Παρακλητικός Κανών εις τήν Υπεραγίαν Θεοτόκον, Ης ή Είκών καλείται Κρεμαστή

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ παρόντα τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Τῆς Θεοτόκου τῆ ἁγία Εἰκόνι, τῇ παρὰ πάντων Κρεμαστὴν καλουμένῃ, πανευλαβώς προσπέσωμεν βοῶντες ἐκ ψυχῆς· Δέσποινα πανάχραντε, τὴν παροῦσαν Μονήν σου, σκέπε διάσῳζε, ἀπὸ πάσης ἀνάγκης, καὶ τῶν πταισμάτων αἰτεῖ ἱλασμόν, τοῖς προσιοῦσι, πιστῶς τῆ σῇ χάριτι.

Δόξα καὶ νῦν.
Ὅμοιον.

Ἐν τῷ σπηλαίῳ θαυμαστώς αίωρεΐτο, ἡ χαριτόβρυτος Εἰκών σου Παρθένε, ἣν εὐλαβεῖς ποιμένες πάλαι εύραντο, ἡ πιστῶς προσπίπτοντες, ψυχικὴν εὐφροσύνην, ἐξ αύτής λαμβάνομεν, καὶ παθῶν θεραπείαν, ἀλλ’ ὡς προστάτις Δέσποινα ἡμῶν, τούτης τῆς Μάνδρας, ἀπαύστως προΐστασο.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ κανὼν οὐ ἡ ἀκροστιχίς·
Τήνδε Μονήν σου Παρθένε σῷζε. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τῆ θεία εἰκόνι σου καὶ σεπτή, ἤνπερ Θεοτόκε, ὀνομάζομεν Κρεμαστήν, προσπίπτοντες πίστει σοι βοῶμεν· τὰ σὰ ἐλέη ἡμῖν Κόρη δώρησαι.

Ἠγιάσται Κόρη ἡ σῇ Εἰκών, τῇ ἐπισκοπῇ σου, καὶ παρέχει ἁγιασμόν, τοῖς πίστει καὶ πόθῳ προσιοῦσι, καὶ ἐκζητοῦσιν ἐκ ταύτης τὴν χάριν σου.

Νοῆσαι οὐ δύναται νοῦς βροτῶν, τὰς εὐεργεσίας, ἂς παρέχεις πᾶσιν ἡμῖν, ἐκ τῆς σῆς Εἰκόνος Θεοτόκε, ἣν εὐλαβῶς προσκυνοῦντες ὑμνοῦμέν σε.

Δοχεῖον ὑπῆρξα πάσης φθοράς, ἄλλα σὺ Παρθένε, λύτρωσαί με τῆς τοῦ ἐχθροῦ, μανίας πολλή σου συμπάθεια, τὸν τῇ σεπτή σου Εἰκόνα προσπίπτοντα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐν τῷ σπηλαίαω τὸ πάλαι, ἡ σῇ Είκών κέκρυπται, καὶ φωτὶ ὀφθεῖσα ποιμέσι, πᾶσιν ἐγνώρισται, χάριν καὶ ἔλεος, ἁγιασμὸν καὶ εἰρήνην, Κρεμαστὴ πηγάζουσα, τοῖς πίστει σπεύδουσι.

Μέγα θαῦμα Εἰκών σου, ὦς ἀληθῶς ἔδειξε, ξένως αίωρεῖτο γὰρ Κόρη, δυνάμει κρεῖττονι, ἔνθεν ὠνόμασται, κλῄσει σεπτὴ καταλλήλως, Κρεμαστῇ πανάχραντε, ἤμας εὐφραίνουσα.

Ὁ vαός σου ὁ θεῖος, καὶ ἱερὸς Ἄχραντε, οἵᾳπερ λυχνίαν κατέχει, τὸ σὸν Ἐκτύπωμα, ὦ καταφεύγοντες, φωτὸς πληρούμεθα θείου, καὶ παθὼν ζοφώσεως, ἀπολυτρούμεθα.

Νοσημάτων καὶ πόνων, καὶ συμφορῶν ῥύονται, οἱ τῆ σῇ εἰκόνι Παρθένε, θερμῶς προστρέχοντες, διὸ ἀγάλλεται, ἡ σῇ Μονῇ κεκτημένῃ, θησαυρὸν ἀσύλητον, ταύτην καὶ καύχημα.

Διάσωσον, ὦ Κρεμαστῇ θεοτόκε πάσης ἀνάγκης, τοὺς ἐν πίστει τῇ σῇ Εἰκόνι προσπίπτοντας, καὶ πᾶσι δίδου τὴν θείαν σου εὐλογίαν.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεῖα θερμή.

