Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο την Γαλακτοτροφούσα
Ποίημα Ισιδώρας Μοναχής Αγιεροθεϊτίσσης
†Εορτάζεται στις 3 Ιουλίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου. Ἐκάθισε με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χεῖρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος Σοι. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψῃς τό πρόσωπον Σου ἀπ’ ἐμοῦ καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπί Σοί ἤλπισα. Γνώρισον μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματος Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τά ἔθνη ἐκύκλωσαν με καί τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καί τά τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀπειροφώτῳ ἐν χαρᾷ καινουργίας, ἐναρμονἰζοντες ὧδάς αἰωνίας, Γαλακτοτρόφον Δέσποιναν ὑμνήσωμεν, μέλιτι ἐκτρέφουσαν, τόν Σωτῆρα ἁγνείας, σπεύσαντα ϑελήσεσιν, ἐν διτταῖς σαρκωθῆναι, ἀναλλοιώτως ταύτης ἐν γαστρί, ἵνα τό γένος, Ἀδάμ ἐκλυτρώσηται.
Δόξα καὶ νῦν. Ὃμοιον.
Χαριτοβρύτοις ἀντιλήψεσι θείαις, καταυγαζόμενοι Παρϑένου Μαρίας, οἰκονομίαν τρίφωτον δοξάσωμεν· Γαλακτοτροφούσης γάρ, ἐν πανσέπτῳ εἰκόνι, πᾶσι τό μυστήριον, ϑεουργίας ἐκλάμπει, ἐν ᾧ ὁ Λόγος δούλου ἐν μορφῇ, τούς ἐξορίστους, θεούς ἀπεργάζεται.
Ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ Ἀκροστιχίς·
Τῆ Γαλακτοτροφούσῃ Δέσποινη. Ἰσιδῶρα
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τόν λόγον τρεφόμενον ἐξ ἁγνῶν, αἱμάτων σου Κόρη, καθηδύνεις πορϑενικῶς, εὐφραίνουσα Γαλακτοτροφοῦσα, τούς προσκυνοῦντάς σε ϑείῳ ἐν Πνεύματι.
Ἡλίου τῆς δόξης τούς φωτυσμούς, Ἀγνή δεξαμένη, ἁγιάζεις ϑεολαμπῶς, ἐν γάλακτι Κόρη μυστουργίας, τούς ἀνυμνοῦντας τό ϑαῦμα τοῦ τόκου σου.
Γεραίρει Παρϑένε αἰνετικαῖς, φωναῖς ἀσιγήτοις, καί γάρ γνώσει πρωτοφεγγεῖ, πληροῖς μυστυκῶς Γαλακτοτρόφε, τούς προσιόντας τῇ φάτνῃ κενώσεως.
Ἀλλήπτως ϑηλάζεις τόν Πρωτουργόν, τῆς κτίσεως Μῆτερ, σαρκωϑέντα ὑπερφυῶς, διό καί ἡμᾶς γαλοκτοτρέφεις, τοῦ Παρακλήτου Παρϑένε τοῖς νάμασι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Λατρευτῶς τιϑηνοῦσα, τόν φαεινῷ γάλακτι, πνεύματος ἁγίου Παρθένε, πάντος λευκαίνοντα, θεῖα πρεσβεία σου, γαλακτοτρόφῳ με Κόρη, λάμπρυνον καθαίρουσα, πάσας σπυλᾶδας μοὺ.
Απορρήτους ἐλλάμψεις, δωροφορεῖς Ἃχραντε, πᾶσι τοῖς ποϑοῦσι τὰ μύρα, τοῦ Ἐλεήμονος, ὅϑεν παράσχου μοι, Γαλακτοχοῦσα ἐκβλύζειν, γάλα ψαλμοδώρητον, ϑείας αἰνέσεως,
Καρδιώσασα Κόρη, τόν Ποιητήν γέγονας, ξένη Βηϑλεέμ ϑεουργίας, στίλβουσα χάριτας, διό ἀστέρος μοι, Γαλακτοτρόφε ἐνσπείρεις, ϑεΐα σελαγίσματα, ἀπολυτρώσεως.
Τετρωμένη τῷ πόϑῳ, τοῦ Λυτρωτοῦ Δέσποινα, μέϑεξιν ἐπέγνως ἀφάτου, Μῆτερ κενώσεως, ὅϑεν με λύτρωσαι, ἐκ τῶν ποθῶν ἀτιμίας ἵνα καταρδεύωμαι, γάλακτι γνώσεως.
