Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο την επικεκλημένη Ναυπακτιώτισσα
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.
Ὡς παῤῥησίαν μητρικὴν κεκτημένην, πρὸς τὸν Υἱόν σου καὶ Θεὸν τῶν ἁπάντων, κλεινὴ Ναυπακτιώτισσα Παρθένε ἁγνή, Τοῦτον καθικέτευε ἐκτενῶς ὑπὲρ πάντων, τῶν ὑμνολογούντων σε, ἵνα πόνων ῥυσθῶμεν, παντοειδῶν κινδύνων λοιμικῶν, ἀῤῥωστημάτων, δεινῶν τε καὶ θλίψεων.
Δόξα. Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
ΕΞ ΑΡΧΕΙΩΝ ΕΓΝΩΚΑΜΕΝ ΣΕ ΝΑΥΠΑΚΤΙΩΤΙΣΣΣΑ. Χ(αραλάμπους).
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἐπίβλεψον Μῆτερ ἐξ οὐρανοῦ, καὶ σῶσον τοὺς πίστει, ἀνυμνοῦντας διὰ παντός, τὰ σὰ μεγαλεῖα Θεοτόκε, τῶν Ναυπακτίων ταχεῖα ἀντίληψις.
Ξενίας τυχεῖν με δεσποτικῆς, Ἁγνὴ μετὰ πότμον, ἐν τῇ χώρᾳ τῶν οὐρανῶν, τὸν ᾦδε οὐκ ἔχοντα πατρίδα, ἀλλ’ ἐκζητοῦντα τὴν ἄνω ἀξίωσον.
Ἀφρόνως βιώσας ὁ δυστυχής, κραυγάζω σοι Μῆτερ, Ναυπακτίων φῶς ἱλαρόν, συνέτισον καὶ πρὸς τὴν φωσφόρον, ὁδὸν τὴν σώζουσαν πάντας με ἴθυνον.
Ῥανίδας ἀπόσμηξον τῶν ἐμῶν, δακρύων ἐλέους, μανδηλίῳ σου Μαριάμ, καὶ δὸς Ναυπακτίων Κόρη τάχος, κἀμοὶ χαρὰν μυστικὴν ἱκετεύω σε.
Χαρίτωσον πάντας τοὺς ἐν χορῷ, τῇ θείᾳ σου σκέπῃ, καταφεύγοντας χοϊκούς, ὦ Μῆτερ ἀπαύστως δεομένη, τοῦ θείου τόκου σου Ναυπακτιώτισσα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐλεήμονος Λόγου, περικαλλὲς σκήνωμα, ἔσχες ἐν Ναυπάκτου τῇ πόλει, πάλαι περίλαμπρον, ναὸν ἐν ᾧ τῶν πιστῶν, συνεκεντροῦτο οἱ δῆμοι, καὶ ᾠδαῖς εὐσχήμοσι, σὲ ἐμεγάλυνον.
Ἱκετεύεις ἀπαύστως, ὑπὲρ ἡμῶν Ἄνασσα, οὐρανοῦ καὶ γῆς τὸν Δεσπότην, καὶ μόνον Κύριον, τῶν ἐκ μυχίων ψυχῆς, ἀνευφημούντων τὴν δόξαν, Ναυπακτίων καύχημα, τῶν μεγαλείων σου.
Ὡς ἀσάλευτον στῦλον, καὶ ἀκλινὲς ἔρεισμα, ὦ Ναυπακτιώτισσα Κόρη, τῆς ἀδελφότητος, τῆς ἐν ταῖς Θήβαις λαμπρῶς, διαλαμψάσης ὑμνοῦμεν, σπεύδοντες ἑκάστοτε, τῇ μεσιτείᾳ σου.
Ναυπακτίων προστάτιν, καὶ βοηθὸν τάχιστον, ἐν δεινοῖς σὲ ἔγνωμεν πάντες, Νύμφη ἀνήροτε, διὸ προστρέχομεν νῦν, τῇ ἀῤῥαγεῖ σου πρεσβείᾳ, πόθῳ μεγαλύνοντες, τὸν σὲ δοξάσαντα.
