Παρακλητικός Κανών εις την Παναγία την Παρηγορήτρια ης η πάνσεπτος και θαυματουργός Εικών τεθησαύρισται εν τω Ιερώ Ναώ αγίου Δημητρίου Νέας Ελβετίας Βύρωνος

Ποίημα Καθηγουμένης Ισιδώρας Μοναχής Αγιεροθεϊτίσσης

†Εορτάζεται στις 25 Μαρτίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Κατόπιν τὰ Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Οἱ ἐν κρημνῷ τῶν λυπηρῶν βυθισθέντες, καὶ ἐν πελάγει τῶν δεινῶν συμπνιγέντες, ἱκετικῶς προσπίπτομεν, τῇ σῇ ἀρωγῇ, ὦ Παρηγορήτρια, Παναγία Παρθένε, κράζοντες καὶ λέγοντες, ἐκ βαθέων καρδίας· τῆς σῆς προνοίας δώρησαι ἡμῖν, εὐσυμπαθήτως, ἐλπίδα παρήγορον.

Δόξα.
Ὅμοιον.
Τὴν ἱεράν σου καὶ τιμίαν εἰκόνα, Παρηγορήτρια Παρθένε Μαρία, ὡς θησαυρὸν παρήγορον, ὁ θεῖος Ναὸς ἔχει ἐν τῷ Βύρωνι, Δημητρίου ἁγίου, ἔνθα συναγόμενοι, τῶν πολλῶν οἰκτιρμῶν σου, ὁμολογοῦμεν πάντες Ἀγαθή, τὰς ἀντιδόσεις, καὶ σὲ μεγαλύνομεν.

Καὶ νῦν.
Ὅμοιον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ κανών, οὗ ἡ ἀκροστιχίς·
Παρηγορήτριαν Παρθένον ᾄδω. Ἰσιδώρας

Εἰς ἔκαστον τροπάριον λέγομεν·
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Εἰς τὰ δύο τελευταία·
Δόξα. Καὶ νῦν.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ποντούμενοι θλίψεων τῷ βυθῷ, καὶ ζάλῃ ἀμέτρων συνεχόμενοι δυσχερῶν, πρὸς σὲ καταφεύγομεν ἐν πίστει· Παρηγορήτρια Κόρη Μητρόθεε.

Ἀγκάλαις σου Δέσποινα μητρικαῖς, συνέσχες τὸν πάντων Βασιλέα καὶ ποιητήν, τὸν πᾶσι παρέχοντα πλουσίως· Παρηγορήτρια Μῆτερ τὸ ἔλεος.

Ῥανάτωσαν ὄρη τὸν γλυκασμόν, ἡ σύμπασα κτίσις εὐφραινέσθω χαρμονικῶς, πιστοί τε κροτείτωσαν τὰς χεῖρας· Παρηγορήτριαν ἄνασσαν ᾄδοντες.

Ἡλίου λαμπρότερον ἐν τῇ γῇ, ἀστράπτει τὸ κάλλος τὸ χαρίεν σου Μαριάμ, καὶ τέρπει τοὺς σὲ ὑμνολογοῦντας· Παρηγορήτρια ἄχραντε Δέσποινα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Γηραιῶν βακτηρία, τῶν ἀσθενῶν ἴασις, τῶν ἐν τοῖς κακοῖς πλανωμένων, ἡ ἐπανάκλησις, ἐσκοτισμένων τὸ φῶς, τῶν δυστυχούντων ἡ σκέπη, σὺ εἶ Μῆτερ εὔσπλαγχνε, Παρηγορήτρια.

Ὀφθαλμοὺς ὡς οἱ δοῦλοι, ἱκετικῶς αἴρομεν, κράζοντες πρὸς σὲ Παναγία· Παρηγορήτρια, μὴ ὑπερίδῃς ἡμῶν, τοὺς στεναγμοὺς τῶν δακρύων, ἀλλ’ ἐλπίδα δώρησαι, τὴν χαροπάροχον.

