Παρακλητικός Κανών εις την Παναγία την Κερνιτσιώτισσα
Ποίημα Νικολάου του ιατρού

†Εορτάζεται στις 15 Αυγούστου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ παρόντα Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἐν Γορτυνίᾳ ἀδελφοὶ νῦν προστρέξωμεν καὶ τὴν Μητέρα τοῦ Κυρίου τιμήσωμεν μετὰ δακρύων κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα πανύμνητε, τῆς Κερνίτσης τὸ κλέος, οἰκτιρμούς σου δώρησαι τοῖς σὲ πίστει τιμῶσι, καὶ μεσιτείαν πέμψον σῷ Υἱῷ, τῷ πανοικτίρμονι καὶ Σωτῆρι τῶν ψυχῶν ἡμῶν.
Δόξα.
Τὸ Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Χαίρει ἔχουσα ἡ Γορτυνία, ἀκατάλυτον σὴν προστασίαν θεογεννῆτορ Κερνίτσης τὸ καύχημα· κατασταθείσης γὰρ τῆς Θείας Εἰκόνος σου, τοῖς δεομένοις παρέχεις ἰάματα ἀπειρόγαμε, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, δυσώπει τὸν Υἱόν σου Δέσποινα, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ εὐθὺς ψάλλομεν τὸν κανόνα, μετὰ τῶν στίχων·
Εἰς ἔκαστον τροπάριον λέγομεν·
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Εἰς τὰ δύο τελευταία·
Δόξα. Καὶ νῦν.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τὴν θείαν σου σκέπην τὴν κραταιάν, Κυρία τῶν Ἀγγέλων, θέλουσα δεῖξαι πάλιν πιστοῖς, ἐτίμησας Γόρτυνος χώραν, τῇ παρουσίᾳ τῆς θείας Εἰκόνος σου.
Κερνίτσης ἀγλάϊσμα καὶ χαρά, ἀπείρανδρε Κόρη, μητροπάρθενε Μαριάμ, παράσχου ἀφειδῶς τοῖς ἐν πίστει σοὶ δεομένοις, τῶν νόσων τὴν ἴασιν.
Ἰκέτευσον Μῆτερ τὸν σὸν Υἱόν τὸν βαστάζοντα πάντα καὶ οἰκτίροντα τοὺς βροτούς, ἄφεσιν πταισμάτων χορήγησαι, τοῖς προσκυνοῦσι τὴν θείαν Εἰκόνα σου.
Ψυχῆς τε καὶ σώματος συμφορὰς καὶ παντοίων νόσων, ἀλγηδόνας καὶ πειρασμοὺς θεράπευσον, ἀπείρανδρε Κόρη, τοὺς σῇ εἰκόνι ἐν πίστει προσπίπτοντας.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Κραταιὰν προστασίαν καὶ ἀρωγὴν κέκτημαι σέ, θεογεννῆτορ Παρθένε, καὶ πόθῳ δέομαι· Κερνίτσης καύχημα, ἁμαρτωλῶν Σωτηρία, δέξαι με τὸν ἄθλιον καὶ παραμύθησον.
Ἰκετεύω σε, Κόρη· τὸν γεννηθέντα ἐκ σοῦ δυσώπησον, ἄφεσιν πταισμάτων δωρῆσαι τοῖς δεομένοις σοι, σὺ γάρ, Θεόνυμφε, ἐν παῤῥησίᾳ προσάγεις τῷ Υἱῷ σου, Δέσποινα, πάντων αἰτήματα.
Τὴν χαρὰν τετοκυῖα δώρησαι Παρθένε τοῖς δεομένοις σοι, τοῖς ἐν τῇ Μονῇ τῆς Κερνίτσης πίστει προστρέχουσι· πάντα γὰρ δύνασαι ὡς Θεοῦ Λόγου Μήτηρ· τούτων μεταστρέφουσα ταῖς ἱκεσίαις σου.
Νοσημάτων παντοίων καὶ συμφορῶν, Δέσποινα, ῥῦσαί με ταῖς σαῖς ἱκεσίαις τῷ Πανοικτίρμονι· Ἡ γὰρ σὴ δέησις τῷ Βασιλεῖ τῶν αἰώνων, οὐδέποτε κατήσχυνε τοὺς σοὶ προστρέχοντας.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.
Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄.
Εὐφραίνου λαμπρῶς ἡ χώρα τῆς Γόρτυνος κατέχουσα νῦν προστάτην ἀκατάβλητον καὶ ᾠδὰς ἀνάπεμψον· ἡ γὰρ Θεοῦ Μήτηρ παρίσταται ἀεί, ἐν τῇ Μονῇ Κερνίτσης καὶ πᾶσι παρέχει ἰάματα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τῶν φρενῶν μου τὸν κλύδωνα καὶ τῆς πονηρίας τὰ πνεύματα διασκέδασον, ἡ τῷ τόκῳ σου, Θεόνυμφε, τοὺς βροτοὺς ἀγαγοῦσα εἰς οὐράνια.
