Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο της Κολοκυνθούς
Ποίημα του Μητροπολίτου Εδέσσης Ιωήλ
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ ἐξῇς τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆν σεβασμίαν σου εἰκόνα Παρθένε, Κολοκυνθοὺ τῆν οὕτως πως κεκλημένην, ἐν εὐλαβείᾳ σπεύδομεν οἱ σοὶ ὑμνηταί, ἅπαντες ἀσπάσασθαι, καὶ πρός σε ἐκβοήσαι· ταῖς πρεσβείαις πάντοτε, μὴ ὀκνήσῃ φρουρούσα, τὴν ἐνορίαν πᾶσαν τὴν ἡμῶν, καὶ τοὺς οἰκοῦντας, ἐν ταύτῃ Πανάχραντε.
Δόξα. Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Κολοκυνθού μου Θεοτόκε ἐμὲ σῶσον. Ιωήλ.
ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
Καρδίᾳ καὶ χείλεσιν οἱ πιστοί, ἐν τῇ ἐνορίᾳ, Ἀθηναίων Κολοκυνθού, τὴν θείαν εἰκόνα σου τιμῶσι, καὶ ἐκζητοῦσι Παρθένε τὴν χάριν σου.
Ὁ ἄσαρκος Λόγος Κολοκυνθού, σαρκούται ἀσπόρως, καὶ λαμβάνει ἐκ σου μορφήν, διὸ μὴ ἐλλείπῃς ὑπὲρ πάντων, καθικετεύουσα τοῦτον Πανάχραντε.
Λυθῆναι τῶν νόσων καὶ τῶν παθῶν, οἱ δοῦλοί σου Μῆτερ, οἱ πεσόντες ἐν πειρασμοῖς, ἐλπίζουσι τὴν θαυματουργοῦσαν, Κολοκυνθού προσκυνοῦντες εἰκόνα σου.
Ὁ σύλλογος ἅπας ἐνοριτῶν, τοῦ θείου Ναοῦ σου, Παναγίᾳ Κολοκυνθού, ὀρθῶς προσδοκᾷ ταῖς σαῖς πρεσβείαις, ἐκ τῶν πολλῶν κουφισθῆναι συμπτώσεων.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Κατ’ ἀρχὴν προσκυνοῦμεν, ἐν σεβασμῷ πάντοτε, τὴν ἀποκειμένην ἐθάδε, σεπτὴν εἰκόνα σου, εἶτα Πανάχραντε, Κολοκυνθοὺ τὴν σκοτίαν, καὶ νοὸς τὴν σύγχυσιν, ἡμῶν διάλυσον.
Ὑετῶ πρεσβειῶν σου, ἐμῆς ψυχῆς ἔδαφος, πότισον ἁγία Παρθένε, καὶ δὸς τοῖς σπέρμασιν, Θεομακάριστε, τῶν ἐντολῶν τοῦ Δεσπότου, τοῦ ποιῆσαι δράγματα, τῆς σωτηρίας μου.
Νυσταγμὸν ἀμελείας, ἐκ τῶν ψυχῶν ἔκβαλε, τῶν σὲ ἀνυμνούντων Παρθένε, καὶ προσκυνούντων σου, τὴν σεβασμίαν μορφήν, ἐν τῇ εἰκόνι σου Μῆτερ, ταύτην γὰρ δεδώρηται, ἡμῖν ὡς πλούτισμα.
Θεοτόκε Παρθένε, Κολοκυνθοὺ ἔπαρον, ταῖς πρὸς τὸν Υἱόν σου πρεσβείαις, νοὸς φοβίσματα, εἰς τῆν χαρὰν τοῦ Χριστοῦ, ταύτᾳ μετάβαλε πάντα, σὺ γὰρ φόβον ἔλυσας, τοῦ κοσμοκράτορος.