Ἐν ἀγάπῃ τελείᾳ, τῷ Λυτρωτῇ Δέσποινα, ἔργοις εὐσεβείας καὶ λόγοις, Ναυπακτιώτισσα, εὐαρεστῆσαι σαφῶς, ἀξίωσόν με τὸν πίστει, ἐκζητοῦντα πάντοτε, τὴν σὴν ἀντίληψιν.
Διάσωσον, Ναυπακτιώτισσα Κόρη ἀπὸ κινδύνων, νοσημάτων πολυειδῶν ψυχῶν καὶ σωμάτων τε, τοὺς σπεύδοντας τῇ σῇ χάριτι καθ’ ἑκάστην.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Χριστὸν ἀληθῶς ἐν κόλποις ἐγαλούχησας, μητέρων τερπνὸν καὶ θεῖον ἀγαλλίαμα, διὸ χάριν εἴληφας ἀεὶ μεσιτεύειν πρὸς Κύριον, ὑπὲρ ἡμῶν τῶν πίστει ἀκλινεῖ, Ναυπάκτου ὡράϊσμα ὑμνούντων σε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Γεωργήσας ὁ δείλαιος, τὰς τῆς ἁμαρτίας ἀκάνθας κράζω σοι· Ναυπακτίων ἐγκαλλώπισμα, τὴν ἐμὴν ψυχὴν παθῶν καθάρισον.
Νοσημάτων ἀπάλλαξον, λοιμικῶν κινδύνων πυρὸς καὶ καύσωνος, τοὺς προστρέχοντας Πανύμνητε, τῇ πανσθενουργῷ ἁγίᾳ σκέπῃ σου.
Ὥσπερ Μήτηρ τοῦ Κτίσαντος, παῤῥησίαν ἔχεις Ναυπακτιώτισσα, ἀπελαύνεις ἐκ τῶν δούλων σου, πᾶσαν θλῖψιν ζόφον τε καὶ στένωσιν.
Καταφύγιον ἔχοντες, Ναυπακτίων κλέος καὶ ἱλαστήριον, τὴν περίπτυστον εἰκόνα σου, ἐξ αὐτῆς δυνάμεις ἀρυόμεθα.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἄνωθεν ἡμᾶς, περισκέπασον Μητρόθεε, τοὺς αἰτοῦντας τὴν θερμήν σου ἀρωγήν, ὡς τὸ πάλαι τὴν ἐν Θήβαις ἀδελφότητα.
Μέμνησο Ἁγνή, τῶν τιμώντων σε ἑκάστοτε, Βοιωτίας περιτείχισμα στεῤῥόν, καὶ Ναυπάκτου ἱερώτατον θησαύρισμα.
Ἔχει τῶν βροτῶν, ἡ ὁμήγυρις σὲ φύλακα, καὶ ἀσπίδα ἐκ τῶν πλάνου προσβολῶν, δεομένη εὐκλεὲς Ναυπακτιώτισσα.
Νέκρωσον σαρκός, τῆς ἐμῆς Θεογεννήτρια, ἡδονὰς καὶ πρὸς ἐνάρετον ζωήν, ἴθυνόν με τῇ ἀόκνῳ μεσιτείᾳ σου.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Συντήρησον, τοὺς σὲ μεγαλύνοντας, ἀπημάντους τῆς τοῦ ὄφεως πλάνης, καὶ ἅπαν βέλος αὐτοῦ ἰοβόλον, θραῦσον δυνάμει τοῦ Κτίστου καὶ τόκου σου, τῶν Ναυπακτίων ἀῤῥαγές, καὶ ἀπόρθητον φρούριον Δέσποινα.
Ἐγνώκαμεν, τὴν πρὸς σὲ εὐλάβειαν, ἐξ ἀρχείων Θεοτόκε ἀρχαίων, ἥν τῆς Ναυπάκτου τε καὶ Βοιωτίας, ἔσχον οἱ δῆμοι καὶ πίστει σοὶ κράζομεν· βοήθησον καὶ νῦν ἡμᾶς, σωφροσύνης βαθμίδας ἀνέρχεσθαι.
Ναυπάκτιον, γέρας πολύτιμον, καὶ ἀτίμητον τῆς πόλεως στέφος ἁγνὴ Παρθένε θεόνυμφε Κόρη, τῇ παναγίᾳ μορφῇ σου προστρέχοντες, ῥυόμεθα παντοδαπῶν, νοσημάτων ψυχῆς τε καὶ σώματος.
