Δύο Παρακλητικοί Κανόνες εις την Παναγία την Παρηγορίτισσα

  1. Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετρίτου

  2. Ποίημα Αντωνίου Μάρκου Καθηγητού Αγιολογίας

Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο την Παρηγορίτισσα

Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετρίτου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ παρόντα Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Παρηγορήτισσα ἁγνὴ Θεοτόκε, τῶν χριστωνύμων ὁδηγὲ καὶ προστάτις, Μονήν σου διαφύλαττε τιμῶσάν σε πιστῶς, τὰς ἐνασκουμένας δέ, ἐν αὐτῇ δεῖξον οἴκους, καὶ κατοικητήρια γλυκυτάτου Υἱοῦ σου, δι’ οὗ ἀγάπην ἤραμεν σταυρόν, τῆς παρθενίας, καὶ κόσμου ἐξήλθομεν.

Δόξα. Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ κανών, οὗ ἡ ἀκροστιχίς·
Δός, ὦ Παρηγορήτισσα, ἡμῖν παρηγορίαν. Ἀ(θανάσιος).

ᾨδὴ α΄. Ἦχος πλ.δ΄. Ὑγρὰν διοδεύσας.
Δεήσεις προσδέχου τὰς τεκνικάς, καὶ δίδου πλουσίαν, τὴν παράκλησιν ταῖς ψυχαῖς, ἐν ὥραις δυσκόλοις ταῖς τοῦ βίου, Παρηγορήτισσα μῆτερ φιλόστοργε.

Ὁ πλοῦτος χαρίτων σου ἀγαθή, τὸν νοῦν ὑπερβαίνει καὶ παρέχεται δαψιλῶς, τοῖς ὅσοι αὐτὸν ἐπιζητοῦσι, Παρηγορήτισσα νύμφη ἀνύμφευτε.

Σωμάτων τὰς νόσους καὶ τῶν ψυχῶν, θεράπευσον τάχει, ἡ τεκοῦσα τὸν Ἰατρόν, παρέχουσα πᾶσι τὴν ὑγείαν, Παρηγορήτισσα Τούτῳ πρεσβεύουσα.

Ὡς σκέπη ἀκοίμητος σῆς Μονῆς, ἐκ πάσης ἀνάγκης καὶ μανίας τοῦ πονηροῦ, ἀλώβητον τήρει καὶ παγίδας, Παρηγορήτισσα τούτου διάλυε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Παρηγόρησον Μῆτερ, τὰ ταπεινὰ τέκνα σου, οἷς περ σὺ ἐπίστασαι τρόποις, ὄντα ἐν θλίψεσι, καὶ παραμόνιμον, δὸς τὴν χαρὰν ταῖς καρδίαις, τοῦ Ἁγίου Πνεύματος, Παρηγορήτισσα.

Ἀδιάλειπτος ἔστιν, ὁ καθ’ ἡμῶν πόλεμος, ἔκ τε τῶν παθῶν καὶ δαιμόνων, Παρηγορήτισσα, διὸ δεόμεθα, σὺ ὑπερμάχει διδοῦσα, νίκην τὴν παρέχουσαν, ζωὴν αἰώνιον.

Ῥῦσαι πάσης ἀνάγκης, καὶ πειρασμῶν Ἄχραντε, τοὺς ἀσπαζομένους ἐν πόθῳ, σεπτὴν εἰκόνα σου, Παρηγορήτισσα, καὶ σὲ προβάλλοντας τεῖχος, ὅτε ὁ παμπόνηρος, ῥίπτει τὰ βέλεμνα.

Ἡ πολλή σου ἀγάπη, πρὸς τοὺς πιστοὺς ἔγνωσται, ἐφ’ ἣν βασιζόμενοι Μῆτερ Παρηγορήτισσα, ἐπικαλούμεθα, τὰς πρὸς Υἱόν σου πρεσβείας, ὅν περ παροργίζομεν, λόγοις καὶ πράξεσι.

Διάσωσον, Παρηγορήτισσα Θεοτόκε, τοὺς προστρέχοντας πίστει τῇ σκέπῃ τῇ θείᾳ σου, καὶ θλίψεις τὰς τῶν πειρασμῶν, ἐξαφάνισον τάχει.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πικρίαν πολλήν, τοῦ βίου καταγλύκανον, σεπταῖς σου εὐχαῖς, σεμνὴ Παρηγορήτισσα, καὶ ὑγίειαν δώρησαι, τοῖς νοσοῦσι δεινῶς καὶ ἐκβοῶσί σοι· ταχὺ ἐπάκουσον ἡμῶν, καὶ παράσχου αἰτήσεων ἐκπλήρωσιν.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Γρηγοροῦσαν συνείδησιν, χάρισαι σοῖς δούλοις Παρηγορήτισσα, ἵνα πράττωμεν τὸ θέλημα, τοῦ Θεοῦ τὸ σωτηριωδέστατον.

