Δύο Παρακλητικοί Κανόνες εις την Παναγία την Φοβερά Προστασία
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Φοβερά Προστασίαν
Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετρίτου
Εΰλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὂτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα τροπάρια.
Ἦχος δ´. Ὁ ὑψωθείς ἐν τῷ σταυρῷ.
Τῆν Φοβερὰν Σου Προστασίαν Παρθένε, δίδου ἡμῖν τοῖς Σὲ τιμῶσιν ἐκ πόθου, ἐκ τῶν ψυχῶν διώκουσα τὸν φόβον τοῦ ἐχθροῦ· φλόγα δὲ ὑπάναψον, τοῦ γλυκέος Υἱοῦ Σου, ἐντολῶν τὴν τήρησιν, ζωηῤῥύτων διδοῦσα, ὅπως ἐγκάρπως φθάσωμεν Ἁγνή, εἰς Βασιλείαν, Αὐτοῦ τὴν τρισπόθητον.
Δόξα. Καὶ νῦν.
Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανὼν, οὗ ἡ ἀκροστιχίς
Δέησις τέκνων Σου, ὦ Φοβερὰ Προστασία. Ἀ(θανάσιος).
ᾨδὴ α´. Ἦχος πλ. δ´. Ἁρματηλάτην Φαραώ.
Δέησιν δέξαι τὴν παροῦσαν Δέσποινα, ἦν ἐκ ψυχῆς Σοι θερμῶς, τέκνα ταπεινὰ Σου, ὡς Μητρὶ προσάγομεν, καὶ δίδου ἡμῖν σκέπην Σου, Φόβεῥὰ Προστασία, δι᾿ ἧς νικήσαι ἰσχύσομεν, βίου λυπηρὰ καὶ ἀντίξοα.
Ἐν τῇ γαστρί Σου τῇ ἁγνὴ κεχώρηται, ὁ τοῦ παντὸς Ποιητής, καὶ ἡγίασε Σε, ὑπὲρ φύσιν ἅπασαν, καὶ Φοβερὰν ἀπέδειξεν, Προστασίαν τοῖς ὅσοι, τὴν Σὴν Εἰκόνα ἀσπάζονται, καὶ πανευλαβῶς Σοι προσπίπτουσιν.
Χερουβεὶμ καὶ Σεραφεὶμ πανήγυρις, τρόμῳ παρίστανται, ἔμπροσθέν Σου Κόρη, τὸ φρικτὸν μυστήριον, τῆς Σῆς λοχείας βλέπουσαι, καὶ οὐδόλως τὸ βάθος, κατανοῆσαι δυνάμεναι, τῆς συγκαταβάσεως τόκου Σου.
Σιγῇ τιμῶνται ἐξ ἀρχῆς τὰ ἄῤῥητα, Κόρη μυστήρια· ὅθεν πῶς Σοὶ δοῦλοι, στόματα ἀνοίξωμεν, καὶ εἴπωμεν τὸ μέγιστον, Φοβερὰ Προστασία, καὶ ὑπὲρ λόγον μυστήριον, τῆς τοῦ Θεοῦ Λόγου Σαρκώσεως;
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἱερὰν Προστασίαν, καὶ Φοβερὰν ἔχομεν, Σὲ τὴν Παναγίαν Μητέρα, τοῦ Παντοκράτορος· διὸ ἀσφάλειαν, ἐπαισθανόμεθα πᾶσαν, ὡς στρουθοὶ ἀδύναμοι, τῇ θείᾳ σκέπῃ Σου.
Σὲ δαιμόνων τὰ πλήθη, ὡς ἐκ πυρὸς φεύγουσι, κλῆσίν Σου φοβούμενα σφόδρα, τὴν πανευφρόσυνον· ὅθεν οἱ δοῦλοί Σου, ἀδιαλείπτως βοῶμεν· σπεῦδε εἰς βοήθειαν, ταύτης τῆς Μάνδρας σου.
Τετρωμένοι ἀγάπης, Σῆς μητρικῆς Ἄχραντε, πόθῳ προσκυνοῦμεν Εἰκόνα, τὴν ζωοπάροχον, καὶ οὐχ εὑρίσκομεν, κόρον τοῦ ἔρωτος τούτου, ὃν ἀεὶ συντήρησον, ἀπαραμείωτον.
Ἐν κινδύνοις τοῦ βίου, Σὺ Φοβερὰ Δέσποινα, πέλεις Προστασία τοῖς ὅσοι, τὴν θείαν κλῆσίν Σου, ψυχαῖς καὶ χείλεσι, ἔχουσι θεῖον ὡς ἄρτον, τούτους ἐργαστήρια, δεικνῦσα χάριτος.
Διάσωσον, ὦ Φοβερὰ Προστασία, ἀπὸ πάσης ἐπιβουλῆς τοὺς Σοί καταφεύγοντας, καὶ φύλαττε διὰ παντός, προσκυνοῦντας τὴν Σήν Εἰκόνα.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τo κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμή.
