Τρείς Παρακλητκοί Κανόνες εις την Παναγία την Γερόντισσα
Παρακλητικός Κανών εις την Θαυματουργό εικόνα της Υπεραγίας Δεσποίνης ημών Θεοτόκου και Αειπαρθένου Μαρίας της Επικληθείσης Γεροντίσσης της Παντοκρατορινής
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
†Εορτάζεται στις 2 Δεκεμβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ παρόντα τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.
Τῆς Γεροντίσσης Παναγίας παρθένου, τῇ σεβασμίᾳ καὶ ἁγίᾳ Εἰκόνι, οἱ τῆς Μονῆς τοῦ Παντοκράτορος μονάζοντες, εὐλαβῶς προσπέσωμεν, πρὸς Αὐτὴν ἐκβοῶντες· Δέσποινα πανύμνητε, τὴν παροῦσαν Μονήν σου, τῇ σῇ προνοίᾳ φύλαττε ἀεί, ἐκ πολυπλόκων, σκανδάλων τοῦ ὄφεως.
Δόξα. Καὶ νῦν.
Ὠς φυλαχθεῖσα ἡ ἁγία Εἰκών σου, ἔτεσι πλείστοις ἐν τῷ φρέατι Κόρη, ὡς θησαυρὸς καὶ αὖθις ἡμῖν δέδοται· οἱ πιστῶς προσπίπτοντες, ἐκ μυχίων βοῶμεν· πλήρου τὰ αἰτήματα, τῶν πιστῶν οἰκετῶν σου, οἷα Γερόντισσα καὶ ἔφορος ἡμῶν, ὑπεραγία Παρθένε πανύμνητε.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ κανὼν οὗ ἡ ἀκροστιχίς·
Γερόντισσα Κόρη ἡμᾶς σώζοις, Γερασίμου
ᾨδὴ α΄ Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Γερόντισσα ὥσπερ καὶ ἀρωγός, ταύτης τῆς Μονῆς σου, παντευλόγητε Μαριάμ, σκέπε ἀπὸ πάσης ἡμᾶς βλάβης, τοὺς προσκυνοῦντας τὴν θείαν Εἰκόνα σου.
Ἐφώνησας πάλαι τῷ λειτουργῷ ὅθεν καταλλήλως, ἐπεκλήθη ἡ σῇ Εἰκών, ἡ πίστει καὶ πόθῳ προσιόντες, ἁγιασμὸν καὶ χαρὰν κομιζόμεθα.
Ῥημάτων Παρθένε ἱκετικῶν, δέχου τὰς αἰτήσεις, ἱκετῶν σου τῶν ταπεινῶν καὶ δίδου ἡμῖν παθῶν τὴν λύσιν, καὶ πολυτρόπων κινδύνων τὴν λύτρωσιν.
Ὀλόφωτον σκήνωμα τοῦ Θεοῦ, φωτός σου ἀκτῖσι, καταλάμπρυνον νοερῶς, ἡμῶν τὰς ψυχὰς καὶ τὰς καρδίας, Ὑπεραγία παρθένε Γερόντισσα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νοσημάτων παντοίων, καὶ πειρασμῶν λύτρωσαι, τῇ σῇ ἀντιλήψει Παρθένε, ἡμᾶς δεόμεθα· σὲ γὰρ κεκτήμεθα, καὶ προστασίαν καὶ σκέπην καὶ θερμήν, Γερόντισσαν, θεογεννήτριαν.
Τὴν σεπτήν σου Εἰκόνα ὡς θησαυρὸν ἔχουσα, ἡ τοῦ Παντοκράτορος Μάνδρα, πιστῶς προστρέχει σοι, καὶ πάσης θλίψεως, θᾶττον λυτροῦται ὑμνοῦσα, Δέσποινα Γερόντισσα, τὴν προστασίαν σου.
Ἰλαστήριον ὥσπερ ἡ σῇ Εἰκὼν πρόκειται, ἥτις καὶ προσφόρως καλεῖται, ταύτης τῆς Μάνδρας σου, θεία Γερόντισσα, θεοχαρίτωτε Κόρη· ἐξ αὐτῆς γὰρ πάντοτε, χάριν καρπούμεθα.
Συμπαθῶς ἡ Εἰκών σου νεύσει τῇ σῇ Δέσποινα, τῷ ἱερουργῷ ἐπιστάτῃ, ὑπὲρ τοῦ Γέροντος· ὅθεν Γερόντισσα, ἔκτοτε Κόρη καλεῖται, καὶ πηγάζει πάντοτε, χάριν καὶ ἔλεος.
Διάσωσον, παρθενομῆτορ Γερόντισσα Θεοτόκε, πάσης βλάβης καὶ συμφορῶν τε καὶ θλίψεων, τοὺς προσκυνοῦντας Εἰκόνα σου τὴν ἁγίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Εἱκὼν ἡ σεπτή, Παρθένε τῆς σῆς ὄψεως, ὡς στήλη λαμπρά, τῆς πρὸς ἡμᾶς προνοίας σου, πανύμνητε Γερόντισσα, ἀπαυγάζει ἡμῖν χάριν ἄφθονον, καὶ διαλύει παθῶν τὴν ἀχλὺν τῶν πόθῳ αἰνούντων σου τὰ θαύματα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Συμφορῶν καὶ στενώσεων καὶ πολυειδῶν, Ἁγνή, περιστάσεων, ἀσινῆ ἀπαύστως φύλαττε ταύτην τὴν Μονήν σου Ἀειπάρθενε.
Ἀναβλύζει ἑκάστοτε ἡ σεπτὴ Εἰκών σου χάριν καὶ ἔλεος· διὰ τοῦτό σου τὰ θαύματα, Δέσποινα Γερόντισσα κηρύττομεν.
Κόσμον θεῖον καὶ στήριγμα, ἡ τοῦ Παντοκράτορος Μονὴ κέκτηται, τὴν Εἰκόνα σου Γερόντισσα, καὶ προσπίπτει ταύτῃ μετὰ πίστεως.
Οὐρανόθεν ἐπίβλεψον, τοὺς τῇ σῇ Εἰκόνι Παρθένε σπεύδουσι, καὶ παράσχου τοῖς οἰκέταις σου, συμπαθῶς πᾶν αἵτημα δεόμεθα.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ῥῶσιν καὶ ἰσχύν καὶ τῶν πόνων ἀπολύτρωσιν, ὡς Γερόντισσα ἡμῶν καὶ ἀρωγὸς μὴ ἐλλίπῃς, χορηγοῦσα ἡμῖν Ἄχραντε.
Ἤπλωται ἡμῖν, ὡς νεφέλη ἐπουράνιος, καὶ καλύπτει τὴν ἁγίαν σου Μονήν, Θεομῆτορ, ἡ μεγίστῃ σου προμήθεια.