Ῥητορεύσεις ἁπάντων, τῶν Προφητῶν ἔλαβον, πέρας διὰ σοῦ Παναγία, Παρηγορήτρια, ἡ γὰρ τοῦ ᾅδου ἰσχύς, καὶ τὰ δεσμὰ τοῦ θανάτου, κραταιῶς ἐθραύσθησαν, διὰ τοῦ τόκου σου.

Ἡ ἰσχὺς τῆς χειρός σου, τῆς κραταιᾶς ἄθραυστος, θραύουσα ἐχθρῶν παρατάξεις, τοῦ πολεμήτορος, καὶ ἀνορθοῦσα εὐθύς, Παρηγορήτρια Κόρη, τοὺς κρημνοῖς τῶν πτώσεων, κατολισθήσαντας.

Μετάτρεψον, Παρηγορήτρια Κόρη ἡμῶν τὰς θλίψεις, εἰς ἐλπίδος χαροποιοῦ χρηστὴν ἀγαλλίασιν, δεικνύουσα σπλάγχνα παρηγορίας.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ  Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ὡς κρήνη ζωῆς, καὶ θείας ἀγαθότητος, πηγάζει ἡμῖν, τὰ ῥεῖθρα τῆς χρηστότητος, καὶ χαρὰν παρήγορον· τοῖς ἐν βάρει θλίψεων στένουσιν, ἡ σεβασμία αὕτη σου εἰκών, Παρθένε ἁγνὴ Παρηγορήτρια.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τὴν τιμὴν καὶ τὴν δόξαν σου, τάξεις ἐπουράνιαι κατεπλάγησαν· Μαριὰμ Παρηγορήτρια, καὶ ἐν γῇ οἱ ἄνθρωποι θαυμάζουσιν.

Ῥαθυμούντων ἡ ἔγερσις, τῶν κατεῤῥαγμένων ἡ ἐπανόρθωσις· ἀμελούντων ἡ διόρθωσις, σὺ ὑπάρχεις, ὦ Παρηγορήτρια.

Ἰατρὸν ἡ κυήσασα, καὶ Σωτῆρα Μῆτερ Παρηγορήτρια· τὰς ὀδύνας καὶ τὰ τραύματα, τῆς ψυχῆς τῶν δούλων σου θεράπευσον.

Ἄσκηταὶ ἀγαλλίαμα, ὦ Παρηγορήτρια σὲ γινώσκουσιν· οἱ Μονάζοντες ἐντρύφημα, ἱερεῖς τε καύχημα καὶ στήριγμα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νύκτωρ καὶ πρωΐ, μεσημβρίᾳ καὶ ἑσπέρᾳ τε, Μαριὰμ Παρηγορήτρια σεμνή, ἐπιφωνοῦμεν, τὸ πανάγιόν σου ὄνομα.

Πύλας τῆς Ἐδέμ, ἃς διέκλεισε τὸ πρότερον, προπατόρων ἡ δεινὴ παρακοή, ἤνοιξας πάλιν, ἀσφαλῶς Παρηγορήτρια.

Ἄνθη ὡς τερπνά, εὐμενῶς Παρηγορήτρια, ἐγκωμίων σοι προσφέρομεν ᾠδάς, δοξολογοῦντες, μεγαλεῖά σου τὰ ἔνδοξα.

Ῥεῖθρον ὡς γλυκύ, ἡ Εἰκών σου ἡ πανίερος, ἀναβλύζει συμπαθείας τοὺς κρουνούς, καὶ ἀγαθύνει, τοὺς πιστοὺς Παρηγορήτρια.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Θαυμάτων σου, τῶν πολλῶν θαυμάζομεν, τὴν ἰσχὺν Παρηγορήτρια Κόρη· σὺ γὰρ ψυχῶν, καὶ σωμάτων τὰς νόσους, τῇ μητρικῇ θεραπεύεις προνοίᾳ σου· καὶ πᾶσι δίδως δαψιλῶς· τῆς ἐλπίδος παρήγορον ἔλεος.

Ἐν θλίψεσι, βοηθὸν σὲ ἔχομεν, ἐν κινδύνοις κραταιὰν προστασίαν· ἐν πειρασμοῖς, συμμαχίαν καὶ σκέπην, Παρηγορήτρια Κόρη Μητρόθεε· ἀντίληψιν ἐν συμφοραῖς· καὶ ἐν ζάλαις λιμένα γαλήνιον.