Ἀπόσμηξον, τῆς ψυχῆς τὰ δάκρυα, ἀφ’ ἡμῶν τῶν ἐκζητούντων σὴν χάριν, καὶ ἐν χαρᾷ καὶ εἰρήνῃ διάγειν, ἡμᾶς ἀξίωσον τάχος δεόμεθα, κρουνὲ ἀῤῥήτου χαρμονῆς, εὐσεβῶν καὶ πηγὴ ἁγιάσματος.
Διάσωσον, Ναυπακτιώτισσα Κόρη ἀπὸ κινδύνων, νοσημάτων πολυειδῶν ψυχῶν καὶ σωμάτων τε, τοὺς σπεύδοντας τῇ σῇ χάριτι καθ’ ἑκάστην.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Θεοχαρίτωτε Νύμφη Ἀνύμφευτε, τῶν Ναυπακτίων μεσῖτις πρὸς Κύριον, καὶ τόκον σου θεῖον δεόμεθα, ἀπὸ κινδύνων δυσώπει λυτρώσασθαι, τοὺς πόθῳ ἀεὶ σὲ δοξάζοντας.
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Τὸ πρόσωπόν σου λιτανεύουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39 – 49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Ταῖς πρεσβείας Σῶτερ, τῆς Ναυπακτιωτίσσης, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μέγα καταφύγιον, τῶν Ναυπακτίων ἐπώφθης, καὶ κρουνὸς ἀείῤῥοος, βρύων τῶν ἰάσεων, πᾶσι νάματα, ἄχραντε Δέσποινα, Μῆτερ τοῦ Ὑψίστου, διὰ τοῦτο σοὶ προσπίπτομεν, καὶ ἐκλυτρούμεθα, πάσης ἀῤῥωστίας καὶ θλίψεως, οἱ πόθῳ μεγαλύνοντες, ὄντως θαυμασίων τὸ πλῆθός σου, καὶ διαλαλοῦμεν, τὴν χάριν σου Παντάνασσα σεμνή, δι’ ἧς σῳζόμεθα ἅπαντες, οἱ ἐν δίναις στένοντες.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὕμνοις πρέπουσιν ᾄδειν, τὴν ἁγίαν μορφήν σου Ναυπακτιώτισσα, ἀξίωσον σοὺς δούλους, καὶ ἔμπλησον σοφίας, εὐφροσύνης συνέσεως, καὶ εὐσεβείας ἡμᾶς, τοὺς σοὶ προσπεφευγότας.
Πλήρης χάριτος πέλει, ἡ ἁγία εἰκών σου Ναυπακτιώτισσα, ἐξ ἧς τῶν Ὀρθοδόξων, ἀφθόνως αἱ χορεῖαι, τῶν σωμάτων λαμβάνουσιν, ἁγιασμὸν καὶ ψυχῶν, δεδοξασμένη Κόρη.
Ἀπὸ πάσης ἀνάγκης, συμφορῶν καὶ κινδύνων Παρθένε λύτρωσαι, τοὺς ἀπεκδεχομένους, τὴν θείαν σου πρεσβείαν, καὶ ἀπαύστως δοξάζοντας, τὸν σὸν Υἱὸν καὶ Θεόν, ἀγλάϊσμα Ναυπάκτου.
Κλυδωνούμενον σάλῳ, πειρασμῶν ἀνυποίστων Παρθένε δοῦλόν σου, μὴ μὲ ἐγκαταλείψῃς, ἀλλ’ ἴθυνόν με τάχος, πρὸς λιμένα πανεύδιον, ἵνα ὁ τάλας σωθῶ, καὶ σὲ ἀεὶ γεραίρω.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τῇ κραταιᾷ σου, δυνάμει σκέπασον Κόρη, τοὺς προστρέχοντας τῇ ἱερᾷ μορφῇ σου, καὶ ὑπερυψοῦντας ἀπαύστως τὸν σὸν τόκον.
Ἰλύος ῥῦσαι, τῆς ἐμπαθείας μου Μῆτερ, Ναυπακτίων στῦλε ἄσειστε τὸν πόθῳ, ἀνυμνολογοῦντα τὴν σὴν δοθεῖσαν χάριν.