Ἤκουσας φωνῆς, δεομένου τοῦ οἰκέτου σου, καὶ ἐπλήρωσας τοὺς πίθους θαυμαστῶς τοῦ ἐκλείψαντος, ἐλαίου Θεονύμφευτε.
Μένει θαυμαστῶς, πλείστοις ἔτεσιν ἀλύμαντος, ἐν τῷ φρέατι ἡ θείᾳ σου Εἰκών, καὶ παρέχει γλυκασμὸν ἡμῖν σωτήριον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἀκούσας ἐκ τῆς σεπτῆς σου Εἰκόνος, παραδόξως τῆς φωνῆς σου προθύμως ὁ ἱερεὺς ἐξετέλεσε Κόρη, τῆς μυστικῆς προσφορᾶς τὸ λειτούργημα· ἔνθεν Γερόντισσα ἁγνή, τῆς παρούσης Μονῆς σου ὠνόμασαι.
Συνῆκεν ὁ ἱερεὺς τῇ φωνῇ σου, καὶ τετέλεκε τὸ ἔργον σπουδαίως· καὶ ἐκ τοῦ θείου αὐτοῦ γεγονότος, ἡ σῇ Εἰκὼν ὠνομάσθη Γερόντισσα καὶ ἔφορος καὶ προμηθεύς, τῆς παρούσης Μονῆς σου Πανύμνητε.
Συνέσει καὶ εὐλαβείᾳ ἀνύειν, τὴν ζωὴν ἡμῶν Γερόντισσα Κόρη, ἐν μετανοίᾳ καὶ ἔργοις ὁσίοις, καὶ ἐν ἀγάπῃ τελείᾳ ἐνίσχυσον· ὅπως τῆς δόξης τοῦ Χριστοῦ, μετὰ τέλος ὀφθῶμεν συμμέτοχοι.
Ὠς ἄλλη, σελήνη Κόρη ὀρᾶται, ἀληθῶς πλησιφαὴς ἡ Εἰκών σου, ἐν τῇ Μονῇ Παντοκράτορος πᾶσι, μαρμαρυγὰς ζωηφόρους ἐκλάμπουσα· τοῖς προσιοῦσιν εὐλαβῶς, καὶ ὑμνοῦσι τὰ θεῖά σου θαύματα.
Διάσωσον, παρθενομῆτορ Γερόντισσα Θεοτόκε, πάσης βλάβης καὶ συμφορῶν τε καὶ θλίψεων, τοὺς προσκυνοῦντας Εἰκόνα σου τὴν ἁγίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Ταῖς τῶν αἱμάτων σου.
Τῇ τῶν θαυμάτων σου Κόρη λαμπρότητι, τῶν παθημάτων ὁ ζόφος σκεδάζεται, καὶ πᾶσι χαρὰ καὶ ἀσφάλεια, Θεογεννῆτορ Γερόντισσα δίδοται, τοῖς πίστει θερμῇ σε δοξάξουσι.
Καὶ εὐθὺς τὸ Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Στίχος. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶ.
(Κεφ. α΄ 39-49, 56).
Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τήν Ἐλισάβετ· καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν·Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς με; ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου, καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Παναχράντου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ β΄. Ὅλην ἀποθέμενοι.
Ὄλβον ἀναφαίρετον, καὶ θησαυρὸν εὐσπλαγχνίας καὶ πηγὴν ἀκένωτον θεϊκῆς χρηστότητος Κόρη πάναγνε, ἀληθῶς κέκτηται τὴν σεπτὴν μορφήν σου ἡ Μονὴ τοῦ Παντοκράτορος, ἧσπερ Γερόντισσα, ὥφθης καὶ προστάτις καὶ ἔφορος· διὸ καὶ μεγαλύνει σε καὶ πιστῶς βοᾷ σοι πανύμνητε· πάσης ἐπηρείας, καὶ πάσης προσβολῆς ὀδυνηρᾶς, ῤύου ἡμᾶς τῇ σῇ χάριτι, πίστει προσκειμένους σοι.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου….
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ζῆν ἡμᾶς ἐναρέτως, ἐν ἀγάπῃ τελείᾳ καὶ θείαις πράξεσιν, καὶ πάσῃ ἐγκρατείᾳ, ἀξίωσον Παρθένε, τοὺς βοῶντας Γερόντισσα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὁλικὴ διανοίᾳ, ἀφορῶντες Παρθένε πρὸς τὴν ἀντίληψιν τῆς σῆς ἐπικουρίας, ῤυόμεθα κινδύνων, ἐκβοῶντες Γερόντισσα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἰαμάτων πελάγη, ὡς πηγὴ εὐσπλαγχνίας βρύουσα πάντοτε, θεράπευσον Παρθένε ψυχῶν τὰς ἀσθενείας καὶ τὰς νόσους τοῦ σώματος· τῶν προσιόντων πιστῶς, τῇ θείᾳ σου Εἰκόνι.
Συμπαθῶς προνοοῦσα τῆς σεπτῆς ταύτης Μάνδρας νέμεις ἑκάστοτε τῆς σῆς φιλανθρωπίας, τὰς θείας διαδόσεις, Θεομῆτορ Γερόντιοσα· διὸ ὑμνοῦμεν ἀεὶ τὴν σὴν κηδεμονίαν.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γνώμῃ ἐνθέῳ ὁ λειτουργὸς τῇ φωνῇ σου, ὑποτέτακται Γερόντισσα παρθένε· ὅθεν ἀνυμνοῦμεν, τὴν πρὸς ἡμᾶς σου χάριν.
Ἐκ τοῦ πυθμένος τοῦ φρεατίου ἀνῆκται καὶ δεδώρηται Εἰκών σου ἡ Ἁγία· ὥσπερ ἐξ ἀδύτων, ἡμῖν Θεοκυῆτορ.
Ῥῶσιν παρέχει, καὶ ψυχικὴν εὐσθενείαν, τῆς Εἰκόνος σου ἡ χάρις Θεοτόκε· τοῖς προσερχομένοις, Αὐτῇ ἐν εὐλαβείᾳ.
Ἄγγελοι ἄνω, δοξολογοῦσί σε Κόρη, ἡμεῖς κάτω δὲ τῇ θείᾳ σου Εἰκόνι· πίστει παρεστῶτες, ὑμνοῦμέν σου τὴν δόξαν.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Σκηνὴ Θεοῦ τοῦ ζῶντος, ἄχραντε Παρθένε γέρας ἡμῖν καὶ διάδημα τίμιον, τὴν σὴν ἁγίαν Εἰκόνα ἡμῖν ἀνέδειξας.
Ἰσχὺν τοῖς ἀσθενέσι, δίδου Θεοτόκε, καὶ τεθλιμμένοις χαρὰν καὶ βοήθειαν, τοῖς τῇ σεπτῇ σου Εἰκόνι πιστῶς προστρέχουσιν.
Μονήν σου ταύτην Κόρη, φύλαττε ἀπαύστως τὴν καυχωμένην τῇ θείᾳ Εἰκόνι σου καὶ ἀκλινῶς προσιοῦσαν τῇ προστασίᾳ σου.
