων δῆμοι, Φανερωμένη, πόθῳ, μετήνεγκον εἰς Νέαν, τούτων μετοίκησιν.
Χαίροις, Ἠρακλείτσης ἡ ἀρωγός, χαίροις τῶν προσφύγων, ἐκ τῆς Θρᾴκης ἡ ταχινή, βοηθὸς καὶ ῥύστης, σεμνὴ Φανερωμένη, ἐκ βλάβης μισοκάλου, τῶν προστρεχόντων σοι.
Δεῦτε ἀσπασώμεθα εὐλαβῶς, τὴν Φανερωμένην, Θεοτόκον ἐν τῷ Ναῷ, Νέας Ἠρακλείτσης, τὴν βλύζουσαν ἰάσεις, παντὶ προσερχομένῳ, ταύτῃ ἐκ πίστεως.
Χαῖρε, Μεγαλόχαρη Μαριάμ, Ἠρακλείτσης σκέπη, καὶ έτοιμη καταφυγή, χαίροις, Μακεδόνων, ἰάτειρα ταχίστῃ, καὶ πάντων ἐν ἀνάγκαις, ῥύστης καὶ πρόμαχος.
Πρέσβευε Κυρίῳ ὑπὲρ ἡμῶν, σοὶ τῶν προσιόντων, Ἠρακλείτσης ἐν Ναῷ, σὺν τῷ Χαραλάμπει, τῷ ποταμῷ θαυμάτων, καὶ θείῳ Γεωργίῳ, Θεογεννήτρια.
Ἐλευθερουπόλεως ταχινή, ὦ Φάνερωμένη, Μητροπόλεως ἀρωγός, καὶ κοσμήτωρ πέλεις, καὶ θεία παρακλήτωρ, τῆς Ἠρακλείτσης στῦλε, ὄντως ἀσάλευτε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχὸς πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἠρακλείτσης προστάτις, φρουρὸς καὶ ἔφορος, ὑπάρχεις, Φανερωμένη, Θρᾳκῶν πιστῶν προσφυγῇ, καὶ ἁπάντων θλιβομένων παραμύθιον· ὅθεν εἰκόνα σου σεπτήν, προσκυνοῦντες εὐλαβῶς, πληρούμεθα χάριτος σου, τῆς δαψιλοῦς καὶ κινδύνων, καὶ πλάνου βλάβης ἐκλυτρούμεθα.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Νέας Ἠρακλείτσης χαρμονή, καὶ Θρᾳκῶν προσφύγων ἀκέστορ, Φανερωμένη σεμνή, λυπηρῶν ἀπέλασον, ἡμῶν σκοτόμαιναν, τῶν πιστῶς προσιόντων σοι, καὶ σοῦ δεόμενων· Μῆτερ παντευλόγητε, ἐχθροὺς ἐκδίωξον, ἄγαρ τοὺς ἀνόμους ἐκγόνους, ἐκ τῶν ἐστίων τῶν πατρῴων, τῶν ἡμῶν, ἁγνὴ Θεογεννήτρια.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Χρυσόστομον Ἱεράρχην, σκέπε, γέρας
Ἠρακλείτσης, Μῆτερ, Χαραλάμπης ψάλλει.
Παρακλητικός Κανών Παναγίας Φανερωμένης Νέας Ηρακλείτσας
Ποίημα Πορφυρίου Μοναχου Σιμωνοπετρίτου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀπὸ μακρόθεν προσελθόντες, Παρθένε, καὶ οἱ ἐγγὺς ἐν ταπεινώσει καρδιᾶς προσπίπτομεν ἐν δάκρυσιν, Πανάμωμε, ἔχοντες παράκλησιν τρικυμίαις τοῦ βίου, τὴν σεπτήν εἰκόνα σου τὴν ἐκ Θρᾴκης ἐλθοῦσαν, ἐν Ἠρακλείτση κώμῃ προσφυῶς καὶ πάντας Μῆτερ, φρουροῦσα τῇ σκέπῃ σου.
Δόξα.
Ἐν τῷ ναῷ σου προσελθόντες σπουδαίως, μεγαλομάρτυς τοῦ Χριστοῦ καὶ προστάτα τῆσδε τῆς κώμης, ἅγιε Γεώργιε, σκέπε καὶ περίσῳζε τοῦς τιμῶντάς σε μάκαρ, καὶ τῆς Θεομήτορος τὴν εἰκόνα προθύμως, ἐν κατανύξει σπεύδειν προσκυνεῖν, ἐν Ήρακλείτσῃ τῇ κώμῃ τὴν σήμερον.
Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανὼν οὗ ἡ ἀκροστιχίς·
Σθένος παρακλήσεως παράσχου, Θεοτόκε. Πορφύριος
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σωρείαν θαυμάτων σου ἐξειπεῖν προτίθεμαι, Μήτερ· φωτισμόν μοι ὅθεν, Ἀγνή, παράσχου καὶ λύσιν τῶν πταισμάτων ἐκ τοῦ Υἱοῦ σου, Παρθένε χορήγησον.
Θαυμάζει νῦν πᾶσα βροτῶν ψυχή, τῇ σῇ ἀντιλήψει καὶ ταχείᾳ σου ἀρωγή, δι’ ὧν Θεοτόκε, θεραπεύεις τῶν προστρεχόντων σοι πάντα τὰ τραύματα.
Ελάχιστος σπεύδω, Μῆτερ, κἀγῶ πολλαῖς ἀσωτείαις καὶ ἀθέσμοις ἐν λογισμοῖς, ταράττων τὸν βίον μου, Παρθένε, ἀλλ’ ὡς λιμένα σε εὗρον σωτήριον.
Νυστάξω Παρθένε, καὶ ῥαθύμῳ ἐκφεύγων ἐκθύμως πᾶσαν ἄσκησιν ἀρετῆς καὶ κλείῳ τὰ ὦτα τῆς καρδίας· ἄλλα θαῤῥῶν, ὡς Μητρί, ἀναστήσομαι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὁ ἀχρεῖος σου δοῦλος ἐν συμφοραῖς τήκομαι καὶ ἐν τρικυμίᾳ, Παρθένε, καταποντίζομαι, ἀλλ’ ὡς σανίδα σε· κρατῶν ἐν πόθῳ ἐλπίζω· τοῦ εὑρεῖν καὶ ἄνεσιν καὶ ἀπολύτρωσιν.
Σελασφόρος ἡ μνήμη τοῦ σοῦ ὀνόματος πέφυκεν, ὤσπερ καταιγίδι φυγούσῃ· ἥλιος ἔρχεται, ὅθεν τὸ χαῖρέ σοι βοῶ ἐκ μέσης καρδίας· χαῖρε, Θεονύμφευτε Ἥλιον τέξασα.
Παρειμένους τοὺς πόδας ἔχων, Θεοτόκε, πρὸς σὲ κατέφυγον, ὤσπερ παράλυτος πρὸς κολυμβήθραν τὴν νέαν Σιλωὰμ τῆς χάριτος ἐν τῷ τεμένει σου.