Σὴν Μάνδραν Ἀγνή, εὑρήκαμεν προσφύγιον, πρὸς ἦν ἀσφαλῶς, εὐχὰς ἀνατίθεμεν, ἐν χαρᾷ ὁδεύομεν, εὐελπίζουσαι τὴν θέωσιν, καὶ σὲ τυχοῦσαι Φοβεράν, Προστασίαν Πανάχραντε.
ᾨδὴ δ´. Σύ μου ἰσχύς, Κύριε.
Καιρῷ παντὶ φάνηθι, Μῆτερ Πανάχραντε, Προστασία, Φοβερὰ τοῖς τέκνοις Σου, τῶν πειρασμῶν πᾶσαν τὴν ὁρμήν, ταχὺ καθελοῦσα, καὶ εὐτονίαν χαρίζουσα, πρεσβείαις Σου ἀχράντοις, καὶ γαλήνην καρδίαις, ἥν Υἱός Σου δωρεῖται οὐράνιον.
Νοῦν καὶ ψυχὴν ἄσυλον, ὡς καὶ διάνοιαν, διατήρει, δούλων Σου Θεόνυμφε, τοῦ Ἰησοῦ μνήμην ἱεράν, ταύταις καθιστῶσα, ὡς ἀδιάλειπτον τρύφημα, καὶ κράτει ἀκρατήτους, λογισμοὺς Σὴ ἀγάπη, Φοβερὰ Προστασία παμπόθητε.
Ὡς ψυχικὸν στάδιον, καὶ ἀσκητήριον, θείαν Μάνδραν, ταύτην Μῆτερ ἔχουσαι, θεοπρεπῶς πᾶσαν τὴν ζωήν, πορευθῆναι δίδου, σαῖς ἀκοιμήτοις δεήσεσι, ἱδρῶτας εὐλογοῦσα, δι᾿ ἀγάπην Κυρίου, ἀγρυπνίαν καὶ κόπον νυχθήμερον.
Νικητικὰ τρόπαια, χάρισαι Δέσποινα, τοῖς Σοῖς τέκνοις, καὶ τειχῶν καθαίρεσιν, ἀπὸ Χριστοῦ τῶν χωριστικῶν, καὶ τὰ ψυχοφθόρα, πάθη εὐχαῖς Σου ἐκῤῥίζωσον, φυτεύουσα ἀγάπης, θείας πάντιμον δένδρον, ἀρετῶν ἀποφέρον τὰ δράγματα.
ᾨδὴ ε´ . Ἵνα τὶ μὲ ἀπώσω.
Σταυρικὴν πολιτείαν, ἐκλεξάμενοι Μῆτερ Χριστοῦ, πορεύεσθαι, τὰ ἡδέα βίου, καὶ τερπνὰ ὁλικῶς ἠρνησάμεθα· ὅθεν ἐξαιτοῦμεν, ὅλῃ ψυχῇ καὶ διανοίᾳ, φοβερὰν Προστασίαν σου Δέσποινα.
Ὁ γλυκὺς ἔρως Μῆτερ, τοῦ Υἱοῦ σου καρδίας ἡμῶν κατέτρωσε, καὶ ὡς φιλερήμους, ἐν Μονῇ ταύτῃ πάσας συνήγαγεν, ἔνθα Προστασίαν, τὴν Φοβεράν σου κεκτημέναι, τῶν ἐχθρῶν οὐ φοβούμεθα ἔνεδρα.
Ὑπερήφανον Κόρη, καὶ ὑψαύχενον Ἄγγελον πῶς κατέῤῥαξεν, ὑψηλὴ καρδία, καὶ δαιμόνων ἐποὶησεν ἔξαρχον, βλέποντες ἐν φόβῳ, ἐπικαλούμεθα βοῶντες· ταπεινὴν ἡμῖν αἴσθησιν δώρησαι.
Ὡραιότατος οἶκος, τοῦ Θεοῦ καὶ Δεσπότου πέλει ἐπέραστος, ὅστις ἐν καρδίᾳ φόβον, ἔχει Κυρίου ἀείποτε, καὶ τηρεῖ τοὺς λόγους, Αὐτοῦ Σεμνή, τοὺς σωτηρίους, οἵας δεῖξον ἡμᾶς ἱκεσίαις Σου.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Φοβούμενοι, τὴν ἐκ Σοῦ διάστασιν, ἐξ ἀνθρώπων ἀσθενείας Παρθένε, ἀπὸ ψυχῆς ἐξαιτούμεθα μεῖνον, ἡμῖν προστάτις καὶ σκέπη καὶ στήριγμα· Σὺ ἔχεις δύναμιν εὐχῶν, ἂς ἡμῖν ἀσθενοῦσι χορήγησον.
Ὁφθάλμισον, Προστασία τέκνα Σου, ὀφθαλμοῖς χερουβικοῖς ἐν τῷ βίῳ, ὥστε ὁρᾶν, τὸν Υἱὸν Σου καὶ μόνον, Οὒ καὶ ὀπίσω πορεύεσθαι θέλομεν· καὶ δόξης τῆς ἐν οὐρανῷ, σὺν Ἁγίων χοροῖς καταξίωσον.
