Παρακλητικός κανών εις την Παναγία Καστριανή Κέας Κυκλάδων
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
Πρὸς τὴν ἐν Κέᾳ θαυματουργὸν Εἰκόνα τῆς Ὑπεραγίας Θεοτόκου, τὴν ἐπιλεγομένην «Καστριανήν», ὑπόθεσιν ἔχων μετὰ δεήσεως τὴν παράδοξον αὐτῆς εὕρεσιν καὶ τὰ παρ’ αὐτῆς τελούμενα θαύματα.
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὴν θαυμαστήν σου καὶ ἁγίαν Εἰκόνα, Καστριανὴ Θεογεννῆτορ Παρθένε, ἡ νῆσος Κέα χαίρουσα ἐκτήσατο, ὡς σεπτὸν ἁγίασμα, καὶ πηγὴν ἰαμάτων· χάριν γὰρ καὶ ἔλεος, καὶ παντὸς καλοῦ δόσιν, ἀεὶ λαμβάνει Κόρη ἐξ αὐτῆς, τὴν ἀρωγήν σου, τοῖς πᾶσι κηρύττουσα.
Δόξα. Καὶ νῦν.
Ὑπὸ φωτὸς τοῖς εὐσεβέσι ποιμέσιν, ἐφανεροῦτο Θεοτόκε ὁ τόπος, ἔνθα Εἰκών σου ἡ ἁγία κέκρυπται, ἧς ἡ θεία εὕρεσις, Κὲαν ταῦτην τὴν νῆσον, τὴν ἀνακειμένην σοι, χαρᾶς ἔπλησε πλείστης· ὅτι ἐκ ταύτης βλύζεις μυστικῶς, τῆς σῆς εὐνοίας, τοῖς Κείοις τὰς χάριτας.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ κανὼν οὗ ἡ ἀκροστιχίς·
Κέας σκέπη Καστριανὴ πέλεις· Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Κατεῖδον οὐράνιον πάλαι φῶς, ἔνθα ἡ Εἰκών σου, ἀνευρέθη ἡ ἱερὰ ἐντεῦθεν ἡ νῆσος Κέα Κόρη, τῶν σῶν θαυμάτων γεραίρει τὸ μέγεθος.
Εὐφράνθη ἡ Κέα ἡ εὐσεβὴς, Κεχαριτωμένη, τῇ εὑρέσει τῆς σῆς Μορφῆς, καὶ ταύτην κατέχουσα ὡς πλοῦτον, ταῖς σαῖς πλουτίζεται πάντοτε χάρισι.
Ἀῤῥώστοις τὴν ἴασιν χορηγεῖς, καὶ τοῖς θλιβομένοις, τὴν τῶν πόνων ἀπαλλαγὴν, καὶ εὔπλοιαν τοῖς ναυτιλλομένοις, Καστριανὴ Θεοτόκε ἑκάστοτε.
Σωτήριον σκέπην καὶ προσφυγὴν, τὴν σὴν προστασίαν, Θεοτόκε Καστριανὴ, πλουτοῦντες ῥυσθείημεν παντοίων, πειρατηρίων τοῦ βίου καὶ θλίψεων.
ᾨδὴ γ΄. Οὐρανίας ἀψῖδος.
Σπουδῇ πλείστῃ συνῆλθον, οἱ εὐσεβεῖς κάτοικοι, Κέας τῆς σῆς νήσου Παρθένε, ᾠδὴν ἱκέσιον, προφρόνως μέλψαι σοι· ὅτι ηὐδόκησας δοῦναι, τούτοις τὴν Εἰκόνα σου, ὡς δῶρον ἔνθεον.
Καταφύγιον μέγα, καὶ ἐν παντὶ ἔφορος, ταύτην σου τῆς νήσου ἐδείχθης, Παρθένε Ἄχραντε, τῆς καυχωμένης πιστῶς, τῇ σῇ ἁγία Εἰκόνι· ἥν ἀεὶ περίεπε, ἐκ πάσης θλίψεως.
Εὐλαβῶς σοι Παρθένε, ναὸν σεπτὸν ἤγειραν, ἔνθα ἡ Εἰκών σου εὑρέθη, ἡ πανσεβάσμιος, ᾧ καταφεύγοντες, πάσης ἀνάγκης καὶ βλάβης, λύσιν κομιζόμεθα, τῇ σῇ χρηστότητι.