Οἱ βαρούμενοι πάθεσι, σώματος ψυχῆς τε Παρηγορήτισσα, τῇ σῇ σκέπῃ καταφεύγομεν, πόθῳ ἐξαιτούμενοι τὴν ἴασιν.

Ῥῆξον ἅπαντα σύνδεσμον, ὅστις ἐμποδίζει Παρηγορήτισσα, τὴν πορείαν πρὸς τὸν Κύριον, τῶν ψυχῶν τὸν τόνον ἐνισχύουσα.

Ἡ σωτήριος κλῆσίς σου, γένοιτο δαιμόνων φυγαδευτήριον, καὶ ἀνάψυξις τῶν τέκνων σου, μῆτερ τῶν πιστῶν Παρηγορήτισσα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Τοὺς εἰλικρινῶς, τῇ εἰκόνι σου πρσπίπτουσιν, Παρηγορήτισσα εὐλόγει δαψιλῶς, καὶ αἰτήσεις, πρὸς συμφέρον τούτων πλήρωσον.

Ἴασαι δεινάς, ἀσθενείας καὶ νοσήματα, Παρηγορήτισσα τῶν ὅσοι σὰς εὐχάς, ἐπικαλοῦνται, ὅπως πίστει σε δοξάζωσι.

Σκέπε σὴν Μονήν, ἀγαθὴ Παρηγορήτισσα, καὶ ἐργαστήριον ἀνάδειξον αὐτήν, ἁγιασμοῦ τε, καὶ Θεοῦ κατοικητήριον.

Σάλον λογισμῶν, πονηρῶν Παρηγορήτισσα, καὶ ἀπιστίας ἐξαφάνισον νοός, ἐγκαθιστῶσα, τοῦ Κυρίου μνήμην πάγγλυκον.

ᾨδὴ Ϛ΄. Τὴν δέησιν.
Ἀσθένειαι, τοῦ καρκίνου Δέσποινα, καὶ ψυχῶν ὑπερπεπλήθυνται σφόδρα, διὸ πιστούς, σοὶ ἐλπίζοντας μόνον, ὥσπερ φιλότεκνος μήτηρ ἰάτρευσον, παρηγοροῦσα μυστικῶς, καὶ τὰς νόσους αὐτῶν ἐκδιώκουσα.

Ἡδύτητα, ἣν πηγάζει ὄνομα, γλυκυτάτου σου Υἱοῦ δὸς ἐργάταις, τῆς προσευχῆς, τὴν πικρίαν τοῦ βίου, Παρηγορήτισσα πόῤῥω διώκουσαν, καὶ καὶ ῥίζωσον ἐν ταῖς ψυχαῖς, σαῖς πρεσβείαις ἀεί που ἀκλόνητον.

Μαινόμενον, τὸν ἐχθρὸν κατάβαλε, καὶ παγίδας ἅς περ ἵστησι θραῦσον, τὰς καθ’ ἡμῶν, ἐν νυκτὶ καὶ ἡμέρᾳ, Παρηγορήτισσα ὡς ἀνθρωπόλεθρος, παρέχουσα ψυχαῖς ἰσχύν, καὶ ἀγώνων γλυκεῖαν ἀνάψυξιν.

Ἱκέτευε, Ἰησοῦν φιλάνθρωπον, ὑπὲρ ὅσοι οὐσιῶν εἰσί χρῆσται, ναρκωτικῶν, καὶ ποθοῦσιν ἁλύσεις, Παρηγορήτισσα θραῦσαι αἷς σφίγγονται, ὅπως ἐλεύθεροι τὴν σήν, μεσιτείαν φαιδρῶς μεγαλύνωσι.

Διάσωσον, Παρηγορήτισσα Θεοτόκε, τοὺς προστρέχοντας πίστει τῇ σκέπῃ τῇ θείᾳ σου, καὶ θλίψεις τὰς τῶν πειρασμῶν, ἐξαφάνισον τάχει.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Τοῖς τοῦ βίου πνιγόμενοι κύμασι, καὶ τῶν θλίψεων νέφεσι σκοτιζόμενοι, ἐν ἐλπίδι, ταῖς ἱκεσίαις σου προστρέχομεν Ἁγνή,
καὶ γόνατα κλίνοντες ψυχῆς, ἀναβοῶμεν τεκνικῶς, σωτηρίαν αἰτούμενοι· χεῖρα ἡμῖν παράσχου, θείας σου βοηθείας,
Παρηγορήτισσα σεμνή, τῶν πιστῶν τὸ καταφύγιον.

Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39 – 49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Παρηγορητίσσης, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Σώματι βαρούμενοι, καὶ ἐν τῷ κόσμῳ βιοῦντες, θλίψεσι παλαίοντες, καὶ εἰς σκότος κείμενοι περιστάσεων, ὁδηγοῦ χρῄζομεν, ἵνα πορευθῶμεν, ὡς ὁ Κύριος ἐδίδαξεν, καὶ μὴ ἐκπέσωμεν, εἰς τῆς ἀπωλείας τὰ βάραθρα. Διὸ Παρηγορήτισσα, σπεῦσον βοηθῆσαι τοῖς δούλοις σου, καὶ ἡμῖν φανείης, προστάτις, ὁδηγὸς καὶ ἰατρός, σκέπουσα θείᾳ ἀγάπῃ σου, τοὺς πιστῶς τιμῶντάς σε.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νικητὰς δεῖξον Μῆτερ, καὶ παθῶν ὑπερτέρους τῇ μεσιτείᾳ σου, πολλοὺς γὰρ καθ’ ἑκάστην, ἔχομεν πολεμοῦντας, ἔξωθέν τε καὶ ἔσωθεν, ὧν ἐπιθέσεις δεινάς, ἀφάνισον ταχέως.

Παρηγόρει πενθοῦντας, καὶ χαρὰν τούτοις δίδου Παρηγορήτισσα, ὁδήγει πλανωμένους, καὶ νόσοις τρυχωμένους, ἐκ τῆς κλίνης ἀνάστησον, ὡς δὲ ἀράχνης ἱστόν, διάλυε τὰς θλίψεις.

Ἁμαρτάνοντας σφόδρα, ἑκουσίως Παρθένε ἢ ἀκουσίως τε, μετανοοῦντας δεῖξον, ἐξ ὅλης τῆς καρδίας, ἐφεξῆς καὶ τὰ γόνατα, ἐκλελυμένα ψυχῶν, στήριξον ταῖς εὐχαῖς σου.

Ῥῦσαι τάχιστα Μῆτερ, ἀπωλέσαντας πᾶσαν ἐλπίδα δούλους σου, ἐκ λάκκου κατωτάτου, καὶ δὸς παρηγορίαν, τὰς ψυχὰς ἀναψύχουσαν, ὅπως ὑμνῶσιν ἀεί, στοργὴν τὴν μητρικήν σου.

ᾨδὴ η΄. Τὸν βασιλέα.
Ἡ σὴ πρεσβεία, Παρηγορήτισσα μῆτερ, ἐπιφέροι εἰρήνην ταῖς οἰκίαις, κίνδυνον ἐχούσαις, εὐθὺς διαλυθῆναι.

Γονέων θρήνους, καὶ προσευχὰς ὑπὲρ τέκνων, ἀτακτούντων ἐπάκουσον Παρθένε, ἄμφω χορηγοῦσα, σωτήριον ἀγάπην.

Οἱ ὀφθαλμοί σου, Παρηγορήτισσα Κόρη, ἐπὶ ὅσοι θλίβονται ἀνάγκαις, καὶ παρηγορίαν, τὴν σὴν ἐπιζητοῦσι.

Ῥερυπωμένους, ἁμαρτιῶν τῇ ἀσβόλῃ, ἀποκάθαρον τοὺς μετανοοῦντας· σὺ γὰρ μετανοίας, πύλη Σεμνὴ ὑπάρχεις.

ᾨδή θ΄. Κυρίως Θεοτόκον.
Ἰσόβιον παράσχου, τὴν σὴν προστασίαν, Παρηγορήτισσα πᾶσι τοῖς τέκνοις σου, καὶ Βασιλείας Κυρίου, μετόχους ποίησον.

Ἀκτῖσι σῆς ἀγάπης, θέρμανον καρδίας, Παρηγορήτισσα οὔσας ἐν θλίψεσι, καὶ πειρασμῶν ἀδοκήτων, τούτους ἐκλύτρωσαι.

Ναοὺς σεπτοὺς Κυρίου, τοὺς σὲ ἀνυμνοῦντας, Παρηγορήτισσα δεῖξον παρέχουσα, τοῦ Ἰησοῦ καὶ σὴν μνήμην, ἔργον εὐφρόσυνον.

Ἀγγέλων πολιτείαν, ἐπιλεξαμένας, τὰς μοναζούσας Μονῆς σου εὐλόγησον, Παρηγορήτισσα Μῆτερ, ὅπως ὑμνῶμέν σε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
(ποίημα ἅγ. Καναδᾶ κ. Σωτηρίου)
Ἡμῶν προστασία Μῆτερ ἁγνή, τὰς ἐν τῇ Μονῇ σου, μοναζούσας θεοφιλῶς, καὶ προσευχομένας, ἐν πάσῃ μετανοίᾳ, φύλαττε ἀμέμπτους, Παρηγορήτισσα.

Τοὺς σὲ ὀρθοδόξως ἐν Καναδᾷ, τιμῶντας Παρθένε, παρηγόρησον ἱκανῶς, αὐτῶν ἰωμένη, πᾶσαν πληγὴν καὶ νόσον, καὶ ἅπαντας ὁδήγει, εἰς τὸν Σωτῆρα Χριστόν.