Νεκρώσεως, καὶ φθορᾶς τὸ ἔνδυμα, ἐξεδύθημεν καὶ κάλλους χιτῶνα· τὸν τῆς ζωῆς, ἐνεδύθημεν πάλιν, Παρηγορήτρια Κόρη τῷ τόκῳ σου· καὶ εὕρομεν ἐν οὐρανοῖς· αἰωνίου χαρᾶς τὴν ἀπόλαυσιν.

Οἱ πένητες, καὶ πτωχοὶ σὲ ἔχουσι, θησαυρὸν Παρηγορήτρια Μῆτερ· οἱ γηραιοί, σταθηρὰν βακτηρίαν, οἱ ἀδικούμενοι ῥύστην καὶ ἔφορον· αἱ χῆρες καὶ οἱ ὀρφανοί· κηδεμόνα τροφὸν καὶ ἐπίκουρον.

Μετάτρεψον, Παρηγορήτρια Κόρη ἡμῶν τὰς θλίψεις, εἰς ἐλπίδος χαροποιοῦ χρηστὴν ἀγαλλίασιν, δεικνύουσα σπλάγχνα παρηγορίας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Οἱ τῷ βάθει τῶν δυσχερειῶν καταπίπτοντες, καὶ ταῖς λύπαις ταῖς βιοτικαῖς συνεχόμενοι, ἐπ’ ἐλπίδι ὁλοτελεῖ προστρέχομεν πρὸς σέ· καὶ σοὶ κράζομεν ἀπὸ ψυχῆς, εἰς τὴν ἀσθένειαν ἡμῶν, εὐμενῶς συγκατάβηθι. Νέμουσα σοῖς ἱκέταις, βεβαίαν παρηγορίαν, Παρηγορήτρια σεμνή, Παναγία ὑπερεύσπλαγχνε.

Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. (δίς)
Στίχος.
Ἄκουσον, Θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39 – 49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἡσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Παρηγορητρίας πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Προσόμοιον.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Λύπαις οἱ δονούμενοι, καὶ συμφοραῖς ταῖς τοῦ βίου, δουλικῶς προσπίπτομεν, τῇ σεπτῇ εἰκόνι σου Μητροπάρθενε· ἐξ αὐτῆς δίδοται, δωρεῶν ὁ πλοῦτος, καὶ θαυμάτων ἡ ἐνέργεια· πιστοὶ λαμβάνομεν, εὐεργετικὴν ἀνταπόκρισιν· ἐλπίδος ἐπαλήθευσιν, καὶ παρηγορίας βεβαίωσιν· ὅθεν καθ’ ἑκάστην, προσφέρομεν τὴν πρέπουσαν ᾠδήν, Παρηγορήτρια Δέσποινα, τὸ χαῖρε βοῶντές σοι.

Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμένος ἀπὸ σοῦ ἐκπορεύεται, ἁγνὴ Παρθένε Θεοτόκε, ἀλλ’ αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.

Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθενούντων ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῷζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.

Σῶσον, ὁ Θεός, τὸν λαόν σου..

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ναματόβρυτος κρήνη, τῶν ἐνθέων χαρίτων Παρηγορήτρια, Παρθένε Παναγία, ὑπάρχει ἡ εἰκών σου, τὰς ἰάσεις προχέουσα· τοῖς ἀδιστάκτως πρὸς σέ, ἀεὶ προσερχομένοις.

Ἀγαλλίασιν θείαν, καὶ χαρᾶς τὴν ἐλπίδα Παρηγορήτρια, οἱ λύπαις τεθλιμμένοι, λαμβάνουσι χειρί σου, καὶ συμφώνως βοῶσί σοι· χαίροις ζωῆς θησαυρέ, ἐλπὶς ἀπηλπισμένων.

Δουλικῶς σοι τὸ γόνυ, τῆς καρδίας μου κλίνω Παρηγορήτρια, δεόμενος καὶ κράζων, ἐλεύθερόν με δεῖξον, τῶν παθῶν τῶν θλιβόντων με· καὶ οὐρανίου χαρᾶς, εἰς φῶς ἀνάγαγέ με.

