Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκο Γοργοπηγή Νήσου Πρώτης Μεσσηνίας

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοὺς προσιόντας τῇ σεπτῇ σου εἰκόνι, Γοργοπηγὴ θεοχαρίτωτε Κόρη, πάσης ἀνάγκης λύτρωσαι καὶ θλίψεως, ἅπασι παρέχουσα, φωτισμὸν σωτηρίας, ὡς φωτὸς γεννήτρια, τοῦ ἀδύτου Παρθένε, καὶ τῶν πταισμάτων δίδου ἱλασμόν, ταῖς μητρικαῖς σου, πρεσβείαις πρὸς Κύριον.

Δόξα. Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα, ὁ Κανὼν οὗ ἠ ἀκροστιχίς·
Γοργοπηγή με Παρθένε, σῶζε. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Γενοῦ μοι Παρθένε καταφυγή, καὶ ἄῤῥηκτον τεῖχος ἐν κινδύνοις καὶ πειρασμοῖς, τῷ πίστει καὶ πόθῳ προσιόντι, Γοργοπηγὴ τῇ ἁγίᾳ εἰκόνι σου.

Ὁλόφωτον σκήνωμα τοῦ Θεοῦ, κεχαριτωμένη Θεοτόκε Γοργοπηγή, παθῶν μου διάλυσον τὸν ζόφον, τῷ φωτισμῷ τῆς θερμῆς προστασίας σου.

Ῥυόμεθα πόνων ὀδυνηρῶν, πιστῶς προσιόντες τῇ εἰκόνι σου τῇ σεπτῇ, κεχαριτωμένη Θεοτόκε, εὐχαριστήριον ὕμνον σοι ᾄδοντες.

Γαλήνην παράσχου καὶ φωτισμόν, καὶ πλῆθος εἰρήνης καὶ πταισμάτων ἀπαλλαγήν, τοῖς πίστει καὶ πόθῳ προσιοῦσι, Γοργοπηγὴ τῇ θερμῇ προστασίᾳ σου.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Οἱ προσφεύγοντες πίστει Γοργοπηγὴ Δέσποινα, τῇ σῇ παναγίᾳ εἰκόνι, ταχέως ῥύονται, πάσης στενώσεως, καὶ δυσχερείας τοῦ βίου, τὴν σὴν θείαν εὔνοιαν, ἀνακηρύττοντες.

Παραδόξως εὑρέθη ἡ σὴ εἰκὼν Δέσποινα, ἐν τῇ νήσῳ Πρώτῃ καὶ χάριν, παρέχει ἄφθονον, τοῖς μεγαλύνουσι, τὸν σὸν ἀπόῤῥητον Τόκον, καὶ πιστῶς δοξάζουσι, τὰ μεγαλεῖά σου.

Ἡγιάσθη ἡ Πρώτη Γοργοπηγὴ Δέσποινα, ἐν τῇ φανερώσει τῆς θείας, ἁγνὴ εἰκόνος σου, ὅθεν ἁγίασον, τὸν νοῦν ἡμῶν καὶ καρδίαν, πρὸς αὐτὴν προσπίπτοντας, καὶ σὲ γεραίροντας.

Γηγενῶν προστασία καὶ συμπαθὴς ἔφορος, οὖσα οἷα Μήτηρ Κυρίου, Παρθένε ἄχραντε, ἡμῶν προστάτευε, παντὶ τῷ βίῳ καὶ δίδου, παθημάτων λύτρωσιν, ἡμῖν δεόμεθα.