Βαρούμενοι, προσβολαῖς ἀλάστορος, ἐκζητοῦμεν προστασίαν Σου Μῆτερ, τὰ λυπηρά τοῦ παρὸντος αἰῶνος, Σῇ παρουσίᾳ καλῶς καταγλύκανον· καὶ πόῤῥω δίωξον ἡμῶν, τῆς κολάσεως φόβον Πανύμνητε.
Εὑρήκαμεν, Προστασίαν ἄμαχον, Φοβεράν τε Παναγία Παρθένε, ἐν σῇ Μονῇ, ἣν φυλάττοις καὶ σκέποις, ἐκ πειρασμῶν τοῦ ἐχθροῦ ἀκατάσειστον, ἡμᾶς δὲ τέκνα σου πτωχά, καταπλούτισον θείαις πρεσβείαις σου.
Διάσωσον, ὦ Φοβερὰ Προστασία, ἀπὸ πάσης ἐπιβουλῆς Μονὴν καὶ τὴν ποίμνην σου, καὶ φύλαττε διὰ παντός, προσκυνοῦντας τὴν σὴν εἰκόνα.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β´. Προστασία τῶν Χριστιανῶν.
Προστασία Φοβερά, Μῆτερ πέλουσα, τῶν πιστῶν ἐπακούεις τὴν δέησιν· ὅθεν κλῖνον, τῆς μητρικῆς ἀγάπης μυστικῶς, τὸ οὓς καὶ εἰσάκουσον ἡμῶν, τῶν ταπεινῶν μοναστριῶν, ἐκ ψυχῆς αἰτουμένων σε· πᾶσαν ἐχθροῦ μανίαν, σκέδασον σαῖς πρεσβείαις, καὶ τὸν ἁγνὸν φόβον ψυχαῖς, δὸς Υἱοῦ σου Παναμώμητε.
Προκείμενον
Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στ. Ἄκουσον, Θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς Σου καὶ ἐπιλάθου τοῦ λαοῦ Σου καὶ τοῦ οἴκου τοῦ πατρός Σου καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους Σου.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. ι΄38 καὶ ια΄27).
Τῷ καιρῷ ἐκείνῳ εἰσῆλθεν ὁ ᾿Ιησοῦς εἰς κώμην τινά· γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. Καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ ᾿Ιησοῦ, ἤκουε τῶν λόγων αὐτοῦ. ῾Η δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν. ᾿Επιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι, ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ, ἵνα μοι συναντιλάβηται. ᾿Αποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ ᾿Ιησοῦς· Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· ἑνὸς δέ ἐστι χρεία. Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾿ αὐτῆς. ᾿Εγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα, ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας. Αὐτὸς δὲ εἶπεν· Μενοῦν γε, μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν.
Δόξα.
᾿Εν τῇ φοβερᾷ σου καὶ θείᾳ προστασίᾳ, προσπίπτουσι Παρθένε, πταισμάτων δίδου λύσιν.
Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.
Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Κόσμου ἀποθέμεναι, πᾶσαν φιλίαν καὶ σχέσιν, σοὶ ῾Αγνὴ προσήλθομεν, τὸν σταυρὸν ἀράμεναι τῆς ἀσκήσεως· προστασίαν πρόσκαιρον, ἐν τῷ βίῳ ἄλλην, πλήν σου Κόρη μὴ γινώσκουσαι, σοὶ ἀνεθέμεθα, πᾶσαν τὴς ζωῆς ἡμῶν μέριμναν. Οἴδαμεν γὰρ Πανάμωμε, ὅτι ὑπακούει σου Κύριος· ὅθεν Προστασία, ὑπάρχουσα σῶν τέκνων Φοβερά, Μονήν καὶ ποίμνην περίσκεπε, μητρικῇ ἀγάπῃ σου.
Οὐδεὶς προστρέχων ἐπὶ Σοί, κατῃσχυμμένος ἀπὸ Σοῦ ἐκπορεύεται, ὦ Φοβερὰ Προστασία, ἀλλ᾿ αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.
Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγῇ τῶν ἀσθενούντων ὑπάρχουσα, Φοβερὰ Προστασία, σῶζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζόμενων ἡ γαλήνη, ἡ μόνη σωτηρία τῶν πιστῶν.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ῥῦσαι τὰ τέκνα Σου Παρθένε, πάσης θλίψεως καὶ συμφορᾶς παντοίας, εὐλογοῦσα ἀεί, τὰς ὧδε ἀσκουμένας, καὶ δαψιλῶς παρέχουσα, Φοβεράν σου Προστασίαν.
Ἄνοιξον πύλας Βασιλείας, Παναμώμητε, τοῖς πόθῳ προσκυνοῦσιν, ἱεράν Σου Μορφήν, καὶ αἰτουμένων λύσιν, τοῦ ἄγχους περιστάσεων, καὶ ἰάσεις ἀσθενείας.