Διάσωσον, ἀπὸ κινδύνων Κολοκυνθοὺ Θεοτόκε, τοὺς ὑμνοῦντας τῆς σῆς σεπτῆς εἰκόνος τὰ ἄριστα, καὶ θαύματα, καὶ ψυχῆς θεραπείας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Εἰκόνος τῆς σῆς, σημεῖά τε καὶ θαύματα, Παρθένε ἁγνή, ὑμνοῦμεν ἀνακράζοντες, μὴ παρίδῃς ἀνύμφευτε, ταῖς εὐχαῖς ἡμᾶς ἀπαλλάττουσα, ἐκ τῆς βλάβης βελίαρ τοῦ δεινοῦ καὶ πάσης ἀνάγκης καὶ κακώσεως.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὁ ἀσώτως τὸν βίον μου, ζήσας Θεοτόκε θεοχαρίτωτε, πρός σε δέησιν ἐγκάρδιον ᾄδω λυτρωθῆναι με κολάσεως.
Ὑπό σου ἐλυτρώθημεν, ὡς τεκούσης Κύριον τὸν Φιλάνθρωπον, διὸ πάλιν ἐκβοῷμεν σοι· ὀδυνῶν σαρκὸς ἡμᾶς ἀπάλλαξον.
Μανικὼς ἐπιτίθεται, ὦ Κολοκυνθού μου ὁ ἀντικείμενος, καθ’ ἡμῶν ὡς ἀφιλάνθρωπος, διὸ τῇ σῇ ῥώμῃ τοῦτον σύντριψον.
Ὦ παμβέβηλος Δέσποινα, τὴν στολὴν ἐμόλυνα τοῦ βαπτίσματος, τοῖς ποικίλοις ἁμαρτήμασι, ὅθεν σου αἰτοῦμαι τὴν βοήθειαν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕψωσον Ἀγνή, πρὸς τὸν Κύριον τὰς χεῖράς σου, ὅπως εὕρωμεν γαλήνην τῆς ψυχῆς, καὶ τοῦ βίου ἀδιάκοπον εἰρήνευσιν.
Θεία σου ῥοπή, πεσόντα ἐν ταῖς θλίψεσι, ἀμετρήτων καθ’ ἡμέραν συμφορῶν, μητρικῶς Κολοκυνθού με ἐξανάστησον.
Ἔχει ὁ ναός, ὡς πολύτιμον θησαύρισμα, τὴν ἁγίαν σου εἰκόνα Ἀγαθῇ, δι’ ᾗς στήριξον ἡμᾶς τοὺς παραπαίοντας.
Ὁ ὑπὲρ βροτῶν, γεννηθεὶς ἐκ τῆς κοιλίας σου, ταῖς εὐχαῖς καὶ ἱκεσίαις σου Ἁγνή, καταργήσαι τῆς σαρκὸς ἡμῶν τὸ φρόνημα.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ταμεῖον, ὑπερφυῶν δωρημάτων, ἡ ἁγία σου εἰκὼν Θεοτόκε, Κολοκυνθοὺ Ἀθηναίων προστάτις, ἐν ταῖς ημέρες ἡμῶν πεφανέρωται, διὸ παράσχου καὶ ἡμῖν ἀστασίαστον βίον καὶ ἄλυπον.
Ὁρῶντες τῆς, πρὸς Χριστὸν τὸν Υἱόν σου, παῤῥησίας σου τὴν δύναμιν Παρθένε, ἱκετικῶς ἀνυψοῦμεν τὰς χεῖρας, πρὸ τῆς ἁγίας μορφῆς σου καὶ λέγομεν· μὴ διαλίπῃς ταῖς εὐχαῖς, τὴν ἐνορίαν ἡμῶν περισκέπουσα.
Κακίας τοῦ, πτερνοσκόπου βελίαρ, καὶ παγίδων στυγερῶν δαιμονίων, Κολοκυνθού μου ἁγία Παρθένε, τοὺς ἐνορίτας σου ῥῦσαι καὶ φάνηθι, τειχίον τούτων ἀσφαλές, ἀποκρούων τοῦ πλάνου τὴν ἔφοδον.
Ἐκθύμως, ἐγκωμιάζουσι Μῆτερ, τῆν ἁγίαν σου εἰκόνα τὰ πλήθη, τῶν ὑπό σου κουφισθέντων ποικίλως, ἐκ τῶν πολλῶν τῆς ζωῆς περιστάσεων, ἀντιβολοῦντες ὑϊκώς, λυτρωθῆναι ἡμᾶς ἐκ κολάσεως.