Διάσωσον, Γοργοπηγὴ Θεοτόκε, τοὺς σοὺς ἱκέτας ἀπὸ πάσης ἐπιφορᾶς καὶ στενώσεως, χαρὰν τὴν κρείττονα ἅπασι χορηγοῦσα.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Τοὺς πίστει θερμῇ προστρέχοντας τῇ σκέπῃ σου, Παρθένε ἁγνή, Γοργοπηγὴ πανύμνητε, πάσης ἀνάγκης λύτρωσαι, καὶ παθῶν ἀκαθάρτων καὶ θλίψεων, καὶ τὸν Υἱόν σου δυσώπει ἀεί, διδόναι ἡμῖν πταισμάτων ἄφεσιν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἡ εἰκών σου ἠ πάντιμος, ἐν τῇ νήσῳ Πρώτῃ βλυστάνει ἄχραντε, ἀγαλλίασιν καὶ λύτρωσιν, τοῖς εἰλικρινῶς αὐτῇ προστρέχουσι.

Μητροπάρθενε Δέσποινα, πλήρου τὰ αἰτήματα ἡμῶν πάντοτε, ὡς ἐπίκουρος και ἔφορος, καὶ καταφυγὴ ἡμῶν σωτήριος.

Ἐν σοὶ Κόρη ἀγάλλονται, Μαραθοπολῖται καὶ χαριστήριον, ὕμνον ᾄδουσί σοι πάναγνε, πίστει παρεστῶτες τῇ εἰκόνι σου.

Πειρασμῶν ἀπολύτρωσαι, καὶ πολυειδῶν κινδύνων καὶ θλίψεων, Θεοτόκε ἀειπάρθενε, τοὺς πιστῶς προστρέχοντας τῇ σκέπῃ σου.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἄνωθεν ἡμᾶς, μὴ ἐλλείπης ἐποπτεύουσα, ἀειπάρθενε ἁγνὴ Γοργοπηγή, τοὺς ἐν πίστει προσιόντας τῇ εἰκόνι σου.

Ῥῶσιν καὶ ἰσχύν, χορηγεῖ ἐπισκιάσει σου, ἡ εἰκών σου ἡ σεπτὴ Γοργοπηγή, καὶ ἐλαύνει τῶν δαιμόνων τὰ συστήματα.

Θρόνος ἀληθῶς, ἀνεδείχθης ὑψηλότατος, τοῦ Σωτῆρος καὶ Θεοῦ Γοργοπηγή, ἀνυψοῦσα τὰς ψυχὰς ἡμῶν πρὸς Κύριον.

Ἔπλησας πολλῆς, εὐφροσύνης τῇ εὑρέσει σου, Μαραθόπολιν καὶ Πρώτην ἀληθῶς, Θεοτόκε διὰ τοῦτο σὲ δοξάζουσι.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ναῷ σου, τῷ ἱερῷ προσιόντες, εὐλαβῶς Γοργοπηγὴ Θεοτόκε, τὴν σὴν θερμὴν προστασίαν καὶ σκέπη, ἐπιβοώμεθα πίστει δεόμενοι, ὡς ἂν ῥυσθείημεν Ἁγνή, πολλαπλῶν συμφορῶν καὶ κακώσεων.

Ἐδόθη, ὡς θησαυρὸς σωτηρίας, ἡ ἁγία σου εἰκὼν Θεοτόκε, Γοργοπηγὴ τοῖς θερμῶς σε ποθοῦσι, καὶ ὁδηγεῖ ἀοράτῳ σου χάριτι, πρὸς σωτηρίας τὴν ὁδόν, τοὺς προστρέχοντας Κόρη τῇ σκέπῃ σου.

Σωτῆρα, ὑπερφυῶς τετοκυῖα, τὸν τῆς δόξης Βασιλέα Παρθένε, τῆς οὐρανῶν Βασιλείας πολίτας, καὶ κληρονόμους τῆς ἄνω λαμπρότητος, ἀνάδειξον πάντας ἡμᾶς, τοὺς ὑμνοῦντας τὰ θεῖά σου θαύματα.

Ὡς εὗρον, τὴν σὴν ἁγίαν εἰκόνα, κεκρυμμένην οὖσαν πρώην Παρθένε, χαρᾶς ἐπλήσθησαν ὄντως τῆς θείας, καὶ τὰς αἰνέσεις σου πᾶσιν ἐξήγγειλαν, Γοργοπηγὴ ὡς ἀληθῶς, ὡς φησὶν ὁ Δαυῒδ ὁ θεσπέσιος.