Εἰκόνα τὴν σήν, ὡς ἱερὸν ἐχέγγυον, τῆς σῆς πρὸς ἤμας πλουτοῦντες ἀντιλήψεως, ἀπὸ ψυχῆς βοῶμέν σου· τὴν παροῦσαν Μονήν σου Πανύμνητε, μὴ διαλίπῃς φρουροῦσα ἀεί, ἐκ πάσης κακίας τοὺ ἀλάστορος.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Εἰκών σου ἡ πάντιμος, τῶν δαιμόνων ὤφθη φυγαδευτήριον, ἰατρεῖον δὲ ἀδάπανον, Κρεμαστὴ τοῖς πίστει καταφεύγουσι.

Νᾶμα θεῖον καὶ ἄυλον, τῇ ἐπισκιάσει σου, ἀεὶ πρόεισι, Κρεμαστῇ ἐκ τῆς Εἰκόνος σου, καὶ δροσίζει Κόρη τὰς ψυχὰς ἡμῶν.

Σκέπῃ ἔσο καὶ στήριγμα, ταύτῃ τῆ Μονῇ σου Θεοχαρίτωτε, τῆ ὡς μέγα καταφύγιον, κεκτημένῃ Κόρη τὴν Εἰκόνα σου.

Οἱ νοσοῦντες προσπέσατε, τῇ σεπτῇ Εἰκόνι τῆς Θεομήτορος, ἵνα λάβητε τὴν ἴασιν, ἥτις Κρεμαστῇ προσφόρως κέκλῃται.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕπουλον ἐχθρόν, τὸν ἀεὶ κατά τῆς Μάνδρας σου, τεκταινόμενον πίκρας ἐπίβουλας, κραταιᾷ σου, Θεοτόκε χειρὶ σύντριψον.

Πῦρ τὸ ἀπειλοῦν, τῆ Μονῇ σου πάλαι ἔστησας, καὶ νῦν σβέσον τὰς φλογώδεις καθ’ ἡμῶν, ἐπιθέσεις τοῦ δολίου πολεμήτορος.

Ἄλυπον ζωήν, μετανοίᾳ καὶ σεμνότητι, διανύειν ἐνδυνάμωσον ἡμᾶς, ἂς τῷ πόθῳ σου Ἀγνῇ ᾠδὲ συνήθροισας.

Ῥῶσιν ψυχικήν, καὶ ὑγιείαν νέμει σώματος, Κρεμαστῇ ἡ σῇ πανίερος Εἰκὼν, διὰ τοῦτο σου τὰ θαύματα κηρύττομεν.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Θαυμάτωv, ἀναβλαστάνουσα ῥεῖθρα, Κρεμαστῇ ἡ σῇ Εἰκὼν ἡ ἁγία, τὴν τοῦ πυρὸς ἀπειλὴν καταπαύει, καὶ διαλύει δεσμά τῆς στειρώσεως, καὶ νῦν ἡμᾶς καρποφορεῖν, ἀρετῆς τοὺς καρποὺς ἐνδυνάμωσον.

Ἐν χρόνοις, ἀδήλοις κέκρυπται Κόρη, ἐν σπηλαίῳ ἡ ἁγία Είκών σου, καὶ ἐν φωτὶ ἐπαλλήλῳ ποιμέσι, φανερωθεῖσα χαρὰς πάντας ἔπλησε, χάριν γὰρ βρύει δαψιλῇ, καὶ σκεδάζει παθῶν τὴν σκοτόμαιναν.

Νοσοῦσι, τὴν θεραπείαν δῶρειται, καὶ δαιμόνων ἀπευλαύνει τὰ σμήνῃ, ἡ σῇ ἁγία Εἰκών Θεοτόκε, ἣν ἡ Μονῇ σου ὡς θεῖον ὀχύρωμα, κατέχουσα καὶ θησαυρόν, τὴν θερμήν σου κηρύττει ἀντίληψιν.

Ἐνθέῳ, χειρὶ Λουκᾶ τοὺ πανσόφου, ἡ Εἰκών σου Θεοτόκε γραφεῖσα, τὴν σὴν πλουσίαν ἐπλούτησε χάριν, καὶ ἁγιάζει τοὺς ταύτῃ προσπίπτοντας, καὶ πᾶσι δέδοται ἡμῖν, ὡς πηγῇ ἀληθοῦς παρακλήσεως.

