Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Κατουσιώτισσα τεθησαυρισμένης εν τη Ιερά Μονή Γενεσίου της Θεοτόκου Κατουσίου Αθνηρού
Ποίημα Γεωργίου Αποστολάκη του από Δικαστών
†Εορτάζεται στις 8 Σεπτεμβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν, ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα βοήθησον, ἐφ’ ἡμῖν σπλαχνισθεῖσα· σπεῦσον ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων· μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς· σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.
Δόξα. Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Μονὴ Κατουσίου θαυματουργόν, εἰκόνα σου ἔχει, ὡς πανίερον θησαυρόν· διὸ τῇ σῇ χάριτι προσφεύγει, ἐξαιτουμένη Ἁγνὴ τὰς πρεσβείας σου.
Ἀρχαίοις ἐν ἔτεσι Ἀγαθή, φωτὶ ὑπεδείχθη, ὡς ἀστὴρ ἡμεροφαής, ἡ θεία μορφή σου τοῖς πατράσι, ὧν προστασία ἡ μόνιμος γέγονας.
Καυχῶνται Κυρία οἱ οἰκισταί, ἁγίας μονῆς σου, ὡς κατέχοντες τὸ σεπτόν, ἐκτύπωμα Μῆτερ τῆς μορφῆς σου· μέγας γὰρ πέλεις φρουρὸς καὶ ἐπίκουρος.
Ἀγράφων τὴν χθόνα καὶ Ἀνθηροῦ, τὴν κώμην Παρθένε, καθαγίασον ῥυπτικαῖς, πρεσβείαις σου Κόρη τῷ Σωτῆρι, ὅτι δοξάζουσι πίστει τὸν Τόκον σου.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Γλυκυτάτη μορφή σου, ὁλοτελῶς μ’ ἔθελξεν, καὶ τῇ σεβασμίᾳ μονῇ σου, τάχει προσέδραμον, ὥσπερ ἡ ἔλαφος, ἡ ψαλμικὴ μετὰ πόθου, ἐκζητῶν τὴν σκέπην σου, Θεογεννήτρια.
Σοὶ προσπίπτω Παρθένε, ἐπιζητῶν εὔνοιαν· σοῦ γάρ τοῦ Σεμνείου ἡγεῖσαι, θάλπουσα ἅπαντας, τῇ μητρικῇ σου στοργῇ, τοὺς πολιστὰς Κατουσίου· ὅθεν καθοδήγησον, Μῆτερ σοὺς πρόσφυγας.
Ἐλευθέρωσον νόας, πάντων ἡμῶν Πάναγνε, πάσης προσπαθείας ὑλώδους, καὶ ἐνδυνάμωσον, τοῦ πονηροῦ χαλεπάς, ἐπινοήσεις νικῆσαι, ὅτι σῷ ὀνόματι, φεύγουσι δαίμονες.
Ἰησοῦν τὸν Δεσπότην, ὑπερφυῶς τέξασα, κέκτησαι πολλὴν παῤῥησίαν· ὅθεν χαρίτωσον, νοῦν καὶ διάνοιαν, ἡμῶν τῶν δούλων σου Κόρη, καὶ εἰρήνην δώρησαι, θείῳ θελήματι.
Διάσωσον, ἀπὸ κινδύνων τὰ τέκνα σου Θεοτόκε, ὅτι πίστει εἰς τὴν Εἰκόνα σου καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος τοῦ Κατουσίου.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Μονῆς σου φρουρὸς καὶ πρέσβειρα ἀκοίμητος, χαρὰ μοναστῶν, λαοῦ τε παραμύθιον, ἡ Εἰκών σου ἐδείχθη, θεοτόκε Δέσποινα, βλύζουσα, καὶ ἰαμάτων χάριτας πολλάς, Κυρία ἡμῶν Κατουσιώτισσα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Κλυδωνούμενον δοῦλον σου, δίναις τῶν κυμάτων τοῦ βίου Δέσποινα, ἐν εἰρήνῃ διατήρησον· σὺ γὰρ εἶ λαοῦ ἀγκυροβόλιον.