Οὐράνωσον Παρθένε, ἔρωτι ἁγίῳ τὰς διανοίας ἡμῶν καὶ κατεύθυνον, πρὸς ἀρετῶν ἐργασίαν ἡμᾶς Γερόντισσα.
Ὑψίστου χαῖρε θρόνε, Κεχαριτωμένῃ, καὶ τῆς Μονῆς Παντοκράτορος καύχημα καὶ προστασία καὶ θείᾳ ὄντως Γερόντισσα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ ἐπόμενα Μεγαλυνάρια,
Χαίρει Παντοκράτορος ἡ Μονή, ἔχουσα ἐν κόλποις, τὴν Εἰκόνα σου τὴν σεπτήν, ἥτις Θεοτόκε, Γερόντισσα καλεῖται, καὶ βρύει εὐφροσύνην, καὶ ἀγαλλίασιν.
Ἔρειπται Εἰκών σου ἡ θαυμαστή, τῷ φρέατι Κόρη καὶ ἐκεῖθεν πάλιν ἡμῖν, μετὰ πλείστους χρόνους ἀπήμαντος ἐδόθη, Γερόντισσα παρθένε, ταύτῃ τῇ Μάνδρᾳ σου.
Ἢκουσας δεήσεως ἐκτενοῦς, Κεχαριτωμένη, Ἡγουμένου τοῦ τῆς Μονῆς, καὶ τοὺς πίθους Κόρη, ἐπλήρωσας ἐλαίου, ὡς βρύσις εὐσπλαγχνίας, καὶ ἀγαθότητος.
Ἔντρομος ἀκήκοε τῆς φωνῆς, ἐκ τῆς σῆς Εἰκόνος, καὶ ἐν τάχει τὴν ἱεράν, ἤνυσε λειτουργίαν, ὁ λειτουργὸς Παρθένε, ἐντεῦθέν σε Γερόντισσαν, ὀνομάζομεν.
Φύλαττε καὶ σκέπε πάσης ὀργῆς, ταύτην τὴν Μονήν σου καὶ ἐκ πάσης ἐπιβουλῆς, ὡς ταύτης προστάτις καὶ κηδεμὼν καὶ γέρας καὶ ἐξαιρέτῳ τρόπῳ, Κόρη Γερόντισσα.
Δίδου Θεοτόκε ὡς συμπαθής, ἡμῖν τοῖς σοῖς δούλοις, τὴν ἁγίαν σου ἀρωγήν, καὶ ἐν ὥρᾳ Κόρη βοήθει τοῦ θανάτου, καὶ ῤῦσαι ἡμᾶς τότε χειρῶν τοῦ δράκοντος.
Τοὺς ἀσπαζομένους τὴν σὴν Ἁγνή, πάνσεπτον εἰκόνα, Παντοκράτορος, ἐν Μονῇ, τεθησαυρισμένην τοῦ Ὄρους τοῦ Ἁγίου φυλάττοις ἀπειράστους, θεία Γερόντισσα.
Πλῆσον τὰς καρδίας θείου φωτὸς σῶν τεκνίων Κόρη καὶ Γερόντισσα θαυμαστή, ὡς ποτε τοὺς πίθους, ἐνέπλησας ἐλαίου, καὶ ἀσφαλῶς χορήγει, ζωὴν τὴν μέλλουσαν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προσπίπτοντας πιστῶς τῇ σῇ ὑπερτίμῳ Εἰκόνι, Κόρη Γερόντισσα, σκέπε καὶ διάσωζε ἐκ πάσης θλίψεως, καὶ χορήγει ἑκάστοτε, ταύτῃ τῇ Μονῇ σου, τῆς σῆς ἀγαθότητος τὰς δαψιλεῖς δωρεάς· ὅτι τῇ θερμῇ σου πρεσβείᾳ, σπεύδομεν ἀεὶ Θεοτόκε, τὴν σὴν ἑξαιτούμενοι βοήθειαν.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους, σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σὲ δοξάζομεν τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Τῇ πρεσβείᾳ Κύριε πάντων τῶν Ἁγίων καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἥμῖν, καὶ ἐλέησον ἡμᾶς ὡς μόνος οἰκτίρμων.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Πρόσδεξαι, Γερόντισσα θεογεννῆτορ
ὃν σοι Γεράσιμος ἐξύφανεν ὕμνον.
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Γερόντισσαν
Ποίημα Μητροπολίτου Εδέσσης Ιωήλ
†Εορτάζεται στις 2 Δεκεμβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Τὴν ἀειπάρθενον Κυρίαν τοῦ κόσμου, καὶ Παντοκράτορος Μονῆς ἐν τῷ Ἄθῳ, εὐλογημένην ἔφορον Γερόντισσαν, μοναστῶν βοήθειαν καὶ πιστῶν προστασίαν, δεῦτε ἱκετεύσωμεν οἱ ἐν θλίψεσιν ὄντες καὶ πεπληγμένοι ἄλλαις συμφοραῖς, ὅπως ῥυσθῶμεν, ἐκ τούτων οἱ τάλανες.
Δόξα. Καὶ νῦν.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Γερόντισσα Μαριάμ βοήθησον ἡμᾶς. Ιωήλ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Γερόντισσα Δέσποινα Μαριάμ, ἐλπὶς τῶν ἀνθρώπων καὶ τοῦ Ἄθωνος χαρμονῇ, τὴν χάριν σου δός μοι οὐρανόθεν, τῆς ἱκεσίας σου πλέξαι τὸν στέφανον.
Ἐσκότισμαι πάθεσι τοῖς δεινοῖς ὡς καὶ ἐδουλώθην ὑπὸ πλήθους δαιμονικῶν, συμπτώσεων Δέσποινα παρθένε, διὸ θερμῶς ἐκζητῶ τὴν σὴν δύναμιν.
Ῥοαῖς ἰαμάτων ἰατρικαῖς εἰκόνος σου Μῆτερ τῶν νοσούντων ἐπιφοράς, ἰάτρευσον τούτοις παρασχοῦσα, τὴν ὑγίειαν ψυχῆς τε καὶ σώματος.
Οἱ δοῦλοί σου κλίνομεν εὐλαβῶς, τὰ γόνατα Μῆτερ, πρὸ εἰκόνος σου τῆς σεπτῆς, ἐλπίζοντες δράξασθαι ταχέως, τὰς σωστικὰς δωρεάς σου Γερόντισσα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νοητῶς ἐποπτεύεις τὴν σὴν Μονὴν Πάναγνε, ἀλλὰ καὶ καθ’ ὕπαρ φροντίζεις αὐτὴν ἑκάστοτε, τὴν χάριν πέμπουσα τὴν ἐλεήμονα πᾶσι, ὅπως ἂν διέλθωσι τοῦ βίου πέλαγος.