Διάσωσον, ὦ Κρεμαστῇ θεοτόκε πάσης ἀνάγκης, τοὺς ἐν πίστει τῇ σῇ Εἰκόνι προσπίπτοντας, καὶ πᾶσι δίδου τὴν θείαν σου εὐλογίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν Αἱμάτων σου.

Ὡς καταφύγιον μέγα Πανάχραντε, καὶ ἱλαστήριον θεῖον κατέχουσα, ἡ ποίμνη ἡ σῇ τὴν Εἰκόνα σου, τὴν σὴν καρποῦται ταχεῖαν ἀντίληψιν αὐτής γὰρ ὑπάρχεις τὸ στήριγμα.

Προκείμενον.
Τὸ πρόσωπον σου λιτανεύουσιν οἳ πλούσιοι τοὺ λαοῦ.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος.
Ἄκουσον, Θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Παναχράντου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Δίδου ἡμῖν πάντοτε, τὴν σὴν βοήθειαν Κόρη, καὶ τὴν ταχυτάτην σου, καὶ θερμὴν ἀντίληψιν ἐν ταῖς θλίψεσι, καὶ ἀεὶ δίωκε, τὴν δεινὴν μανίαν, καθ’ ἡμῶν τοὺ παναλάστορος, ἰδοὺ γὰρ ἅπαντες, τῆ θαυματοβρύτω Εἰκόνι σου, δέει πολλῷ ἱστάμεθα, τὴν σὴν ἀρωγὴν ἐκδεχόμενοι, καὶ πιστῶς βοῶμεν· μὴ παύσῃ Θεοτόκε συμπαθῶς, τοῦ ἐποπτεύειν ἑκάστοτε, τὴν παροῦσαν Μάνδραν σου.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Σωτηρίας σε πύλην, Θεοτόκε εἰδότες πιστῶς προστρέχομεν, τῇ θείᾳ σου Εἰκόνι, ὡς ἂν ἀπαλλαγῶμεν, τῶν ἐν βίῳ κακώσεων, καὶ πυριφλέκτων βελών, εχθρού τοῦ βροτοκτόνου.

Ὡς ἐῤῥύσῳ τὸ πάλαι, δαιμονῶντας Παρθένε τῆς πίκρας μάστιγος, οὕτω καὶ νῦν τῆς τούτων, κακίστης ἐπηρείας, τοὺς ἱκέτας σου λύτρωσαι, τοὺς προσιόντας πιστῶς, τῇ θείᾳ σου Εἰκόνι.

Ζῆν ἡμᾶς θεαρέστως, ἀρετῶν ἐπιδόσει καὶ φόβῳ κρείττονι, δυνάμωσον Παρθένε, καὶ πάσῃ ὀμονοία, καὶ ψυχῆς καθαρότητι, ὡς ἃν τῆς ἄνω ζωῆς, ὀφθῶμεν κληρονόμοι.

Ἐν σπηλαίῳ ὑπῆρχε, κεκρυμμένῃ ἡ θεία Εἰκών σου Ἄχραντε, ἐν ὦ Μονὴν ἀγίαν, τῇ ταύτης φανερώσει, τῇ βουλῇ σου ἀνήγειραν, εἰς εὐφροσύνην ψυχῶν, καὶ φῶς καὶ σωτηρίαν.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Πέρας καὶ σκέπην, καὶ ἀκλυδώνιστον ὅρμον, τὴν Εἰκόνα σου πλουτοῦσα ἡ Μονῇ σου, ῥύεται Παρθένε, τρικυμιῶν τοὺ βίου.

Ἔλαμψε πᾶσι, φῶς μυστικῆς εὐφροσύνης, ἡ σῇ Δέσποινα Εἰκών φανερωθεῖσα, ἢς ἡ χάρις φλέγει, δαιμονικὴν μανίαν.

Ῥοῦν ἁμαρτίας, τὸν κατακλύζοντα Κόρη, τὴν καρδίαν μου ξήρανον δυσωπῶ σε, τῇ ἐπισκιάσει, τῶν θείων οἰκτιρμῶν σου.

Ἀπὸ παντοίων, ἐπιφορῶν καὶ κινδύνων, διαφύλαττε ἀσήμαντον Παρθένε, τὴν σεπτήν σου Μάνδραν, τὴν σοι ἀνακειμένην.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Στενώσεως ἀπᾴσῃς, ῥύου Θεοτόκε, τοὺς προσκυνοῦντας τὴν θείαν Εἰκόνα σου, ἡ Κρεμαστῇ παρὰ πάντων, προσφόρως κέκλῃται.

