Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο Παλιανή

Ποίημα Μοναχής Συγκλητικής

†Εορτάζεται στις 15 Αυγούστου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Τῆς Θεοτόκου εἰκόνι τῆς Μύρτου προσδράμωμεν, οἱ ἐν κινδύνοις καὶ αὐτῇ νῦν προσπέσωμεν, ἀπὸ βαθέων κράζοντες καὶ πόνου ψυχῆς· τάχος ἡμῶν ἄκουσον τῆς δεήσεως κόρη, ὡς Παλιανή ὀνομάζομεν· σὺ γὰρ ὑπάρχεις πρόμαχος ἡμῶν, καὶ ἐν ἀνάγκαις ἑτοίμῃ βοήθεια.

Δόξα.
Τὴν χαριτόβρυτον πιστοὶ τῆς Παρθένου, τῆς Μύρτου θεία εἰκόνα προσκυνοῦντες ἐν πίστει, χαρμονικῶς ὑμνήσωμεν βοῶντες αὐτῇ· χαίροις ὁ ἀέναος ποταμὸς τῶν θαυμάτων, πίστει τοὺς προστρέχοντας, ἅπαντας καταρδεύων, τὴν προστασίαν ἔχομεν τὴν σήν, θλίψεσι πάσαις Παλιανὴ πανάχραντε.

Καὶ νῦν.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς.
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοί, καὶ προσπέσωμεν ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα, βοήθησον ἐφ’ ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον, ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς· σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἰς ἕκαστον τροπάριον λέγομεν·
Ὑπεραγία Θεοτόκε Παλιανή σῶσον ἡμᾶς.
Εἰς τὰ δύο τελευταία·

Δόξα. Καὶ νῦν.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Χαῖρε κατάρας παλαιὰς ἡ λύτρωσις καὶ εὐλογίας πηγή· χαῖρε ζωῆς Μήτηρ, ᾅδου ἡ καθαίρεσις, θανάτου ἡ ἀναίρεσις· χαῖρε λύσις τῆς λύπης, χαρὰς χωρίον εὐρύχωρον, χαῖρε Παλιανὴ πανύμητε.

Ἱερωτέρᾳ νοερῶν δυνάμεων χαῖρε Παλιανή, χαῖρε κτιστῆς πάσης, ἀνωτέρας φύσεως, χαῖρε Θεοῦ παλάτιον· χαῖρε πύρινε θρόνε· χαῖρε λυχνίᾳ πολύφωτε· χαῖρε μυριώνυμε Δέσποινα.

Ἐπιδρομαὶ τῶν ἀλαστόρων θλίβουσι, τὴν Μεγαλόνησον Κρήτη, καὶ πολλαὶ κακώσεις, εὔρωσαν τοὺς δούλους σου, ἡμᾶς Παλιανὴ θεοχαρίτωτε, ἀλλὰ τῇ θεαυγεί σου, εἰκόνι πόθῳ προστρέχοντες λύσιν τῶν δεινῶν ἐξαιτούμεθα.

Χαριτοβρύτων δωρεῶν θησαύρισμα γεγενημένῃ Ἁγνή, ἐκ τῶν ἀκενώτων θησαυρῶν τοῦ Πνεύματος, χάριτος Θείας δώρημα, τῷ σῷ δούλῳ παράσχου ὅπως ὑμνήσω Παλιανή, τὰ ὑπερφυῆ σου θαυμάσια.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἰσχυρότατον ὅπλον, χαῖρε πιστῶν Πάναγνε, χαῖρε κραταιᾷ προστασίᾳ, χαῖρε ἀντίληψις· χαῖρε βοήθεια, ἁμαρτωλῶν χαῖρε τεῖχος, τῶν προσκαλουμένων σε χαῖρε τοῦ κόσμου χαρᾷ.

Τοὺς ἐν τῇ δε τῇ ποίμνῃ τῇ σῇ ἁγνῇ Δέσποινα, πάσης ἐπηρείας τοῦ βίου καὶ περιστάσεως, τήρει ἀπήμονας, ἀλλὰ καὶ ταύτην συντήρει, σῇ δυνάμει ἄτρωτον, ὦ Παλιανή.