Τῷ οἰκτίρμονι αἴτησαι, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἐν πίστει προσιούσι σοι, ἐν τῇ Ἱερᾷ Μονῇ σου Παντάνασσα.
Ἀπολύτρωσον, Πάναγνε, πάσης περιστάσεως τε καὶ θλίψεως, τοὺς προθύμως καταφεύγοντας τῇ Μονῇ σου, ἣν ὧδε κατέστησας.
Σὲ ἐλπίδα κεκτήμεθα τὸν τῆς Ἀναστάσεως τύπον ἐκλάμπουσαν, καὶ Παράδεισον ἀνοίγουσαν τοῖς τιμῶσι τὸν Υἱόν σου, Δέσποινα.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σκέπη κραταιά, ἡ τὴν πλάνην καταργήσασα καὶ ὁδὸν οὐράνιον βροτοῖς χαρίσασα πρὸς τὸν οἰκτίρμονα, τοὺς ἱκέτας σου κατεύθυνον.
Ξένον τὸ ἐν σοὶ τελεσθὲν, Ἁγνή, μυστήριον πῶς τὸν Κύριον σῇ μήτρᾳ ἐχώρησας καὶ βροτείῳ γένει Παράδεισον ἀνέῳξας.
Τάχυνον, Ἁγνή, ταῖς δεήσεσι τῶν δούλων σου καὶ παθῶν αὐτοὺς ἀπάλλαξον καὶ παντοίαις νόσοις παράσχου ἰάματα.
Πέμψον κουφισμὸν καὶ χαρὰν τοῖς σοὶ προστρέχουσιν ἐν τῇ Μονῇ σου, ἀπείρανδρε, καὶ ἐν εἰρήνῃ τὴν ζωὴν αὐτῶν κατεύθυνον.
ᾨδὴ ϛ΄. Τὴν δέησιν ἐκχεῶ.
Παντάνασσα, τῶν Ἀγγέλων Κυρία, παναμώμητε, ἀπείρανδρε Κόρη, πάντοτε ταχέως προφθάνεις τοῖς αἰτουμένοις ἐν πίστει βοήθειαν· δυσώπησον τὸν σὸν Υἱόν, κουφισμὸν τῶν πταισμάτων δωρήσασθαι.
Ἐν νόσοις ἰατρὸν σὲ γινώσκω καὶ ἐν πόνοις κραταιὰν προστασίαν· διὸ ἐν πίστει καὶ χαρᾷ σοὶ προστρέχω, ἐν τῇ Μονῇ σου, Παρθένε, καὶ δέομαι· ὅν ἔτεκες ἄνευ σπορᾶς δυσώπησον, Μῆτερ, καὶ σῶσόν με.
Θελήματι προσπαγεὶς ἐπὶ ξύλου, ἵνα γένος τῶν βροτῶν ἀναγάγῃς, ἐκ τῆς φθορᾶς πρὸς τὰ ἄνω οἰκτίρμων, οὐκ ἀπελάθου τὴν Μητέρα σου, Δέσποτα· αὐτὴν προσάγομεν πρὸς σέ, ὡς μεσίτριαν τῆς Θείας σου χάριτος.
Ὑπέραγνε τῷ Θεῷ ὑπετάγης καὶ παρέσχες τοῖς βροτοῖς σωτηρίαν καὶ παῤῥησίαν νῦν αὐτῷ κεκτημένη, τῶν δεομένων προσάγεις αἰτήματα, πρὸς τὸ συμφέρον τῶν πιστῶν, ὡς ἀληθῶς Θεοῦ Λόγου λοχεύτρια.
Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Σὲ μητέρα καὶ προστάτιν κεκτήμεθα, ὡς κυήσασαν τὸν πάντα ποιήσαντα καὶ ἐν πίστει δεόμεθα ἐκ βάθους ψυχῆς, πρόφθασον Πανάμωμε, τῆς Κερνίτσης τὸ κλέος καὶ πταισμάτων ἄφεσιν αἴτησαι τοῖς δούλοις παρέχειν· δύνασαι γὰρ τοῦτο ποιῆσαι ἀληθῶς ὡς Θεοῦ Μήτηρ καὶ κόσμου μεσίτρια.
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καί γενεᾷ.