Τὸν κλοιὸν ἁμαρτάδων, καὶ τὸν ζυγὸν θλίψεων, φέρω ἀβαστάκτως Παρθένε, περὶ τὸν τράχηλον, διὸ καὶ δέομαι ταῖς σαῖς πρεσβείαις τοῦ βάρους, κουφισθῆναι τάχιστα, σεμνὴ Γερόντισσα.
Ἰατρεῖον ὑπάρχει ἡ σῇ εἰκὼν ἄχραντε, πολυπαθεστάτων ἀνθρώπων, ἐκ ῥίζης στέλλουσα καρκίνου δύναμιν, καὶ ἀτεκνίας ὀδύνην καὶ πολλῶν παθήσεων, δεινὴν ἐνέργειαν.
Στειρευόντων τὸ ἄγχος ταῖς σαῖς εὐχαῖς στόρεσον, καὶ τῶν φοβιῶν τὴν πλημμύραν, παῦσον ἐκ δούλων σου, καὶ δὸς Γερόντισσα, τῶν καρδιῶν τὴν γαλήνην, καὶ νοὸς εἰρήνευσιν, τὴν πολυπόθητον.
Διάσωσον, ἀπὸ κινδύνων Γερόντισσα Θεοτόκε, τοὺς τιμῶντας υἱοπρεπῶς τὴν θείαν εἰκόνα σου, καὶ δώρησαι τὰ ἐλέη σου πᾶσι.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Εἰκόνα τὴν σὴν πανάμωμε Γερόντισσα, πιστῶν ἡ πληθὺς καὶ πάντες οἱ μονάζοντες προσκυνοῦμεν ψάλλοντες· ἱκεσίας μέλισμα Δέσποινα, ἵνα ῥυσθῶμεν θείαις σου εὐχαῖς, ἐκ πάσης τοῦ βίου περιστάσεως.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Συστροφῶν τοῦ ἀλάστορος ὡς προστάτις Μῆτερ τοῦ Παντοκράτορος, ἐν αὑτῇ τοὺς ἀσκητεύοντας, ταῖς λιταῖς ἀπάλλαξον, Γερόντισσα.
Ἀπογνώσεως λύτρωσαι πάντας τοὺς τιμῶντας τὴν σὴν ἐμφέρειαν, παναμώμητε Γερόντισσα, τοῦ Ἁγίου Ὄρους ἐγκαλλώπισμα.
Ἀναργύρως Γερόντισσα, τοῖς πιστοῖς ἀνθρώποις τὰ ὠφελήματα τῆς ψυχῆς τε τὰ τοῦ σώματος, δίδως θεομῆτορ ὡς φιλάνθρωπος.
Μαρτυρίαις τῶν δούλων σου, τῶν προσδεχομένων τὴν σὴν συμπάθειαν, ἡμεῖς πάντες προτρεπόμεθα, ἐκζητῆσαι Μῆτερ τὴν σὴν δύναμιν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ῥύπους τῶν παθῶν καὶ ἀκάθαρτα νοήματα, τὰ μολύναντα χιτῶνα τῆς ψυχῆς, ἀφ’ ἡμῶν τῶν ἱκετῶν σου ἀπομάκρυνον.
Ἵνα τοῦ ἐχθροῦ καταργήσωμεν, Γερόντισσα, τὴν ἀναίδειαν καὶ πᾶσαν μηχανήν, συστρατεύθητι ἡμῖν τοῖς ἀγαπῶσί σε.
Ἄμετροι ἁγνοί, πειρασμοὶ τοῦ πολεμήτορος, κατατήκουσιν ἡμᾶς τοὺς ταπεινούς, διὸ πρόφθασον καὶ δὸς ἡμῖν βοήθειαν.
Μνήσθητι Μονῆς τοῦ Κυρίου Παντοκράτορος, ἐφαπλοῦσα τὴν σὴν σκέπην ἐπ’ αὑτῇ, ἀειπάρθενε Κυρία ἡ Γερόντισσα.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Βαρύνομαι ὑπὸ πλήθους πράξεων, ἀκρασίας καὶ δεινῆς ῥαθυμίας, καὶ ποντισθεὶς ἐν θαλάσσῃ ἀγρία, τῆς ἀπογνώσεως σπεύδω προσπέσαι σου, πρὸ εἰκόνος τῆς σεπτῆς, λυτρωθῆναι με μῆτερ Γερόντισσα.
Ὁρμήμασι τοῦ ἀρχαίου δράκοντος, ἐμακρύνθημεν ὡς ἄσωτοι Μῆτερ, ἐκ τοῦ Θεοῦ γεγονότες δαιμόνων, καὶ στυγερῶν καὶ ἀφίλων ἐπίχαρμα, ἀλλὰ θαῤῥοῦμεν σαῖς λιταῖς, πρὸς τὸν οἶκον Πατρὸς ἀνακάμψασθαι.
Θαρσύνονται τῶν πιστῶν ἀθροίσματα, ἐκ τῆς θέας τῆς σεπτῆς σου εἰκόνος, καὶ εὐφροσύνης ἀφάτου πληροῦνται, ὡς καὶ τῆς λύπης ἐχθρῶν ἀπαλλάσσονται, διὸ μὴ παύσῃ καὶ ἡμᾶς, ἐκ δεινῶν θλιβερῶν προστατεύουσα.
Ἡ Μάνδρα σου ἐν τῷ Ἄθῳ Δέσποινᾳ, ἐγκαυχᾶται καὶ φαιδρύνεται ὄντως, ἐπὶ τῇ θέᾳ τῆς σὴς ἐμφερείας, ἐν τῇ σεπτῇ σου εἰκόνι Γερόντισσα, καὶ οἱ ἐν ταύτῃ μοναχοί, τὸ σὸν ἕρκος αἰτοῦνται καὶ στήριγμα.
Διάσωσον, ἀπὸ κινδύνων Γερόντισσα Θεοτόκε, τοὺς τιμῶντας υἱοπρεπῶς τὴν θείαν εἰκόνα σου, καὶ δώρησαι τὰ ἐλέη σου πᾶσι.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς τῆς Μονῆς Παντοκράτορος ἔφορον, μὴ διαλίπῃς Παρθένε σκεπάζουσα, τοὺς μοναστὰς ἐν αὐτῇ τῇ σῇ χάριτι, καὶ κοσμικῶν τὰς χορείας χαρίζουσα, αὐτοῖς ταῖς ψυχαῖς τὰ κατάλληλα.