Τὸ περίοπτον ὄρος, καὶ ἀρεταῖς σύσκιον, καὶ τετυρωμένον καὶ πῖον, ἀῤῥήτοις χάρισι, χαῖρε Κυρίᾳ Παλιανή, χαῖρε ἁγνὴ Θεοτόκε, ἄρμα μυριώνυμον, τοῦ Παντοκράτορος.

Νοῦν καὶ φρένα καὶ λόγον, δῶρον Θεοῦ εἴληφα, ὅπως ἐπιγνοὺς τὸν Δεσπότην, ἔργοις τιμήσω καλοῖς· ἐγὼ δε πάθεσι, τὴν δωρεὰν ἀτιμάσας, τὸν δοτῆρα ὕβρισα Δέσποινα Παλιανή σῶσόν με.

Ἐπάκουσον, ὦ Παλιανή κόρη, Θεογεννῆτορ τὰς ἱκεσίας Παρθένε τῶν δούλων σου, καὶ λύτρωσαι ἐκ παντοίων κινδύνων.

Διάσωσον, ὦ Παλιανή πάναγνε Θεοτόκε, πάσης βλάβης καὶ ἀναγκῶν τε καὶ θλίψεων, τοὺς ὁλοψύχως προστρέχοντας τῇ σῇ σκέπη.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πολέμοις Ἁγνή, πολλοῖς περικυκλούμενοι, ἐχθρῶν ὁρατῶν, καὶ ἀοράτων Δέσποινα Παλιανή, σοὶ θερμῶν κραυγάζομεν· θραῦσον τὰ τούτων ὅπλα τῷ κράτει σου, καὶ εἰρηναίαν δὸς ἡμῖν ζωήν, τοῖς σοῖς οἰκέταις διάσωσον.

ᾨδὴ δ΄.  Σύ μου ἰσχὺς Κύριε.
Σύ μου ἰσχύς, σύ μου καὶ δύναμις Παλιανή, ἐκβοᾷ σοι, ὁ ταλαιπωρούμενος ὑπὸ δεινῆς νόσου τληπαθώς, καὶ τῇ σῇ εἰκόνι μύρτῳ Δέσποινα Παλιανή, προσπίπτει ἐπικαλούμενος, θεράπευσόν με κόρη, πανταχοῦ καὶ κηρύξω, τὴν ὀξεῖαν σου Ἄχραντε δύναμιν.

Μήτηρ Θεοῦ, εὐλογημένῃ Παλιανή, ἀθλοφόρων, θεῖον ἐγκαλλώπισμα, ἡ οὐρανώσσα τὴν ἡμῶν, φύσιν ἀπωσθεῖσαν τῇ συμβουλίᾳ τοῦ ὄφεως, διάσωσον με πάντων, τῶν τοῦ βίου σκανδάλων, καὶ τυχεῖν σωτηρίας ἀξίωσον, ὦ Δέσποινα Παλιανή μου.

Ἱερουργὸς τῆς σωτηρίας ἐγένετο, ὁ Υἱός σου, πᾶσι τοῖς ὑμνοῦσί σε, καὶ ποδηγὸς καὶ φωταγωγός, καὶ δικαιοσύνῃ, Παρθένε Παλιανή καὶ ἀπολύτρωσις· διὸ σὲ Θεοτόκον, ἀληθῶς καὶ κυρίως, οἱ πιστοὶ ὁμοφρόνως δοξάζωμεν.

ᾨδὴ ε΄. Ἴνατί με ἀπώσω.
Ἀφθαρσίας τὸν στάχυν, ἄρουρα βλαστήσασα ἡ ἀγεώργητος, τὴν ψυχήν μου πάσης, ἀρετῆς τῇ ἐνδείᾳ λιμώττουσαν, ἔμπλησον καὶ δεῖξον, καρποὺς ἐνθέους ταῖς ἀρδείαις, τῶν δακρύων βλαστάνουσαν, Κυρίᾳ Παλιανή.

Ὡραιώθης Παρθένε, ὡς τὸν ὡραιότατον Λόγον κυήσασα, ὃν ἀεὶ δυσώπει, οἰκτειρήσαι λαὸν ἁμαρτάνοντα, διασῶσαι κόσμον, δαιμονικῆς ἀπᾴσῃς βλάβης, τὸν εἰς σε Παλιανὴ ἐλπίζοντα.