Ὡς φιλόστοργος μήτηρ, ἀγαθότητος σπλάγχνα Παρηγορήτρια, τοῖς τέκνοις σου δεικνύεις, κουφίζουσα τὰ ἄλγη, συμπαθῶς καὶ παρέχουσα· εὐεργεσίας τῆς σῆς, πολλὴν παρηγορίαν.

ᾨδὴ η΄. Τὸν Βασιλέα τῶν οὐρανῶν.
Ἰδοὺ τιμῶμεν, Παρηγορήτρια Κόρη, τῆς μορφῆς σου τὸ ἄῤῥητον κάλλος, καὶ δοξολογοῦμεν, τὴν σὴν μεγαλωσύνην.

Σὺν τῷ Ἀγγέλῳ, Παρηγορήτρια Κόρη, χαρμοσύνως βοῶμέν σοι χαῖρε, ὅτι τὴν κατάραν, διέλυσας τῆς λύπης.

Ἵλεως βλέψον, Παρηγορήτρια Μῆτερ, ἐφ’ ἡμᾶς τοὺς εἰς σὲ πεποιθότας, καὶ ἐπιζητοῦντας, τὴν σὴν ἐπιστασίαν.

Δικαίων τάξεις, Παρηγορήτρια Μῆτερ, ἐπὶ σοὶ εὐφροσύνως σκιρτῶσι, καὶ οἱ τῶν Ἁγίων, χοροὶ ἀγαλλιῶνται.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὡς εὔδιον λιμένα, ἔχομεν ἐν ζάλαις, Παρηγορήτρια Κόρη, τὴν σὴν ἀρωγήν, καὶ ἐπ’ αὐτῆς στηριχθέντες, διασωζόμεθα.

Ῥημάτων τῶν πτωχῶν μου, πρόσδεξαι τοὺς λόγους, ἀντιπαρέχουσα πλοῦτον τῶν σῶν ἀγαθῶν, Παρηγορήτρια Μῆτερ πανυπερεύσπλαγχνε.

Ἀγγέλων ὑπερβαίνεις, τὰς ταξιαρχίας, τῇ ἀσυγκρίτῳ σου δόξῃ καὶ ὕψει τιμῆς, Θεογεννῆτορ Παρθένε Παρηγορήτρια.

Συγχώρησιν πταισμάτων, δίδου σοῖς ἱκέταις, Παρηγορήτρια Μῆτερ καὶ λύσιν χρεῶν, καὶ τῆς χαρᾶς τὴν ἐλπίδα τὴν χαροπάροχον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ὧν ἡ ἀκροστιχίς· «Χαίροις Ἄσπιλε»

Χαίροις χαροπάροχε Μαριάμ, πίστεως ἐλπίδος καὶ ἀγάπης ἡ διδαχή, τῆς ἀγαθωσύνης σφραγὶς ἀληθεστάτη· ἐλπὶς ἀπηλπισμένων Παρηγορήτρια.

Ἄγγελοι καὶ ἄνθρωποι ἐν ταὐτῷ, ᾄδουσι τὴν δόξαν τὴν μεγάλην καὶ θαυμαστήν, Παρηγορητρίας Παρθένου Θεοτόκου· αὐτῆς τὰ μεγαλεῖα ὑπερθαυμάζοντες.

Ἴασιν εὑρίσκουσι παρὰ σοί, οἱ ἐν ἀσθενείαις κατακείμενοι χαλεπαῖς, καὶ παραμυθίαν οἱ λύπαις τεθλιμμένοι· Παρθένε Παναγία Παρηγορήτρια.

Ῥᾶνον σου τὸ ἔλεος ἐφ’ ἡμᾶς, τοὺς πεφορτισμένους ταῖς τοῦ βίου ἐπιφοραῖς, καὶ τοῖς κοπιῶσιν ἀνάπαυσιν παράσχου· λιμὴν χειμαζομένων Παρηγορήτρια.

Ὄμματα ὡς δοῦλοι ἱκετικῶς, αἴρομέν σοι πίστει καὶ βοῶμέν σοι ἐκ ψυχῆς, πλήρου τὰς αἰτήσεις ἡμῶν φιλοπαρόχως· ὦ Δέσποινα τοῦ κόσμου Παρηγορήτρια.