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματος σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἄκουσον, Θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὕς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου καί τοῦ οἴκου τοῦ πατρός σου καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα. Καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν Ἐλισάβετ τὸν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν. Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Ὅτι ἐπέβλεψεν ἐπί τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Ταῖς τῆς Γεροντίσσης πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δέσποινα Γερόντισσα, τοῦ Ὄρους Ἄθω ὁ κόσμος, Μονῆς Παντοκράτορος, ἡ θερμὴ προστάτις ὁμοῦ καὶ ἔφορος, τῶν πιστῶν πρόμαχος καὶ τῶν μοναζόντων, ἀντιλήπτωρ ἀξιάγαστος, νοσούντων ἴαμα καὶ τῶν ἀλγουμένων ἡ ἄνεσις, ὑπάρχῃς ταῖς πρεσβείαις σου πρὸς τὸν σὸν Υἱόν τε καὶ Κύριον, διὸ μὴ παρίδῃς, τὴν δέησιν ἡμῶν τῶν ταπεινῶν, ἀλλὰ προθύμως ἐκπλήρωσον, ἡμῶν τὰ αἰτήματα.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἡδονὰς πολυτρόπους, καὶ θυμὸν τῆς καρδίας, καὶ ἀλογίαν παθῶν, οἰήσεων τὸν ῥύπον, καί τὴν ἀνηκοΐαν, ταῖς πρεσβείαις σου κόπασον, ἐκ τῆς ψυχῆς μοναστῶν, τῆς Μάνδρας σου Παρθένε.
Σῴζει Μῆτερ παρθένε, κοσμικῶν τὰς ἀγέλας, ἐξ ἀνιάτων ἀλγῶν, καὶ νόσων ψυχοφθόρων, πιστῶν ἀπορουμένων, τῆς ἁγίας εἰκόνος σου, ἡ πανσθενὴς σου ἁγνή, ἀντίληψις καὶ χάρις.
Ὁλικῶς ἁμαρτάνω, καὶ ἐμπέπτωκα Μῆτερ, ἐν τῷ βυθῷ τῶν κακῶν, διὸ τὴν χεῖραν τεῖνον, καὶ πρόφθασον εὐχαῖς σου, τὴν ἐμὴν ἐξουθένωσιν, ὅπως ἐκ βάθους παθῶν, Γερόντισσα ἀνέλθω.
Νῦν ὁ σύλλογος ἅπας, μοναστῶν καὶ μιγάδων καὶ κοσμικῶν ὁμαδόν, ὑμνεῖ σου τὰς ἰάσεις, ἀτέκνων θεραπείαν καὶ καρκίνου κατάπαυσιν, ταῖς ἐνεργείαις ταῖς σαῖς, Γερόντισσα Κυρία.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἡμῶν φοβίας Γερόντισσά μου Παρθένε, διασκέδασον φαιδραῖς σου ἐνεργείαις, καὶ ἡμῖν παράσχου, τὴν ἔνδοθεν εἰρήνην.
Μαρία Μῆτερ, τῆς Παντοκράτορος φύλαξ, φύλαξόν μου τὴν ψυχὴν καὶ τὴν καρδίαν, ἐκ πολλῶν ἀθέσμων, καὶ φαύλων νοημάτων.
Ἀπὸ καρδίας, εὐχαριστοῦμέν σοι Κόρη, ὅτι πάντοτε συντρέχεις τοῖς ἀνθρώποις, ἐν τοῖς καθ’ ἡμέραν, τοῦ βίου πραγματείαις.
Σὺ ὄντως πέλεις, τὴν Παντοκράτορος Μάνδραν τὴν περίπυστον ἐν Ὄρει τῷ Ἁγίῳ, θείαις δυσωπείαις, πρὸς τὸν Υἱόν σου Μῆτερ.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰάτειρα νοσοῦσι, ἄκος τῶν στενόντων, καὶ χορηγὸς ἀγαθῶν ἀνεπίφθονος, τοῖς ἐνδεέσιν ἐφάνης, Μῆτερ Γερόντισσα.
Ὡς ὄλβον οἱ σοὶ δοῦλοι, ἔσχομεν τὸν τύπον, τῆς γλυκυτάτης μορφῆς σου Γερόντισσα, ἐξ ᾖς πληθὺν ἰαμάτων ἀεὶ λαμβάνομεν.
Ἡδέως τὴν σὴν κλῆσιν, οἱ ἐν Ὄρει Ἄθῳ, καὶ οἱ ἐν κόσμῳ Γερόντισσᾳ μέλπουσι, σὺ γὰρ ἐδείχθης τοῖς πᾶσιν ἐλπὶς καὶ τείχισμα.
Λιμὴν χειμαζομένων, ἐν τῷ βίῳ Μῆτερ, τῷ πολυφρόντιδι γέγονας ἅπασι, διαπορθμεύουσα τούτοις πολλὴν συμπάθειαν.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις ἡ ἐν Ἄθῳ λαμπρᾷ Μονῇ, ἡ ἐγκαυχωμένη τῇ εἰκόνι σου Μαριάμ, Γερόντισσα Μῆτερ Ἀγγέλων θυμηδία, καὶ προστασίᾳ θείᾳ τῆς Παντοκράτορος.
Ἔχοντες κειμήλιον ἱερὸν τὸν ἀρχαῖον τύπον ἐμφερείας σου τῆς σεπτῆς, λαμβάνομεν θάρσος Γερόντισσα παρθένε, ἀναλαβεῖν ἀγῶνα κατὰ τοῦ δράκοντος.
Πλῆθος ἀσθενούντων ὁμολογεῖ τὴν σὴν ἰατρείαν ἀνιάτων ἀῤῥωστιῶν, τὸ ἄκος ἀπαίδων καὶ τοῦ καρκίνου παῦσιν, καὶ πάσης δυσπραγίας τὴν ἐξομάλυνσιν.
Μνήσθητι Γερόντισσα Μαριὰμ τῶν ἐνασκουμένων ἐν τῇ Μάνδρᾳ τοῦ σου Υἱοῦ, καὶ δὸς αὐτοῖς σθένος βελίαρ τοῦ ἀρχαίου, καταβαλεῖν ἀνδρείως τὰ μηχανήματα.
Δεῦτε τὸ εἰκόνισμα τὸ σεπτὸν τῆς σεπτῆς Παρθένου ἀσπασώμεθα οἱ πιστοί, καὶ ἀπὸ καρδίας τῇ Κεχαριτωμένη, βοήσωμεν ἐν πίστει χαίροις Γερόντισσα.
Τὴν ἀειμακάριστον Μαριάμ, τὴν λυτρωσαμένην τοὺς ἀνθρώπους ἐκ τῆς φθορᾶς, τιμήσωμεν ὕμνοις φιλάγιοι πατέρες, καὶ κοσμικῶν τὰ πλήθη θεοτοκόφιλα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.