Ἀπειράνδρως τεκοῦσα Λόγον τὸν προάναρχον σάρκα φορέσαντα ἐκ τῶν αἰμάτων σου, καρδιακὰς ἀμαυρώσεις αἵματος θεράπευσον τῶν προστρεχόντων σοι.
Διάσωσον, θεοκυῆτορ Παρθένε, Ἠρακλείτση τῷ ναῷ σου ἐλθόντας καὶ πόθῳ πολλῷ τὴν εἰκόνα σου σέβοντας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Προστάτις δεινῶν καὶ ταμεῖον τῆς χάριτος, φρουροῦσα δεινῶν λαὸν καὶ κώμην, Ἄχραντε· ἐκτενῶς βοώμέν σοι· Ἠρακλείτσης καύχημα καὶ σέμνωμα, καὶ ἀσθενείας λύτρωσαι, Ἀγνή, τοὺς προσελθόντας πίστει τῷ τεμένει σου.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ῥυπαραῖς ἁμαρτίαις βορβορώδεις ἐν τῷ βίῳ μου, σοὶ προστρέχω, ἵνα πλύνῃς με ὀχετοῖς δακρύων, Θεονύμφευτε.
Ἀπαλάττεις Πανάμωμε, πάσης ἀθυμίας καὶ ἀσθενείας με· τὴν χαρὰν γὰρ ἀπεκύησας, ὅθεν χαρμοσύνως σοι προστρέχομεν.
Κατατρύχομαι πόνοις σώματος δεινοῖς ὑπάρχων τρισάθλιος, ἀλλ’ ἐλπίζων τῇ πρεσβεῖᾳ σου ἔρχομαι ἱκέτης τῇ εἰκόνι σου.
Λυτρουμένῃ τὸν κόσμον, τέξασα Θεὸν τὸν ἄναρχον, βουλήματι γεννηθέντα, τοῦτον πρέσβευε, ἵνα ὁ Πατὴρ ἐν Πνεύματι σώσῃ με.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἦλθε πρὸς ἡμᾶς διὰ πλοίου ἐκ τοῦ Ἄθωνος ἡ εἰκόνα σου, Παρθένε ἁγνή, ὅθεν πρὸς ὅρμον Παραδείσου πάντας ἰθῦνον.
Σόφισον τὸν νοῦν τῶν ὑμνούντων σε, Πανάμωμε, λογισμοὺς φωτὶ τῷ νοητῷ, ἀποκαθαίρουσα καὶ διδάσκουσα τὰ πρέποντα.
Ἔσβεσας, Ἀγνῇ, φρυγανώδη ἁμαρτήματα καὶ διέσωσας πρὸς κόλπον γαληνὸν τοὺς προφωνοῦντάς σοι τὸ χαῖρε, Ἀειπάρθενε.
Ὦ τῶν ὑπὲρ νοῦν θαυμασίων σου, Θεόνυμφε, ἐν τεμένει Γεωργίου προσφυῶς παρισταμένῃ ὡς Χριστὸν ἡ γεωργήσασα.
ᾨδὴ ς΄. Τὴν δέησιν.
Σεσάλευται ἡ καρδία μου τρόμῳ ἐννοῦσα τὰς νοητὰς ἐπιθέσεις τῶν φθονερῶς πολεμούντων δαιμόνων, ἵνα ἁρπάσωσιν ἄρνας τῆς ποίμνης σου καὶ πνίξωσιν ἁμαρτιῶν τῷ βορβόρῳ ἐξ ὧν με ἐξάρπασον.
Πεπλήρωται χαρμοσῦνως βοῶσα ἡ πληθῦς τῶν ἐκ σοῦ σεσωσμένων ἐκ τῶν παθῶν καὶ ποικίλων, Παρθένε, ἀῤῥωστημάτων ψύχῃς τε καὶ σώματος καὶ ψάλλουσι χαρμονικῶς γηθοσύνως ᾠδᾶς παρακλήσεως.
Ἀγάλλoμαι ἐκφυγῶν τὰς παγίδας περιστάσεων, Παρθένε, τοῦ βίου καὶ τὰς πολλὰς ἀκανθώδεις μερίμνας, ἃς καταφλέγει ὁ πόθος σου, Δέσποινα ὁσάκις ἂν ἐν προσευχῇ δεηθῶ τῇ Ἁγιᾳ εἰκόνι σου.
Ῥομφαία σου ἀκατάβλητος, Μῆτερ, καταβάλλει νοητὰς ἐπιθέσεις καὶ νοερὰν ἐν καρδίαις εἰσβάλλει τὴν σὴν ἐνθύμησιν, ὅταν τὰ τέκνα σου δεινῶν ὁρῶσιν ἀπειλάς, ὧν ταχέως αὐτῶν με ἀπάλλαξον.
Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος δ΄. Προστασία φοβερά.
Προστασία κραταιά, ἀκαταίσχυντος καὶ ἐλπὶς πρὸς Χριστὸν ἀπαράτρεπτος σὺ ὑπάρχεις, προσδεχομένη πάντας τοὺς πρὸς σέ. Δι’ δ’ σπεῦσον νοητῶς παρακαλοῦσα ἐν χαρᾷ τὰς ψυχᾶς τῶν βοώντων σου ἤλθομεν γὰρ Παρθένε, ταύτην σου τὴν εἰκόνα προκυνοῦντες καὶ λέγοντες ἡ χαρμονή Χριστιανῶν, μὴ ἐπιλαθοῦ τῶν τιμώντων σε.
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39 – 49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλον ἐκ νεότητος ἀνατεθέντα σοι Κόρη, μητρικαῖς δεήσεσι, σπεῦσον οὖν καὶ σῶσόν με ἐκ τοῦ κλύδωνος, κύματα πνίγει με, φέρων ἀπέκαμνον, πολεμεῖν τοὺς πολεμοῦντάς με, σάρκα καὶ κόσμος γὰρ σὺν σατὰν ὁρμοῦσι καὶ θλίβουσι τὴν ταπεινὴν καρδίαν μου, θλίψει δὲ πολλή, καταβάλλουσιν· ὅθεν Θεοτόκε, τῇ θείᾳ σου εἰκόνι προσδραμών, ἐν Ἠρακλείτσῃ βοήθει μοι, τὸν ἀχρεῖον δοῦλόν σου.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς ’Ιουδαίας.
Ἀνυστάκτως πρεσβεύεις πρὸς τὸν ποιητήν, υἱόν σου καὶ Κύριον, ὅπως ῥυσθῶσι πάντες ἐκ φθορᾶς καὶ θανάτου οἱ πιστῶς, Ἀειπάρθενε, τῇ θείᾳ καὶ θαυματουργῶ καταφεύγουσι ταύτῃ εἰκόνι σου.
Σωτηρίαν ποθοῦντες ἐκ προγόνων, Παρθένε, σοὶ καταφεύγομεν, ὡς τέκνα πρὸς μητέρα, τὸν ἄχραντον σου τόκον προσκυνοῦντες καὶ λέγοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Χαρισμάτων πλουσίων ἀπολαύοντες πάντοτε, Δέσποινα, ναόν ἐν τῇ πατρίδι ἀνήγειρον τῷ πάλαι ἐκ προγόνων οἱ πρόκριτοι· ὅθεν ὡς τέκνα αὐτῶν, τὸν Κύριον ὑμνοῦμεν.
