Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Ντάρδιζα Πάρνηθας
Άρχιμ. Φιλαρέτου Βιτάλη
Εΰλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς Θεοτόκου τῷ ναῷ νῦν προσήλθομεν, ἐν τῇ τῆς Πάρνηθος Μονῇ καὶ προσπίπτομεν, πρὸ τῆς Εἰκόνος τῆς θαυματουργοῦ, δέησιν προσάγοντες, ἐν πολλῇ εὐλαβείᾳ, πρὸς τὴν ἀειπάρθενον, καὶ Μητέρα τοῦ Κτίστου, ὅπως χαρίσηται πᾶσιν ἡμῖν, τὴν προστασίαν, αὐτῆς καὶ βοήθειαν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εῖτα ἀρχόμεθα τοὺ Κανόνος, οῦ ὴ Ακροστιχίς˙
Σῶσον, Παρθένε, τοῦς σοὶ πρὀσδραμόντας (Φιλαρέτου).
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Συνέχομαι Δέσποινα Μαριάμ, πολλῇ ἀθυμίᾳ, ἐκ τοῦ βίου τῶν λυπηρῶν· διόπερ προσφεύγω Σοι ἐν πίστει, ἐπιζητῶν τὴν Σὴν χάριν θεόνυμφε.
Ὡς Μήτηρ τοῦ Κτίστου πανευκλεής, ἡμῶν τὰς δεήσεις, διαβίβασον πρὸς Αὐτόν, πρεσβεύουσα πᾶσι σωτηρίαν, ἀποδιδόναι τοῖς Σοὶ καταφεύγουσιν.
Συνήγειρας πόθῳ τοὺς εὐσεβεῖς, ἀλγοῦντας ἐκ νόσων, καὶ παντοίων ἀδικιῶν, εἰς Ντάρδιζαν ὧδε τὴν Μονήν Σου, μετὰ δακρύων ἡμᾶς συνεκάλεσας.
Ὁ οἶκός Σου οὗτος Κόρη ἁγνή, ὑπάρχει τοῖς πᾶσι, καταφύγιον ἱερόν· πηγὴν γὰρ ἐλέους εὐσπλαγχνίας, ἐν τῇ ἀγάπῃ Σου τοῦτον ἀνέδειξας.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νέος ἥλιος ὤφθης ὁλολαμπὴς πάνσεμνε, καὶ τῶν μοναχῶν τὰς καρδίας ἐφωταγώγησας· ὅθεν προέκριναν, τὸ Ὄρος τοῦτο ἡδέως, ἔνθα καὶ ἀνήγειραν, Σὸν οἰκητήριον.
Παραδόξως Παρθένε ἡ Σὴ Μονὴ ἥδρασται, καὶ ἐμεγαλύνθη ἀξίως Ὄρει τῆς Πάρνηθος, διὰ τῆς Σῆς θαυμαστῆς, καὶ στοργικῆς ἐνεργείας· πάντα γὰρ τὰ σκάνδαλα, Σὺ διεσκόρπισας.
Ἀνυμνοῦμέν Σε Μῆτερ περιχαρῶς σήμερον, καὶ τὰ μεγαλεῖά Σου πάντες ἐκδιηγούμεθα, εὐγνωμονοῦντες ἀεί, ἐν ταπεινώσει καρδίας, ὅτι ἡμᾶς ἔσωσας, ἐκ περιστάσεων.
Ῥῦσαι κόσμον ἐκ πλάνης καὶ πειρασμῶν Δέσποινα, ἐξ ἀῤῥωστημάτων παντοίων καὶ ἐπιθέσεων, τοῦ ἀρχεκάκου σατάν, καὶ τῆς πολλῆς ἀθυμίας, τῆς κατατρυχούσης με, Κόρη πανύμνητε.
Διάσωσον, θεοχαρίτωτε Μῆτερ ἀπὸ κινδύνων, ἡμᾶς τε καὶ τοὺς πιστοὺς ἐν Σοὶ καταφεύγοντας· καὶ φρούρησον, τὴν ἁγίαν Μονήν Σου.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αῖτησις καἰ τὸ κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Παρθένε ἁγνή, τῆς Πάρνηθος ἐπίσκεψις, καὶ τῆσδε Μονῆς, προστάτις καὶ ἀντίληψις, ἐκτενῶς βοῶμέν Σοι· δίδου αὖθις τὴν χάριν Σου, τῇ ἀδελφότητι καὶ τοῖς πιστοῖς, καὶ πᾶσι τὴν θείαν Σου βοήθειαν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Θαυματόβρυτον πάνσεμνε, ἐν τῇ χάριτί Σου ἡμῖν κατέστησας, τὴν πανσέβαστον Εἰκόνα Σου, ἣν κατασπαζόμεθα ἐν δάκρυσιν.