Πᾶσαν δόσιν τελείαν, καὶ πᾶν σεπτὸν δώρημα, ἐκ τῆς σῆς Εἰκόνος οἱ Κεῖοι, ἀεὶ καρπούμεθα· ὅθεν κηρύττομεν, Καστριανὴ Παναγία, ἥν παρέχεις πάντοτε, ἡμῖν βοήθειαν.
Διάσωσον, Καστριανὴ Θεοτόκε τοὺς σοὺς ἱκέτας, ὅτι πάντες τῇ σῇ Εἰκόνι προστρέχομεν, ἵνα ῥυσθῶμεν κινδύνων καὶ νοσημάτων.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πηγὴ ἀγαθῶν, Εἰκών σου ἡ ὑπέρτιμος, προνοίᾳ τῇ σῇ, τῇ Κέᾳ πάλαι εὕρηται· πηγάζει γὰρ ἑκάστοτε, ἰαμάτων τὰ θεῖα δωρήματα, καὶ πληροῖ τὰς αἰτήσεις ἀεὶ, τῶν ἐπικαλουμένων σου τὸ ὄνομα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἠγνοεῖτο μὲν πρότερον, ὑπὸ γῆς Εἰκών σου οὖσα ἡ ἄχραντος, ἀλλὰ ταύτην ἡμῖν δέδωκας, ὡς παραμυθίαν ἐν ταῖς θλίψεσι.
Κατιδόντες ἀνύμνησαν, Κεῖοι τὴν Εἰκόνα σου τὴν σεβάσμιον· ἐκ λαγόνων γῆς γὰρ ἔλαμψεν, ὡς λαμπὰς τῆς δόξης σου πολύφωτος.
Ἀσθενοῦσι τὴν ἴασιν, καὶ τοῖς θλιβομένοις θείαν παράκλησιν, ὡς πηγὴ ἐλέους ἄφθονος, βλύζεις Θεοτόκε τοῖς ὑμνοῦσί σε.
Συμπαθῶς τῶν καλούντων σε, τὰ πρὸς σωτηρίαν πληροῖς αἰτήματα· διὰ τοῦτό σου τῇ χάριτι, ὦ Καστριανὴ, θερμῶς προστρέχομεν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Τείχος ἀῤῥαγὲς, ἡ ἀντίληψίς σου γένοιτο, ἀποτρέπουσα ἀεὶ τὰς καθ’ ἡμῶν, προσβολὰς Καστριανὴ τοῦ πολεμήτορος.
Ῥώμην καὶ χαρὰν, ἡ σὴ κλῆσις νέμει Ἄχραντε, τοῖς ἐν Κέᾳ καὶ μακρὰν οὖσιν αὐτῆς, ἀληθῶς Καστριανὴ Κείοις ἑκάστοτε.
Ἴασαι ἡμῶν, τῶν τὴν πάνσεπτον Εἰκόνα σου, Θεοτόκε προσκυνούντων εὐλαβῶς, καὶ σωμάτων καὶ ψυχῶν τὰ ἀῤῥωστήματα.
Ἄνωθεν ἡμῖν, ἀπεκάλυψας Πανάμωμε, τὴν ἁγίαν σου Εἰκόνα θαυμαστῶς, καὶ ἡγίασας τὴν Κέαν τῇ σῇ χάριτι.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ναόν σοι, ἐν ἐυλαβείᾳ ἤγειραν, πειθαρχήσαντες τῇ σῇ εὐδοκίᾳ, καὶ ἐν αὐτῷ ἐναπέθεντο πάλαι, Θεογεννῆτορ τῆς Κέας οἱ κάτοικοι, Εἰκόνα σου τὴν ἱερὰν, ἐξ αὐτῆς πᾶσαν χάριν καρπούμενοι.
Ἡγίασται, τῇ ἁγίᾳ εὑρέσει, τῆς ἁγίας σου Εἰκόνος ἡ Κέα, καὶ ὡς πολύτιμον δώρημα ταύτην, ἐν ταῖς ἀγκάλαις κρατοῦσα κραυγάζει σοι· Σύ μου ἰσχὺς Καστριανὴ, Παναγία καὶ δόξα καὶ καύχημα.
Πλωτῆρα, τὸν κινδυνεύσαντα πάλαι, ἐν μεγίστῃ τρικυμίᾳ θαλάσσης, τὴν σὴν ἁγίαν φωνήσαντα κλῆσιν, Καστριανὴ Παναγία διέσωσας· ἀλλὰ καὶ νῦν τρικυμιῶν, νοητῶν ἡμᾶς Κόρη διάσωσον.
