Παρακλητικός Κανών εις την Πάνσεπτο εικόνα της Υπεραγίας Θεοτόκου της επονομαζομένης Υπάρχουσα

Εἰς τὴν πάνσεπτον εἰκόνα τῆς Ὑπεραγίας Θεοτόκου, τῆς ἐπονομαζομένης « ΥΠΑΡΧΟΥΣΗΣ, τῆς καθ᾽ ὑπόδειξιν Αὐτῆς ἐν Ἱεροσολύμοις φιλοτεχνηθείσης δὲ ὑπὸ τῶν Ἁγιοταφιτῶν Πατέρων καὶ μετ᾽ οὐ πολὺ δακρυσάσης κατὰ τὴν ἡμέραν τῶν Εἰσοδείων τῆς, ἐν τῷ φρικτῷ Πραιτωρίῳ, εἰς τὴν φυλακὴν Πέτρου τοῦ Πρωτοκορυφαίου ἀποτεθησαυρισμένης, ἐγγὺς τοῦ Ἁγίου Τόπου τῶν Εἰσοδίων τῆς Θεοτόκου.

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα Τροπάρια·

Ἦχος β΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Δέσποινα πάντων ὡς Ὑπάρχουσα μήτηρ, Νόων τῶν θείων καὶ ἀνθρώπων τῶν πάντων, κτίσεως ἁπάσης τε ὡς τέξασα Θεόν, σῷζε κοσμοσώτειρα, ὡς φιλάγαθος μήτηρ, ὅθεν σοὶ προσπίπτομεν καὶ πιστῶς ἐκβοῶμεν· μὴ διαλείπῃς ὦ ὑπάρχουσα σεμνή, χάριτας θείας ἡμῖν διανέμουσα.

Δόξα.
Τὸ αὐτό, ἢ τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ.
Καὶ νῦν.
Σημεῖον μέγα καὶ ἐξαίσιον Κόρη, ἐπιτηδεύσω δι᾽ ἡμᾶς φιλανθρώπως, ὥστε μορφήν σου Δέσποινα τὴν θείαν καὶ σεπτήν, κόρην γὰρ ἀλλόθρησκον ἐπεσπάσω τεχνίσασθαι, θρήνοις καὶ δακρύοις οὖν, καταστίξασθαι ταύτην, δηλοποιοῦσαν μέλλοντα δεινά, ἐπιδραμεῖν, παντὶ τῷ κόσμῳ ὡς μήτηρ εὐίλατος.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα, ὁ Κανών·

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἐντέταλσαι κόρη ἀλλογενῆ, τὴν σὴν ἱστορῆσαι, θείαν ὄψιν Μῆτερ ἁγνή, καὶ μέλαινα στολὴν ἐπενδυθῆναι, δηλοποιοῦσα σημεῖα δυσοίωνα.

Δακρύοις καὶ θρήνοις τὴν σὴν μορφήν, ὁρῶμεν Παρθένε, νῦν οἱ τάλανες καὶ οἰκτροί, δεινὰ γὰρ τὰ μέλλοντα συμβῆναι, προδιεγράφεις σαφῶς παμμαρκάριστε.

Νοός μου τὸ σκότος Μῆτερ ἁγνή, ἀπέλασον τάχυ ὡς γὰρ μέλλοντι ἐξυμνεῖν, εἰκόνος σου ὑπάρχουσα τὴν χάριν, ὡς συμπαθὴς καὶ φιλάγαθος πέλουσα.

Ξενίζει ἡ βάτος ἐν τῷ Σινᾷ, φλεχθεῖσα γὰρ αὕτη, μὴν καεῖσα δὲ παντελῶς, ξενίζει καὶ ὁ τόκος σου Παρθένε, ὃν γὰρ ἡ βάτος σαφῶς προεμήνησεν.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐπλανήθημεν ὄντως, τοῦ σοῦ Υἱοῦ, Δέσποινα, τόποις τε ἀβάτοις ἀνύδροις περιπλανώμεθα, ὅθεν ἐπίνευσον, τοῖς παναθλίοις σου δούλοις, καὶ παράσχου ἅπασι τὸν φωτισμὸν Θεόνυμφε.

Ὡς Ὑπάρχουσα μῆτερ, ἐνεργεῖς τὰ παράδοξα, κόσμῳ ἀποστάτῃ καὶ πλάνῳ δὸς ἀποστήσασθαι, αἱρετιζόντων δέ, φληνάφους ῥήσεις Παρθένε, δίδου ἀποπτύσασθαι ὑπάρχουσα μητρόθεε.