Προσευχῆς πόθου δώρησαι, καὶ ἐπιθυμίαν ἡμῖν ἀσκήσεως, ἵνα ζέσει μεγαλύνωμεν, τὸν Υἱόν σου Μῆτερ ἀειπάρθενε.
Ὑποσχέσεις βοήθησον, ἵνα ἐκτελῶσι μονῆς σου τρόφιμοι, τῇ κουρᾷ ἃς ὡμολόγησαν, σῷ Υἱῷ σεπτὴ Κατουσιώτισσα.
Χαῖρε Πόκε θεόδροσε, τὸ σεπτὸν Λογεῖον, Λαβὶς καὶ Τράπεζα· χαῖρε Βάτε ἀκατάφλεκτε, Κατουσίου Λύχνε καὶ καλλώπισμα.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἵσταται ἡμῖν, ἡ μονή σου Μῆτερ Δέσποινα, κατοικητήριον τερπὸν καὶ σεπτόν, τῆς θείας Χάριτος δυνάμει τῆς Εἰκόνος σου.
Νοῦν καὶ τὴν ψυχήν, κατεμόλυνα ὁ ἄθλιος, τοῦ ἀντιπάλου ἐκδεχθεὶς λογισμούς· διὸ κραυγάζω σοι αἰτούμενος βοήθειαν.
Σκέπασον Ἁγνή, τῇ σῇ σκέπῃ τὸ Σεμνεῖον σου· σὺν Ἀργιθέᾳ γὰρ τιμᾷ τὸν Χριστόν, καὶ σοὶ προσβλέπει ἐκζητοῦσα μεσιτείας σου.
Ἔχει Ἀνθηροῦ, ἡ πολίχνη σε ὡς φύλακα, καὶ ὡς ἀκοίμητον βροτείων φρουρόν· διὸ προστρέχει μετὰ δέους τῇ Εἰκόνι σου.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Τὸ γόνυ σοι, Θεομῆτορ κάμπτομεν, ἐξαιτούμενοι γοργὴν προστασίαν, ἵνα ψυχῆς τὴν ὀδύνην Κυρία, ταχέως λύσῃς καὶ νέφη πρεσβείαις σου, σκεδάσῃς πάντα τῶν παθῶν· ἰατρὸς γὰρ τυγχάνεις ἀδάπανος.
Καλοῦμεν σε, σωτηρίας κλίμακα, καὶ προσφύγιον πιστῶν Θεομῆτορ, καὶ θεοστήρικτον γέφυραν πάντας, πρὸς σὸν Υἱὸν καὶ Θεὸν ἡ προσάγουσα· διὸ ἐγρήγορσιν ψυχῆς, καὶ μετάνοιαν δίδου τοῖς δούλοις σου.
Μετάβαλε, εἰς χαράν τὴν θλῖψιν μου, καὶ τὸν θρῆνον εἰς τερπνὴν εὐφροσύνην, καὶ ἀγαλλίασιν Μῆτερ Κυρίου, ὅτι πολλοὶ ἐπ᾿ ἐμὲ ἐπανίστανται, καὶ μὴ παρίδῃς στεναγμούς, δεομένου τεκνίου σου Δέσποινα.
Διάσωσον, τοὺς εἰς σὲ προστρέχοντας, ἐκ κινδύνων καὶ συμπτώσεων Κόρη, ἐξ ἁμαρτίας κλυδώνων τε βίου, ἐκ σαρκικῶν πειρασμῶν καὶ τῶν πτώσεων, καὶ ῥῦσαι τάχιστα τὸν νοῦν, πονηρῶν ἐξ ἐχθροῦ ἐνθυμήσεων.
Διάσωσον, ἀπὸ κινδύνων τὰ τέκνα σου Θεοτόκε, ὅτι πίστει εἰς τὴν Εἰκόνα σου καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος τοῦ Κατουσίου.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπὶ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καί τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς αἱμάτων σου.