Διάσωσον, Γοργοπηγὴ Θεοτόκε, τοὺς σοὺς ἱκέτας ἀπὸ πάσης ἐπιφορᾶς καὶ στενώσεως, χαρὰν τὴν κρείττονα ἅπασι χορηγοῦσα.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἰμάτων σου.

Γοργοπηγὴ Θεοτόκε πανύμνητε, Μαραθοπόλεως στήριγμα ἄσειστον, ἡμᾶς θείῳ φόβῳ ἑδραίωσον, καὶ μετανοίας πρὸς τρίβον ὁδήγησον, ἡμῶν τὰς καρδίας δεόμεθα.

Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39 – 49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Ταῖς τῆς Παναχράντου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅρμον ὡς ἀχείμαστον, Γοργοπηγὴ Θεοτόκε, τοῖς τοῦ βίου θλίψεσι, τὴν θερμὴν κτησάμενοι προστασίαν σου, πρὸς αὐτὴν σπεύδομεν, καὶ τῆς τρικυμίας, τῶν ποικίλων περιστάσεων, θᾶττον λυτρούμεθα, καὶ χαρᾶς τῆς θείας πληρούμεθα, καὶ τῇ σεπτῇ εἰκόνι σου, πίστει προσιόντες βοῶμέν σοι· τῶν ἐπικειμένων, ἀπάλλαξον ἡμᾶς ἐπιφορῶν, καὶ προσβολῶν τοῦ ἀλάστορος, καὶ πάσης κακώσεως.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἰ ἐκ τῆς Ἰουδαίας.
Ζῆν ἡμᾶς ἐναρέτως ἐνδεδυμένος Κόρη τῇ ἀντιλήψει σου, καὶ πράττειν του Κυρίου, τὸ θέλημα τὸ θεῖον, Θεοτόκε τοὺς ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Εὑρεθείσης Παρθένε τῆς σεπτῆς σου εἰκόνος χαρᾶς ἐπλήσθημεν, διὸ απάσης λύπης, καὶ ἀθυμίας ῥῦσαι, τοὺς βοῶντας ἑκάστοτε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Γέρας Πρώτη ἡ νῆσος τὴν σεπτήν σου εἰκόνα Παρθένε κέκτηνται, καὶ ταύτῃ καυχωμένῃ, χαριστηρίοις ὕμνοις, ἀναμέλπει σοι κράζουσα· χαῖρε ἡμῶν προσφυγή, Γοργοπηγὴ καὶ σκέπη.

Ἐκ παντοίων κινδύνων καὶ ἐχθροῦ τῆς μανίας ἡμᾶς ἀπάλλαξον, καὶ ῥῶσιν καὶ ὑγείαν, καὶ πᾶσαν εὐπραγίαν, ἡμῖν δίδου τοῖς ψάλλουσι· χαῖρε ἡμῶν ἡ χαρά, Γοργοπηγὴ Παρθένε.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥείθροις ἀΰλοις, Γοργοπηγὴ Θεοτόκε, τῆς σῆς χάριτος ἀπόπλυνον τὰ ἕλκη, τῆς τραυματισθείσης, ψυχῆς μου τῇ ἀπάτῃ.

Ἀγαλλιᾶται, ἡ Μαραθόπολις Κόρη, καταφεύγουσα τῇ θείᾳ σου εἰκόνι, καὶ πᾶσαν ἐκ ταύτης, λαμβάνει εὐφροσύνην.

Σὺ τετοκυῖα, τὸν Ὑπερούσιον Λόγον, κόσμον Δέσποινα ἐῤῥύσω τῆς κατάρας, ὅθεν κἀμὲ ῥῦσαι, παθῶν τῶν ἀκαθάρτων.