Ἐφάνης, Καστριανὴ παραδόξως, ἐν σεπτῇ τῆς σῆς Μορφῆς λιτανείᾳ, καὶ τὸ σεπτόν σου ἐτύπωσας πέλμα, ἐπὶ τοῦ βράχου οὗ ἔστηκας Πάναγνε, ὅ ἄχρι δεῦρο ἐμφανῶς, τὴν σεπτήν σου κηρύττει ἐμφάνειαν.
Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν, ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν
Αἴτησις καὶ τὸ κοντάκιον.
Ἦχος β΄. Ταῖς τῶν αἱμάτων σου.
Ὡς προστασίαν θερμὴν καὶ ἀντίληψιν, ἡ νῆσος Κέα ὑμνεῖ σε Πανύμνητε, καὶ πόθῳ τὴν θείαν Εἰκόνα σου, Καστριανὴ προσκυνοῦσα κραυγάζει σοι· Ἀπαύστως με Δέσποινα φύλαττε.
Προκείμενον
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39 – 49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὄλβον ὡς ἀκένωτον, τῶν οἰκτιρμῶν σου Παρθένε, καὶ στήλην θεόγραφον, καὶ λαμπρὸν ἐχέγγυον τῆς σῆς χάριτος, θαυμαστῶς δέδωκας, ἐν γῇ κεκρυμμένην, τὴν ὑπέρτιμον Εἰκόνα σου, ἡμῖν τοῖς δούλοις σου, τοῖς ἀπὸ ψυχῆς πεποιθόσι σοι· ὅθεν ἡ Κέα ἅπασα, ταύτῃ εὐλαβῶς καταφεύγουσα, νόσων καὶ κινδύνων, καὶ πάσης ἄλλης βλάβης καὶ ὀργῆς, Καστριανὴ ὑπερένδοξε ῥύεται ἑκάστοτε.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Λάμψαν φῶς οὐρανόθεν, τὴν ἁγίαν Εἰκόνα σου ἀπεκάλυψε, τοῖς εὐσεβέσι Κείοις, Παρθενομῆτορ πάλαι· ἥν εὑρόντες ἐπλήσθησαν, πνευματικῆς χαρμονῆς, καὶ θείας θυμηδίας.
Ἐν κινδύνοις Παρθένε, καὶ δειναῖς ἀσθενείαις καὶ περιστάσεσι, τῇ θείᾳ σου Εἰκόνι, προστρέχομεν ἐν πίστει, καὶ τὴν λύσιν εὑρίσκομεν, τῶν χαλεπῶν συμφορῶν, Καστριανὴ ἐν τάχει.
Ἰαμάτων τὰ ῥεῖθρα, ἀναβλύζουσα Κόρη τῇ σῇ χρηστότητι, τοὺς ἄνθρακας τῶν νόσων, καὶ τῶν παθῶν τὴν φλόγαν, καταπαύεις ἑκάστοτε, τοῖς ἀφορῶσι πρὸς Σὲ Καστριανὴ Παρθένε.
Σωτηρίας τὸν ὄμβρον, ἐπομβρήσασα κόσμῳ Χριστὸν τὸν Κύριον, αὐχμὸν καὶ ἀνομβρίαν, τῇ χάριτί σου λύεις, ἐν τῇ Κέᾳ ἑκάστοτε, λιτανευούσῃ Ἁγνὴ, τὴν θείαν σου Εἰκόνα.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γέρας ἡ Κέα, Καστριανὴ Παναγία, τὴν ἁγίαν σου ἐκτήσατο Εἰκόνα, ὅθεν ἀνυμνεῖ σου, τὰ θεῖα μεγαλεῖα.
Ἐν τῇ θαλάσσῃ, τοὺς κινδυνεύοντας σώζεις, καὶ ἐν γῇ Ἁγνῇ λυτροῦσαι πάσης βλάβης, τοὺς σὲ πιστῶς φωνοῦντας, Καστριανὴ Παρθένε.
Ῥῦσαι Παρθένε, ταύτην τὴν νῆσόν σου Κέαν, πάσης μάστιγος καὶ ἀπειλῆς καὶ βλάβης, καὶ ταύτῃ χορήγει, τὴν σὴν πλουσίαν σκέπην.
Ἄνωθεν φρούρει, οὐ μόνον Κόρη τὴν Κέαν, ἀλλὰ ἅπαντας τοὺς ταύτης ἀποδήμους, Κείους τοὺς αἰτοῦντας, τὴν σὴν Παρθένε χάριν.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Σωτήριον λιμένα, Κεχαριτωμένη, Καστριανὴ τὴν ἁγίαν Εἰκόνα σου, ἡ νῆσος Κέα πλουτοῦσα κινδύνων ῥύεται.