Στίχος. Ἄκουσον, θύγατερ, καὶ ἴδε καί κλῖνον τό οὖς σου, καί ἐπιλάθου τοῦ λαοῦ σου καί τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. ι΄ 38, ια΄ 27)
Τῷ καιρῷ ἐκείνῳ εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινά· γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. Καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ ἤκουε τῶν λόγων αὐτοῦ· ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς, εἶπεν αὐτῇ· Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ’ αὐτῆς. Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα, ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου, εἶπεν αὐτῷ· Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε, καὶ μαστοί, οὓς ἐθήλασας. Αὐτὸς δὲ εἶπε· μενοῦνγε. Μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν.
Δόξα σοι, Κύριε, δόξα σοι.
Δόξα.
Πάτερ Λόγε Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Παναγία Δέσποινα, ἡ ἀψευδὴς μεσιτεία, τῶν πιστῶν τὸ στήριγμα καὶ τῶν δεομένων σοι παραμύθιον, ἐν Κερνίτσῃ ἔστηκας, ἵνα σοῖς ἱκέταις, τὴν σὴν χάριν καὶ τὴν ἴασιν παντὸς νοσήματος, ἀφειδῶς παράσχῃς τοῖς σοὶ προστρέχουσι· ἀπείρανδρε Κόρη, Μῆτερ τοῦ πανοικτίρμονος Θεοῦ, ἐν παῤῥησίᾳ δυσώπησον δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
Κύριε ἐλέησον (ιβ΄).
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῶν Ἑλλήνων τὸ γένος, ἠλευθέρωσας Μῆτερ, τῇ προστασίᾳ σου, καὶ τῇ σῇ παρεμβάσει τὰ στίφη τῶν ἀπίστων κατετροπώθησαν· χαῖρε, Θεόνυμφε Μαριάμ, Κερνίτσης δόξα καὶ κλέος.
Δεῦτε πάντες ἐν πίστει ἐν τῇ Γορτυνίᾳ τὰ νῦν προστρέξωμεν καὶ Θεοῦ τὴν Μητέρα, ἐν ᾠδαῖς καὶ ὕμνοις φαιδρῶς τιμήσωμεν· χαῖρε, ἀπείρανδρε Μαριάμ, Κερνίτσης δόξα καὶ κλέος.
Παραλύτους ἐγείρεις, καταυγάζεις τὰς φρένας τοῖς προσιούσι σοι καὶ ἴασιν παρέχεις νοσημάτων παντοίων τοῖς σὲ γεραίρουσι· χαῖρε, πανάμωμε Μαριάμ, Κερνίτσης δόξα καὶ κλέος.
Θαυμαστῶς ἀνεφάνης ἐν τῇ χώρᾳ Γόρτυνος, Παναμώμητε, ἵνα πιστοῖς παράσχῃς πλήρωσιν αἰτημάτων τῇ μεσιτείᾳ σου· χαῖρε, παντάνασσα Μαριάμ, Κερνίτσης δόξα καὶ κλέος.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τῶν οἰκτιρμῶν σου τοὺς πιστῶς αἰτουμένους ἐν τῇ Μονῇ σου, ἀπείρανδρε Κόρη, βράβευσον τῇ σῇ προστασίᾳ καὶ παραμύθησον.
Τοὺς πειρασμοὺς καὶ παντοίους κινδύνους οἵτινες ἐμὸν χειμάζουσι βίον δίωξον Παρθένε ἐν τάχει, ἵνα φαιδρῶς μεγαλύνω σὴν δύναμιν.
Τὴν σὴν βοήθειαν πέμψον μοι, Κόρη, θλίψεις γὰρ καὶ περιστάσεις τοῦ βίου, πολλαπλῶς μὲ πειράζουσι, Παρθένε, ἀλλὰ πρόφθασον, Μῆτερ, καὶ ῥῦσαί με.
Τῶν ἀσθενῶν σὺ παραμυθία ὑπάρχεις, καὶ ἰάσεων παντοίων τῶν νόσων, Σὺ γὰρ ἀνέδειξας τὴν θείαν Μονήν σου πηγὴν ἀστείρευτον τοῖς πίστει προστρέχουσι.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἐν χώρᾳ Γορτυνίας σπεύσωμεν ἐν πίστει καὶ προσκυνήσωμεν τὴν τοῦ Θεοῦ Μητέρα, τὴν τὴν χαρὰν τῷ κόσμῳ ἀσπόρως κυήσασαν, καὶ ἀφειδῶς παρέχουσα πᾶσιν ἰάματα.
Ἀκύμαντον λιμένα, κουφισμόν τε καὶ λύσιν τῶν περιστάσεων, κατέστησας, Παρθένε, τὴν Μονήν σου πᾶσι τοῖς πίστει προστρέχουσι, ἵνα ῥυσθῶσιν κινδύνων καὶ θλίψεων.