Διάσωσον Γαλακτοτρόφε, τούς σούς ἱκέτας, ἐκ τῶν ὀλεϑρίων βελῶν Ἀγνή τοῦ ἀλάστορος, σφραγῖδος μυσώδους ἐκλυτρουμένῃ.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Τιϑήνη ϑερμή, Δεσπότην ἐνηγκάλισαι, τόν ἄρτον ζωῆς τοῖς πᾶσι παρεχόμενον, ὅθεν Ἀγνή δεόμεθα, ἐν τῷ γάλακτι Μῆτερ ἀφέσεως, καταλευκάναι λαμπρῶς τᾷς ψυχάς, τῶν πίστει φιλούντων τήν Εἰκόνα σου.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Οἰκτιρμόνως ὁ Ἃναρχος., Κόρη ἐνηυλίσθη ἐν σοί καί γάλακτι, τῆς παμφώτου Ἀναστάσεως, τοῦ Ἀδάμ εἰκόνα κατεκάλλυνε,
Τυραννούμενος Δέσποινα, τῇ καχεσπερία τῶν νοημάτων μου, καταφεῦγω ἐν τοῖς στέρνοις σου, Γαλακτοτροφοῦσά με οἰκτείρησον.
Ῥυομένη με Ἃσπιλε, νόσων ψυχοφθόρων καί καταπτώσεων, φιλοστόργῷ ἐν νεφέλῃ σου, τῇ γαλακτορρύτῳ κατακάλυψον.
Ὀδυρμοῖς ἱκετεύω σε, ὅπως ἐν τῷ γάλακτι μετανοίας με, λουσαμένη θεονύμφευτε, ὅλον ἀναδείξῃς ἀκατάκριτον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Φαίνεις γλυκασμούς, γαλακκτίνου ἑορτάσεως, ἡ τεκοῦσα ἐθελόθυτον Ἀμνόν, τάς ᾧτειλάς ἐν εὐφροσύνῃ προσδεξάμενον.
Ὃλβον εὐκλεῇ, ϑείου ἔρωτος παρέχουσα, δωροφόρησον τό γάλα διαυγοῦς, καϑαρότητος Παρϑένε τῇ καρδίᾳ μου.
Ὕπερϑεν Ἀγνή, ᾿Ἐκκλησίαν ἀγλαΐζουσα, καταϑέλγεις ἀπορρήτοις δωρεαῖς, Γαλακτοῦχε τῆς σεπτῆς κυοφορίας σου.
Στέργεις ἱλαρῶς, βρεφωθέντα τόν Ὑπέρϑεον, οὗ τό φίλτρον μεταδίδεις δωρεάν, τοῖς αἰτοῦσι σοῦ τό γάλα τῆς ἁγνότητος.
ᾨδὴ στ΄. Τὴν δέησιν.
᾿Ἡδύτητα, τῷ Ἀδάμ ἐξέχεας, Θεοτόκε ἐκ κρατῆρος τριφώτου, τῆς πανδαισίας ἐνθέους μαστοῖς σοῦ, ἡ γαλουχοῦσα ἡμῖν τήν ἑνότητα· διό πιστῶν καταφυγή, ἀνυπάρχεις καΐ ϑεία παράκλησις.
Δεδώρησαι, μυστικῶς τῷ Κτίσαντι,τήν πατρῴαν εὐδοκίαν πληροῦσα, καί εὐλογίαν πυρφόρον κρατοῦσα, ἐν τῷ ϑηλάζειν Χριστόν τόν Ὑπέρϑεον, διό Παρϑένε δυσωπῶ, διατρέφειν με γάλακτι χάριτος.
᾿Επήγασας, ἀφθαρσίας ἥδυσμα, ἐκ μαστῶν σου ϑεορρύτων Παρϑένε, καί γάρ ἀσπόρως τεκοῦσα τόν Λόγον, τῆς ἀλογίας τήν κτίσιν ἐλύτρωσας, ἡμῦν ὀμβρίζουσα σεπτῶς, ἱλασμούς καί ἐκχύσεις τοῦ Πνεύματος.
Σωτήριον προσκυνοῦντες κένωσιν, ἐν εἰκόνι γαλουχούσης Δεσποίνης, ἐλευϑερίας καρπούμεϑα αἴγλην, καί κοινωνίας ἐνθέου χαρίσματα, βοῶντες πόϑῳ τῷ Ἀγνῆ· μαφορίῳ σοῦ πάντας συγκάλυψον.
Διάσωσον Γαλακτοτρόφε τούς σούς ἱκέτας, ἐκ τῶν ὀλεϑρίων βελῶν, Ἀγνή τοῦ ἀλάστορος, σφραγῖδος μυσώδους ἐκλυτρουμένη.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἰτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Περιστεράν λελουμένην ἐν γάλακτι, Γαλακτουχοῦσα Παρϑένε με ποίησον, τόν ῥύπον μου Κόρη καϑαίρουσα, ἡ τῆς Τριάδος τόν ἕνα ἐκθρέψασα, ἁγνῶν σοῦ μαστῶν ἀγαπήσεσι.