Κατουσιώτισσα πάναγνε Δέσποινα, τῶν μοναστῶν ἡ μεσῖτις πρὸς Κύριον, δεόμεθα ῥῦσαι τοὺς δούλους σου, ἀπὸ κινδύνων καὶ πάσης κακώσεως· μεγάλην γὰρ κέκτησαι δύναμιν.
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματος σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἄκουσον θύγατερ καὶ ἰδὲ καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλαθοῦ τοῦ λαοῦ σου καί τοῦ οἴκου τοῦ πατρός σου καὶ ἐπιθυμήσει ὁ Βασιλεύς τοῦ κάλλους σου.
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. α΄ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπός τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρὸς με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνή τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτα μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπί τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπό τοῦ νῦν μακαριοῦσι με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησε μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριάμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Ταῖς τῆς Παναχράντου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Χαῖρε τὸ προπύργιον, τοῦ Κατουσίου καὶ δόξα· χαῖρε ἡ ἐνίσχυσις, μοναζόντων, Πάναγνε, τῷ Σεμνείῳ σου· χαῖρε τὸ στήριγμα, τοῦ λαοῦ Παρθένε· χαῖρε Κόρη ἀπειρόγαμε, ἄγαλμα ἄφραστον, τῶν ἐπουρανίων Δυνάμεων, Εἰκόνι σου προσπίπτομεν, τῇ θαυματουργῷ Κατουσιώτισσα, πόθῳ ἐξυμνοῦντες, τὴν χάριν σου Μητρόθεε ἁγνή, δι’ ἧς ἡ κώμη φυλάττεται, Ἀνθηροῦ ἀπήμαντος.
Σῶσον ὁ Θεός τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Θεοτόκε Παρθένε, κατανύξεως θείας ψυχήν μου ἔμπλησον, ναόν σου Γενεθλίου, ῥοαῖς μου τῶν δακρύων, ὅπως βρέξω Πανάχραντε, καὶ ἀποπλύνω καλῶς, τοὺς ῥύπους τῶν παθῶν μου.
Σοὶ κραυγάζω Κυρία, οὖσα Μήτηρ Δεσπότου ταχέως σῶσόν με· ταπείνωσιν οὐκ ἔχω, ἐγκράτειαν ὁμοίως, προσευχῆς τε μακρὰν εἰμι· διὸ βοῶ δωρεάν, δός μοι τὴν σωτηρίαν.
Πονηρίας δαιμόνων, καὶ κακίας ἀνθρώπων ῥῦσαί με Πάναγνε· ψυχῆς μου δὲ τὰ πάθη, θεράπευσον Κυρία· τὸν Χριστὸν γὰρ ἐγέννησας, πάσης φθορᾶς ἰατρόν, καὶ τῶν βροτῶν Σωτῆρα.
Βοηθὸς Μῆτερ γίνου, μονασταῖς καὶ μιγάδαις τοῖς σοὶ προστρέχουσι· ἐλέησον καὶ πάντας, τοὺς ψάλλοντας ἐνθάδε, εὐλαβῶς τὴν παράκλησιν, πρὸ τῆς σεπτῆς σου μορφῆς, τῆς Κατουσιωτίσσης.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Εἰσάκουσον μου, παρακαλῶ σε ὁ τάλας, καὶ ἐν ὥρᾳ φρικτῇ τοῦ θανάτου, ῥῦσαί με δαιμόνων, ἁρπάξαι ἐκζητούντων.
Μή μου ἀπώσῃ, τοὺς στεναγμοὺς Θεοτόκε, τοῦ ἐλέους πηγὴν ἡ τεκοῦσα, καὶ φρικτῆς γεέννης, λιταῖς σου λύτρωσον με.
Χαῖρε ἡ σκέπη, τῶν θλιβομένων Παρθένε, καὶ ἀντίληψις πάντων ταχεῖα, καταπονουμένων, ποικίλαις ἀσθενείαις.