Διάσωσον, ἀπὸ κινδύνων Κολοκυνθοὺ Θεοτόκε, τοὺς ὑμνοῦντας τῆς σῆς σεπτῆς εἰκόνος τὰ ἄριστα, καὶ θαύματα, καὶ ψυχῆς θεραπείας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκούσα διάσωσον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς ἰατρεῖον ἀδάπανον Δέσποινα, τῆς σῆς μορφῆς τὸ εἰκόνισμα ἔχοντες, τὴν θεραπείαν ψυχῆς τε καὶ σώματος, οἱ ταπεινοὶ ὑμνηταί σου αἰτούμεθα, ἡμῶν γὰρ ὑπάρχεις διάσωσμα.
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39 – 49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Πάτερ Λόγε Πνεῦμα, Τριάς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν εγκημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Πρῶτον μὲν ἀνήγειρεν, ὁ ἱερεὺς Κολοκυνθής, ὁ σεμνὸς Δημήτριος, τὸν Ναόν σου Δέσποινα ἀπειρόγαμε, εἶτα δε ὕψωσαν, τοῦτο τὸ σεμνεῖον, οἱ σοὶ δοῦλοι ὡς ἀντίδωρον, τῶν χαρισμάτων σου, ἅτινα ἐδίδως ἑκάστοτε, τοῖς εὐλαβῶς τὴν πάνσεπτον, Μῆτερ προσκυνοῦσιν εἰκόνα σου, καὶ διηγουμένοις, σημείᾳ τε καὶ θαύματα τᾶ σᾶ, ἂ μὴ παρίδῃς καὶ σήμερον, ἐνεργούσα ἅπασι.
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Εὐσεβείας τὸ ἦθος, μετανοίας τὸν τρόπον, καὶ τὴν διάκρισιν, νοὸς καὶ τῆς καρδίας, χορήγησον Παρθένε, τοῖς ἐν πίστει κραυγάζουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Μεμνημένος Παρθένε, τὰς πολλὰς ἐπεμβάσεις, καὶ ἰατρείας σου, τῶν καρκινοπαθούντων καὶ ἄλλων ἀσθενούντων, ἐκ ποικίλων κακώσεων, παρακαλοῦμεν ἡμῶν, φροντίζειν ἐκ τῶν ἄνω.
Εὐτεκνίας τὸ δῶρον, τοῖς ἀτέκνοις συζύγοις, λιταῖς σου δώρησαι, Κολοκυνθοὺ Παρθένε, Χριστὸν γὰρ ὡς τεκούσα, τὸν τροφέα τῆς κτίσεως, καὶ χορηγὸν τῆς χαράς, τοῖς οὖσιν ἐν τῷ πένθει.
Στοργικαῖς σου φροντίσι, μὴ ὀκνήσῃ Παρθένε θεοχαρίτωτε, τὸν σύλλογον πενήτων, φυλάττουσα ἀόκνως, καὶ πλουτούσα ἐλέει σου, ἴνα τοῦ βίου ὁδόν, διέλθωσιν ἀλύπτως.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὡς οἰκονόμος, τῆς ἐνορίας σου Μῆτερ, διευθέτησον ἡμῶν τῶν σὲ ὑμνούντων, τᾶς πολλᾶς ἀνάγκας, καὶ βίου δυσχερείας.
Στύλος ὑπάρχει, ἐν τῷ πανσέπτῳ Ναῷ σου, ἡ ἁγία σου εἰκὼν Παρθενομῆτορ, ὅθεν μὴ ἐλλείπῃς, ἡμᾶς ἐπιστατοῦσα.
Ὃν σὺ βαστάζεις, ἐν ταῖς ἀγκάλαις σου Κόρη, καθικέτευε Κολοκυνθοὺ λιταῖς σου, ὅπως λυτρωθῶμεν, πυρὸς τοῦ αἰωνίου.
Ναοῦ σου ὄντως, τὸ σὸν εἰκόνισμα ὤφθη, Ἀειπάρθενε ἰάσεων τὸ ῥεῖθρον, ὅθεν σπεῦσον πάντας, τοὺς θλιβομένους σώσαι.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰθύναι πρὸς τὰ ἄνω, τὴν ἐπιθυμίαν, τῶν καρδιῶν ἡμῶν τάχει δεόμεθα, καὶ ἐδαφίσαι ἐννοίας σαρκὸς Πανάμωμε.