Πρόφθασον τοὺς ἀπηλπισμένους, καὶ μὴ ἔχοντας ἐλπίδα Θεοτόκε· Σὺ γὰρ εἰ ἀληθῶς, ἐλπὶς τῶν κλονουμένων, ὧν τὰς ψυχὰς ἀνόρθωσον, Φοβερά Σου Προστασία.
Ῥᾶνον Σὴν χάριν οὐρανόθεν, καὶ ἐκδίωξον τὰ νὲφη ἀθυμίας, ἃ ἐχθρὸς συνωθεῖ, ψυχαῖς τῶν Σὲ ὑμνούντων, καὶ γινωσκόντων Πάναγνε, Φοβεράν σε Προστασίαν.
ᾨδὴ η´. Τὸν ἐν ὄρει ἁγίῳ.
Ὅταν ἔλθῃ, ἡμῖν ἡ σκαιωρία, τότε φάνηθι, προστάτις Παναγία, καὶ φωτὶ μητρικῆς, ἀγάπης Σου τὸ σκότος, ταχέως ἀποδίωξον, ἀντεισάγουσα τὴν χάριν.
Σκεύη πάντας, ἀνάδειξον Παρθένε, θείας Χάριτος, τοὺς ὅσοι προσκυνοῦσι, τὴν σεπτήν Σου Μορφήν, καὶ ἐξαιτοῦνται λύσιν, παθῶν ψυχῆς καὶ σώματος, φοβερά Σου προστασία.
Τέκνα πάντες, ἐσμέν Σου Θεοτόκε, εἰ καὶ πάντοτε, οὐ πράττομεν Υἱοῦ Σου, ἐντολὰς σωστικάς, ἀλλὰ τὴν Σὴν Εἰκόνα, ἔχομεν καταφύγιον, καὶ ἐντρύφημα καρδίας.
Ἄλλη Μῆτερ, τοιαύτη προστασία, τοῖς τιμῶσί Σε, οὐκ ἦν οὐκέτι ἔσται· τὸν Θεὸν γὰρ παντός, ἀφράστως τετοκυῖα, εἴληφας χάριν ἄμετρον, καὶ ἀήττητον πρεσβείαν.
ᾨδὴ θ´. Ἐξέστη ἐπὶ τούτῳ.
Ἁγίασον τὰ σώματα καὶ ψυχάς, Φοβερὰ Προστασία τῶν τέκνων Σου τῶν ταπεινῶν, τῶν ἐνασκουμένων Μονῇ τῇ σῇ, καὶ ταῦτα μεταποίησον, εἰς ῾Αγίου Πνεύματος ἱερά· ἐν ὥρᾳ δὲ ἐσχάτῃ, σύναψον τῷ Νυμφίῳ, ἀδιαῤῥήκτως Παναμώμητε.
Στομάτων οὐκ ἀρκοῦσιν αἶνοι πτωχοί, ἐξειπεῖν ὁρμαθὸν θαυμασίων Σου καὶ ἀρετῶν, πλῆθος ἀριθμήσαι ὑπερφυῶν, δι᾿ ὧν κατακεκόσμησαι, παρὰ τοῦ Δεσπότου Κόρη Σεμνή, αἷς στόλισον Σὰ τέκνα, εἰς δόξαν τοῦ Κυρίου, καὶ καταισχύνην πολεμήτορος.
Ἰάματα παρέχεις παντοδαπά, Φοβερὰ Προστασία τοῖς πάσχουσιν καὶ ἐκ ψυχῆς, τὴν χαριτοπάροχον καὶ φαιδράν, Εἰκόνα προσκυνοῦσί Σου, ἦν ὥσπερ παλλάδιον ἱερόν, κατέχει ἡ Μονή σου, καὶ πόθῳ καυχωμένη, ἐν ταύτῃ ῎Αχραντε βασίζεται.
Ἁγάπης φόβον δίδου ἡμῖν Ἁγνή, ψυχικῶν ὅπως φύγωμεν πτώσεων τὰς ἀτραπούς, καὶ προσκολληθῶμεν τοῦ Σοῦ Υἱοῦ, τῷ παμποθήτῳ ἅρματι, καὶ τῆς Βασιλείας τῶν Οὐρανῶν, μετασχῶμεν ἐν τέλει, μετὰ Ἁγίων Πάντων, ὧν Σὺ χοράρχις πέλεις Δέσποινα.
Αξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Προστασία κέκληται Φοβερά, Ἄχραντε Παρθένε, ἡ Εἰκών Σου ἡ ἱερά, τῶν ἐχθρῶν τὰ πλήθη, φοβίζουσα· πιστῶν δέ, πληροῦσα εὐφροσύνης, καρδίας Πάναγνε.
Φοβερὰ τοῖς δαίμοσιν ἡ μορφή, Παρθένε Κόρη, τοῖς πιστοῖς δὲ τρισποθητή, ἣν πλουτεῖ η Μονή σου, καὶ χαίρουσα κραυγάζει, τὸ “Χαῖρε” ᾿Αρχαγγέλου, Θεοχαρίτωτε.