Ὁ ἀὴρ καὶ τὸ ὕδωρ ἀφροσύνῃ ἀνθρώπων ἰδοῦ μεμόλυνται, ἀλλὰ σύ, Θετοτόκε, τεκοῦσα τὸν Σωτῆρα, ταῦτα καθάρισον, ἵνα βοῶμεν Χριστῷ· ὁ Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν βασιλέα.
Ὑμνολογοῦντες τὰς ἀπείρους σου, Μήτερ, δωρεᾶς παρακαλοῦμεν ἐν φόβῳ, καὶ ὑπερυψοῦμεν τὸν ἄφραστον σου τόκον.
Θεραπευθέντες νοσημάτων παντοίων, τὴν εἰκόνα σου νῦν περικυκλοῦμεν, καὶ ὑπερυψοῦμεν τὸν τόκον σου, Παρθένε.
Εὐχαριστοῦμεν ἐκ καρδίας βοῶντες· Θεοτόκε, ᾠδᾶς ἱκετηρίους καὶ ὑπερυψοῦμεν τὰς θείας δωρεᾶς σου.
Ὁμολογοῦμεν ἐν συνειδήσει βοῶντες· ἀκαταπαύστως τὸ χαῖρέ σοὶ Μαρία, χαῖρε, Θεοτόκε, Ἀγνὴ εὐλογημένη.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Τραφέντες ἐκ πατέρων τοῖς σοῖς, Θεοκυῆτορ, τερατουργίαις, Παρθένε, βοῶμεν τανῦν· ὥσπερ τῷ πάλαι ἐκεῖ νοῒς ἡμῖν βοήθησον.
Οὐσίαις ψυχοφθόροις ἡ νέα γενεά σου ἐκ κακοβούλων ἀνθρώπων λυμαίνεται δαιμονικῶν οὖν παγίδων ῥῦσαί με, Ἄχραντε.
Καρδίας ἀσθενούσης, νόσων δε πολυτρόπως νῦν κατατήκομαι, Κόρη, ὁ ἄθλιος, καρδιακοῖς οὖν δακρύοις σβέσον τοὺς ῥύπους μου.
Ἐλεύθερον, Παρθένε, πάσας ἐπηρείας τὸν ὑμνητήν σου δαιμόνων ἀπάλλαξον καὶ βασκανίας τὰ βέλη ταχέως σύντριψον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Πάντες προσφοιτώμεν εἰλικρινῶς τῷ σεπτῷ τεμένει Γεωργίου καὶ ἐν σπουδῇ, σπεύδομεν κυκλοῦντες τὴν θείαν σου εἰκόνα ἐν Ἠρακλείτσῃ ἵνα ἐλέους τύχωμεν.
Ὅλην τὴν κακόνοιαν τοῦ ἐχθροῦ στρέψον, Θεοτόκε, ἐναντίων δαιμονικῶν πράξεων λυτροῦσα τὸν σὲ παρακαλοῦντα ἐξ ὅλης τῆς καρδίας, ψυχὴ καὴ πνεύματι.
Ῥεύματα ὑδάτων φθοροποιῶν καὶ μεμολυσμένων ἀποκάθαρον συμφοράς, ἵνα μετατρέψης ταχὺ εἰς εὐλογίαν ὑπὲρ ἡμαρτηκότος λαοῦ σου, Πάναγνε.
Φεύγει πᾶσα πλάνη δαιμονική, τῇ σῇ έπικλήσει, οὗ γὰρ δύναται ὁ ἀκούειν, Παρθένε, τὴν σὴν ἁγίαν κλῆσιν, ἣν ἀνυμνοῦσι κύκλῳ Ἀγγέλων τάγματα.
Ὕμνους σοι, Παρθένε, ἀναφωνεῖ κλήρoς καὶ λαός σου συνελθόντες εἰλικρινῶς ἐν τῷδε τεμένει μάρτυρος Γεωργίου ἐν Νέᾳ Ἠρακλείτσῃ καὶ σὲ γεραίρομεν.
Ῥῶσιν καχεξίας ἀποσοβεῖ ἡ θεία σου κλῆσις καὶ πᾶν νόσημα ἀτονεῖ τῇ θείᾳ εἰκόνι σου προσκλαιόντων, Κόρη, καὶ σὲ παρακαλούντων τέκνων σου, Ἄσπιλε.
Ἱερεῖ ἐκ πόθου σου ζωηροῦ θείαν ἱκεσίαν ἐκτελοῦντι δίδου Ἀγνή, πάντα τῆς καρδίας αἰτήματα, Παρθένε, Θωμᾶ τῷ σῷ λευΐτῃ, ἵνα δοξάξη σε.
Ὅσους τῷ τεμένει σου εὐλαβῶς νῦν φιλοξενούνται καὶ εἰκόνα θαυματουργὸν τῆς Μόνης Θεοτόκου, Γεώργιε κυκλοῦσι, Χριστοῦ μεγαλομάρτυς, φύλαττε πάντοτε.
Σέ παρακαλοῦμεν εἰλικρινῶς, Γεώργιε μάρτυς, σὺν τοῖς ἄλλοις θαυματουργοῖς, ποιήσατε χορείαν ἱκετικῶς καὶ πάντας πιστοὺς εἰς σωτηρίαν καθοδηγήσατε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου σε.
Σπεῦσον, Θεοτόκε, νοερῶς, ἐκ τοῦ οὐρανίου σου θρόνου, Παντοβασίλισσα, ἴδε γὰρ τὰ τέκνα σου, παρακαλοῦντα θερμῶς καὶ εἰκόνι προσπίπτοντα ἐν τῇ Ἠρακλείτσῃ νέᾳ κώμῃ, Δέσποινα, ὥσπερ ποτὲ παλαιά, ῥῦσαι πάσης βλάβης, ἀνάγκης, τοὺς ἐν ὁμονοίᾳ βοῶντας καὶ δεινῶν παντοίων ἐλευθέρωσον.
Βλέψον εὐμενείᾳ μητρική, μῆτερ τοῦ ἀχράντου Δεσπότου, νῦν πρὸς τὰ τέκνα σου, ἔχομεν ἐλπίδα γὰρ καὶ μὴ ἐκπέσωμεν, ὅτι σπεύδεις ἑκάστοτε καὶ φέρεις αἰτήσεις πρὸς Ἐκεῖνον Δέσποινα τῶν δεομένων σου· ἀδελφὸς γὰρ πρεσβύτερος, παθῶν ὑπὲρ γένους τῶν ἀνθρώπων πάντοτε ἰδίω αἵματι, σῴζει ἐκ παντοίων κινδύνων τοὺς προσκαλουμένους σε, Πανάμωμε.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Ἐν τῇ Μονῇ τοῦ θείου Μυροβλύτου Σίμωνος
τέκνον Πορφύριος ἀχρεῖος χαῖρέ σοι κράξει
εἰκόνι Ἠρακλείτσης Θωμᾶ αἰτήσει
εὐλαβεστάτου πρεσβυτέρου
1η μηνὸς Δεκεμβρίου ἐλθόντος.
Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο Παναγία Φανερωμένη Λευκάδος
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν Λευκαδίων ἀσφαλὴς προστασία, Φανερωμένη Θεοτόκε Μαρία, τοὺς τῇ Μονῇ σου πίστει καταφεύγοντας, σκέπε καὶ διάσωζε, ἀπὸ πάσης ἀνάγκης, τούτων τὰ αἰτήματα, συμπαθῶς ἐκπληροῦσα· σὺ γὰρ ὡς Μήτηρ, πάναγνε Χριστοῦ, πᾶσι παρέχεις, ταχεῖαν ἀντίληψιν.
Ἦχος πλ. δ΄.
Δόξα.
Ἐν τῇ Μονῇ σου Παρθένε πόθῳ προστρέχοντες, καὶ προσκυνοῦντες τὴν θαυμαστήν σου Εἰκόνα, μετ’ εὐλαβείας ἀντλοῦμεν τὰς χάριτας· καὶ δι αὐτῆς ἐκ τε σεισμοῦ, λιμοῦ, λοιμοῦ, αὐχμοῦ καὶ νόσων, ταῖς πρεσβείαις σου σωζόμεθα.
Ἦχος δ΄.
Καὶ νῦν.
Ἐν Βυζαντίῳ ἡ ἁγία σου ὄψις, θεοτυπώτως τῇ σεπτῇ σου Εἰκόνι, ὑπερφυῶς τετύπωται Πανύμνητε· ἥν ὡς πλοῦτον ἄσυλον, ἐν τῇ νήσῳ Λευκάδος, θαύματα βλυστάνουσαν, μετεκόμισαν Κόρη, ᾗ εὐλαβῶς προσπίπτοντες ἁγνὴ, Φανερωμένην, αὐτὴν ὀνομάζομεν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ κανὼν οὗ ἥ ἀκροστιχίς·
«Λευκὰς χαίρει τῇ Φανερωμένῃ. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Λευκὰς ὡς ἁγίασμα ἱερόν, ἐκτήσατο Κόρη, τὴν Εἰκόνα σου τὴν σεπτήν, ἥν Φανερωμένην ὀνομάζει, ἐκ τῶν πραγμάτων τὴν κλῆσιν προσνέμουσα.
Ἐξέχεας χάριν σου τὴν πολλὴν, Κεχαριτωμένη, τῇ Εἰκόνι σου τῇ σεπτῇ· ὅθεν ἀναβλύζει καθ’ ἑκάστην, ἁγιασμόν, καὶ παθῶν ἀπολύτρωσιν,
Ὑψόθεν ἐπίβλεψον συμπαθῶς, ὄμματι ἱλέῳ τοὺς προστρέχοντας εὐλαβῶς, τῇ θείᾳ Μονῇ σου Θεοτόκε, καὶ τὴν θερμήν σου αἰτοῦντας βοήθειαν.
Κινδύνων λυτρούμεθα καὶ παθῶν, δῆμοι Λευκαδίων, τῇ θερμῇ σου ἐπισκοπῇ· ὅθεν εὐγνωμόνως τὴν σὴν χάριν, Φανερωμένη Παρθένε κηρύττομεν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀνομβρίας ὡς πάλαι, τῆς χαλεπῆς Δέσποινα, Λῆμνον ἐλυτρώσω τὴν νῆσον, τῇ ἐπισκέψει σου, οὕτω ἐπόμβρησον, Φανερωμένη Παρθένε, δρόσον παρακλήσεως, τοῖς ἐν ταῖς θλίψεσι.
Σὲ προστάτιν καὶ σκέπην, καὶ ἀῤῥαγὲς στήριγμα, ἔχουσα Λευκὰς ἡ σὴ νῆσος, πιστῶς προστρέχει σοι, καὶ ἀνακράζει σοι· Φανερωμένη Παρθένε, ἀπὸ πάσης θλίψεως, ῥύου με πάντοτε.
Χαριτόβρυτος κρήνη, ἡ σὴ εἰκὼν Ἄχραντε, δέδοται τῇ νήσῳ Λευκάδι, ὅθεν Λευκάδιοι, ταύτῃ προσπίπτοντες, Φανερωμένη Παρθένε, ἐξ αὐτῆς λαμβάνομεν, θᾶττον πᾶν αἴτημα.
Ἀσθενοῦντες ἰῶνται, καὶ πᾶς πιστὸς ῥώννυται τῇ ἐκ τῆς σεπτῆς σου Εἰκόνος, πλουσίᾳ χάριτι· ὅθεν Λευκάδιοι, καὶ ἡ περίοικος πᾶσα, εὐσεβῶς κπρύττουσι, τὰ σὰ θαυμάσια.
Διάσωσον Φανερωμένη Παρθένε θεοκυῆτορ, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς καταφεύγοντας, πίστει τῇ σῇ Εἰκόνι.
Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείᾳ τῇ σῇ, Λευκάδιοι προστρέχονοτες, λυτροῦνται ἀεί, ποικίλων περιστάσεων, Φανερωμένη Δέσποινα· σὺ γὰρ πᾶσι τὴν θείαν σον εὔνοιαν, κατὰ τὴν κλῆσιν τὴν σὴν φανεροῖς, καὶ πᾶσι παρέχεις χάριν ἄφθονον.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἱλαστήριον ἅγιον, πέλει ἡ Εἰκών σου ἡμῖν Πανύμνητε· ἐν αὐτῇ γάρ σοι παρίστανται, φόβῳ Ἀσωμάτων οἱ Ἀρχάγγελοι.
Ῥῦσαι πάσης κακώσεως, καὶ ἐκ προσδοκίας σεισμοῦ τὴν νῆσον σου, τὴν προστρέχουσαν τῇ σκέπῃ σου, ὦ Φανερωμένη Κόρη Πάναγνε.
Ἐπομβρίαις Πανύμνητε, τῆς προμηθεστάτης σου ἀντιλήψεως, ἀσινεῖς ἡμᾶς διάσωζε, ἐκ ποικίλων Κόρῃ περιστάσεων.
Ἴδε Κόρη τοὺς σπεύδοντας, τῇ σέπτῃ Μονῇ σου καὶ τῇ Εἰκόνι σου, μετὰ πίστεως προσπίπτοντας, καὶ παράσχου τούτοις τά αἰτήματα.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Τείχισον Ἁγνή, ἐκ βελῶν τοῦ πολεμήτορος, τοὺς προσπίπτοντας ἐν δάκρυσι θερμοῖς, τῷ παντίμῳ σου Παρθένε Ἐκτυπώματι.
Ἤρθης ἐμφανῶς, ἡ λαμπρότης τῆς Εἰκόνος σου, διὰ τοῦτο Ἀκαρνᾶνες εὐλαβῶς, Ἠπειρῶται καὶ Λευκάδιοι ὑμνοῦσί σε.
Φλέγει τὴν ἰσχύν, τοῦ δολίου πολεμήτορος, ὦ ἁγνὴ Φανερωμένη Μαριάμ, τῆς Εἰκόνος σου ἡ χάρις ἡ σωτήριος.