Τὴν ἁγίαν Παρθένον, τὴν θεοχαρίτωτον καὶ παναμώμητον, οἱ στεῤῥοὶ ὁπλῖται, εἰς βοήθειαν ἐπικαλούμενοι, τῶν βασάνων ὄγκον καὶ τῶν δεινῶν τὴν τρικυμίαν, ἀκλονήτῳ διῆλθον φρονήματι, σὲ ἱκετεύω Κυρία Παλιανή, σῶσον ἡμᾶς.

Κόσμου οὖσα προστάτις, Μῆτερ Παλιανή, ἀειπάρθενε, σύ με κυβέρνησον, καὶ ὁδήγησόν με, εἰς εὐθεῖαν ὁδὸν καὶ κατεύθυνον, πρὸς δικαιοσύνης τρίβους ὀρθὰς τὸν λογισμόν μου, τῆς ψυχῆς τὰς πορείας ἰθύνουσα.

ᾨδὴ ς΄. Ἱλάσθητί μοι Σωτήρ.
Παντοίας βλάβης Ἁγνή, τοὺς δούλους σου ἐλευθέρωσον, δαιμόνων πᾶσαν ἰσχύν, ἀνθρώπων τε κάκωσιν, Παλιανὴ διάσωσον, ἐκ τῆς βλάβης τούτων, τοὺς ὑμνοῦντάς σε Πανύμνητε.

Ἡ πύλη ἡ τοῦ Θεοῦ, εἰσόδου Θείας ὑπάνοιξον, τῇ ταπεινῇ μου ψυχῇ, ἐν ἡ εἰσελεύσομαι ἐξομολογούμενος, καὶ κακῶν τὴν λύσιν, Παλιανὴ ἀπολήψομαι.

Σκέπην καὶ καταφυγήν, καὶ τεῖχος ὄντων ἀκράδαντον, ἡ νῆσός σού σε πιστῶς, κεκτημένη Παλιανή, δυσχερῶν ἐκ θλίψεων, καὶ κινδύνων πάντων, ἐκλυτρούσαι ταῖς πρεσβείαις σου.

Σὲ προστασίαν πιστοί, καὶ τεῖχος πάντες κεκτῄμεθα, οἱ ἐν βυθῶ τῶν κακῶν, καὶ σάλῳ τῶν θλίψεων, ἀεὶ κινδυνεύοντες, Παλιανὴ Θεοτόκε μόνη, τῶν βροτῶν τὸ καταφύγιον.

Διάσωσον, ὦ Παλιανὴ πάναγνε Θεοτόκε, πάσης βλάβης καὶ ἀναγκῶν τε καὶ θλίψεων, τοὺς ὀλοψύχως προστρέχοντας τῇ σῇ σκέπῃ.

Ἐπάκουσον, ὦ Παλιανὴ κόρη, Θεογεννῆτορ τὰς ἱκεσίας Παρθένε τῶν δούλων σου, καὶ λύτρωσαι ἐκ παντοίων κινδύνων.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Θλιβομένων καὶ τῶν ἀσθενῶν ἀρωγότατον, ὁ Χριστὸς ἰατρόν σε πιστῶν ἐδωρήσατο, ἰατρεύειν τὰς νόσους τῶν φοιτώντων εὐλαβῶς, σῶ τεμένει ὦ Παλιανή Παντάνασσα, λιταῖς γοῦν ταῖς σαῖς περισῴζουσα, πρόφθασον ἐν ἀνάγκαις, βοήθησον ἐν κινδύνοις, καὶ τῶν ἐχθρῶν τὰς μηχανάς, καὶ βουλεύματα διάλυσον.

Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματος σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἄκουσον, θύγατερ, καὶ ἰδέ, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλαθοῦ τοῦ λαοῦ σου, καί τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπι-θυμήσει ὁ Βασιλεύς τοῦ κάλλους σου.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39 – 49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα σοι, Κύριε, δόξα σοι.

Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Παλιανὴ Δέσποινα, ὑπὸ τὴν σκέπην σου πάντες, οἱ δοῦλοί σου τρέχομεν, καὶ παρακαλοῦμέν σε οἱ ἀνάξιοι, πρόφθασον μεσίτευσον, καὶ ὑπὸ τὴν σκέπην σου διαφύλαξον, τοὺς ἐλεοῦντας καὶ βοηθοῦντας ἡμᾶς, τοὺς μισοῦντας καὶ ἀγαπῶντας ἡμᾶς, τὸν κόσμον σου τὰ ἀδέλφια μᾷς ἐλέησον βοήθησον ἀπὸ κάθε περιστάσεως καὶ ἀπὸ τὸν θάνατον τὸν ἐξαφνικὸν καὶ πανώλεθρον, οἴδαμεν ὅτι δύνασαι πάντα ὅσα θέλεις καὶ βούλεσαι, Βασίλισσα κυρία Παλιανή, χαριτωμένη ἐπάκουσον τῶν παρακαλούντων σε.

Πάντων τὰ αἰτήματα, Παλιανὴ Κόρη, πλήρωσον τῶν δούλων σου τῶν εἰς σὲ ἐκ πίστεως προσιόντων σοι, καὶ τὴν σὴν Ἄχραντε ἐπικαλουμένων, ἀρωγὴν τε καὶ ἀντίληψιν ἐκ πάσης θλίψεως καὶ ἀσθενειῶν καὶ κακώσεων, ψυχῆς ὁμοῦ καὶ σώματος, ἅπαντας ἡμᾶς ἐλευθέρωσον· ἵνα ὑμνώμεν, δοξάζοντες Χριστὸν τὸν σὸν Υἱόν, ὃν ἐκδυσώπει Πανύμνητε, σῶσαι τὰς ψυχὰς ἡμῶν.

Σῶσον, ὁ Θεὸς τὸν λαὸν σου…
Κύριε, ἐλέησον. (ιβ΄)
Καὶ ἀποπληροῦμεν τὰς ᾠδάς τοῦ κανόνος·

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ῥεῖθρα ἀφθόνως ἀναβλύζεις, ἰαμάτων ὦ Παλιανὴ παντάννασσα Θεοτόκε· Δανιὴλ γὰρ τρανώς, ἑώρακε σε Ὄρος, ἐξ οὗ Σωτὴρ ἀνέτειλεν, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Θλίψεις ὀδύναι καὶ κακώσεις, ἤδη εὔρωσαν τὴν Κρήτην, καὶ πιστῶν σου Ἁγνὴ τὸ πλήρωμα βοᾶ σοι, ῥῦσαι ἡμᾶς Παλιανή, τῆς δεινῆς πανωλεθρίας.

Σκέπη Παρθένε τοῖς σοῖς δούλοις, καὶ ἀντίληψις γενοῦ καὶ σωτηρίᾳ, τοῖς ἐν πίστει τῇ σῇ προστρέχουσιν εἰκόνα, τῆς Μύρτους Παλιανής, καὶ πειρασμῶν καὶ θλίψεων, ἐξελοῦ ἡμᾶς Κυρίᾳ Θεοτόκε.

Πάναγνε Παλιανὴ Παρθένε, τῶν πταισμάτων μου τοὺς μώλωπας ἐλαίῳ, συμπαθείας τῆς σῆς θεράπευσον βοῶντος· εὐλογημένος Δέσποινα, ὁ καρπὸς τῆς στῇς κοιλίας.

ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ δοξασθέντα.
Ὁ ἀμήτωρ, ὑπάρχων πρὸ αἰώνων, ἐπ’ ἐσχάτων, ἀπάτωρ ἐγεγόνει, ἐκ σῆς νηδύος σάρκα προσλαβόμενος, ἄχραντε Παλιανή, ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Τὴν δι’ ἀγγέλου τὸ χαῖρε δεξαμένην, καὶ τεκοῦσαν τὸν Κύριον τῆς δόξης, καὶ τὸ φῶς τῷ κόσμῳ ἀνατείλασαν, πάντες σε ὑμνοῦμεν, καὶ δοξολογούμεν Παλιανὴ Θεοτόκε.

Τῆς ἁγίας σου εἰκόνα Μύρτου, σαφῶς ἀναδέδεξαι, ὡς ἐλαίου πηγὴν θαυμάτων ξένων, τῷ σῷ προστρέχοντες, τῇ ἁγία Μονή σου, καὶ λαμβάνομεν σώματος τὴν ῥῶσιν, καὶ βοῶμεν· σὺ Κρητῶν καύχημα μέγα, Παλιανή, ταχύτατη βοήθεια.