῎Εχει ῎Ορος ῞Αγιον τὴν σεπτήν, Πάναγνε μορφήν σου, Προστασίαν τὴν φοβεράν, ἔχει καὶ Μονή σου, ἰσότυπον εἰκόνα, ἣν ὧδε προσκυνοῦντες, χάριν λαμβάνομεν.
Φόβον τοῦ Υἱοῦ Σου ἔνθες ἡμῖν, τὸν σωτηριώδη, ἐκδιώκουσα τῶν ψυχῶν, πάντα ἄλλον φόβον, ὅπως πιστῶς τιμῶμεν, Εἰκόνα Σου ἁγίαν, Παρθένε Δέσποινα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τὸ ἑξῆς.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Φύλαττε Μονήν σου ἱεράν, ἀπὸ φόβου Κόρη δαιμόνων καὶ πάσης θλίψεως, πόῤῥω ἀπελαύνουσα, ἐχθροῦ τὰ σκάνδαλα, καὶ εἰρήνην θεόῤῥυτον, ἐγκαίνισον ὧδε, ὅπως μεγαλύνωμεν τὴν παρουσίαν σου· σὺ γὰρ Φοβερὰ Προστασία, κέκλησαι καὶ εἶ Θεοτόκε, πάντων τῶν πιστῶς μεγαλυνόντων σε.
Ὅτε παραστῶμεν τῷ Κριτῇ, ὅπως ἀποδώσωμεν λόγον, τῶν πεπραγμένων ἡμῖν, τότε ῥῦσαι ἅπαντας, φόβου κολάσεως, Παναμώμητε Δέσποινα, σεπταῖς Σου πρεσβείαις, καὶ ἡμῶν προστάτευσον καθικετεύουσα, Ὃν ἐν ταῖς σεπταῖς Σου ἀγκάλαις, μητρικῶς ἐβάστασας ὅτι, Φοβερὰ Προστάτις πέλεις δούλων Σου.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.
Διστίχο·
Φάνηθι ἀεὶ Φοβερὰ Προστασία,
Μῆτερ, τῶ Σεμνείῳ σου καὶ ἀσκουμέναις.
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Φοβερά Προστασίαν
Εποιήθει εν Μονή Προφήτου Ηλίου Παρνασσίδος
Εΰλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὂτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.
Τῆς Παναχράντου τῇ πανσέπτῳ Εἰκόνι, οἱ συνεχόμενοι δεινοῖς τε καὶ πόνοις, ἐν στεναγμοῖς καὶ δάκρυσι κραυγάζοντες πιστῶς, πρόφθασον, βοήθησον, Φοβερὰ Προστασία, ἀρωγὸς καὶ στήριγμα τῶν εἰς Σὲ προστρεχόντων, τὸ ἔλεός Σου δεῖξον ἐφ᾿ ἡμᾶς, τοὺς ἐκ καρδίας, πιστῶς μεγαλύνοντας.
Δόξα. Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών.
ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Ὡς θείων θησαύρισμα δωρεῶν, ἀσπαζόμεθα πάντες, τῆς Εἰκόνος Σου τὴν μορφήν, Φοβερὰ ἡμῶν Προστασία, ἡμῖν τὴν θείαν Σου δρόσον ἀνάβλυσον.
Ἀρωγῆς καὶ ἐλέους τοὺς ποταμούς, Φοβερὰ Προστασία οὓς ἐκχέει ἡ Σὴ Εἰκών, χάρισε εὐσπλάγχνως ὡς δρόσον, τοῖς ἐν κινδύνοις πρὸς Σὲ καταφεύγουσιν.
Κινδύνοις καὶ θλίψεσι καὶ δεινοῖς, θερμῶς ἐκζητοῦμεν Προστασίαν τὴν Φοβεράν, ἵνα λυτρωθῶμεν ταχέως, καὶ σεσῳσμένοι τὸ χαῖρέ Σοι εἴπωμεν.
Καταφύγιον μέγα Χριστιανῶν, ὑπάρχει Παρθένε ἡ Εἰκών Σου ἡ ἱερά, Φοβερὰ ἡμῶν Προστασία, τοὺς ἀοράτους ἐχθροὺς ἐκδιώκουσα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τοῖς δεινῶς τρυχομένοις, καταφυγὴ γέγονας· ὅθεν δυσωποῦμεν Παρθένε, Θεοχαρίτωτε, τὴν προστασίαν Σου, τὴν φοβερὰν καὶ γλυκεῖαν, δίδου τοῖς Σοί κράζουσι καὶ καταφεύγουσιν.
Χριστιανῶν αἱ χορεῖαι, ὡς θησαυρὸν ἔχουσιν, τὴν ἀστραπηφόρον Εἰκόνα τῆς Θεομήτορος καὶ ὡς κραυγάζωσιν, ὦ Φοβερὰ Προστασία, σπεύδεις εἰς βοήθειαν καὶ ἀπολύτρωσιν.