Νεκρωθέντα Μητρόθεε, ἐν τῇ ἀπιστίᾳ τὸν ἀδελφὸν ἡμῶν, συνανέστησας καὶ ἔσωσας, ὡς εἰλικρινῶς μετανοήσαντα.
Εὐχαρίστως συνέδραμον, τὴν Μονήν Σου ταύτην οἱ εὐσεβόφρονες, οἷς ἀφθόνως ἀνταπέδωκας, ἔλεος καὶ χάριν ὦ Παντάνασσα.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Τείχισον ἁγνή, τὴν Μονήν Σου ὡς προπύργιον, καὶ φωτοφόρον κατάστησον αὐτήν, τοῖς καταφεύγουσιν ἐν πίστει τῷ ἐλέει Σου.
Ὅλος θαυμαστῶς, ἱερέα λειτουργήσαντα, ἐν τῷ ναῷ Σου τὸ πρὶν ἀσθενῆ, τῇ ἀφωνίᾳ αὐτὸν εὔλαλον κατέστησας.
Ὕμνοις ἱεροῖς, ἱερῶς Σε ἐμεγάλυνεν, ὁ ἱερεὺς καὶ μεγάλῃ φωνῇ, εὐχαριστίαν Σοι ὁμόθυμον ἀνέπεμψε.
Σοῦ τῷ Ἱερῷ, ἱερεὺς ὁ ἐννομώτατος, εὐεργεσίαν ἐν πίστει ὀρθῇ, μετ’ εὐφροσύνης ἐποιήσατο πανάχραντε.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Συνέστησας, διὰ θείου σημείου, τῇ Μονῇ Σου Μητροπάρθενε Κόρη, ὀνομασθῆναι ἐν τοῖς ἐγκαινίοις, τοῦ Γενεσίου Σου τέμενος ἄχραντον· οὗ γενομένου εύλαβῶς, ἐν χαρᾷ τῇ Σῇ χάριτι ἥκομεν.
Ὁμόθυμον, ἡ Μονή Σου ἄχραντε, ἀπονέμει Σοι τὸν ὔμνον ἐν πίστει· πανευλαβῶς δὲ προστάτιν Σε ἔχει, διακηρύττουσα πᾶσι τὴν χάριν Σου, ἣν μεταδίδει δαψιλῶς, τοῖς ἐν πίστει αὐτῇ καταφεύγουσι.
Πανύμνητε, Παναγία Δέσποινα, μὴ παρίδῃς τὰς δεήσεις Σῶν δούλων, τῶν λυπηρῶν λυτρωθῆναι ὡς τάχος, καὶ σωτηρίας τυχεῖν ἐν τῇ ποίμνῃ Σου, πρεσβεύουσα τῷ Σῷ Υἱῷ, τῶν πταισμάτων ἡμῖν δοῦναι ἄφεσιν.
Διάσωσον, θεοχαρίτωτε Μῆτερ ἀπὸ κινδύνων, ἡμᾶς τε καὶ τοὺς πιστοὺς ἐν Σοὶ καταφεύγοντας· καὶ φρούρησον, τὴν ἁγίαν Μονήν Σου.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αῖτησις καί τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Θεοτόκε τῶν ἀδικουμένων ὑπέρμαχος, Σὺ ὑπάρχεις καὶ τῶν ἀσθενούντων τὸ ἔλεος· δέξαι τοίνυν, τῶν ταπεινῶν ἡμῶν τὸν στεναγμόν, θερμῶς κράζοντάς Σοι Μαριάμ, καὶ τῆς ψυχῆς τὸν γλυκασμόν, ἀποδίδου τοῖς δούλοις Σου· φρούρει δὲ τὴν Μονήν Σου, καὶ σῶζε ἐκ τῶν κινδύνων, αὐτὴν καὶ πάντας τοὺς πιστούς, τοὺς πρὸς Σὲ καταφεύγοντας.
Προκείμενον
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.
Εύαγγέλιον κατά Λουκάν. (Κεφ. α’ 39 – 49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς την Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καὶ ἅγιον τὸ ὄνομά Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Έλεήμον, έξάλειψον τά πλήθη των έμών έγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Παναχράντου πρεσβείαις, Έλεήμον, έξάλειψον τά πλήθη των έμών έγκλημάτων.
Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Τῆς Παρθενομήτορος, τῇ θαυμασίᾳ Εἰκόνι, νῦν πιστοὶ προσπέσωμεν, ἐν Μονῇ τῆς Πάρνηθος καὶ προσείπωμεν, τὰ θερμὰ δάκρυα, καὶ τὰς ἱκεσίας, ἃς προσάγομεν Θεόνυμφε, δέξαι καὶ ἴασαι, πάντα τὰ δεινὰ ἀῤῥωστήματα, τοὺς πόνους παραμύθησον, καὶ τὰς ἀδικίας ἐξάλειψον, ἡμῶν τῶν τιμώντων τὸ θεῖον ὄνομά Σου ἀγαθή, καὶ ἀγαθοὺς πάντας ποίησον, ἐν τῇ εὐσπλαγχνίᾳ Σου.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥῶσιν Μῆτερ παρέσχες τῇ παιδίσκῃ τὸ πάλαι ἐν τῷ ἐλέει Σου, τῇ κατατρυχομένῃ, ἐκ νόσου τῆς καρδίας· διὸ ἅπαντες κράζομεν· εὐχαριστοῦμεν θερμῶς, τῇ Σῇ φιλευσπλαγχνίᾳ.
Ὁμοθύμως προσῆλθον τῆς παιδὸς οἱ γονεῖς τῇ Μονῇ Σου ἄχραντε, ἀπὸ τῆς Γερμανίας, ἐκ βάθους δὲ καρδίας, καὶ ἐν δάκρυσι λέγοντες· ὦ Θεοτόκε ἀεί, θερμῶς εὐχαριστοῦμεν.
Σὺ φιλόστοργος Μήτηρ τῶν ἀτέκνων συζύγων πλειστάκις γέγονας, καὶ γὰρ ἐν τῇ Μονῇ Σου, ἐλθόντες μετὰ πόθου, καὶ ἐν πίστει ἀπέλαβον, τῶν χαρισμάτων τῶν Σῶν, καὶ τῆς παιδοποιΐας.
Δαιμονῶσαν γυναῖκα προσιοῦσαν ἐν πίστει τῷ Ἱερῷ Σου Ἁγνή, τῇ θείᾳ Σου πρεσβείᾳ, πρὸς τὸν Μονογενῆ Σου, θαυμαστῶς ἀπελύτρωσας, τῆς τυραννίας τοῦ σατᾶν, ὦ Σώτειρα τοῦ κόσμου.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥῶσιν παρέσχες, καὶ τῇ μικρῇ Κωνσταντίνᾳ, τῇ δεινῶς χειμαζομένῃ ἐκ πόνων, καὶ ἡμιπληγίας, πανύμνητε Παρθένε.
Ἀπεγνωσμένους, καὶ ἀθυμίᾳ κειμένους, Σὺ διέσωσας ἐκ ταύτης τῆς βλάβης· ὅθεν Σὲ ὑμνοῦμεν, ὑπερδεδοξασμένη.
Μονὴν τὴν θείαν, ἐν τῷ τῆς Πάρνηθος Ὄρει, ἀνεγείραμέν Σοι πόθῳ Παρθένε· ἐν ᾗ σὲ τιμῶμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ὁ κόσμος Μῆτερ, Χριστιανῶν Ὀρθοδόξων, ἐν αὐτῇ μετὰ δακρύων προστρέχει, καὶ ἐπικαλεῖται, θερμῶς τὸ ὄνομά Σου.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ναῷ Σου τῷ ἁγίῳ, Σὺ ἐνεφανίσθης, τῇ μοναχῇ Βηθλεὲμ ὦ Παντάνασσα, πρὸς στηριγμὸν αὐτῆς ἅμα, καὶ διαφύλαξιν.
Τῇ ποίμνῃ Σου Παρθένε, ὡς ἄλλῳ λιμένι, ἡ εὐλογία καὶ χάρις Σου εὕρηται, ἡ δὲ χαρὰ καὶ γαλήνη, ἐπιβραβεύονται.
Ἀξίωσον Παρθένε, τήνδε τὴν Μονήν Σου, ἐκ κλυδωνίου παντὸς διασώζεσθαι, καὶ ἐν αὐτῇ τ’ ὄνομά Σου, ἀεὶ δοξάζεσθαι.