Ὡς τοῦ Δεσπότου, ηὐτρεπισμένον δοχεῖον, καὶ Παντάνακτος πανάσπιλον καθέδρα, σὲ εἰς τοὺς αἰῶνας Ἁγνὴ δοξολογοῦμεν.
Τῆς μετανοίας, ὑπάνοιξόν μοι τὰς πύλας, ἀγλαὴ Ναυπακτιώτισσα Παρθένε, καὶ πρὸς σωτηρίας, ὁδήγησόν με τρίβους.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰσχὺν κατὰ τοῦ πλάνου, δίδου τοῖς σοῖς δούλοις, Ναυπακτιώτισσα Νύμφη ἀπείρανδρε, τοῖς προσιοῦσι πιστῶς τῇ σεπτῇ εἰκόνι σου.
Σὲ ἔφορον προστάτιν, καὶ ῥῦστιν ἐν κινδύνων, αἱ Ναυπακτίων χορεῖαι κατέχουσαι, τῇ ταχινῇ ἀντιλήψει σου Μῆτερ σπεύδουσι.
Σωμάτων Θεοτόκε, θεράπευσον τὰ ἄλγη, ὡς μητρικὴν παῤῥησίαν κατέχουσα, πρὸς τὸν Σωτῆρα Υἱόν σου καὶ πάντων Κύριον.
Ἀμόλυντε Παρθένε, τῶν Ναυπακτίων πλήθη, τῇ σῇ Εἰκόνι προσπίπτοντα γάνυνται, καὶ ἀναμπέμπουσιν ὕμνους τῷ σὲ δοξάσαντι.
Χαρίτωσον τοὺς πίστει, σὲ ὑμνολογοῦντας, καὶ τῆς ἀλήκτου ζωῆς καταξίωσον, αὐτοὺς τυχεῖν Θεοτόκε Ναυπακτιώτισσα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δεῦτε Ναυπακτίων καὶ Βοιωτῶν, οἱ χοροὶ προφόνως, ἀνυμνήσωμεν ἐν σπουδῇ, τῆς ἁγνῆς Παρθένου, εἰκόνα τὴν ἁγίαν, τὴν ἐπικεκλημένην, Ναυπακτιώτισσαν.
Δεομένη Μῆτερ τοῦ Λυτρωτοῦ, Ναυπακτίων κλέος, σὴν εἰκόνα τὴν θαυμαστήν, ἔγνωμεν ἐν χρόνοις, ἐσχάτοις ἐξ ἀρχείων, κειμένων ἐν Παλέρμῳ, καὶ κατηυφράνθημεν.
Σκέπε ἀπὸ πάσης ἐπιβουλής, τοῦ βελίαρ Μῆτερ, καὶ σκανδάλων τοὺς εὐλαβῶς, ἐπικαλουμένους, τὴν χάριν σου καὶ ῥῦσαι, αὐτοὺς ἐξ ἀλγηδόνων, Ναυπακτιώτισσα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ναυπακτίων τὰ πλήθη περισκέπεις ἑκάστοτε, καὶ περιφρουρεῖς Θεοτόκε ὑπερύμνητε Δέσποινα· κατέχουσι γὰρ ταῦτα θησαυρόν, ἐκ χρόνων παναρχαίων σὴν σεπτήν, καὶ περίπτυστον εἰκόνα, ἐξ ἧς καρποῦνται χάριν καὶ ἰάματα· δόξα τῷ σῷ Υἱῷ καὶ Λυτρωτῇ, δόξα τοῖς μεγαλείοις σου, δόξα τῇ ἀρωγῇ σου πρὸς ἡμᾶς, Ναυπακτιώτισσα.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, Ναυπακτίων οἱ χοροί, καὶ οἱ δῆμοι πάσης Ἑλλάδος, ἀνευφημήσωμεν, τὴν Ναυπακτιώτισσαν, ἀειμακάριστον, καὶ πανύμνητον Δέσποιναν, τὴν τάχος πληροῦσαν, πάντων τὰ αἰτήματα, καὶ τὸν Σωτῆρα Χριστόν, ῥύσασθαι κινδύνων αἰτοῦσαν, δούλους τοὺς Αὐτῆς καὶ γεέννης, τοῦ πυρὸς τοῦ πάντας κατακαίοντος.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