Πολυτίμητον μάννα, ὡς ἀληθῶς γέγονεν, καὶ κρήνη ἡ σταλάζουσα δρόσον, τοῖς ἀνυμνοῦσί Σε, ἡ Ἱερά Σου Εἰκών, τῆς Φοβερᾶς Προστασίας, τῶν πιστῶν τὸ καύχημα καὶ ἀγαλλίαμα.
Ὑπερθαύμαστε Κόρη, πάντων ἡμῶν ἄκουσον, καὶ τὰς πειρασμῶν τρικυμίας, τάχιστα στόρεσον, ἵνα βοῶμέν Σοι, ὦ Φοβερὰ Προστασία, δέξαι Μητροπάρθενε ὕμνους τῷ κράτει Σου.
Διάσωσον, ὦ Φοβερὰ Προστασία, συμφορῶν καὶ κινδύνων Σοὺς δούλους, τοὺς ἀσπαζομένους πίστει τὴν Σὴν Εἰκόνα.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τo κάθισμα.
Πρεσβεία θερμή.
Προστασία Φοβερὰ καὶ ἀκαταίσχυντος, τῶν ἀδυνάτων ἰσχὺς καὶ τεῖχος καὶ στερέωμα, ἐκτενῶς βοῶμέν Σοι· Θεοτόκε πᾶσι χορήγησον, τὰς ἐκ τῆς Σῆς Εἰκόνος δωρεᾶς, τοῖς πίστει καὶ πόθῳ προσιοῦσί Σοι.
ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
Τῶν παθῶν τὸ κλυδώνιον, καὶ τῆς ἀθυμίας τὴν ζάλην σκέδασον, καὶ εὐσπλάγχνῳ Σου προσβλέμματι, πλήρωσον χαρᾶς τοὺς εὐφημοῦντάς Σε.
Φοβερὰ Προστασία μου, ἀναβλύζεις νάματα ἱλαρότητος, τὰς ὀδύνας θεραπεύοντα, καὶ τὰ σκότη τάχος καταυγάζοντα.
Ἡ ἐλπὶς καὶ τὸ καύχημα, ἡ καταφυγὴ καὶ ἀντίληψις, προστασία καὶ παράκλησις, Σὺ ὑπάρχεις Κόρη Παναμώμητε.
Ταῖς χερσί Σου κατέχουσα, Νήπιον τὸν Κύριον καὶ Θεὸν ἡμῶν, ἐκτενῶς Αὐτὸν ἱκέτευε, ὅπως τῶν βασάνων λυτρωθείημεν.
ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Ἅπαντα ἐχθρόν, ὁρατόν τε καὶ ἀόρατον, Παναγία Μητροπάρθενε, Ἁγνή, τῇ Φοβερᾷ Σου Προστασίᾳ ἐξαφάνισον.
Βλῦσον γλυκασμόν, ταῖς ψυχαῖς τῶν ἀνυμνούντων Σε, ἐκ τῆς θείας Σου Εἰκόνος μυστικῶς, ἥν ὁρῶντες ἐκ καρδίας ἀσπαζόμεθα.
Ἴδε συμπαθῶς, τοὺς κυκλοῦντας τὴν Εἰκόνα Σου, καὶ τὴν ῥῶσιν ἐκζητοῦντάς Σοι θερμῶς, στεναγμοῖς ἀνεκλαλήτοις τε καὶ δάκρυσιν.
Ἔχει ὁ λαός, τῆς Φωκίδος τὴν Εἰκόνα Σου, ὡς προστάτην τεῖχος σκέπην καὶ φρουρόν, διὰ τοῦτο πάντες μέγα ἀγαλλόμεθα.
ᾨδή στ´. Τὴν δέησιν ἐκχεῶ.
Τοὺς μώλωπας, τῆς ψυχῆς ἰατρεύεις, τῶν πιστῶς Σε Κόρη προσκυνούντων, καὶ τὴν Σὴν Χάριν, θερμῶς ἐκζητούντων, νυχθημερόν τε πρὸς Σὲ δεομένων Σου, τὸν Κύριόν Σου καὶ Υἱόν, ὑπὲρ πάντων ἀπαύστως ἱκέτευε.
Κατάσβεσον, Φοβερὰ Προστασία, δροσισμῷ Σου τὴν πυρὰν ἀλγηδόνων, καὶ τοῖς πιστοῖς, τὴν Σὴν χάριν χορήγει, ἵνα πρὸς Σὲ καταφεύγωμεν ἅπαντες, ἐν πόνοις τε καὶ πειρασμοῖς, ἐκζητοῦντες θερμῶς Σὴν ἀντίληψιν.
Φέγγει, Φοβερὰ Προστασία, ἡ Εἰκών Σου ὑπὲρ ἥλιον πᾶσι, ἥν προσκυνοῦντες, ψυχῆς κατανύξει, ἀναβοῶμεν πρὸς Σὲ Θεομήτορα, δεῦρο χαρίτωσον ἡμῶν, συμπαθῶς τὰς ψυχὰς τῶν τιμώντων Σε.