Ἴασαι μου τὰ πάθη τῆς καρδίας, ἀπαθείας πηγὴν ἡ τετοκυῖα, καὶ πρὸς ζωὴν με θείαν καθοδήγησον, ἵνα σε δοξάζω, μῆτερ τοῦ Σωτῆρος, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ’. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.
Φωνὰς τῶν οἰκετῶν σου ὡς Ἀγάθῃ, μὴ παρίδῃς πανάμωμε Παλιανή, ἀλλ’ ἐκτενῶς, αἴτησαι τὸν πάντων Δημιουργόν, τὸν εὐσεβέσιν ἄφεσιν, καὶ τὴν εὐρωστίαν τὴν ψυχικήν, δωρήσασθε Παρθένε, καὶ θείας βασιλείας, τὴν μετουσίαν καὶ λαμπρότητα.

Μονὴν τὴν θαυμασίαν σου καὶ κλεινήν, ἣν εἰς θείαν κατοίκησιν Ἄχραντε, τὴν σὴν ἀεὶ Παλιανὴ ἡρετίσω καὶ τοὺς αὐτῆ, ἀσκητικῶς μονάζοντας, πάντιμον εἰκόνα σου καὶ σεπτήν, ὡς ὄλβον κεκτημένους, καὶ πύργον ἀσφαλείας, κινδύνων σῷζε παναμώμητε.

Ὦ θεία καὶ θεόφρον καὶ ἱερά, ξυνωρὶς τῶν πατέρων ὑπέρλαμπρε, ταῖς σαῖς λιταῖς, κόσμῳ τὴν εἰρήνην παρὰ Θεοῦ, καταπεμφθῆναι αἴτησαι, καὶ τὴν Ἐκκλησία εἰλικρινῆ, ὁμόνοιαν καὶ πίστιν, πρεσβείαις εὐπροσδέκτοις, τῆς Παλιανῆς παμμακάριστε.

Ποικίλας νοσηλείας καὶ χαλεπάς, πυρετούς, ποδαλγίας παρέσεις τε καὶ δυσμενοῦς, ἐπηρείας πάσας καὶ προσβολάς, σῶν οἰκετῶν Παλιανή, ἐκποδὼν νῦν ποίησον ἀγαθῇ, τῶν πόθῳ προσιόντων, τῆς Μύρτου εἰκόνι τῇ σεπτῇ σου, καὶ σε πιστῶς τιμώντων Πάναγνε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὴν ὑψηλοτέραν τῶν οὐρανῶν, καὶ καθαρωτέραν, λαμπηδόνων ἡλιακῶν, τὴν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας, τὴν Δέσποινα Παλιανή, ὕμνοις τιμήσωμεν.

Τοὺς ἀσπαζομένους σε εὐλαβῶς, Παλιανὴ κόρη, διαφύλατε ἀσινεῖς, ἐκ παντὸς κινδύνου, καὶ δίδου εὐρωστίαν, ψυχῶν τε σωτηρίαν καὶ ἀπολύτρωσιν.

Δεῦτε τὴν εἰκόνα τὴν ἱεράν, τῶν θαυμάτων βρύση, νῦν ἀσπασώμεθα εὐλαβῶς, βρύουσαν παντοίων νόσων καὶ πάσης βλάβης, ῥῶσιν δαψιλεστάτην, καὶ χάριν ἄφθονον.

Δέξαι μου τὴν δέησιν Μαριάμ, καὶ τοὺς δακρυῤῥόους στεναγμοὺς Μῆτερ ἁγνή, καὶ ἐκ τῶν παγίδων ἐχθροῦ σῶσόν με κόρη, ἐν σοὶ γὰρ τὴν ἐλπίδα τίθημι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Καὶ τὰ Ἀπολυτίκια. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Ἐν τῇ γεννήσει τῇ παρθενίᾳ ἐφύλαξας ἐν τῇ κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε, μετέστης πρὸς τὴν ζωὴν Μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένῃ ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Εἰκών σου ἡ πάνσεπτος, φανερωθεῖσα ἡμῖν, ἐν Μύρτῳ ἐσκήνωσε, τῇ ἐπινεύσει τῇ σῇ, καὶ βλύζει ἰάματα· ὅθεν Παλιανή σε, Θεοτόκε καλοῦμεν, πόθῳ σε ἀνυμνοῦντες, καὶ πιστῶς ἐκβοῷμεν· χαῖρε Κεχαριτωμένῃ ὁ Κύριος μετά σου.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.