Πάντας παραμύθησον ἐκτενῶς, τοὺς προσπεφευγότας, τῇ Μονῇ σου ἐν Καναδᾷ, ἅμα δωρουμένη, ψυχῶν τε καὶ σωμάτων, τὴν ἴασιν καὶ ῥῶσιν, Παρηγορήτισσα.

Πάντων θλιβομένων ἡ ἀρωγή, καὶ παρηγορία, τοὺς πατέρας καὶ ἀδελφούς, μητέρας συζύγους, οἰκείους τε καὶ τέκνα, φύλαττε τῇ σῇ σκέπῃ, Παρηγορήτισσα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β.΄ Ὅτε ἐκ τοῦ ξύλου σε.
(τὸ παρὸν εἰδικὸν διὰ τὰς Μοναχάς)
Βέλει τῆς ἀγάπης σοῦ Υἱοῦ, κατατατοξευθεῖσαι Παρθένε, κόσμου ἐξήλθομεν, καὶ Μονήν σου εὕρομεν, στῖβον θεώσεως, προσευχῆς καὶ ἀσκήσεως· διὸ ἐξαιτοῦμεν, ὦ Παρηγορήτισσα, ἁπάσαις χάρισαι, αὔξησιν τῆς θείας ἀγάπης, καὶ ὑπομονὴν ἐν ἀγῶσιν, ὅπως Βασιλείας ἐπιτύχωμεν.

(ἕτερον ὅμοιον διὰ γενικὴν χρῆσιν)
Πλήθεσι κυκλούμενοι κακῶν, καὶ ἐν ἀσθενείαις ποικίλαις, ταλαιπωρούμενοι, Δέσποινα βαρούμεθα, ἐξαπορούμενοι· ὅθεν ἄλλην μὴ ἔχοντες, ἐλπίδα βεβαίαν, πρὸς σὲ καταφεύγομεν, Παρηγορήτισσα· σπεῦσον καὶ παράκλησιν δίδου, πᾶσι τοῖς εἰς σὲ πεποιθόσι, καὶ ἀσπαζομένοις τὴν εἰκόνα σου.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ,
φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου, φύλαττε,
εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Τῇ πρεσβείᾳ, Κύριε, πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Στίχοι·
Ὦ Παρηγορήτισσα, σαῖς μοναστρίαις,
καὶ πιστοῖς γλυκεῖαν, δὸς παρηγορίαν.

Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο την Παρηγορίτισσα Άρτας

Ποίημα Αντωνίου Μάρκου Καθηγητού Αγιολογίας

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἐν τῷ ἐν Ἄρτῃ τῇς Θεοτόκου τεμένει, οἱ ἐν κινδύνοις, ἀλγηδόσι καὶ πόνοις ὑπάρχοντες, προσφεύγομεν ἐν πίστει πολλῇ Δέσποινα βοήθησον ἐκβοῶντες ἐν τάχει, τὸν ζυγὸν τῆς θλίψεως ἀφ’ ἡμῶν ἀραμένη· σὲ γὰρ μητέρα ὁμολογοῦμεν, Ἀγαθή, καὶ τῇ σῇ σκέπῃ, Παρηγορήτισσα, σπεύδομεν.

Δόξα. Καὶ νῦν.
Τῇ Θεοτόκῳ ὡς μητρὶ ἐκβοῶμεν, οἱ τυραννούμενοι ἐχθροῦ δυναστείᾳ, τῇ θεϊκῇ σου σκέπασον ἀγάπῃ ἡμᾶς· σπεῦσον, Κόρη, ῥύσασθαι τῶν τοῦ βελίαρ παγίδων, θεία Παρηγορήτισσα, καὶ τῆς δαιμόνων μανίας· σοὶ γὰρ ὑπάρχει τέμενος σεπτόν, ἐν πόλει Ἄρτης ἡμῶν καταφύγιον.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
ΠΑΡΗΓΟΡΙΑΣ ΠΗΓΗ ΗΜΑΣ ΠΑΡΗΓΟΡΙΣΟΝ. ΑΝΤΩΝ(ίου).

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Παρηγορητίσσης τῷ θαυμαστῷ τεμένει ἐν Ἄρτῃ καταφεύγομεν οἱ πιστοὶ καὶ ἐν αὐτῷ σοὶ τὰς ἱκεσίας, ὡς εἰς μητέρα ἀναπέμπομεν, Δέσποινα.

Ἀξίωσον, Μῆτερ, τὴν φοβερὰν ἰδεῖν τοῦ Υἱοῦ σου ἡμέραν κρίσεως σαῖς λιταῖς καὶ Τοῦτον ὄμματι συμπαθείας, σαῖς ἱκεσίαις κατάστησον βλέποντα.