Σωτῆρα τὸν Υἱόν Σου, πάντες ὁμοφρόνως., δοξολογοῦμεν θεόνυμφε Δέσποινα, καὶ τὰ σεπτὰ μεγαλεῖα, Σοῦ μεγαλύνομεν.
Φυλάττουσα μὴ παύσῃς, τὸν Σὲ ἐξυμνοῦντα, θεοχαρίτωτε Μῆτερ ἀπείρανδρε, καὶ τῆς μελλούσης γεέννης, πάντας ἐξάρπασον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Φρούρει Θεοτόκε τὴν Σὴν Μονήν, τῆς Πάρνηθος ὧδε, καὶ χαρίτωσον τοὺς σεπτῶς, ἐν ταύτῃ ὑμνοῦντας, τὸ μέγα ὄνομά Σου, εἰς τοὺς αἰῶνας μένον, ἀειμακάριστον.
Ἵλεως καὶ πρέσβυς ὦ Μαριάμ, γενοῦ τῷ Δεσπότῃ, καὶ Υἱῷ Σου ὑπὲρ ἡμῶν, ὅπως λυτρωθῶμεν, τῶν λυπηρῶν τοῦ βίου, καὶ δόξης οὐρανίου, ἀξιωθείημεν.
Λῦσον τὰς παγίδας τοῦ δυσμενοῦς, πάντας τοὺς ἀνθρώπους, καὶ μετάνοιαν δὸς αὐτοῖς, ὅπως τῶν κινδύνων, καὶ πάσης ἐπηρείας, αὐτοῦ διασωθῶσι, καὶ σὲ δοξάζωσι.
Ἄκουσε Παρθένε τὸν στεναγμόν, πάντων τῶν πονούντων, καὶ παράσχου τὸν γλυκασμόν, ταῖς αὐτῶν καρδίαις, ὡς Σὲ ἐπικαλοῦνται, πληροῦσα τὰς αἰτήσεις, αὐτῶν πανύμνητε.
Ῥώμην Σὺ χορήγησον κραταιάν, ψυχῆς καὶ καρδίας, καὶ ἰάσεις παντοδαπάς, πᾶσι τοῖς νοσοῦσι, καὶ τοὺς δαιμονιῶντας, ἐκλύτρωσαι ἐν τάχει, Κόρη πανένδοξε.
Ἔχοντες Παρθένε ἐν τῇ Μονῇ, τὴν θείαν Εἰκόνα, Γενεσίου Σου τοῦ σεπτοῦ, θαύματα τελοῦσαν, καὶ βρύουσαν ἰάσεις, τοῖς πίστει Σὲ τιμῶσιν, εὐχαριστοῦμέν Σοι.
Τοὺς ἐν τῇ Μονῇ Σου τῇ ἱερᾷ, πίστει προσελθόντας, καὶ προσφέροντας ἱλαρῶς, τὰς εὐεργεσίας, διάσωζε καὶ σκέπε, πληροῦσα τὰς αἰτήσεις, αὐτῶν πανάχραντε.
Ὄντως ὁ τῆς Πάρνηθος θησαυρός, ἀδάπανος Μῆτερ, Σὺ ὑπάρχεις παναληθῶς· διὸ τὴν κατάραν, ἀφάνισον ἐν τάχει, καὶ τὴν χαρὰν Κυρίου, πᾶσι νῦν βράβευσον.
Ὕμνοις Σοι προσάγομεν εὐλαβῶς, θεόνυμφε Μῆτερ, τῷ ναῷ Σου τῷ θαυμαστῷ, ἀπόδος ἐν τούτοις, ἡμῖν τὴν θείαν χάριν, τὴν βρύουσαν ἀφθόνως, ἐκ τῆς Εἰκόνος Σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Μῆτερ, τοῦ Θεοῦ Σου καὶ ἡμῶν, τῶν Χριστιανῶν Ὀρθοδόξων, ὦ ἀπειρόγαμε, ἄχραντε ἀμόλυντε, ἁγνὴ καὶ ἄφθορε, Παναγία αἰτοῦμέν Σε, ἀπόδος ἐν τάχει, πᾶσι τὴν βοήθειαν, καὶ Σὴν ἀντίληψιν, ἐν ταῖς τρικυμίαις τοῦ βίου, ὅπως λυτρωθῶμεν ἐκ τούτων, καὶ διασωθῶμεν ἐν τῇ ποίμνῃ Σου.
Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν ἐλέησον ἡμᾶς.
Ἀμήν.