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματος σου ἐν πάσῃ γενεά καί γενεά.
Στίχ. τό πρόσωπον σου λιτανεύουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α΄ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ ἐπορεύθη εἰς τήν ὀρεινήν μετά σπουδῆς εἰς πόλιν Ἰούδα, καί εἰσῆλθεν εἰς τόν οἶκον Ζαχαρίου καί ἠσπάσατο τήν Ελισάβετ. Καί ἐγένετο ὡς ἤκουσεν ἡ Ελισάβετ τόν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε τό βρέφος ἐν τῆ κοιλία αυτής˙ καί ἐπλήσθη Πνεύματος Ἀγίου ἡ Ελισάβετ καί ἀνεφώνησε φωνή μεγάλη καί είπεν˙ Εὐλογημένη σύ ἐν γυναιξί καί εὐλογημένος ὁ καρπός τῆς κοιλίας σου. Καί πόθεν μοι τοῦτο ἶνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδού γάρ ὡς ἐγένετο ἡ φωνή τοῦ ἀσπασμοῦ σου εἰς τά ὦτα μου, ἐσκίρτησε τό βρέφος ἐν ἀγαλλιάσει ἐν τῆ κοιλία μου. Καί μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὑτῇ παρά Κυρίου. Καί εἶπε Μαριάμ ˙ Μεγαλύνει ἡ ψυχή μου τόν Κύριον καί ηγαλλίασε τό πνεῦμα μου ἐπί τῷ Θεῶ τῷ Σωτῆρι μου, ὅτι ἐπέβλεψεν ἐπί τήν ταπείνωσιν τῆς δούλης αὑτοῦ. Ἰδού γάρ ἀπό τοῦ νῦν μακαριοῦσι με πάσαι αἱ γενεαί ˙ ὅτι ἐποίησε μοι μεγαλεία ὁ δυνατός καί ἅγιον τό ὄνομα αὑτοῦ. Ἔμεινε δε Μαριάμ σύν αὑτῇ ὡσεί μήνας τρεῖς καί ὑπέστρεψεν εἰς τόν οἶκον αὑτῆς.
Δόξα.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καί νύν.
Ταῖς τῆς Παναχράντου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου…
Προσόμοιον.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Στίλβουσα αἰώνιον, καί ϑεαυγῆ εὐωχίαν, Μῆτερ Ἀειπάρϑενε, ϑείας ἐξ εἰκόνος σου νέμεις ἅπασι, τήν τρυφήν Δέσποινα, τῆς υἱοθεσίας· ὅθεν γάλακτι εὐώδει σου, δίψαν ϑεώσεως, σβέννυς τῶν ἀνθρώπων Θεόνυμφε· διό σοι ἀναμέλπομεν, Γαλακτοτροφοῦσα Ἀπείρανδρε, μή ἐγκαταλίπῃς, ἐν ὣρα τῆς ὀδύνης τούς πιστῶς, ὑμνολογοῦντας ἐν Πνεύματι, τήν κυοφορίαν σου.
Σῶσον ὁ Θεός τῶν λαόν σου…
ᾨδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Πελαγίζουσα Κόρη, ἀγαθότητος ῥεῖϑρα θεοχαρίτωτε, Μονήν σου ϑεοφώτοις, ἔν κῦμασν καλύπτεις, μητρυκῆς ἀντιλήψεως, τοῦ σοῦ Υἱοῦ τῷ φωτί, ψυχάς γαλακτουχοῦσα.
Ὀλοφύρομαι Μῆτερ, ὅτι πλάνου ὑπείκω τοῖς δελεάσμασι, διό σε ἱκετεύω, δακρύων τῷ λουτῆρι, ὅπως Κόρῃ καϑάρῃς με, ἐπιποθοῦντα ϑερμῶς, τό γάλα ϑεωρίας.
Ἱλασμῶν σε εὑρίσκω, καταφύγιον Κόρη τό διασῷζόν με, δεινῶν ἐξ ἀλγηδόνων, ὦ Γαλακτοτροφοῦσα, προσφυγόντα τῇ σκέπῃ σου, ἐν η με ῥῦσαι Ἀγνή, ἐκ πλάνης τοῦ βελίαρ.
Νεκταρώδει δεήσεν, κατευφραίνεις Παρϑένε τούς σοί προστρέχοντας, παρέχουσα πταισμάτων, τήν λύσιν Θεοτόκε, καί τῶν πόνων ἀνάψυξιν, ἐν τῷ ἐκβλύζειν ἀεί, τὸ γᾶλα ἀληϑείας.
ᾨδὴ ἡ’. Τόν Βασιλέα.
Ἡλιοφώτῳ, ὑποταγῇ σου ἐδέξω, γαλουχίαν τοῦ Παντάνακτος Μαρία, πᾶσι χορηγοῦσα, κρουνούς θεολογίας.