Ῥῦσαι, Σώτηρα κόσμου, ἐμὴν ψυχὴν δεινοῦ ἀπὸ ἄλγους, ἀπὸ πόνου καὶ τῆς φθορᾶς· ἐκρίζωσον δὲ τὴν ἁμαρτίαν, τὴν ταῦτα πάντα ἐμοὶ προξενήσασαν.

Ἡμῖν μετανοίας καὶ ἐπιστροφῆς ὁδόν, Θεοτόκε Παρηγορήτισσα, σαῖς λιταῖς εὔθυνον καὶ πρὸς τὸν Υἱόν σου, σὺ ἡμᾶς ὁδήγησον, ὡς Ὁδηγήτρια.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Γοργῶς σπεῦσον, Παρθένε, τοῖς σοὶ προσφεύγουσι, Δέσποινα, καὶ ἐν τῷ σεπτῷ σου σεμνείῳ τῷ κατὰ Ἄρταν προστρέχουσι καὶ τούτων πλήρωσον τὰ αἰτήματα, Κόρη, ὡς Παρηγορήτισσα ἡμῶν καὶ πρόμαχος.

Ὀφθαλμούς σου τοὺς θείους ἐφ’ ἡμᾶς νῦν ἑστίασον, τοῖς πάνυ καταθλιβομένοις θλίψεσι τοῦ βίου καὶ πράγμασι· σὲ γὰρ κεκτήμεθα ψυχῆς παρηγορίαν καὶ ζωῆς διόρθωσιν, Παρηγορήτισσα.

Ῥῦσαι πάντας, Παρθένε, τοὺς τῇ πρεσβείᾳ σου σπεύδοντας καὶ τοὺς ἀπὸ σοῦ αἰτουμένους τυχεῖν ἀνέσεως· ἄρον τὸ βάρος ἡμῶν ἀπὸ ψυχῆς, Θεοτόκε, ἵνα ἀνυμνοῦμέν σε, Παρηγορήτισσα.

Ἴδε, Κόρη Ἁγία, τοὺς τῷ Ναῷ σου προστρέχοντας καὶ δεινοῦ ἄλγους καὶ λύπης αὐτοὺς ἀπάλλαξον, τοὺς τὴν σὴν χάριν ἀεὶ γονυκλινῶς αἰτουμένους, πρόφθασον, ἀπάλλαξον αὐτοὺς πρεσβείαις σου.

Ἀνυμνοῦμέν σε, Κόρη, καὶ σοὶ βοῶμεν διάσωσον, πάντας τοὺς προσφεύγοντας πίστει σεπτῷ τεμένει σου, ὅ σοὶ ἀνήγειρεν ὁ εὐσεβὴς Νικηφόρος, ὁ τῆς σῆς θεράπαινας Θεοδώρας ἔκγονος.

Σπεῦσον, Μῆτερ, πρεσβείαις ταῖς σαῖς ἡμᾶς περιφρούρησον ἀπὸ τῶν βελίαρ παγίδων, ἅς ἐφηπλώνει ἀεί πρὸ τῶν ποδῶν ἡμῶν, ζητῶν ἡμᾶς παγιδεῦσαι· πλὴν σύ, Κόρη, πρόφθασον, Παρηγορήτισσα.

Διάσωσον, Παρηγορήτισσα Κόρη, τοὺς σοὺς ἱκέτας, τεμένει σου γὰρ τῷ ἱερῷ, ἐπισκιάζει ἀφθόνως ἡ σοὶ χάρις.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Παρθένου τῷ σεπτῷ τεμένει νῦν προσφεύγομεν, οἱ ἐν πόνοις ψυχῆς καὶ θλίψεσι ὑπάρχοντες· καὶ ἐν αὐτῷ αἰτούμεθα τῆς Θεοτόκου τὸ ἄμετρον ἔλεος καὶ τὴν ταχεῖαν Ταύτης συνδρομὴν καὶ τὴν βεβαίαν Αὐτῆς ἀντίληψιν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Σώματος προστάτιδα, καὶ ψυχῆς ἀλγούσης τὴν ἀντιλήπτορα καὶ τὴν κόσμου χαρᾶς πρόξενον, Παναγία σὲ κηρύττομεν.

Πίπτω ἐν βορβόρῳ νῦν, τὸν τῆς ἁμαρτίας, ὡς κύων ἄλογος καὶ ἐκεῖσε κυλιώμενος, τοῦ ἐλέους σου τυγχάνω ἀνεπίδεκτος.

Ἡμῶν τὸν ὕμνον καὶ δέησιν τὴν πρὸς σέ, Παρθένε, μὴ ὑπερίδης νῦν, ἀλλὰ σπεῦσον ὡς φιλόστοργος Ἄνασσα, καὶ ἐλέησον τοὺς κάμνοντας.