Ἄνωθεν ἡμᾶς, μὴ ἐλλίπῃς ἐποπτεύουσα, τοὺς προστρέχοντας τῇ θείᾳ σου Μονῇ, καὶ τὴν σὴν ἐκδεχομένους χάριν Δέσποινα.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ναῷ σου τῷ ἱερῷ προσιόντες, ὡς εἰς ὅρμον γαληνότατον Κόρη, τρικυμιῶν χαλεπῶν τῶν τοῦ βίου, Φανερωμένη Παρθένε λυτρούμεθα, καὶ τῆς χαρᾶς τῆς ἀληθοῦς, καὶ εἰρήνης τῆς θείας πληρούμεθα.
Ἐξέστη, ἐν Βυζαντίῳ ὡς εἶδεν, ὁ ζωγράφος τῆν ἁγίαν σου ὄψιν, ἐν τῇ σανίδι φρικτῶς τυπωθεῖσαν, καὶ τὴν σὴν δόξαν ἀνύμνησεν ἄχραντε, Φανερωμένη δὲ αὐτή, προσφυῶς Θεοτόκε ὠνόμασται.
Ῥημάτων, ἐκ κατωδύνον καρδίας, καὶ δεήσεων θερμῶν Θεομῆτορ, τῶν προσκυνούντων τὴν θείαν μορφῆν σον, Φανερωμένη Παρθένε ἐπάκουσον, καὶ δίδου ἅπασιν ἡμῖν, τὴν θερμὴν ἀρωγὴν σου δεόμεθα.
Ὡς πλοῦτον, καὶ θεοδώρητον δῶρον, τῆς Λευκάδος κεκτημένη ἡ νῆσος, Φανερωμένη παρθένε Μαρία, τὴν θαυμαστὴν καὶ ἁγίαν Εἰκόνα σου, διὸ καὶ χαίρει καὶ σκιρτᾷ, τοῖς πολλοῖς θαυμασίοις σου Δέσποινα.
Διάσωσον Φανερωμένη Παρθένε θεοκυῆτορ, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς καταφεύγοντας πίστει τῇ σῇ Εἰκόνι.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς ἀσφαλῆ προστασίαν καὶ ἔφορον, Φανερωμένη Παρθένε πλουτοῦντές σε, Λευκάδιοι πόθῳ προστρέχουσι, τῇ σῇ ἁγίᾳ Εἰκόνι βοῶντές σοι· σὺ εἶ ἡμῶν Κόρη τὸ στήριγμα.
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Παναχράντου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος β΄. Ὅλην ἀποθέμενοι.
Ὅλη κεχαρίτωται, ἡ σὴ Εἰκὼν Θεοτόκε, ἐν ᾗ ἀχειρότευκτον, τὴν σὴν ὄψιν Ἄχραντε διεμόρφωσας, ἐν ᾗ ἐξέφηνας, πολλοῖς τεκμηρίοις, τὴν ταχεῖαν προστασίαν σου, καὶ τὴν ἀντίληψιν, πρὸς ἡμᾶς πιστῶς ἀνυμνοῦντάς σε· ἔνθεν Φανερωμένην σε, Κόρη εὐλαβῶς ὀνομάζομεν, καὶ εὐσήμῳ γλώσσῃ, κηρύττοντες τὰ θαύματα τὰ σά, ἀπεκδεχόμεθα πάντοτε, τὴν πλουσίαν χάριν σον.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μεγαλύνομεν Κόρη, τὰ πολλὰ μεγαλεῖα τῆς σῆς χρηστότπτος, καὶ πίστει παρεστῶτες, Φανερωμένη πάντες, εὐλαβῶς ἐκβοῶμέν σοι· δίδου ἡμῖν ὦ Ἁγνή, ἀγαθοδότους δόσεις.
Ἐκ σεισμῶν βαρυτάτων, καὶ λοιμῶν καὶ ἐξ ἄλλης πληγῆς καὶ μάστιγος, ἀπάλλαττε ἀπαύστως, ἁγνή Φανερωμένη, τοὺς ἐν πίστει προστρέχοντας, τῇ προστασίᾳ τῇ σῇ, καὶ θερμοτάτῃ σκέπῃ.
Νεκρωθεὶς τῇ κακίᾳ, τῇ σῇ χάριτι σπεύδω καὶ ἀνακράζω σοι· ἁγνὴ Φανερωμένη, ἡ τὸν Χριστὸν τεκοῦσα, ζώωσόν με κραυγάζοντα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἡ Λευκὰς ἐγκαυχᾶται, τῇ σεπτῇ σου Εἰκόνι καὶ τὴν Ἑπτάνησον, ἁγνὴ Φανερωμένη, ἅπασαν συγκαλεῖται, εὐχαρίστως κραυγάζειν σοι· χαῖρε Παρθένε ἁγνή, ἡμῶν ἡ προστασία.
ᾨδὴ π΄. Τὸν Βασιλέα.
Γέρας καὶ στέφος, καὶ παραμύθιον θεῖον, οἱ Λευκάδιοι πλουτοῦντές σε Παρθένε, πίστει τῇ σεπτῇ σου, προσπίπτομεν Εἰκόνι.
Ἔπιδε Κόρη, ἐπὶ τὴν νῆσόν σου ταύτην, καὶ ἀπάλλαττε αὐτὴν πάσις ἀνάγκαις, σὲ ὑπερυψοῦσαν, ἁγνὴ Φανερωμένη.
Ῥῶσιν πηγάζει, ψυχῆς καὶ σώματος Κόρη, ὑπεμφαίνουσα Φανερωμένη πᾶσι, ἡ σεπτὴ Εἰκὼν σου, τὴν ἄφθονόν σου χάριν.
Ἀγαλλιῶνται τοῖς Λευκαδίοις Παρθένε, οἱ τῆν Ἤπειρον καὶ τὴν Ἀκαρνανίαν, εὐσεβῶς οἰκοῦντες, τῇ σῇ ἐπισκιάσει.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Σεισμοῦ τῆς ἀπειλῆς με, ἡ Λευκὰς βοᾷ σοι, ἀπάλλαξόν με καὶ πάσης στενώσεως, Φανερωμένη Παρθένε ὡς προστασία μου.
Ἰάτρευσον τὴν νόσον, τῆς ψυχῆς μου Κόρη, καὶ συνηθείας πικρᾶς με ἐκλύτρωσαι, Φανερωμένη Παρθένε τὸν προσιόντα σοι.
Μονήν σου τῆν ἁγίαν, ὅρμον σωτηρίας, τοῖς ἐν Λευκάδι τῇ νήσῳ ἀνέδειξας, Φανερωμένη Παρθένε τοῖς θαυμασίοις σου.
Οἱ πίστει τῇ σεπτῇ σου, καὶ θείᾳ Εἰκόνι, Φανερωμένη Παρθένε προσπίπτοντες, ἁγιασμὸν καὶ εἰρήνην θείαν κομίζονται.