Τὰ Σιὼν τῆς πανσέπτου, σὺ ἐφορᾷς προσκυνήματα, ὄμματι ἀγρύπνῳ Παρθένε πάντα προφθάσουσα, τοῖς διακόνοις τε, καὶ λειτουργοῖς τοῦ Κυρίου, πᾶσι συμπαρίστασαι ὡς Μήτηρ συμπαθέστατος.

Λέξον πᾶσι Παρθένε, ὡς προνοοῦσα ἑκάστοτε, ποῖον τὸ μυστήριον Κόρη ὃν σὺ ἐνήργησας, φιλοτεχνήσασθαι, τὴν ἱεράν σοῦ εἰκόνα, καὶ ὑπεραλγοῦσαν δὲ σὺν ὄψιν παραστήσασθαι.

Ἐπάκουσον, ἡμῶν Ὑπάρχουσα θεομήτωρ, δαψιλῶς ἡμῖν σὴν χάριν ἐκπέμπουσα, ἐν πάσαις δυσχερείαις προσγίνου.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Σιὼν τῆς πανσέπτου τε σὺ γὰρ ὑπάρχεις σεμνή, κλέος καὶ καύχημα καὶ γλυκασμὸς ἀληθῶς, ὡς μήτηρ Ὑπάρχουσα, πᾶσι τοῖς Ὀρθοδόξοις συμμαχία καὶ σκέπη, τέκνοις σου Παναγία τοῖς πιστῶς λειτουργοῦσι, εἰ δὲ καὶ πλημμελήσας ἐστί, πόῤῥω ἐκβάλλεται.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τὸ τρισὸν τῶν δακτύλων σου, εἰς ἐν συνημμένων σὺ καθυπέδειξας, τῆς θεότητος μυστήριον, πῶς τὰ τρία πρόσωπα ἐν φαίνεται.

Παραδόξως ὁπτάνεσαι, ὡς εἰκὸς τὰς λύσεις προσδιδοῦσα, ὦ Ὑπάρχουσα μητρόθεε, σὺ ἐπίκουρος παρίστασαι.

Προδιαβλέπουσα πάναγνε, πάντα τὰ ἐσόμενα πόνοις τιτρώσκεσαι, διὸ δίδου τὴν ἀφύπνησιν, ὥστε γρηγορεῖν ἐν πᾶσιν ἄχραντε.

Ὁ γὰρ τῆς πολλῆς εὐσπλαχνίας σου, Μῆτερ τοῦ ἐλέους σὺ ὕπερθεν ἵστασαι, ἐφορῶσα τῆς Σιὼν σεπτά, θεῖα προσκυνήματα πανάχραντε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔῤῥει ἀληθῶς, ὡς πηγὴ Μῆτερ τὰ δάκρυα, ἐν τῷ τεμένει σου τῆς θείας ἑορτῆς, Εἰσοδίων Δέσποινα σημεῖον τοῦτο μέγιστον.

Δίδου πᾶσι νῦν, τὰ προσήκοντα μητράνανδρε, πάσας αἰσθήσεις καταυγάζουσα σεμνή, ἵνα μέλλοντα δεινὰ ἀπερεισόμεθα.

Καύχημα σεπτόν, σὺ ὑπάρχεις παναμώμητε, πᾶσι γὰρ τεμένοις ἱεροῖς καὶ εὐαγοῖς, τῆς Σιὼν μητρόθεε καὶ πέραν τούτων Δέσποινα.

Πέτρου τε εἰρκτή, Νικοδήμου ἅμα Δέσποινα, ἔῤῥει σὰ δάκρυα γλυκύτατη σεμνή, ἡ τὰ δάκρυα τοῦ κόσμου ἀφανίσασα.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Προσέπεσον, λαοὶ φυλαὶ Ὑπάρχουσα, τῇ σεπτῇ σου γὰρ εἰκόνι Παρθένε, ξένων γλωσσῶν, καὶ ἀλλοθρήσκων δογμάτων, τάξεις τε ἅπασαι ὕμνον προσᾴδουσαι, γεγονυίᾳ τῇ φωνῇ, τὴν σὴν χάριν ἐν φόβῳ ἐξᾴδουσαι.