Γαληνὸς σὺ ὑπάρχουσα λιμήν, διαπλεόντων τὴν θάλασσαν τὴν τοῦ βίου, Ἀειπάρθενε, ἐν αὐτῷ ἡμᾶς πρεσβείαις σου προσόρμισον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἡμᾶς τοῖς ἐν δεσμοῖς ἐλευθέρωσον, Φιλάνθρωπε, ταῖς πρεσβείαις τῆς Ἀχράντου σου Μητρός, ὅτι ταύτην σοὶ προβάλλομεν μεσίτριαν.

Ἡμῖν τὸν θερμουργὸν ζῆλον ὑπὲρ τῆς σῆς Πίστεως, ἐπόμβρισον ἐλέει σου Χριστέ, ἐπικαμπτόμενος Μητρός σου ταῖς δεήσεσι.

Μέγα καὶ βαρὺ τῆς ψυχῆς ἄλγος, Φιλάνθρωπε, τῆς Μητρός σου ἐπικαπτόμενος Σωτῆρ τῇ πρεσβείᾳ, ἀφ’ἡμῶν ἄρον καὶ ἐλέησον.

Αὔγασον ἡμᾶς τῷ φωτί σου, Σῶτερ Κύριε, μεσιτείᾳ τῆς Πανάγνου καὶ λιταῖς, τῷ ἐν Ἄρτῃ γὰρ αὐτῆς σεμνείῳ νῦν προσφεύγομεν.

ᾨδὴ στ΄. Τήν δέησιν ἐκχεῶ.
Σωμάτων τε καὶ ψυχῶν σωτηρίαν, τὰ σὰ θαυμάσια κηρύττουσι, Κόρη, τῶν τριχομένων κακίαις παντοίαις καὶ ὀχλουμένων βελίαρ προσκρούσεσι· καὶ πάντων τῶν ἐν συμφοραῖς, μόνη βοήθεια πέλεις, Θεόνυμφε.

Παντοίων με πόνων ψυχῆς ἀπάλλαξον καὶ κακώσεων, τραυμάτων τε, Παρθένε· τῷ σῷ ἐν Ἄρτῃ γὰρ τεμένει προσφεύγων, τὴν παρὰ σοῦ αἰτοῦμαι βοήθειαν· καὶ σὲ θαυμάτων τὴν πηγὴν ὁμολογῶ καὶ κηρύττω, Πανύμνητε.

Ἀνάπαυσον τὴν ψυχήν μου, Πάναγνε, εἰς λιμένα ἀσφαλῆ σωτηρίας, ταῖς σαῖς θερμαῖς πρὸς Θεὸν ἱκεσίαις καὶ τῇ πρεσβείᾳ σου τήρει με ἄτρωτον καὶ ἐπὶ πέτραν ἀσφαλῆ, τῆς πρὸς Υἱόν σου πίστεως, Ἄχραντε.

Ῥῦσαί με ἀπὸ παθῶν τῶν τοῦ βίου τῶν ἀκαθάρτων, ἅ μολύνουσι, Μῆτερ, τὴν ἐν ἐμοί τοῦ Κυρίου εἰκόνα· παρηγορίας πηγὴ παρηγόρησον, τὸν δάκρυσι καὶ στεναγμοῖς κατατρυχόμενον, Παρηγορήτισσα.

Διάσωσον, Παρηγορήτισσα Κόρη, τοὺς σοὺς ἱκέτας, τεμένει σου γὰρ τῷ ἱερῷ, ἐπισκιάζει ἀφθόνως ἡ σοὶ χάρις.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Τῷ Ναῷ σου τῷ πανσέπτῳ νῦν προσφεύγοντες τῷ ἐν Ἄρτῃ, τὰς ἰάσεις ἀρυόμεθα τῶν ψυχῶν καὶ τῶν σωμάτων, Ἀειπάρθενε· σοῦ γὰρ ὑπάρχει ἡ πηγὴ τῶν ὑπερθέων δωρεῶν, ἀκένωτος τοῖς προσφεύγουσι· δὸς οὖν, Θεοτόκε, τοῖς πιστοῖς σου ἱκέταις τὴν σὴν ἀντίληψιν, Ἁγνὰ Κόρη Παρηγορήτισσα.

Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39 – 49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Ταῖς τῆς Παρηγορητίσσης πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὄλβον ὡς ὑπέρλαμπρον ναόν σου θεῖον, Παρθένε, ἐν Ἄρτῃ καθορῶμεν νῦν, θείᾳ εὐδοκίᾳ σου, Κόρη πάντιμε· τοῦτον γὰρ σοὶ ὕψωσεν Θεοδώρα πρῶτον, Νικηφόρος ταύτης ἔκγονος ἐκ δευτέρου ἔκτισεν, εἰς δόξαν σὴν καὶ μνήμην μητρὸς αὐτοῦ· ὅθεν πάντας σκέπε ἡμᾶς τοὺς καταφεύγοντας αὐτῷ καὶ αἰτουμένους, Πανύμνητε, τὴν παρηγορίαν σου.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἡμῶν τῶν σὲ ὑμνούντων, μνήσθητι, Θεοτόκε Παρηγορήτισσα, ὑπέρμαχον γὰρ πάντων ἡμῶν τῶν προσφευγόντων σὲ ἐπιγραφόμεθα ψάλλοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Γαλήνην δώρησαί μοι, πηγὴ παρηγορίας, τῆς Ἄρτης πρόμαχος· σοὶ γὰρ προσπίπτω, Κόρη, τῇ σῇ ἐπιστασίᾳ καὶ γηθοσύνως κραυγάζω σοι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ὀδύνη ἁμαρτίας, Παρθένε, τοῦ δοῦλόν σου παρηγόρησον, κατάσβεσον τὴν φλόγαν, εὐχαῖς πρὸς τὸν Υἱόν σου, Παρηγορήτισσα, ὅπως κραυζάγω σοι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ῥῦσαι ἡμᾶς, Θεοτόκε, πρεσβείαις ταῖς Μαξίμου καὶ Θεοδώρας, σεπτοῦ Παρθενίου τε Θεοχάρους, Ἀποστόλου κλεινοῦ τε Ζαχαρίου, ἀπὸ γεέννης φρικτῆς, ἵνα ψάλωμεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα τῶν οὐρανῶν.
Ἡμεῖς, Κυρία, τῷ σῷ ἐν Ἄρτῃ τεμένει, τῷ κλεινῷ, προσφεύγομεν πίστει, ἐκεῖ δὲ γόνυ ψυχῆς κλίνομεν πάντες.

Σῶσον, Παρθένε, τοὺς τῷ ἐν Ἄρτῃ σεμνείῳ προσφεύγοντας καὶ σοὶ ἀναβοῶντας· σπεῦσον, Κυρία, βοήθησον ἐν τάχει.

Ὅρμησον πάντας, Παρηγορήτισσα Ἄρτης, παρηγορίᾳ τῇ σῇ, ἐν τῷ ὅρμῳ θείας γαλήνης, πρεσβείαις πρὸς Υἱόν σου.

Ναός σου θεῖος, Κυρία, ὁ ἐν Ἄρτῃ, Παρηγορήτισσα, πᾶσι ἐντυγχάνει, παρηγορίας πηγὴ καὶ ἐλέους τοῦ Υἱοῦ σου.

ᾨδή θ΄. Κυρίως Θεοτόκον.
Ἀνάπαυσον, Παρθένε, ἡμᾶς τοὺς τῷ Ναῷ σου, Παρηγορήτισσα, πίστει προστρέχοντας, ἵνα ῥυσθῶμεν διὰ σοῦ ἀπὸ παντὸς κινδύνου.

Νικῆσαι τοῦ βελίαρ τὰς μηχανάς, Παρθένε, σῇ βοηθείᾳ ἐλπίζομεν πάντοτε, πρὸς σὸν Υἱόν ταῖς σαῖς λιταῖς, ἵνα σωθείημεν.

Τὸ ἄλγος τῆς ψυχῆς μου ἴασαι, Θεοτόκε, ὅτι συνθλίβει ἐντόνως τὸν δοῦλόν σου καὶ δώρησαί μοι τὴν χαράν, ὦ Παρηγορήτισσα.

Ὡραῖος κάλει πάντων ἀνθρώπων, Θεοτόκε, ὁ σὸς Υἱὸς ἐντυγχάνει καὶ Κύριος, πρὸς ὅν ὁδήγησον ἡμᾶς, ὡς Ὁδηγήτρια.

Νεῦσον καὶ τὸν ψυχῆς μου σάλον καὶ τὴν ὀδύνην, ταῖς σαῖς πρεσβείαις κατάστειλον δέομαι· σοὶ γὰρ προσφεύγω, Παρηγορήτισσα.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν Ἀγγέλων ἡ χαρμονή, ἀνθρώπων βεβαία σωτηρία καὶ ἀσφαλής· χαίροις Παραδείσου ἡ πυλωρὸς καὶ ᾅδου κατάργησις τελεία, Παρηγορήτισσα.

Ὕψωσεν ἡ πάνσεπτος Βασιλὶς Θεοδώρα Ἄρτης, σοὶ τῇ Ἀνάσσῃ τῶν Οὐρανῶν τέμενος ἐν Ἄρτῃ, Κυρία Θεοτόκε, ὅ προσφυῶς ἐκλήθη Παρηγορήτισσα.

Ἐφάνης κατ’ ὄναρ, ὦ Μαριάμ, τῇ μητρὶ τοῦ κάλφα παρηγορῆσαι αὐτὴν ἐπί θανάτῳ υἱοῦ της ἀδίκου καὶ δολίου, διὸ καὶ ἐπεκλήθης Παρηγορήτισσα.