Ἀπάλλαξον, Φοβερὰ Προστασία, τοὺς Σούς δούλους πειρασμῶν καὶ κινδύνων, καὶ τὴν πικρίαν δεινῶν νοσημάτων, εἰς γλυκασμὸν εὐμενῶς μεταποίησον, ἵνα Σὴν χάριν, ἐν χαρᾷ, καὶ ἐν ὕμνοις λαμπρῶς μεγαλύνωμεν.
Διάσωσον, ὦ Φοβερὰ Προστασία, συμφορῶν καὶ κινδύνων Σοὺς δούλους, τοὺς ἀσπαζομένους πίστει τὴν Σὴν Εἰκόνα.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος δ΄. Τοῖς τῶν αἱμάτων Σου.
Τῆς Φοβερὰς Προστασίας τὴν Εἰκόνα δεῦτε πιστοί, εὐλαβῶς προσκυνήσωμεν· ἀναβλύζει γὰρ δρόσον οὐράνιον καὶ ῥῶσιν νέμει κραταιάν, τοῖς πίστει Αὐτῇ καταφεύγουσιν.
Προκείμενον
Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καὶ γενεά.
Στ. Ἄκουσον θύγατερ καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ Πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α΄. 39-56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς, εἰς πάλιν Ἰούδα· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνὴ μεγάλη καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῳ σωτῆρί μου. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ, ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν μονάδι, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Φοβερᾶς Προστασίας ἱκεσίαις, ἐξάλειψον, Σωτήρ μου, τὰς ἐμᾶς ἁμαρτίας.
Στ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Θησαυρὸς ἀδάπανος, καὶ μὴ κενούμενος Κόρη, ἡ Εἰκών Σου δείκνυται, ἡ πανυπερσέβαστος, Πολυΰμνητε· κλῆσιν δὲ οὐράνιον, Ἀγγέλοις τε αἰδέσιμον, ἡ Εἰκών Σου φέρει, Δέσποινα, δι᾿ ἧς ἐκβοῶμεν Σοι, χάριν ἐξ αὐτῆς ἡμῖν δώρησαι, σκεδάζουσα τὸν κλύδωνα, νόσων τε καὶ πόνων καὶ θλίψεων· εὔσπλαγχνος γὰρ πέλεις, καὶ πλήρης συμπαθείας μητρικῆς, τοῖς ἀνυμνοῦσί Σε Δέσποινα, ὡς Θεοῦ λοχεύτριαν.
ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐθαυμάστωσας ὄντως, τὴν Εἰκόνα Σου Κόρη, τῆς θεϊκῆς Σου μορφῆς, ᾗ πίστει ἐκβοῶμεν, Φοβερὰ Προστασία, Σὺ ἡμᾶς πρόφθασον, ὁδήγησον Σὺ ἀσφαλῶς, εἰς λιμένας τοῦ θείου θελήματος.
Γαληνόμορφος ὄντως, καὶ χαριτόβρυτος πάνυ ἡ Ἱερά Σου Εἰκὼν, ὁρᾶται, Θεομῆτορ, καὶ ὡς οἰκτιρμῶν πάντας, τῇ Φοβερᾷ Προστασίᾳ Σου, στήριξον, τοὺς θεωροῦντάς Σε πιστῶς, τοῦ ἐλέους τὸ ἄπειρον πέλαγος.
Θεϊκοῦ νῦν ἐλέους, διὰ Σοῦ προσδοκῶντες, τεύξασθαι Πάναγνε, φωνὰς δὲ τῶν Σῶν δούλων, δέχου καὶ χορήγει, λύτρωσιν, χάριν καὶ ἔλεος ἄφθονον· ὦ Φοβερὰ Προστασία, σώσαι τοὺς κάμνοντας.
Ψυχικὰς ἀῤῥωστίας, Φοβερὰ Προστασία ὅλως θεράπευσον, τῆς μετανοίας φέγγει, εἰς νομὰς σωτηρίους, ἀσφαλῶς ἡμᾶς πάντας ὁδήγησον, ἵνα Σοι πόθῳ βοῶμεν, χαῖρε Πανύμνητε.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τὰς ἀλγηδόνας, τῶν ψυχῶν τίς δυνήσῃ, διαλύειν εὐκόλως ὦ Παρθένε, εἰ μὴ φθάσῃ τάχυ, ἡ θεία Σου πρεσβεία.
Τὰς ἀθυμίας, ὦ Φοβερὰ Προστασία, μεταβάλλεις εἰς χαρὰν καὶ γαλήνην, ἡ χαρὰν διδοῦσα, πιστοῖς καὶ σωτηρίαν.
Φοβερὰ Προστασία, οἱ ἐν κινδύνοις καὶ πόνοις, τὴν Ἁγίαν Σου εὑρόντες Εἰκόνα, τεῖχος καὶ λιμένα, ὕμνοις δοξολογοῦμεν.