Ὑπάρχουσα, πᾶσι βροτοῖς σωτηρία, τεθλιμμένων δε καὶ ἁπάντων προστάτις, καί τῶν τυφλῶν, βακτηρία καὶ σκέπη, θαλαττινόντων λιμὴν δὲ ὁ εὔδιος, ἁμαρτωλῶν ἐγγυητής, καὶ πασχόντων ἑτοίμη βοήθεια.

Μεμύηται, σύμπας ὁ κόσμος Δέσποινα, οἵα δέδρασται ἐν τόποις τοῖς ἁγίοις, τέρατα γοῦν, Θεοσημείοις πολλοῖς τε, ἑωρακέναι κἀκεῖ ἐπισπεύδουσι, πλήθη ἀνδρῶν καὶ γυναικῶν, καὶ δογμάτων ποικίλα συστήματα.

Προσπέσωμεν, ἰδέει πολλῷ συσχεθέντες, τῇ πανσέπτῳ ὑπαρχούσῃ εἰκόνι, φόβῳ πολλῷ καὶ περιτρόμῳ καρδίᾳ, ἐκ βάθους πάντες αὐτὴν ἱκετεύσομεν, ἵνα τοῖς μέλλουσι δεινοῖς, ἀπαλλάξῃ καὶ πάντας λυτρώσηται.

Ἐπάκουσον, ἡμῶν Ὑπάρχουσα θεομήτωρ, δαψιλῶς ἡμῖν σὴν χάριν ἐκπέμπουσα, ἐν πάσαις δυσχερείαις προσγίνου.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος γ΄. Ἐπεφάνη σήμερον.
Ὑπαρχούσῃ Δέσποινα, θείᾳ εἰκόνι, πάντες προσκυνήσωμεν· καὶ ἐλλαμφθῶμεν τῷ νοΐ, τοῦ διαδρᾶναι παγίδας τε, δόλους καὶ πλάνας, αἱ μέλλουσιν ἔρχεσθαι.

Α΄ Ἀντίφωνον
Ἦχος δ΄.
Ἐκ νεότητος μου, πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον, Σωτήρ μου. (δὶς)
Οἱ μισοῦντες Σίων, αἰσχύνθητε ἀπό τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δὶς)

Δόξα…
Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ Τριαδικῇ μονάδι, ἱεροκρυφίως.

Καὶ νῦν…
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.

Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματος σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἄκουσον, θύγατερ, καὶ ἰδέ, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλαθοῦ τοῦ λαοῦ σου, καί τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεύς τοῦ κάλλους σου.
Τοῦ ὀνόματος σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ μνησθήσομαι.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39 – 49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα σοί, Κύριε, δόξα σοί.

Δόξα.
Ταῖς τῆς Παναχράντου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὦ τῶν ὑπὲρ ἔννοιαν, καὶ ὑπὲρ φῦσιν πραγμάτων, ὧν τοῖς πᾶσι δείκνυσαι, δούλοις σου ἀχρείοις μητρόθεε, πίμπλαται σύμπασα, ὀρθοδόξων τάξις, δωρεῶν ἀπολαμβάνουσα ὥστε ἐξίστασθαι, πᾶσι μεγαλείοις σοῦ ἄχραντε, δόγματα παντοῖα, καὶ πλάνας τοῦ θηρὸς ἀποφυγεῖν, ἐπὶ γὰρ θύραις νῦν ἕστηκεν, θὴρ γὰρ ὁ πανώλεθρος.

Ἕτερα Θεοτοκία
Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμένος ἀπὸ σοῦ ἐκπορεύεται, ἁγνὴ Παρθένε Θεοτόκε, ἀλλ’ αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.

Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθενούντων ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῷζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Tῷ σεπτῷ σου προσώπῳ, θρῆνοι τε καὶ δάκρυα ἐζωγράφηνται, ἀλλ᾽ ὡς τοῖς πάλαι χρόνοις, οὕτω καὶ νῦν μητέρα, λύτρωσαι γένος φιλόθεον, ἵνα ἐκφύγωμεν πάγας, ὄφεως πανκακίστου.

Ἐξιστάμεμοι πάντες καὶ ἀποροῦντες ἐν πόνῳ προσέπιπτον, εἰκόνι σου τῇ θείᾳ, δακρύουσαν ὁρῶντες, σημαδοτοῦσαν τὰ μέλλοντα, συμβῆναι γένει τῶν βροτῶν, χαλεποῖς τούτοις τοῖς χρόνοις.