Ἴασαι Κόρη, Γοργοπηγὴ Παναγία, τὴν ἀνίατα νοσοῦσάν μου καρδίαν, καὶ πρὸς μετανοίας, κατεύθυνόν με τρίβον.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μὴ παύσῃ δυσωποῦμεν, Γοργοπηγὴ Παρθένε, ἡμῖν παρέχειν ταχεῖαν βοήθειαν, τοῖς τῇ σεπτῇ σου εἰκόνι, πίστει προστρέχουσιν.

Ὁλόφωτον λυχνία, ἐν τῇ Τριφυλίᾳ, Γοργοπηγὴ ἡ εἰκών σου ἡ πάντιμος, πᾶσιν ἐκλάμπειν ἀπαύστως, χάριν τὴν ἄφθονον.

Ὑπέρτερον τὸν νοῦν μου, ἐκ τῶν χαμαιζήλων, Γοργοπηγὴ Θεοτόκε ἀνάδειξον, καὶ μετανοίας τῷ φέγγει, τοῦτον καταύγασον.

Ὑμνοῦντας ἡμᾶς δέχου, Γοργοπηγὴ Παρθένε, καὶ τῇ σεπτῇ εἰκόνι προσπίπτοντας, καὶ τὰ αἰτήματα πάντων, πλήρου δεόμεθα.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χάριτος μεγίστης πάντας ἡμᾶς, ἠξίωσας Κόρη, Θεοτόκε Γοργοπηγή, ὅτι τὴν σεπτήν σου, δεδώρησαι εἰκόνα, διὸ χαριστηρίους, ὕμνους σοι ᾄδομεν.

Ἡ νησὶς ἡ Πρώτη χαίρει ἐν σοί, ἔχουσα ἐν κόλποις, τὴν εἰκόνα σου τὴν σεπτήν, ἣν Θεοκυῆτορ, Γοργοπηγὴν καλοῦμεν, ὡς χορηγοῦσαν τάχος, χάριν καὶ ἔλεος.

Ἐν φωτὶ μεμύηται μυστικῶς, ὁ θύτης Παρθένε, εὐδοκίαν σου τὴν σεπτήν, καὶ σπεῦσας ἀνεῦρε, τὴν θείαν σου εἰκόνα, Γοργοπηγὴ ἐν πίστει, ἀγαλλιώμενος.

Μαραθοπολῖται σπουδῇ πολλῇ, σπεύδουσι Παρθένε, τῇ εἰκόνι σου τῇ σεπτῇ, καὶ ἐν τῇ νησίδι, τῇ Πρώτῃ μετὰ πόθου, ἐν ἑορτῇ ἁγίᾳ, σὲ μεγαλύνουσι.

Δίδου ἁλιεῦσι Μῆτερ Θεοῦ, καὶ τοῖς ἐν θαλάσσῃ, τὴν ταχεῖάν σου ἀρωγήν, πίστει θερμοτάτῃ, Γοργοπηγὴ Παρθένε, τῇ θείᾳ σου εἰκόνι, ἀεὶ προσπίπτουσι.

Σκέπε ἀπὸ πάσης ἐπιβουλῆς, καὶ πάσης ἀνάγκης, καὶ ἐκ νόσων ὀδυνηρῶν, τοὺς τῇ σῇ εἰκόνι, Γοργοπηγὴ Παρθένε, προσπίπτοντας καὶ πόθῳ, σὲ μεγαλύνοντας.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Σκέπη, Θεοτόκε ἀσφαλής, καὶ καταφυγὴ ἐν ἀνάγκαις, καὶ περιστάσεσιν, ἔσο ἡμῖν πάντοτε, τοῖς προσκυνοῦσι πιστῶς, τὴν ἁγίαν εἰκόνα σου, Γοργοπηγὴ Κόρη, ἣν ἡμῖν δέδωσαι, ὡς θησαυρὸν αληθῆ, λύουσα, παθῶν τὰς ὀδύνας, καὶ πταισμάτων λύσιν αἰτοῦσα, καὶ εἰρηνικὴν ζωὴν δεόμεθα.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.