Περικυκλοῦντες, τῆς παναγίας μορφῆς Σου, τὸ ἐκτύπωμα καὶ πόθῳ βοῶμεν, ἵλεως, Παρθένε, γενοῦ τοῖς Σοῖς ἱκέταις.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Οἰκτείρησον Παρθένε, Σοὺς θερμοὺς ἱκέτας, καὶ πειρασμῶν καὶ παθῶν ἐλευθέρωσον, ἐκ τῶν ψυχῶν τὰς ὀδύνας ἐξαφανίζουσα.
Ὑμνοῦμέν Σε Παρθένε, Κεχαριτωμένη, καὶ εὐλαβῶς τὴν Εἰκόνα Σου σέβομεν, δεόμενοι πρὸς Σὲ θερμῶς, μὴ ἐάσῃς τοὺς δούλους Σου πώποτε.
Θεὸν τὸν Εὐεργέτην, ἀγκάλαις Σαῖς κρατοῦσα, Αὐτὸν ἀπαύστως ἱκέτευε, Δέσποινα, νέμουσα πᾶσι τοῖς πιστοῖς, φοβερὰν προστασίαν καὶ ἔλεος.
Ἀγάπην εὐσπλαγχνίαν, ἐκ τῆς σεπτῆς Εἰκόνος, τῆς Φοβερᾶς Προστασίας ἀνάβλυσον, καταδροσίζουσα πάντας, τοὺς προσκυνοῦντάς Σε.
Αξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ἔχει Σὴν Εἰκόνα τὴν ἱεράν, τοῦ Κουτλουμουσίου, ἡ ἐν Ἄθῳ σεπτῇ Μονῇ, Φοβερὰ τοῦ κόσμου, καὶ θεία Προστασία, καταφυγὴ γλυκεῖα καὶ μέγα στήριγμα.
Κράζουσι χορείαις Χριστιανῶν, Κεχαριτωμένη, Προστασία ἡ Φοβερά, θλίψεων παντοίων, κινδύνων, πειρασμῶν καὶ νόσων ἀνιάτων, λύτρωσιν δώρησαι.
Πρέσβευε ἀπαύστως τῷ Σῷ Υἱῷ, Γένους Προστασία, Ὀρθοδόξων ἡ Φοβερά, ἵνα ἐπηρείας ῥυώμεθα καὶ βλάβης, ἐχθρῶν οἱ προσιόντες, τῇ ἀντιλήψει Σου.
Ἡ σεπτὴ Εἰκών Σου Μῆτερ Θεοῦ, ὄντως κεκλημένη, Προστασία ἡ Φοβερά, τοὺς ἀσπαζομένους Αὐτὴν πληροῖ ἰσχύος, καὶ θάῤῥους ἀντικροῦσαι τὸν παναλάστορα.
Πάντας προστατεύεις ὡς ἀληθῶς, σέβοντάς Σε Κόρη, καὶ φιλοῦντας τὴν Σὴν μορφήν, τοὺς ἐγγὺς καὶ πόῤῥω, ὡς φοβερὰ τῷ ὄντι, καὶ θεία προστασία, τῶν ἀνυμνούντων Σέ.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἀπολυτίκιον.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀῥραγὲς περιτείχισμα τῶν προσφύγων Σου, ἐμπεριστάτων ἀγκάλη καὶ ἀδυνάτων ἰσχύς, Προστασία Φοβερὰ τῆς ὁμηγύρεως, τῶν χριστονύμων καὶ θερμή, τῶν ἐν δίναις ἀρωγὸς ὑπάρχουσα Θεοτόκε, ὡς εὐσυμπάθητος κλῖνον, τοῖς Σὲ τιμῶσιν οὖς εὐήκοον.
Ἕτερον.
Ἦχος α´. Τοῦ λίθου σφραγισθέντος.
Μονὴ Κουτλουμουσίου τὴν ἁγίαν Εἰκόνα Σου, Φοβερὰ Προστασία κεκτημένη ἀγάλλεται· ὡς δρόσος γὰρ ἐκ ταύτης μυστική, ἡ χάρις Σου προέρχεται ἀεί, καὶ εὐφραίνει τὰς καρδίας καὶ τὰς ψυχὰς, Παρθένε τῶν βοώντων Σοι· δόξα τῇ προστασίᾳ Σου Ἁγνή, δόξα τῇ ἀντιλήψει Σου, δόξα τῇ πρὸς ἡμᾶς Σου, προμηθείᾳ Ἄχραντε.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τὸ ἑξῆς.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, τὴν Εἰκόνα τὴν σεπτήν, εὐλαβῶς πιστῶς τε καὶ πόθῳ, ἀγαλλομένῃ ψυχῇ, τῆς Θεογεννήτριας νῦν προσκυνήσωμεν, καὶ θερμῶς ἐκβοήσωμεν, Φοβερὰ Προστασία, χάριν Σου τὴν ἔνθεον ἡμῖν χορήγησον· Σὺ γάρ ἐλευθέρωσον πάντας, μητρικαῖς πρεσβείαις χρωμένη, πρὸς Θεὸν Υἱόν Σου τε καὶ Κύριον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, ὦ Μῆτερ τοῦ Θεοῦ, φύλαξον ἡμᾶς ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.