Ἰδού τῇ σῇ Εἰκόνι, πίστει παρεστῶτες, τὴν σὴν αἰτοῦμεν Παρθένε βοήθειαν, ἣν ἀεὶ δίδου τοῖς πόθῳ, σε μεγαλύνουσι.

Μονήν σου τὴν ἀγίαν, φύλαττε καὶ σκέπε, ἐπιβουλῶν καὶ παντοίων κακώσεων, καὶ ταύτῃ δίδου Παρθένε τὴν εὐλογίαν σου.

Οὐράνωσον Παρθένε, ἡμῶν τὰς καρδίας, καὶ ἐναρέτως βιοῦν καταξίωσον, τὰς ἐν τῇ Μάνδρα σου ταύτῃ, οἰκούσας Ἄχραντε.

Ὑμνοῦμεν τῆς πολλῆς σου, Κρεμαστὴ εὐνοίας, πρὸς τὴν Μονήν σου ἐκφάνσεις καὶ χάριτας, καὶ εὐλαβῶς καθ’ ἑκάστην, χαῖρε βοῷμεν σοι.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίρει Θεοτόκε ἡ σῇ Μονῇ, ἔχουσα ἐν κόλποις, τὴν Εἰκόνα σου τὴν σεπτήν, ὡς στηλογραφίαν, τῆς θείας σου εὐνοίας, καὶ ταύτῃ καθ’ ἑκάστην, προστρέχει Ἄχραντε.

Πάλαι ἐν σπηλαίῳ ἡ σῇ Εἰκών, Παρθένε κρυβεῖσα, πεφανέρωται ἐν φωτί, τοῖς πιστοῖς ποιμέσι, διώκουσα τὸν ζόφον, παθῶν καὶ νοσημάτων, ἡμῶν ἑκάστοτε.

Ὡς αἰωρουμένην θεία ῥοπή, εἴδον οἱ ποιμένες, τὴν Εἰκόνα σου τὴν σεπτήν, Κρεμαστὴν προσφόρως, αὐτήν Θεογεννήτορ, ὠνόμασαν ὑμνοῦντες, τὰ μεγαλεῖα σου.

Ῥύει ἰαμάτων τὰς δωρεᾶς, τῇ ἐπιφοιτήσει, τῆς σῆς χάριτος μυστικῶς, ἡ σεπτῇ Εἰκών σου, ἁγνῇ Θεογεννήτορ, καὶ πάντων τὰς αἰτήσεις, πληροῖ ἑκάστοτε.

Πυρὸς καταπαύσει τὴν ἀπειλήν, δαίμονας ἐλαύνει, ἡ Εἰκών σου ἡ θαυμαστῇ, καὶ τὰς στειρευούσας, εὐτέκνους ποιεῖ Κόρη, διὸ ὑμνολογοῦμεν, τὰ σὰ θαυμάσια.

Φύλαττε καὶ σκέπε τὴν σὴν Μονήν, πάσης δυσχερείας, καὶ στενώσεως Κρεμαστῇ, καὶ τοῖς προσιοῦσι, τῇ θεῖᾳ σου εἰκόνι, δίδου ἀεὶ Παρθένε, χάριν καὶ ἔλεος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον Παναγίας «Κρεμαστῆς». Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Φωτὶ πεφανέρωται, ἐν τῷ σπηλαίῳ ποτέ, ποιμέσι Πανάχραντε, αἰωρουμένῃ φρικτῶς, Εἰκών σου ἡ πάντιμος, ὅθεν ταύτην προσφόρως, Κρεμαστὴν προσφωνοῦμεν, χάριν ἀεὶ τρυγῶντες, καὶ πιστῶς σοι βοῶμεν· χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετά σου.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προσπίπτοντας πιστῶς, τῇ σῇ παναγία Εἰκόνι, Θεοχαρίτωτε, ῥύου πάσης θλίψεως καὶ περιστάσεως, καὶ δαιμόνων κακώσεως, καὶ πάσης ἀνάγκης, οἶα Μήτηρ εὔσπλαγχνος, τοῦ Παντοκράτορος, σκέπε δὲ βελῶν τοῦ βελίαρ, ταύτην τὴν ἀγίαν Μονήν σου, τὴν ὁλοσχερῶς ἀνακειμένην σοι.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Κρεμαστῇ Παντάνασσα Θεογεννήτορ
Γεράσιμον οἴκτειρον σε ἀνυμνοῦντα.