Δεῦτε οἱ ἐν Ἄθῳ μονασταί, δεῦτε κοσμικῶν αἱ χορεῖαι, σεπτὸν ἐκτύπωμα τῆς ἁγνῆς Θεόπαιδος τῶν ὕμνων ἄνθεσι, καταστέψωμεν ψάλλοντες· αὐτῇ εγκαρδίως, αἰτοῦντες τὰ πρόσφορα, ψυχῇ καὶ σώματι, λέγοντες Γερόντισσα Μῆτερ, ταῖς ἱκετηρίαις σου σῶσον, τοὺς σε ἀνυμνοῦντας καὶ δοξάζοντας.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Γερόντισσας Κάτω Παναγιάς Άρτας
Ποίημα Αντωνίου Μάρκου, Καθηγητού Αγιολογίας
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς Γεροντίσσης τῇ εἰκόνι προσπίπτοντες, τῇ τιμωμένῃ ἐν τῇ Μονῇ Παναγίας τῆς Κάτω καλουμένης ἐν Ἄρτῃ, πιστοὶ πάντες ἀρυόμεθα ἐξ αὐτῆς εὐλογίαν, βίου τε διόρθωσιν καὶ ψυχῶν σωτηρίαν· διὸ σκιρτῶντες μέλπομεν Αὐτῇ, χαίροις Παρθένε, ἡμῶν τὸ διάσωσμα.
Δόξα. Καὶ νῦν.
Οὐ σιωπήσωμέν ποτε.
Τῇ Θεοτόκῳ ὡς μητρὶ ἐκβοῶμεν· οἱ τυραννούμενοι ἐχθροῦ δυναστείᾳ, τῇ θεϊκῇ σου σκέπασον ἀγάπῃ ἡμᾶς· σπεῦσον, Κόρη, ῥύσασθαι τῶν τοῦ βελίαρ παγίδων, ὦ σεπτὴ Γερόντισσα, καὶ τῆς δαιμόνων μανίας· σοῦ γὰρ ὑπάρχει πάντιμος Μονή, ἐν πόλει Ἄρτης ἡμῶν καταφύγιον.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχὶς:
ΓΕΡΟΝΤΙΣΣΗΣ ΕΙΚΟΝΙ ΥΜΝΟΣ ΑΔΕΤΑΙ. ΑΝΤΩ(νίου).
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Γράψαι νῦν ἀρξάμενον σὸν ταπεινὸν δοῦλον, Δέσποινα, φωτός σου μοὶ δώρησαι ἀκτῖνα μίαν, Σεμνή, ὅπως ὑμνήσω σου τὰ θεῖᾳ μεγαλεῖᾳ καὶ χάριν τὴν ἄφθονον, σεπτὴ Γερόντισσα.
Εὐλόγησον, Ἄχραντε, τὴν ἀπαρχὴν τοῦ πονήματος, ὁμοῦ καὶ ποιήματος πρὸς δόξαν σὴν καὶ τιμήν, ἵνα μέλψω σου ἀξίως τῶν χαρίτων τὴν ὄντως ἀέναον πηγήν, Γερόντισσα.
Ῥανῆσι σῆς χάριτος τοὺς προσιόντας σεμνείῳ σου ἐν Ἄρτῃ, Μητρόθεε, χαρὰν ἐπόμβρισον, τοῖς ταῖς θλίψεσι τοῦ βίου θλιβομένοις· πρὸς σὲ γὰρ προστρέχουσι, Μῆτερ Γερόντισσα.
Ὃν ἤγειρεν Τέμενος, ὡς μετανοίας ἀπόδειξιν, Δεσπότην ἐλέησον Ἠπείρου τὸν Μιχαήλ, τὸν διώξαντα σὴν δούλην Θεοδώραν, κολάσεως λύτρωσαι τῇ μεσιτείᾳ σου.
ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Ναὸν σοὶ ἀνήγειρεν, μισήσας τὴν ἄσεμνον πρότερον ζωήν, Δεσπότης ἐλεγχόμενος, μοιχείαν ἀποθέμενος· σὺ δὲ ὡς Μήτηρ εὔσπλαχνος, τούτου ἐδέχθης μετάνοιαν.
Τὸν πρώην μοιχείᾳ τῆς συνεύνου βασάνῳ κολάσαντα ζωήν, εἰς μετανοίας ἴθυνας ὁδόν, σεπτὴ Γερόντισσα· καὶ φωτισμῷ ἐφώτισας θείῳ αὐτοῦ τὴν διάνοιαν.
Ἴδε, Γερόντισσα, σῶν δούλων τὴν πρόθεσιν, Κόρη, τῆς ψυχῆς καὶ μετανοίας ἄνοιξον ἡμῖν θύραν πρεσβείαις σου, πρὸς τὸν Υἱὸν καὶ Δεσπότην σου, Θεὸν ἡμῶν δὲ καὶ Κύριον.
Σῶσον, Γερόντισσα Κυρία, ἡμᾶς τοὺς ποσιόντας τῇ Μονῇ τῇ εὐκλεῇ καὶ θείᾳ σου, ἣν Κάτω Παναγίας νῦν, σὲ εὐλογοῦντες τὴν Πάνσεμνον Ἀρταῖοι ἐπονομάζουσι.
Διάσωσον, τοὺς σὺ προσπίπτοντας, Γερόντισσα Κόρη, Μονῇ σου γὰρ τῇ εὐκλεεῖ, ἐπισκιάζει ἀφθόνως ἡ σῇ χάρις.
Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Παρθένου τῇ σεπτῇ Μονῇ οἱ πιστοὶ προσφεύγομεν, οἱ ἐν πόνοις ψυχῆς καὶ θλίψεσι ὑπάρχοντες· καὶ ἐν αὐτῇ αἰτούμεθα τῆς Θεοτόκου τὸ ἄμετρον ἔλεος καὶ τὴν ταχεῖαν Ταύτης συνδρομὴν καὶ τὴν βεβαίαν αὐτῆς ἀντίληψιν.
ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.
Σπεῦσον, Πανυπέρτιμε, καὶ ἡμᾶς τοὺς σοὶ κεκραγότας ἐξάρπασον δεινῆς κολάσεως, πρεσβεύουσα πρὸς σὸν Υἱὸν μὴ διαλείπῃς κράζουσα, λαόν σου ἐλέησον Κύριε.
Ἡμῶν τὴν μετάνοιαν, Ἀγαθή, ἐκ βαρυαλγούσης ψυχῆς κατεύθυνον πρὸς τὸν Υἱόν σου· σὺ γὰρ ὑπάρχεις ἡ ὁδὸς ἡ πρὸς Θεὸν μετάγουσα κακεῖθεν χάριν ἡ φέρουσα.
Σωτῆρα τεκοῦσα ἐπὶ τῆς γῆς, Γερόντισσα, Αὐτὸν ἰλέωσαι, ἵνα τὸν κόσμον ῥύσηται τοῦ πονηροῦ, ἐλεῶν τοὺς τιμῶντάς σου, τὴν ὑπὲρ ἔννοιαν σύλληψιν.