Σκέπε τοὺς προστρέχοντας τῷ σεπτῷ ναῷ σου, Παρθένε, ἐκπληροῦσα αὐτῶν εὐχάς· σοὶ γὰρ ὡς μητέρα προσφεύγουσι ἐκ πόθου καὶ σὲ ὁμολογοῦσι Παρηγορήτισσα.

Τῆς παῥηγορίας θείαν πηγήν, τῆς παραμυθίας μὴ κενούμενον ποταμὸν καὶ τῆς οὐρανίου ἡμῖν ἐπευλογίας, Παρθένε ὁμολογοῦμεν Παρηγορήτισσα.

Κατάπαυσον τὸν τάραχον τῆς ψυχῆς τῶν δούλων σου, Κόρη, Παρηγορήτισσα Μαριάμ, καὶ δώρησαι εἰρήνην καὶ θείαν εὐλογίαν, πᾶσι τοῖς μεγαλύνουσι σοῦ τὸ ὄνομα.

Βάρος, Παρθένε, ἐν τῇ ψυχῇ καὶ ἄλγος καὶ πόνος ἐπιπολάζει νῦν ἐπ’ ἐμέ· σὺ ἄρον ἀπ’ ἐμοῦ ζυγόν τῆς ἁμαρτίας, Παρηγορήτισσα, Ἄρτης ἀγλάϊσμα.

Μαξίμου πρεσβείαις ταῖς τοῦ Γραικοῦ ἐλέησον, Κόρη, τοὺς προσκύπτοντας πρὸ τῆς σῆς ἁγίας Εἰκόνος, ἧ προσφυῶς καλεῖται Σώτηρα τοῦ λαοῦ σου, Παρηγορήτισσα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῷ σεπτῷ σου τεμένει τῷ ἐν Ἄρτῃ προσφεύγομεν, κλίνοντες τὸ γόνυ, Κυρία, τῆς ψυχῆς καὶ τοῦ σώματος· δεόμενοι ἀντιλήψεως, Ἁγνή, πρεσβείαις πρὸς Υἱόν σου καὶ λιταῖς· ἵνα τύχωμεν, Παρθένε, τῆς παρ’ Αὐτοῦ πλημμελημάτων ἀφέσεως· δόξα τοῖς μεγαλείοις σου, Σεμνή, δόξα τοῖς θαυμασίοις σου, δόξα σοι ὑπερβαλόντως, Κόρη Παρηγορήτισσα.

Κοντάκιον. Ἦχος γ΄. Τήν ὡραιότητα.
Ἐν τῷ τεμένει σου τῷ θείῳ, Πάνσεμνε, ὅ σοὶ ἀνήγειρεν σεπτὴ Βασίλισσα, ἡ Θεοδώρα ἡ κλεινὴ ἐν Ἄρτῃ, Παρθενομήτωρ, πάντες οἱ προστρέχοντες παρηγορίας δεόμενοι, ταύτην καὶ λαμβάνουσιν ὑπὸ σοῦ, Παντευλόγητε· διὸ καὶ εὐγνωμόνως βοῶσι· χαῖρε Παρηγορήτισσα Κόρη.

Κοντάκιον ἕτερον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Τῷ Ναῷ σου τῷ πανσέπτῳ νῦν προσφεύγοντες τῷ ἐν Ἄρτῃ, τὰς ἰάσεις ἀρυόμεθα τῶν ψυχῶν καὶ τῶν σωμάτων, Ἀειπάρθενε· σοῦ γὰρ ὑπάρχει ἡ πηγὴ τῶν ὑπερθέων δωρεῶν, ἀκένωτος τοῖς προσφεύγουσι· δὸς οὖν, Θεοτόκε, τοῖς πιστοῖς σου ἱκέταις τὴν σὴν ἀντίληψιν, ἁγνή Κόρη Παρηγορήτισσα.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τούς προσφεύγοντας πιστῶς, τῷ σῷ πανυπερτίμῳ τεμένει, Παρηγορήτισσα, ῥύου πάσης θλίψεως καί περιστάσεως· τῶν παθῶν δὲ διάλυσον τὸν σάλον, Παρθένε, ἅπασι παρέχουσα χάριν σωτήριον· σὺ γὰρ τῶν Ἀρταίων ὑπάρχεις καί πιστῶν ἁπάντων προστάτις, οἵα Μήτηρ θεία τοῦ Παντάνακτος.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Στίχοι·
Παρηγορίας πηγή, ἐλέει σου παρηγόρισον,
παρηγορίᾳ θείᾳ τὸν σὸν δοῦλον τὸν γράψαντα
ὕμνον τόνδε, Ἀντώνιον τάλαινα, παρηγορίας χρήζοντα·
παρηγορίας πηγὴ γὰρ ὑπάρχεις Παρηγορήτισσα.

Πηγή