Δέχου τὸν ὕμνον, ἐκ ῥυπαρῶν μου χειλέων, καὶ ἱκανῶσον ἄθλιον ὄντα, ἵνα σε δοξάζω, ὡς Δέσποιναν τοῦ κόσμου.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Σταυροῦ τῇ ἐνισχύσει, στήριξον τὴν πίστιν, ἐν τοῖς ἐσχάτοις καιροῖς Ἀειπάρθενε, Χριστιανῶν Ὀρθοδόξων, ὡς πολυεύσπλαχνος.
Προνόησον Κυρία, σκέπουσα σῇ σκέπῃ, ὑπὲρ αὐτῆς τῆς μονῆς σου Πανάμωμε, τῆς ἐτησίως τιμώσης τὰ σὰ Γενέθλια.
Ἡδύνεται ψυχή μου, ἐν τῷ καθυμνεῖν σε, τὴν Θεοτόκον πανάχραντον Δέσποιναν, καὶ τῆς μονῆς Κατουσίου, στεῤῥὰν προστάτιδα.
Αἱ γενεαὶ πᾶσαι, ὥσπερ γοῦν προεῖπας, σὲ μακαρίζουσι κόσμου τὴν Ἄνασσαν, ὅτι τὸν μόνον Σωτῆρα, ἀσπόρως ἔτεκες.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δεῦτε, Κατουσίου καὶ Ἀνθηροῦ, οἱ χοροὶ συντόνως, προσκυνήσωμεν εὐλαβῶς, τὴν σεπτὴν εἰκόνα, Δεσποίνης Θεοτόκου, τὴν ἐπικεκλημένην, Κατουσιώτισσαν.
Σκέπε, φρούρει, φύλαττε τὴν Μονήν, τοῦ σοῦ Γενεθλίου, τὴν κατέχουσαν σὴν μορφήν, ἐξ ἀρχαίων χρόνων, θαυμάσια τελοῦσαν, τοῖς πίστει δεομένοις, Μῆτερ πανάχραντε.
Χαίροις, τὸ ὀχύρωμα τῶν πιστῶν, πόθῳ προστρεχόντων, εἰς προσκύνησιν ἱερᾶς, περιδόξου πᾶσι, εἰκόνος σου Κυρία, τῆς Κατουσιωτίσσης, ἡμῶν τὸ σέμνωμα.
Χαῖρε σοι βοῶμεν περιχαρῶς, τῇ Παναμωμήτῳ, καὶ Δεσποίνῃ Θεοῦ Μητρί, ἅπαντες σου δοῦλοι, μονῇ σου ἐνοικοῦντες, κατέχοντες ὡς πλοῦτον, θείαν Εἰκόνα σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι οἱ Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τὴν σεπτήν σου εἰκόνα, Κατουσίου τὸ σέμνωμα, τὴν θαυματουργὸν Θεοτόκε, προσκυνοῦντες ἀγάλλομεν· προστάτις γὰρ τυγχάνει μοναστῶν, ἁπάντων τε κατοίκων Ἀνθηροῦ· διὸ Μῆτερ ἀναδέδειξαι πρεσβευτής, Ἀγράφων τῶν βοώντων σοι· δόξα τῷ Θείῳ Τόκῳ σου Ἁγνή, δόξα τῇ παρθενίᾳ σου, δόξα τῇ ἀρωγῇ σου πρὸς ἡμᾶς Κατουσιώτισσα.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χαῖρε τοῦ ἐλέους ποταμέ· χαῖρε ἀνεξάντλητε κρήνη ἐνθεοῦ νάματος· χαῖρε ἡ ἀντίληψις τῶν προστρεχόντων πιστῶν· χαῖρε πάνσεπτε πρέσβειρα, ἡ τάχος πληροῦσα, πάντα τὰ αἰτήματα θαύματα βρύουσα· χαῖρε σὴν μορφὴν δεδωκυῖα, πάλαι πολισταῖς Κατουσίου, οὓς καὶ νῦν Κυρία περιφρούρησον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Θρασὺν ὑμνογράφον συγχώρησον Κόρη,
πειρώμενον ᾄδειν μορφῆς σου τὸ κάλλος.
Πηγή φωτό – Μπορείτε επίσης να διαβάσετε και το ιστορικό της Ιεράς Μονής