Εὐλογίας ὑπάρχουσα ἀέναος πηγή, ἐπὶ ὁδὸν τῆς πηγῆς Μονὴν σοὶ ὕψωσεν Μιχαὴλ Δεσπότης, εἰς μετανοίας τῆς αὐτοῦ τεκμήριον, Δέσποινα, ἐν ἧ σοὶ χάρις ἐκέχυται.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ἴδε ἡμῶν τὴν κάκωσιν, τὴν τῆς ψυχῆς καί τοῦ σώματος καὶ κατακλυσμὸν τῆς ἁμαρτίας· σπεῦσον, Παρθένε, ἐπικάμψαι τὸν Θεόν, πρεσβείαις πρὸς Αὐτὸν καὶ σαῖς λιταῖς, πάντας ἡμᾶς ῥύσασθαι τῆς κολάσεως, Δέσποινα.
Κυρία παμπόθητε, τῶν εὐλογούντων σε μνήσθητι ἐν τῷ Παραδείσῳ ἀνακληθῆναι, μετὰ Ἀγγέλων καὶ τῶν Ἁγίων τοῖς χοροῖς, αἰνούντων Υἱόν σου ἐν χαρᾷ καὶ μακαριζόντων σε, Παναγία Γερόντισσα.
Ὄλβος ὡς οὐράνιος τῷ σῷ σεμνείῳ ἐναπόκειται ἡ σεπτὴ Εἰκών σου, Θεοτόκε, πρὸς ἣν προστρέχουσι πλήθη τῶν πιστῶν, σὲ ἐπευλογοῦντα, Ἀγαθή, τὴν πηγὴν τὴν ἔμπλεον θείου ἐλέους καὶ χάριτος.
Ναὸν σοὶ ἐδείματο, ὁ Μιχαὴλ εἰς μετάνοιαν, σὺ τῇ Γεροντίσσῃ Παναγίᾳ, ἐν ὃ προστρέχουσι πλήθη τῶν πιστῶν ζητοῦντες ἀνευρεῖν σε τὴν πηγήν, ὄντως τὴν ἀέναον, τὴν κενουμένην οὐδέποτε.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Ἴασαι, Κόρη, τοὺς κάμνοντας καὶ πόθῳ σοὶ προστρέχουσι, Δέσποινα, σεπτὴ Γερόντισσα, κἂν τῷ σεμνείῳ τῷ θείῳ σου σὲ προσκυνοῦσιν πάντες, ὡς μόνην Ἄνασσαν.
Ὑμνεῖν πιστοὶ οὐ παυόμεθα, μητέρα σε τὴν θείαν τοῦ Ἄνακτος κόσμου τοῦ σύμπαντος, πρὸς ὃν ἐκχέεις τὴν δέησιν, οὖσα πηγὴ ἐκβλύζουσα ἀγαθότητα.
Μαρία, χαῖρε Πανάχραντε, πηγὴ τῆς οὐρανίου χριστότητος, πιστῶν ἐντρύφημα, Ἁγίων τὸ ἐγκαλλώπισμα, καὶ τῶν Δικαίων πάντων, μεθ’ ὧν πρεσβεύεις πρὸς Κύριον.
Νικῆσαι θέλοντι, Δέσποινα, παθῶν τὴν τυραννίδα ὁ δοῦλός σου, τῇ βοηθείᾳ σου, σὺ τῇ Μητρὶ τοῦ Παντάνακτος, τῇ πάντα δυναμένῃ, ἀεὶ προσέρχομαι.
Διάσωσον, τοὺς σοὶ προσπίπτοντας, Γερόντισσα Κόρη, Μονῇ σου γὰρ τῇ εὐκλεεῖ, ἐπισκιάζει ἀφθόνως ἡ σὴ χάρις.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Τῇ Μονῇ σου τῇ πανσέπτῳ νῦν προσφεύγοντες τῇ ἐν Ἄρτῃ, τὰς ἰάσεις ἀρυόμεθα τῶν ψυχῶν καὶ τῶν σωμάτων, Ἀειπάρθενε· σοῦ γὰρ ὑπάρχει ἡ πηγὴ τῶν ὑπερθέων δωρεῶν, ἀκένωτος τοῖς προσφεύγουσι· δὸς οὖν, Θεοτόκε, τοῖς πιστοῖς σου ἱκέταις τὴν σὴν ἀντίληψιν, ἁγνὴ Κόρη, σεμνὴ Γερόντισσα.
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα. Καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν Ἐλισάβετ τὸν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν. Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Ὅτι ἐπέβλεψεν ἐπί τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Ταῖς τῆς Γεροντίσσης πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Προσόμοιον.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὄλβον ὡς ὑπέρλαμπρον ναόν σου θεῖον, Παρθένε, ἐν Ἄρτῃ καθορῶμεν νῦν, θείᾳ εὐδοκίᾳ σου, Κόρη πάντιμε· τοῦτον γὰρ σοὶ ὕψωσεν Θεοδώρα πρῶτον, Νικηφόρος ταύτης ἔκγονος ἐκ δευτέρου ἔκτισεν, εἰς δόξαν σὴν καὶ μνήμην μητρὸς αὐτοῦ· καὶ θρόνον τούτῳ ἔθηκεν, τοῦ ἐνθρονισθῆναι Γερόντισσα· ὅθεν πάντας σκέπε ἡμᾶς τοὺς καταφεύγοντας αὐτῷ καὶ αἰτουμένους, Πανύμνητε, τὴν παρηγορίαν σου.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Ὅλον κείμενον ἐν τῷ βορβόρῳ, Δέσποινα, τῆς ἁμαρτίας, σὺ ἐλέει σου ἐξάρπασον καὶ πρὸς Χριστὸν ὁδήγησον, ἵνα βοῶμεν Αὐτῷ· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος καὶ Θεὸς εὐλογητὸς εἶ.
Σῶσαι, Δέσποινα, σοὶ δέομαι τὸν δοῦλόν σου τὸν ποντιζόμενον, ῥεύμασι βίου ἐμοῦ· τὰ πάντα γὰρ δύνασαι οἵαπερ Μήτηρ Θεοῦ, ὃν Ὑπερύμνητον τῶν Πατέρων Κύριον καὶ Θεὸν ὁμολογοῦμεν.
Ἀνυμνοῦμέν σε, Κυρίαν τὴν Γερόντισσαν, τὴν παναμώμητον καὶ Βασιλίδα ἡμῶν, Μονῆς ταύτης Ἔφορον, ὁμολογοῦντες Χριστὸν Ὑπερύμνητον, τῶν Πατέρων Κύριον καὶ Θεόν, ὃν εὐλογοῦμεν.