Ὑμνῶν τὰ μεγαλεῖα, στόματι ἀνάγνῳ, Φανερωμένη Παρθένε τῆς δόξῃς σου, κάθαρσιν θείαν αἰτουμαι και ἀπολύτρωσιν.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χάριν ἀναβλύζει διηνεκῆ, ἡ σεπτὴ Εἰκών σου μυστικῇ σοῦ ἐπισκοπῆ, Κόρη ἐν Λευκάδι, ἥτις Φανερωμένη, προσφόρως παρὰ πάντων, καλεῖται Δέσποινα.
Ἐν τῷ Βυζαντίῳ ἄνευ χειρὸς, νεύσει σου ἁγία, ἐμορφώθη ἡ σὴ μορφή, ὅθεν ἡ Εἰκὼν σου, προσφόρως ἐπεκλήθη, Φανερωμένη Κόρη Θεογεννήτρια.
Χαίρει εὐφροσύνην τὴν ἐν Θεῷ, Λευκὰς ἡ σὴ νῆσος, τῇ Εἰκόνι σου τῇ σεπτῇ, καὶ τὰς κύκλῳ νήσους, ἁγνὴ Φανερωμένη πρὸς αἴνεσιν καλεῖται τῶν θαυμασίων σου.
Ῥῦσαι ὀλεθρίου Κόρη σεισμοῦ, καὶ πάσης ἀνάγκης, καὶ κινδύνων ἐπαγωγῆς, ταύτην σου τὴν νῆσον, Φανερωμένπ Κόρη, τῇ θείᾳ σου Εἰκόνι, ἀεὶ προσπίπτουσαν.
Ἴδε τοὺς προστρέχοντας εὐλαβῶς, τῇ σεπτῇ Μονῇ σου, καὶ ἑστῶτας πίστει θερμῇ, ὦ Φανερωμένη, τῇ θείᾳ σου Εἰκόνι, καὶ πλήρου τὰς αἰτήσεις, τούτων ἑκάστοτε.
Δρόσον εὐφροσύνης πνευματικῆς στάζει ἡ Εἰκών σου, ὡς οὐράνιον γλυκασμόν, καὶ ἀεὶ σβεννύει, τὰς τῶν παθῶν φλογώσεις, ἁγνὴ Φανερωμένη, ἡμᾶς εὐφραίνουσα.
Χαίροις ὁ χριστώνυμος ὁ λαός, τῆς νήσου Λευκάδος ἀσπαζόμενος εὐλαβῶς, τὴν θείαν Εἰκόνα τῆς Πεφανερωμένης, ἀεὶ γὰρ διασώζει ἡμᾶς ἡ ἄχραντος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοὺ ξύλου.
Πάντας τοὺς προσπίπτοντας πιστῶς, κεχαριτωμένη Παρθένε, Φανερωμένη ἁγνή, τῇ χαριτοβρύτῳ σου Εἰκόνι Δέσποινα, πάσης βλάβης ἀπάλλαττε, καὶ πάσης ἀνάγκης, καὶ ποικίλων θλίψεων, καὶ περιστάσεων, πάντων τὰς αἰτήσεις πληροῦσα, ῥῶσιν καὶ χαρὰν καὶ ὑγίειαν, πᾶσι δωρουμένη ὡς φιλάγαθος.
Δίστιχον.
Ἐμφανῆ τὴν χάριν σου Φανερωμένη
Γερασίμῳ ποίησον τῷ σὲ ὑμνοῦντι.
Παρακλητικός Κανών εις την Παναγία Φανερωμένη Χιλιομοδίου
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς Θεοτόκου τῇ πανσέπτῳ Εἰκόνι, τῇ πηγαζούσῃ ἰαμάτων τὴν χάριν πανευλαβῶς προσπέσωμεν κραυγάζοντες· Δέσποινα πανάχραντε, ἀπὸ πάσης ἀνάγκης ῥῦσαι τοὺς προστρέχοντας τῇ ἁγίᾳ σου σκέπῃ· σὺ γὰρ προστάτις ὤφθης ἀληθής, Φανερωμένη, τοῖς σὲ μεγαλύνουσι.
Δόξα.
Ὅμοιον.
Προνοουμένη ὡς φιλόστοργος μήτηρ, τῶν ταπεινῶν σου οἰκετῶν Θεοτόκε, τὴν σὴν σεπτὴν Εἰκόνα ἐφανέρωσας, θεῖον ὡς θησαύρισμα, τῇ Ἁγίᾳ Μονῇ σου, ἥνπερ ὀνομάζομεν, προσφυῶς θερμῇ πίστει, Φανερωμένη Δέσποινα ἁγνή, ὡς φανεροῦσαν ἡμῖν τὴν σὴν εὔνοιαν.
Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ κανών, οὗ ἡ ἀκροστιχίς·
Σύ ἡμῶν Φανερωμένη σκέπη. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.
Στεῤῥὰν προστασίαν ἡ σὴ Μονή, κέκτηται σέ Κόρη, προμηθείᾳ σου συμπαθεῖ· διὸ τῇ ἁγίᾳ σου Εἰκόνι, Φανερωμένη προστρέχει καὶ γάννυται.
Ὑδάτων ἀΰλων ζωοποιῶν, ὀμβρίζεις ψεκάδας, καὶ εὐφραίνεις πᾶσαν ψυχήν, τῶν πίστει καὶ πόθῳ προσιόντων, Φανερωμένη ταῖς σαῖς ἀντιλήψεσι.
Ἡνίκα κατεῖδον ἄνωθεν φῶς, σπεύσαντες ἀνεῦρον τὴν Εἰκόνα σου τὴν σεπτήν, ἥν καὶ καταλλήλως Θεοτόκε, Φανερωμένην καλοῦμεν γηθόμενοι.
Μονήν σου τὴν θείαν καὶ ἱεράν, τὴν καταπλουτοῦσαν, τὴν Εἰκόνα σου τὴν σεπτήν, παρέχουσαν χάριν σωτηρίας, Φανερωμένη περίεπε πάντοτε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὡς ἐχέγγυον μέγα, τῆς πρὸ ἡμᾶς σκέπης σου, τὴν θαυματουργόν σου Εἰκόνα, Παρθένε ἔχοντες, ἐν ταύτῃ βλέπομεν, τὸ ἱλαρὸν πρόσωπόν σου, καὶ χαρᾶς πληρούμεθα καὶ παρακλήσεων.
Νοσημάτων ἐξαίρει, καὶ πολλαπλῶν θλίψεων, ἡ προερχομένη ἀπαύστως, ἐκ τῆς Εἰκόνος σου, χάρις καὶ δύναμις, τοὺς πρὸς αὐτὴν προσιόντας, καὶ τὴν σὴν βοήθειαν αἰτοῦντας Πάναγνε.
Φανεροῖς καθ’ ἑκάστην, ὡς ἀληθῶς Δέσποινα, πλείστοις τεκμηρίοις τὸν πλοῦτον, τῆς προστασίας σου, ταύτῃ τῇ ποίμνῃ σου, Φανερωμένη Παρθένε, τάς εὐεργεσίας σου, ὅθεν κηρύττομεν.