Ἰλαροχύτῳ, τῆς σῆς ψυχῆς φωταυγία, παϑυπέμεινας σταυροῦ τὴν ἀδικίαν, ὅθεν τυϑηνεῖς με, ἁγίᾳ καρτερίᾳ.
Σεραφικῶς σε, δοξολογῆσαι ποθοῦμεν, δι ᾽ἀπρόσιτον Τριάδος τιϑηνίαν, καί εἰς τούς αἰῶνας, μετέχειν τοῦ σοῦ κάλλους.
Ἰλύν καϑαίρεις, τῆς ταλαιπώρου ψυχῆς μου, ὑετῷ τῆς εὐαγοῦς ἰερουργίας, γάλα δωρουμένη, μεϑέξεως τριφώτου.
ᾨδὴ θ’. Κυρίως Θεοτόκον.
Δοξάζειν σε ποϑοῦντα, ἐμβάπτυσόν με Κόρη, ἐν τῷ γάλακτι πίστεως δέομαι, ἵνα μένω Υἱοῦ σου τοῖς παραγγέλμασι.
Ὠσϑείς τῆ φιλαυτία, Γαλακτοτροφοῦσα, εἰς τόν βυθόν κατηνέχϑην ἐπάρσεως, ὅϑεν γάλακτι λοῦσόν με ταπεινώσεως.
Ῥωννόμενόν με Κόρη, Γαλακτοτροφοῦσα, ἐν τῇ γλυκεία, στοργῇ σου εὐδόκησον, ἐκλυτρωθῆναι τῶν δόλων φρικτοῦ βδελύγματος.
Ἀλλλόμενον τὸ γάλα, θαυμάτων σου Παρϑένε, ἐκ φωτοφόρου εἰκόνος ἱμείρομαι, διαπορϑμεῦον χρηστότητα ἀνονόμαστον.
Άξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ, καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σε μεγαλύνομεν.
Καὶ τὰ ἐπόμενα Μεγαλυνάρια,
Χαίρους σωτηρίας ἣ τιϑηνός, Γαλακτοτροφοῦσα, και ἀγάπης μυσταγωγός, ἡ τῶν φιλημάτων; τοῦ Κτίστου γεγευμένη, καί τῆς ϑεογνωσίας γάλα πηγάζουσα
Χαίρους ἡ ἀνείκαστος γαλουχός, τοῦ σεσαρκωμένου, Λυτρωτοῦ μου ὑπερφυῶς, ἡ πανωλεϑρίαν, ϑανάτου καταργοῦσα, ὦ Γαλακτοτροφοῦσα, Νύμφῇ ἀνύμφευτε.
Δεῦτε εἰς εἰκόνα πυρσοφαῆ, Γαλαπτοτροφούσης, προσπεσόντες ἐν συτριβῇ, ἐκ τῆς Θεοτόκου, ἀντλήσωμεν τό ῥεῦμα, χρηστῆς παραμυθίας, θειίω ἐν γάλακτι.
Κόρη χαρισμάτων σου τῷ ἡδεῖ, γόλακτι ἐκχέεις, εἰς ϑεόφωτον σήν Μονήν, Πνεύματος τῷ μύρα, ϑεώσεως ἐν δρόσῳ, ὦ Γαλακτοτροφούσα Μήτερ Πανύμνητε.
Στέψωμεν τήν Νύμφην τοῦ Ποιητοῦ, ῥόδοις αἰωνίοις, εὐγενείας Χριστοειδοῦς, πόϑῳ ἐξαιτοῦντες, τῇ Γαλακτοτροφούσῃ, ἡμᾶς ἐκχέειν πάντας, Λόγου τῷ ἔρωτι.
Γαλακτοτροφοῦσα τρισοφαῶς, Λόγου μετασχοῦσα, τῇ ὀδύνῃ καί γλυκασμόν, πρώτῃ ἐπιγνοῦσα, φωτός ἀναστασίμου, σφραγῖδα τόν Υἱόν σου, ϑές τῇ καρδίᾳ μοὺ.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε σαρκωθέντα δι᾿ ἡμᾶς, Λόγον τοῦ Πατρός προσκυνοῦντες, ἐν ταῖς ἀγκάλαις Ἀγνῆς, γάλα ἀρυσῴμεϑα, ἀγαλλιάσεως, καὶ γάρ πόϑῳ ὁ Ἃναρχος, ἀρρήτως κενοῦται, γάλακτι τρεφόμενος, δι ἀγαθότητα, πάντων ὁ Τροφεύς καί Δεσπότης, Γαλακτοτροφούσης πρεσβείαις, πᾶσι τά φωτίσματα δωρούμενος.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν ἐλέησον ἡμᾶς.
Ἀμήν.