Παντοίων νοσημάτων, πειρασμῶν ἀναγκῶν τε καὶ θλίψεων καὶ πάσης ἀσθενείας τὴν ἴασιν, Κόρη, ταχέως δώρησαι καὶ χαρὰν παράσχου τοῖς πίστει τιμῶσί σε.
Τὴν χάριν σου, Παρθένε, παράσχου τοῖς ἐν πίστει καὶ πόθῳ σπεύδουσιν ἐν τῇ Μονῇ Κερνίτσης, ἣν ἐκ πάλαι ἀφράστως κατέστησας, ἀψευδῆ μαρτυρίαν τῶν θαυμασίων σου.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ἐν Κερνίτσῃ πάλαι θαυματουργῶς κατέστη ἀφράστως ἡ Εἰκών σου ἡ εὐκλεής, παρέχουσα πᾶσι, τὴν χάριν σου, Παρθένε, τοῖς πόθῳ προσιούσι πρὸς σὴν προσκύνησιν.
Χαίροις τῆς Κερνίτσης ἡ κραταιὰ θεία προστασία, ἡ τροφός τε καὶ ἀρωγός, ἡ τοῖς δεομένοις, σὴν χάριν χορηγοῦσα καὶ νόσων τὰς ἰάσεις πιστοῖς παρέχουσα.
Χαίροις ἡ Ὑπέρμαχος στρατηγός, τῶν δαιμόνων τραῦμα καὶ χαρίτων ὁ ποταμός, χαίροις Γορτυνίας καὶ πάσης Ἀρκαδίας ἡ πολιοῦχος Μήτηρ, πρὸς ἣν προστρέχομεν.
Δεῦτε τῶν Ἁγίων πᾶς ὁ χορός, τῶν ἐξ Ἀρκαδίας περιβάλλετε ἐν χαρᾷ, τὴν Θεοῦ μητέρα, ἥ, θεία Εὐδοκία, κατέστη ἐν Κερνίτσῃ, ὑμῶν ἡγήσασθαι.
Χαίροις, ἀνοικτήριον τῶν θυρῶν τῶν τοῦ Παραδείσου ὡς ἡ μήτηρ τοῦ Λυτρωτοῦ, χαίροις θεία κλῖμαξ μετάγουσα τοῖς ἄνω, τοὺς πίστει προσιόντας, Ἁγνή, τῇ σκέπῃ σου.
Χαίροις ἡ κατάπτωσις τῶν ἐχθρῶν, ἀπόρθητε πύργε, Ἐκκλησίας τε καὶ πιστῶν, χαῖρε σὺ παρέχεις ταχέως τὰς ἰάσεις, ψυχῶν τε καὶ σωμάτων, τῇ μεσιτείᾳ σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Χαίρει ἔχουσα ἡ Γορτυνία, ἀκατάλυτον σὴν προστασίαν θεογεννῆτορ Κερνίτσης τὸ καύχημα· κατασταθείσης γὰρ τῆς θείας Εἰκόνος σου, τοῖς δεομένοις παρέχεις ἰάματα ἀπειρόγαμε, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, δυσώπει τὸν Υἱόν σου Δέσποινα, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἐξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ἀφειδῶς παράσχου Μαριάμ, τοῖς προσερχομένοις ἐν πίστει, ἐν τῇ σεπτῇ σου Μονῇ, ἣν τῷ σῷ βουλήματι ὧδε κατέστησας, ἐν τῇ χώρᾳ τῆς Γόρτυνος, μαρτύριον πᾶσι, τῆς θείας σου χάριτος καὶ παραμύθιον, νοσημάτων τὴν ἴασιν καὶ μεσιτείαν πρὸς τὸν Πανοικτίρμονα, ὅν σὺ ἐκύησας· αἴτησαι, ἀπείρανδρε Κόρη, πᾶσι κουφισμὸν τῶν πταισμάτων καὶ πρὸς τὸ ἀρχέτυπον τούτους ἀνάγεσθαι.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Μνήσθητι Δέσποινα Νικολάου ἰατροῦ
τοῦ ποιήσαντος τὸν παρόντα κανόνα,
σῇ χάριτι, πρὸς δόξαν τοῦ ἐν Τριάδι Θεοῦ
καὶ σοῦ τῆς Προστάτιδος καὶ παραμυθίας τοῦ κόσμου.
Εὐχαριστῶ θερμὰ τὴν ἐν Χριστῷ Ἀδελφὴν Μαρία Α.
δια τὴν αποστολὴ τῆς Παρακλήσεως.