Ἅπας τις σπεύδει τῇ σεπτῇ σου Μονῆς Εἰκόνι, θερμῆς ἐκ πίστεως, καὶ ἀνακράζει σοι· Φανερωμένη Παρθένε, δίδου ἡμῖν πάντοτε τὴν σὴν βοήθειαν.
Διάσωσον Φανερωμένη πάσης ἀνάγκης, τοὺς ἐν πίστει τῇ προστασίᾳ σου σπεύδοντες καὶ τὴν Μονήν σου περίσκεπε πάσης βλάβης.
Ἐπίβλεψον ἐν εὐμενείᾳ σου πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πηγάζει ἀεί, ἐπισκοπῇ σου Δέσποινα, χαρὰν ἀληθῆ, καὶ ῥῶσίν τε καὶ ἔλεος, Εἰκών σου ἡ ὑπέρλαμπρος, ἣν ἡμῖν θαυμαστῶς ἐφανέρωσας, Φανερωμένη Πάναγνε· διὰ τοῦτο ἀεί σε δοξάζομεν.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Νοῦν γαλήνιον δώρησαι, ἦθος εὐκατάνυκτον τρόπον ἔνθεον, καὶ ζωῆς ὁσίας ἔλλαμψιν, ὦ Φανερωμένη τοῖς ἱκέταις σου.
Ἐν τῇ ὥρᾳ τῶν θλίψεων, τῇ σεπτῇ Εἰκόνι σου καταφεύγομεν, καὶ ταχέως ἐκλυτρούμεθα, τῶν ἡμᾶς θλιβόντων παντευλόγητε.
Ῥῶσιν νέμει καὶ ἴασιν, καὶ παθῶν παντοίων τὴν ἀπολύτρωσιν, ἡ μορφή σου ἡ ὑπέρλαμπρος, Κεχαριτωμένη, τοῖς προστρέχουσι.
Ὡραιώθη ἡ ὄψις σου, ἡ κεχαραγμένη ἐν τῇ Εἰκόνι σου, τῇ ἐκφάνσει τῆς σῆς χάριτος, ὦ Φανερωμένη ὑπὲρ ἔννοιαν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Μέγαν θησαυρὸν τῇ Μονῇ σου ταύτῃ δέδωκας, τὴν Εἰκόνα σου τὴν θείαν ἀληθῶς, ἀναβλύζουσαν Παρθένε χάριν ἄφθονον.
Ἔχει ἀληθῶς, Κορινθίας ἡ περίοικος, οἷον καύχημα τὴν θείαν σου μορφήν, πανταχοῦ Φανερωμένη χάριν νέμουσαν.
Νόσων χαλεπῶν, Θεοτόκε, ὡς ἀπήλλαξας τοὺς προστρέξαντες τῇ σκέπῃ σου θερμῶς, οὕτω λύτρωσαι ἡμᾶς ἐκ πάσης θλίψεως.
Ἤθροισται πιστῶς, ἡ Μονή σου Κόρη ἅπασα, καὶ βοᾷ πρὸ τῆς μορφῆς σου εὐλαβῶς· σὺ ἡμῶν Φανερωμένη τὸ προπύργιον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Συντρέχει πλῆθος πιστῶν πανταχόθεν, τῇ ἁγίᾳ σου Μονῇ Θεοτόκε, καὶ πᾶσαν δόσιν τελείαν λαμβάνει, καὶ πᾶσαν αἴτησιν Κόρη ἑκάστοτε, ἐκ τῆς Εἰκόνος σου ἁγνή, μεγαλῦνον τὴν σὴν ἀγαθότητα.
Κυμάτων τῶν ἐν τῷ βίῳ Παρθένε, καὶ πικρῶν ἐπηρειῶν τοῦ βελίαρ καὶ χαλεπῶν ἐννοιῶν ἀκαθάρτων, τὴν τάλαινάν μου ψυχὴν ἐλευθέρωσον, καὶ δίδου μοι καθαρκτικόν, μετανοίας Πανύμνητε δάκρυον.
Εἰς πᾶσαν ὡς ἀληθῶς Κόρη χώραν, τῆς ἁγίας σου Εἰκόνος ἡ χάρις διεβοήθη καὶ πάντες προθύμως, Φανερωμένη τῇ σκέπῃ σου σπεύδουσι, καὶ πᾶσαν λύσιν τῶν δεινῶν, τῇ θερμῇ ἀρωγῇ σου εὑρίσκουσι.
Πληγεῖσαν τῆς ἁμαρτίας τῷ βέλει, τὴν ἀθλίαν μου ψυχὴν καὶ καρδίαν, τῇ σωστικῇ συμπαθείᾳ σου Κόρη, ὡς ἐλεήμων θεράπευσον δέομαι, καὶ τὴν ζωήν μου ἀγαθή, τοῦ Κυρίου τῷ φόβῳ βελτίωσον.
Διάσωσον Φανερωμένη Παρθένε πάσης ἀνάγκης, τοὺς ἐν πίστει τῇ προστασίᾳ σου σπεύδοντας, καὶ τὴν Μονήν σου περίσκεπε πάσης βλάβης.
Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων.
Τῇ ἀῤῥαγεῖ σου πρεσβείᾳ προστρέχουσα, ἡ εὐαγής σου Μονή αὕτη Δέσποινα, λυτροῦται δεινῶν περιστάσεων καὶ οἰκτιρμῶν σου τὸν πλοῦτον κομίζεται· αὐτῆς γὰρ ὑπάρχει τὸ στήριγμα.
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Εὐαγγέλιον·
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39 – 49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἡσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα σοι, Κύριε, δόξα σοι.
Δόξα.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν.
Ταῖς τῆς Παναχράντου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Φέγγει τῆς σῆς χάριτος, τὴν σὴν ἁγίαν εἰκόνα, κεκρυμμένην ἄχραντε, πάλαι ἐφανέρωσας τοῖς ποθοῦσί σε· ἣν τῆς σῆς ἔπλησας, Κόρη ἐπιπνοίας, καὶ πηγὴν θαυμάτων ἔδειξας, τοῖς προσπελάζουσι, ταύτῃ μετὰ πίστεως πάντοτε, καὶ τὴν σὴν ἀγαθότητα, ἐπιβοωμένοις καὶ κράζουσι· δίδου τάς αἰτήσεις, καὶ ἴασαι παθῶν φθοροποιῶν Φανερωμένη πανύμνητε, τοὺς σὲ μεγαλύνοντας.
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἡ ἁγία Εἰκών σου, ἁγιάζει Παρθένε ψυχὰς καὶ σώματα, καὶ ῥώννυσι τὰς φρένας, καὶ τρέφει τὰς καρδίας, τῇ πλουσίᾳ σου χάριτι, Φανερωμένη ἁγνή, τῶν ταύτῃ προσιόντων.
Γέρας πάνσεπτον ἔχει, καὶ διάδημα θεῖον καὶ πολυτίμητον, τὴν θείαν σου Εἰκόνα, ἁγνὴ Φανερωμένη, ἡ σεπτὴ αὕτη Μάνδρα σου· διὸ καὶ χαίρει ἐν σοί, ὑμνοῦσά σου τὴν δόξαν.