Ὡς ἄθλιος καὶ πένης, ὄντως ἱκετεύω, τῆς ἱκεσίας τὸν ὕμνον μου πρόσδεξαι, Κολοκυνθοὺ τὴν σὴν χάριν ἐμοὶ χαρίζουσα.
Ἡ σῇ εἰκὼν ἁγία, τῶν ἀπηλπισμένων, καὶ ἀνιάτως νοσούντων Πανύμνητε, ἡ ποθεινῇ θεραπείᾳ γενέσθω τάχιστα.
Λαμπρύνει τὸν Ναόν σου, ἡ σεπτῇ μορφή σου, ἐν τῇ Ἁγίᾳ εἰκόνι σου ἄχραντε, διὸ σκοτόμαιναν λῦσον Κόρη τῶν δούλων σου.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις ἐνορία τῶν Ἀθηνῶν, ἡ τῆς Θεοτόκου, καὶ Παρθένου Κολοκυνθούς, τὴν σεπτὴν εἰκόνα, κατέχουσα ὡς ὄλβον, ἐξ οὗ πλουτοῦμεν πάντες, θεία χαρίσματα.
Ἔχοντες τὸν τύπον τῆς σῆς μορφῆς, ἐν τῷ σῷ τεμένει, Θεοτόκε Κολοκυνθού, θάρσος καὶ ἐλπίδα, λαμβάνομεν ἐν πᾶσι, τοῦ βίου δυσχερείας, καὶ περιστάσεσι.
Νόσου τοῦ καρκίνου τοῦ εἰδεχθοῦς, οἱ λαβόντες πεῖραν, ἐν τῷ βίῳ Κολοκυνθού, ῥώμη ἀηττήτῳ, καὶ σῇ ἐπιστασίᾳ, ἐν ταῖς ἡμέραις ταύταις, ἐπικουφίζονται.
Φώτισον τῇ αἴγλῃ τῆς σῆς μορφῆς, τοὺς ἀσπαζομένους, τὴν εἰκόνα σου τὴν σεπτήν, καὶ δίωξον σκοτίαν, τῶν λογισμῶν Παρθένε, καὶ φοβιῶν τὸ δέος, Θεοχαρίτωτε.
Χαίροις ἡ προστάτις καὶ βοηθός, τῶν ἐπιζητούντων, τὴν πρεσβείαν σου καὶ λιτάς, εἰρηναῖον, διάγωσι τὸν βίον, ἁγνὴ Κολοκυνθού μου, θεογεννήτρια.
Τῆς σαρκός θεράπευσον τῶν πιστῶν, ἀνιάτους νόσους, Θεοτόκε Κολοκυνθού, καὶ τὰς ἀῤῥωστίας, τὰς ψυχικὰς ὁμοίως, τῇ ἀηττήτῳ ὄντως, θείᾳ δυνάμει σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς Ἐρήμου.
Τὴν σεπτήν σου εἰκόνα, ὡς κειμήλιον ἅγιον, ἐν τῷ ἱερῷ σου τεμένει, οἱ σοὶ δοῦλοι κατέχοντες, τὴν χάριν σου ἁγνή Κολοκυνθού, αἰτούμεθα ἐνθέως οἱ πιστοί, σὺ γὰρ κρήνη ἰαμάτων παντοδαπῶν, ὑπάρχεις τοῖς κραυγάζουσι· δόξα τῷ εἰκονίσματι τῷ σῷ, δόξα τῷ θείῳ τόκῳ σου, δόξα τῷ ἐνεργοῦντι διά σου, πᾶσιν ἰάματα.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Πάντων προστατεύεις.
Μῆτερ τοῦ Χριστοῦ Κολοκυνθούς, ἔχοντες ὡς ὄλβον εἰκόνα, τῆς ἐμφερείας σου, γόνυ πάντες κλίνομεν, καὶ ἀναμέλπομεν, ἐκ παντοίων κακώσεων, ἀνιάτων νόσων, τῶν ποικίλων θλίψεων, καὶ τοῦ ἀλάστορος, ῥῦσαι τοὺς σοὺς δούλους πρεσβείαις, πρὸς τὸν σὸν Υἱὸν καὶ Θεόν σου ὡς συμπαθεστάτη κοσμοσώτειρα.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.