Δεῦτε ἅπαντες, Ὀρθόδοξοι νῦν σπεύσομεν τῇ Παναγίας Μονῇ, ἡ Κάτω προσηγόρευται καὶ ἐν ταύτῃ βοήσωμεν τῇ Γεροντίσσῃ Μητρί· Ὑπερύμνητε, σὲ εὐλογοῦμεν, Δέσποινα, τοῦ Κυρίου ὡς Μητέρα.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Ἔπαρον τὰς χεῖρας, Θεοτόκε, Υἱῷ σου μεσίτευσον τῷ Πανοικτήρμονι, ὑπὲρ λαοῦ προσκλαίοντος καὶ τὴν μεσιτείαν σου ἐπιζητοῦντος· πρόφθασον τοῦ ἐλεῆσαι ἡμᾶς· τὸν Κύριον, ἵνα ὑμνοῦμεν τὰ ἔργα καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Τείχισον εὐχαῖς σου τοὺς ὑμνοῦντας, τὸ σὸν ἀειπάρθενον καὶ ὑπερβαλλόντως ἁγνόν, τήν τε ἁγιότητα καὶ δόξαν τὴν οὐράνιον καὶ σῶσον ταῖς πρεσβείαις σου πρὸς σὸν Υἱὸν καὶ Θεὸν ἡμῶν τὸν Κύριον· ὃν ὑμνοῦμεν τὰ ἔργα καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Αὔγασον φωτί σου ἀνεσπέρῳ, ψυχᾶς τῶν ὑμνούντων σου τὴν Γέννησιν τὴν ἐξ Ἄννης, Δέσποινα, Ἰωακείμ τε σώφρονος, δι’ ἧς ἡμῖν ἀνέτειλεν ὁ νέος Ἥλιος, ὁ Κύριος, ὃν ὑμνοῦμεν τὰ ἔργα καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Ἴδε τὴν σὴν ποίμνην σὲ ὑμνοῦσαν, παρθένε Γερόντισσα, ἐν Κάτω Μονῇ, ἣν εὐλαβῶς σοι ὕψωσεν μετανοῶν ὁ μοιχευθείς, ἀναβοῶν τῷ σῷ Υἱῷ ἐμπράκτως, Δέσποινα· τὸν Κύριον ὑμνοῦμεν τὰ ἔργα καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Ἄκουσον ἡμῶν τὴν δέησιν, Δέσποινα, τῶν δεομένων σοι καὶ ἅπαντας ἀπάλλαξον τῆς αἰωνίου δεινῆς κολάσεως, εὐχαῖς σου καὶ δεήσεσι, ἵνα βοῶμέν σοι, χαίροις Μῆτερ ἡμῶν ἡ Γερόντισσα, καί τῆς Ἄρτης ἁπάσης ἀγλάισμα.
Νεῦσον πρὸς ἡμᾶς τοὺς σὲ μόνην ἔχοντας παρηγορίαν, Σεμνή· τῷ Υἱῷ σου προσπεσόν, ἵνα ἐν κρίσει ἰλέῳ ὄμματι ἐνατενίσῃ ἡμᾶς τοὺς πταίοντας· ἵνα βοῶμέν σοι· χαίροις Μῆτερ ἡμῶν ἡ Γερόντισσα, ἡ καὶ Κάτω Παναγία.
Τείχισον ἡμᾶς ταῖς θείαις πρεσβείαις σου, Μῆτερ ἀπείρανδρε, τοὺς ὁμολογοῦντάς σε ἁγνὴν Μητέρα Θεοῦ Παντάνακτος καὶ οὐρανῶν Βασίλισσαν, ἵνα βοῶμέν σοι, χαίροις Μῆτερ ἡμῶν ἡ Γερόντισσα, τῆς Ἠπείρου ἁπάσης τὸ σέμνωμα.
Ὦ τῶν θαυμαστῶν χαρίτων σου, Δέσποινα, δι’ ὧν σωθείημεν ἐλπίζομεν πρεσβείαις σου ταῖς μητρικαῖς πρὸς ἁπάντων Κύριον, ὑπὲρ ἡμῶν τῶν δούλων σου, ἵνα βοῶμέν σοι· χαίροις Μῆτερ ἡμῶν ἡ Γερόντισσα, τῆς Ἑλλάδος ἁπάσης τὸ σέμνωμα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ἐπεκλήθης Κάτω ἡ Παναγιά, ἡ ἄνω ὁδηγοῦσα πρὸς Υἱοῦ σου τῶν Οὐρανῶν θείαν Βασιλείαν, Γερόντισσα παρθένε, πρὸς ἣν τοὺς σὲ τιμῶντας πάντας ὁδήγησον.
Μονὴν παρὰ τῆς βρύσεως τὴν ὁδόν, ἐκάλεσεν πρῶτον ὁ λαός σου Μάνδραν τὴν σήν, ἡ πηγὴ ἐδείχθη θαυμάτων ἐξαισίων τῶν παρὰ σοῦ, Παρθένε, σεπτὴ Γερόντισσα.
Ξενίαν φιλῶν τὴν Δεσποτικήν, ξενίαν παρέσχε ἀλλοφύλῳ τῷ Βασιλεῖ, Ἡγούμενος, Κόρη, τοῦδε τοῦ Σεμνείου, παρ’ οὗ καὶ ἐλεήθη καὶ δῶρα ἔλαβεν.
Σκέπε τὰς ἀμνάδας τοῦ σοῦ Υἱοῦ, τὰς ἐνασκουμένας τῇ σεπτῇ σου ταύτῃ Μονῇ, ἣν ὕψωσεν Δεσπότης Μιχαὴλ Ἠπείρου, μνημεῖον μετανοίας καὶ διορθώσεως.
Μετὰ τῆς Θεοδώρας καὶ τῶν λοιπῶν ἐν Ἄρτῃ Ἁγίων, Παρθενίου τοῦ ἱεροῦ, θείου τε Μαξίμου, Θεοχάρους, Ἀποστόλου, πρεσβείαν ποίει, Κόρη, πρὸς τὸν Παντάνακτα.
Χαίροις, ὁ τῆς Ἄννης θεῖος βλαστὸς τοῦ Ἰωακείμ τε, ἧς ἡ Γέννησις τὴν χαρὰν ἀνέτειλεν τῷ κόσμῳ καὶ Παραδείσου πύλας ἠνέωξεν ἀνθρώποις, παρθένε Δέσποινα.
Τὸ Μεγαλυνάριον τοῦ Ἁγίου τοῦ Ναοῦ ἡ τοῦ Ἁγίου τῆς ἡμέρας. Καὶ κλείομεν μετὰ τοῦ·
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δέχου ἱκεσίας τῶν πιστῶς καὶ γονυκλινῶς προσφευγόντων τῇ θείᾳ σκέπῃ σου, Κόρη πανυπέρτιμε, σεπτὴ Γερόντισσα· τῶν παθῶν δὲ διάλυσον τὸν σάλον, Παρθένε, ἅπασι παρέχουσα χάριν σωτήριον· σὺ γὰρ τῶν Ἀρταίων ὑπάρχεις καὶ πιστῶν ἁπάντων προστάτις, οἷα Μήτηρ θεία τοῦ Παντάνακτος.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Στίχοι·
Κάτω Παναγία ἡ ἄνω ὁδηγοῦσα,
δέχου ἱκεσίαν τάλαινος Ἀντωνίου,
ὁδὸν μετανοίας εὐθύνουσα Υἱῷ Σου
τὴν φέρουσαν, Παρθένε, Κόρη Γερόντισσα.