Ἐφανέρωσας πάλαι, ἐν φωτὶ οὐρανίῳ Μορφὴν τὴν θείαν σου· διὸ Φανερωμένην, αὐτὴν ἐκ τῶν πραγμάτων, προσφυῶς ὀνομάζομεν, ὡς φανεροῦσαν ἡμῖν εὐνοίας σου τὸν πλοῦτον.
Ῥώμην θείαν Παρθένε, καὶ παράκλησιν ὄντως ἐκ τῆς Εἰκόνος σου, λαμβάνουσαι ὁρῶσαι, μοναστριῶν τὸ στῖφος, τοῦ ἐχθροῦ τοῦ ἀλάστορος, τῇ συμμαχίᾳ τῇ σῇ, αἰσχύνουσι τὸ θράσος.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀγαλλιᾶται, αὕτη ἡ ποίμνη σου Κόρη, προστασίαν σε καὶ σκέπην κεκτημένη, καὶ τὴν σὴν Εἰκόνα, προσπτύσσεται ἐκ πόθου.
Σωμάτων νόσους, καὶ ψυχικὰς ἀσθενείας, τῇ σῇ χάριτι ἀπαύστως θεραπεύεις, ὦ Φανερωμένη, τῶν σὲ ὑμνολογούντων.
Ἴδε Παρθένε, μοναζουσῶν τὴν χορείαν, πρὸ τῆς θείας σου Εἰκόνος ἱσταμένην, καὶ ἐξαιτουμένην, τὴν σὴν ἐπιστασίαν.
Μόνην σε σκέπην, καὶ βοηθὸν ἐν ἀνάγκαις, Κόρη ἔχοντες λυτρούμεθα κινδύνων, τῇ σῇ ὀξυτάτῃ καὶ θείᾳ ἀντιλήψει.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Οὐδόλως τὴν μανίαν, τοῦ δεινοῦ βελίαρ, τῇ βοηθείᾳ σου Κόρη πτοούμεθα· σὺ γὰρ ἡμᾶς περιέπεις καὶ σῴζεις πάντοτε.
Ὑμνοῦμεν καθ᾽ ἑκάστην, τῆς σῆς προμηθείας, ἃς φανεροῖς ἐκδηλώσεις τῇ ποίμνῃ σου, Φανερωμένη Παρθένε, ἡμᾶς εὐφραίνουσα.
Τὸν ἐφέρποντα δολίως, τὸν ἀρχαῖον ὄφιν, ἡμῖν καὶ δόλους ποικίλους τεκταίνοντα, τῇ κραταιᾷ σου πρεσβείᾳ, σύντριψον Ἄχραντε.
Ἐφάπλωσον ὑψόθεν, τὴν σεπτήν σου σκέπην, καὶ τὴν παροῦσαν Μονήν σου περίσκεπε, Φανερωμένη Παρθένε, εἰς σὲ ἐλπίζουσαν.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τῇ σεπτῇ Εἰκόνι καὶ θαυμαστῇ, τῆς Φανερωμένης Θεοτόκου πανευλαβῶς, προσπέσωμεν πάντες, ψυχῆς ἐν κατανύξει, ἵνα πλουσίαν χάριν ἐκ ταύτης λάβωμεν.
Πάλαι ἐφανέρωσας τὴν σεπτὴν Εἰκόνα σου Κόρη, ὡς θησαύρισμα ἱερόν, ἣν περικυκλοῦντες λαμβάνομεν ἀφθόνως, ἁγιασμὸν καὶ ῥῶσιν ψυχῆς καὶ σώματος.
Χαίρει ἡ σεπτή σου αὕτη Μονή, Φανερωμένη παντευλόγητε Μαριάμ, τὴν θαυματουργόν σου, κατέχουσα Εἰκόνα, θαυμάτων θεῖα ῥεῖθρα χύδην πηγάζουσαν.
Πᾶσαι αἱ μονάζουσαι εὐλαβῶς, θλίψεως τῇ ὥρᾳ, καὶ ἐφόδοις ταῖς τοῦ ἐχθροῦ, προσφεύγουσι πίστει, τῇ θείᾳ σου Εἰκόνι, καὶ τῶν κακῶν τὴν λύσιν Κόρη κομίζονται.
Ἅπασι παρέχεις τὰς δωρεάς, τὰς σωτηριώδεις, παραδόξως ὡς συμπαθής, τοῖς ἐγγὺς καὶ πόρρω, Ἁγνὴ Φανερωμένη· διὸ πάντες τὴν χάριν, τὴν σὴν κηρύττουσι.
Δίδου τάς αἰτήσεις διὰ παντός, ταύτῃ τῇ Μονῇ σου, ὡς προστάτις καὶ ἀρωγός, αὐτῆς Θεοτόκε, Ἁγνὴ Φανερωμένη, ἀγάπην, καὶ εἰρήνην αὐτῇ βραβεύουσα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὴν ἁγίαν μορφήν σου κατασπαζόμενοι, Φανερωμένη Παρθένε, ἐν τῇ σεπτῇ σου μονῇ τῇ ἐν Χιλιομοδίῳ ἀνακράζομεν· λύτρωσαι πάντας ἐκ παθῶν χαμαιζήλων καί δεινῶν κινδύνων τῇ χάριτί σου, ἵνα ὑμνῶμέν σε πόθῳ ὡς κόσμου σώτειραν ἀνύστακτον.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἐξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προστρέχοντας πιστῶς, τῇ κραταιᾷ προστασίᾳ Θεοχαρίτωτε, καὶ θαυματόβρυσον ἁγνὴ Εἰκόνα σου, δωρεὰς θείας βλύζουσαν, πόθῳ προσκυνοῦντας, ῥῦσαι πάσης θλίψεως, καὶ πειρασμῶν χαλεπῶν, πλήρου δὲ ἀεὶ τὰς αἰτήσεις, ὦ Φανερωμένη Παρθένε, τῶν ἀεὶ φωνούντων τὸ σὸν ὄνομα.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Φάνηθι κἀμοὶ Φανερωμένη σκέπη
Γερασίμῳ σπεύδοντι τῇ χάριτί σου.
Το Μοναστήρι μας τιμάται στην Κοίμηση της Θεοτόκου 15 Αυγούστου.
Εορτάζει στις 23 με τριήμερο εορταστικό πρόγραμμα.
Εορτάζει στις 17 Ιουλίου το Παρεκκλήσιο που τιμάται στην Αγία Μεγαλομάρτυρα Μαρίνα.
Εορτάζει και το τρισυπόστατο Παρεκκλήσιο που τιμάται στον Άγιο Σωφρόνιο, στον Άγιο Νεκτάριο και στην Αγία Άννα.
Στις 11 Μαρτίου του Αγίου Σωφρονίου.
Στις 25 Ιουλίου της Αγίας Άννας.
Στις 9 Νοεμβρίου του Αγίου Νεκταρίου.
Το Παλαιό Μοναστήρι, πριν την εύρεση της εικόνας της Παναγίας της Φανερωμένης, εόρταζε την Παρασκευή της Διακαινησίμου, όπου τιμάται η Ζωοδόχος Πηγή.