Βασιλέως καθέδρα, σὺ γὰρ ὑπάρχεις πανάμωμε, κλίνη καὶ θεῖον ἅρμα, τράπεζα καὶ λυχνία, ἑπταφώτοις χαρίσμασι, σὺ γὰρ ὑπάρχεις ἀληθῶς, κρήνη θείας ἀμβροσίας.

Ὦ πολλῆς εὐσπλαγχνίας, ἣν ἐνέδειξας δούλοις σου χαριτώνυμε, ὥστε σεπτὴν μορφήν σου, ξύλῳ ἱστορηθῆναι, ὑπὸ τῶν πατέρων, διὸ σὲ ὕμνησαν ἁγνή τῶν ἀνθρώπων πᾶσαι τάξεις.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐν τῷ Σιναίῳ, Μώσης σε εἶδεν Παρθένε, ἐν τῇ βάτῳ ἥτις σε γὰρ ἐδήλου, φλεγομένη αὕτη καὶ μὴ κατακαιομένη.

Σύμβολα πάντα, τὰ πρὸ τοῦ νόμου ὀφθέντα, ἐν σοὶ Μῆτερ γὰρ πεπλήρωνται πάντα, νόμου τὸ σκιῶδες ἠφάνισται ἀθρόον.

Ἐν ταῖς ἡμέραις, τοῦ παγκακίστου θηρίου, δίδου σύνεσιν καὶ δύναμιν Μῆτερ, ἵνα ἀντιστῶμεν ὄφεως πανκακίστου.

Ἄκουτισθῶμεν, φωνῆς τοῦ πάντων Δεσπότου, ἵνα ὧμεν γρηγορότες ἐν πᾶσι, νῦν γὰρ ἐπὶ θύραις, εὑρίσκεται ὁ πλάνος.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὦ δέσποινα τοῦ κόσμου, σὲ ὁμολογοῦμεν, κλίνην καὶ πύλην, παλάτιον, κλίμακα, νῦν πᾶσι δούλοις σοῦ χάριν ἐπιδαψίλευσον.

Ὑπάρχουσα σὺ μῆτερ, Κεχαριτωμένη, ἐχθροῖς ἀλάστορσι δίδου ἐκτρέπεσθαι, υἱοὺς φωτὸς δὲ γενέσθαι σὺ καταξίωσον.

Ἐν χαλεπαῖς ἡμέραις, νῦν προσγενομέναις, δίδου ἀσάλευτον πίστιν ἀκράδαντον, ἵνα θηρὸς πανουργίαν ἀποκρουσόμεθα.

Μὴ ἐπιλάθῃ Μῆτερ, πόλιν Βυζαντίου, ἀδικωτάτῳ τυράννῳ πικρῶς στενάζουσα, δὸς κεχρισμένον δὲ ἄνδρα νῦν γὰρ ὑπάρξασθαι.

Ὑπάρχουσα Παρθένε, δίδου τῷ σῷ δούλῳ, τῷ εὐτελέσι γὰρ μέλη ἤδη ὑφάναντι, καὶ αἰωνίου πυρὸς δὲ λύτρωσαι ἄχραντε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις θεονύμφευτε Μαριάμ, ἡ τὸ χαῖρε πάλαι, σὺ ἐδέξω ἐξ οὐρανοῦ, μεγίστου τοῦ Ταξιάρχου, καὶ θείου Ἀρχαγγέλου, διὸ ἡμεῖς καὶ πάντες χαίροις σοι κράζομεν.

Γλῶσσα πᾶσα δέδεται ἀληθῶς, ἥτις ἐγχειρίσει μεγαλείοις σου ἐξειπεῖν, ὦ Δέσποινα Παρθένε, κυρία Θεοτόκε, φωναῖς γὰρ ἀσιγήτοις σὲ μεγαλύνομεν.

Μέγα καὶ τεράστιον Μαριάμ, ἐν πόλει ἁγία σὺ ἐνήργησας Μαριάμ, εἰκόνι σου τῇ θείᾳ μορφήν σου ἱστορῆσαι, ἀληθῶς καὶ ὄψιν τεθλιμμένην ἀποτυπώσασθαι.