Ἰδοὺ ὥσπερ νοσσία, ἅπαντες οἱ Κείοι, Καστριανὴ τῇ σῇ σκέπῃ προστρέχομεν, ὡς ἂν βελῶν λυτρωθῶμεν τοῦ πολεμήτορος.
Μητρῷα Κόρη σπλάγχνα, ἐπιδεικνυμένη, Καστριανὴ τοῖς αἰτοῦσι τὴν χάριν σου, σκέπε καὶ φρούρει καὶ σῶζε τοὺς προσιόντας σοι.
Οἱ νόσοις βαρυτάτοις, στένοντες Παρθένε, ἀναψυχὴν καὶ ταχεῖαν ἀνάῤῥωσιν, ἐκ τῆς σεπτῆς σου Εἰκόνος ἀεὶ λαμβάνουσι.
Ὑπέραγνε Μαρία, κεχαριτωμένη, δίδου καμοὶ τῷ ὑμνοῦντι τὴν χάριν σου, Καστριανὴ Θεοτόκε πταισμάτων ἄφεσιν.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δεῦτε τὴν Εἰκόνα τὴν θαυμαστὴν, τὴν ὀνομασθεῖσαν φερωνύμως Καστριανὴν, τῆς ἁγνῆς Παρθένου, καὶ μόνης Θεοτόκου, οἱ εὐσεβοῦντες Κεῖοι κατασπασώμεθα.
Φῶς ὡράθη μέγα δηλοποιοῦν, τοῖς πιστοῖς ποιμέσι, τὴν Εἰκόνα σου τὴν σεπτὴν, τὴν ἐγκεκρυμμένην, ὑπὸ τὴν γῆν Παρθένε, ἥν πόθῳ ἀνευρόντες χαρᾶς ἐπλήσθησαν.
Ἅπαντες οἱ Κεῖοι πίστει θερμῇ, συνέδραμον Κόρη τῇ εὑρέσει τῆς σῆς Μορφῆς, καὶ ναόν σοι θεῖον, ἐδείμαντο Παρθένε, ὑμνοῦντές σου τὴν δόξαν καὶ τὰ θαυμάσια.
Λύεις ἀνομβρίαν Κόρη τῆς γῆς, καὶ τὰς ἀσθενείας θεραπεύεις τὰς χαλεπὰς, καὶ τοὺςἐν θαλάσσῃ, ταχέως διασώζεις, Καστριανὴ Παρθένε θερμῶς καλοῦντάς σε.
Χαίρει τῇ Εἰκόνι σου τῇ σεπτῇ, ἡ Κέα Παρθένε, λυτρουμένη πάσης πληγῆς, τῇ χάριτι ταύτης τῇ σῇ ἐπισκιάσει, Καστριανὴ καὶ μέλπει τὰ σὰ θαυμάσια.
Ἐν πάσῃ ἀνάγκῃ πίστει θερμῇ, τῇ σῇ προστασίᾳ Παναγία Καστριανὴ, σπεύδομεν οἱ Κεῖοι· σκέπε ἡμᾶς οὖν Κόρη, ἐκ πάσης δυσχερείας καὶ χαλεπότητος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὴν θείαν Εἰκόνα σου, Θεογεννῆτορ ἁγνὴ, φωτὶ ἀπεκάλυψας, ἐκ τῶν ταμείων τῆς γῆς, ἡμῖν ὡς θησαύρισμα· ὅθεν ἡ νῆσος Κέα, εὐλαβείᾳ καὶ πόθῳ σπεύδει Καστριανή σοι, καὶ πιστῶς ἀνακράζει· χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων ἀρωγὸς καὶ προσφυγὴ, καὶ παραμυθία ἐδείχθης, τῶν Κείων Πάναγνε· τούτοις γὰρ δεδώρησαι, ὡς πλοῦτον ἔνθεον, τὴν ἁγίαν Εἰκόνα σου, ἐκ γῆς τῶν ταμείων, χάριν ἀναβλύζουσαν, πᾶσι καὶ ἔλεος· ὅθεν τῇ σῇ σκέπῃ ἡ Κέα, πάσης ῥυομένης ἀνάγκης, μέλπει Θεοτόκε τὰ σὰ θαύματα.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Καστριανὴ πρόσδεξαι Θεογεννῆτορ
Ὅν σοι Γεράσιμος ἐξύφανεν ὕμνον.