Ἐν τρόμῳ ἱστάμεθα οἱ βροτοί, σεπτῇ σοῦ εἰκόνι ἥτις κέκληται ἀγαθή, Ὑπάρχουσα ὡς εἶπας, σὺ μῆτερ Θεοτόκε, πολλὰ συμπαδοτοῦσαν ἐσχάτοις ἔτεσι.

Γένος τὸ ἡμέτερον Μαριάμ, οὐδόλως ἐπαύσω, ἐφορᾶν τε καὶ ἀγρυπνεῖν, ἡμέραις ταῖς ἐσχάταις, ἀθλίαις καὶ δυσμέροις, διὸ σὲ κατὰ χρέος τιμῶμεν Ἄχραντε.

Θρήνοις τε καὶ δάκρυσιν ἀγαθή, τὴν σὴν καθορῶμεν ἐν εἰκόνι θείαν μορφήν, δεινὰ συμαδοτοῦσαν, τανῦν ἐπισυμβῆναι, θηρὸς ἐλευσομένου ἐν κόσμῳ ἅπαντι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Κατὰ τὴν περίοδον τῶν Παρκλήσεων τοῦ 15- Αὐγούστου, ἀντὶ τῶν ἀνωτέρω Τροπαρίων, ψάλλονται·
Τὸ Ἀπολυτικίον τοῦ Ἁγίου (τῆς ἡμέρας) καὶ τὸ Θεοτοκίον τοῦ αὐτοῦ Ἤχου.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Πάντων προστατεύεις.
Δέξου ὦ Πανάχραντε σεμνή, δούλων ἀναξίων φωνὰς τε, καὶ οἰμωγὰς ἀληθῶς, δέξου καὶ ἐμφάνηθι ἀθλίοις δούλοις σου, ἐν τῇ θύρᾳ γὰρ ἕστηκεν, θὴρ ὁ πανοῦργος, μένεα καὶ κάκιστα πνέων ὁ ἄθλιος, ὅμως, ἐπὶ σὲ νῦν θαῤῥοῦντες, ἔλεον καὶ χάριν εὑρεῖν δέ, παρὰ σοῦ ἁγνὴ Θεομακάριστε.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Κατὰ τὴν περίοδον τοῦ 15-Αὐγούστου εἴθισται νᾶ ψάλλωνται, ἀντὶ
τῶν ἀνωτέρω Θεοτοκίων, τὰ ἑξῆς Ἐξαποστειλάρια.

Ἦχος γ΄.
Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῇ τῷ χωρίῳ, κηδεύσατε μου τὸ σῶμα καὶ σὺ Υἱὲ καὶ Θεέ μου, παράλαβε μου τὸ πνεῦμα.

Ὁ γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, Χριστιανῶν ἡ προστάτις, Παρθένε Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι τῶν αἰωνίων βασάνων.

Καὶ σὲ μεσίτριαν ἔχω, πρὸς τὸν φιλάνθρωπον Θεὸν μή μου ἐλέγξῃ τὰς πράξεις, ἐνώπιον τῶν Ἀγγέλων παρακαλῶ σε Παρθένε, βοήθησόν μοι ἐν τάχει.

Χρυσοπλοκώτατε πύργε, καὶ δωδεκάτειχε πόλις, ἡλιοστάλακτε θρόνε, καθέδρα τοῦ Βασιλέως, ἀκατανόητον θαῦμα, πῶς γαλουχεῖς τὸν Δεσπότην;

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Ἔγραφον χάριτι τῆς Ὑπαρχούσης Δεσποίνης ἡμῶν Κυρίας Θεοτόκου κατὰ ζήτησιν πνευματικὴν καὶ ἔφεσιν τοῦ ἐκλεκτοῦ Πνευματικοῦ Ἀδελφοῦ καὶ θείου ζήλου ἐμπεπλησμένου Πατρὸς Γεωργίου Ἁγιοταφίτου ἐν Κύπρῳ δὲ τὰς διατριβὰς ποιουμένου, κἀκεῖ δὲ ἐργαζομένου ἐν τῷ ἀμπελῶνι τοῦ Κυρίου, εὐχόμενος ταπεινῶς εἰς Αὐτόν, πλουσίαν τὴν εὐλογίαν τῆς Ὑπαρχούσης εἰκόνος τῆς ὑπεραγίας Θεοτόκου.

Μετὰ πολλοῦ τοῦ σεβασμοῦ καὶ τῆς ἀγάπης.
Εὐάγγελος Μποσέτος

Παραβόλα, Μάϊος ΒΔ΄