Ἴσχυσεν ἐν μάχαις ὁ σὸς λαός, ἔχων ὁδηγόν σε καὶ ὑπέρμαχον στρατηγόν, πάλιν ἐν εἰρήνης καιρῷ ἐπικαλεῖται· τὴν σὴν ἐπιστασίαν Παρηγορήτρια.

Σέβας σοι προσφέρομεν εὐλαβῶς, καὶ τὴν σὴν εἰκόνα ἀσπαζόμενοι τὴν σεπτήν, χάριν ἀπαντλοῦμεν ἐνθέου εὐλογίας· Ἁγνὴ εὐλογημένη Παρηγορήτρια.

Ἄγγελος τὸ χαῖρέ σοι προσειπών, λέλυται τῆς λύπης προπατόρων τὸ σκυθρωπόν, ὅθεν καθ’ ἑκάστην βοῶμέν σοι τὸ χαῖρε· ψυχῇ ἀγαλλιώσῃ Παρηγορήτρια.

Πῶς Παρηγορήτρια Μαριάμ, ᾄσω τὰς μεγάλας καὶ ἀφράστους σου δωρεάς, πῶς δὲ τὴν πολλήν σου δοξάσω εὐσπλαγχνίαν· τὴν σὴν κηδεμονίαν πῶς διηγήσομαι.

Ἵλεων τὸν Κύριον καὶ Θεόν, ποίησον εὐχαῖς σου εὐπροσδέκτοις καὶ μητρικαῖς, τὴν φιλανθρωπίαν Αὐτοῦ ἐκδυσωποῦσα· φιλάγαθε Παρθένε Παρηγορήτρια.

Λύπης ἀποβάλλομεν τὸν κλοιόν, καὶ τῆς ῥαθυμίας τὸ φορτίον τὸ δυσχερές, νήψεως τὸ δῶρον λαμβάνοντες ἐλπίδι· τῆς σῆς παραμυθίας Παρηγορήτρια.

Ἔχει σὲ ὁ κόσμος καταφυγήν, στήριγμα καὶ σκέπην προστασίαν τε φοβεράν, καὶ ἐν τοῖς κινδύνοις βεβαίαν συμμαχίαν· ἐν πᾶσί τε τὰ πάντα Παρηγορήτρια.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Οἱ ἐν θλίψεσιν ὄντες, τὴν εἰκόνα σου ἔχομεν, ὦ Παρηγορήτρια Κόρη, ὡς ἐλπίδα παρήγορον· ἐκ ταύτης οὖν λαμβάνομεν χαράν, καὶ θείων δωρεῶν τὸν θησαυρόν, τὰ ἐλέη τῆς στοργῆς σου τῆς μητρικῆς, καὶ πλοῦτον ἀγαθότητος· χαίροις τῶν ἀσθενούντων ἡ ἰσχύς, χαίροις λιμὴν γαλήνιε· χαίροις ἁμαρτωλῶν καταλλαγή, τοῦ κόσμου καταφύγιον.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἐξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Χαίροις τῆς χαρᾶς ἡ ἀπαρχή, τὸ τῆς εὐλογίας ταμεῖον, ὁ τῆς ζωῆς θησαυρός, πλοῦτος ἀγαθότητος, ὁ ἀδαπάνητος· βακτηρία τῆς πίστεως, σφραγὶς τῆς ἐλπίδος, πέλαγος ἀγάπης τε, τὸ ἀνεξάντλητον· χαίροις ὁ λιμὴν τῶν ἐν ζάλαις, χαίροις ἡ ἰσχὺς ἀσθενούντων· κόσμου ἡ τροφὸς Παρηγορήτρια.

Δεῦτε οἱ στενούμενοι δεινῶς, ταῖς ταλαιπωρίαις τοῦ βίου, καὶ ἀσθενείαις πικραῖς, δράμωμεν ἐκ πίστεως, τῇ Θεομήτορι· καὶ αὐτῇ ἐκβοήσωμεν, ἐξ ὅλης καρδίας, σπεῦσον ἡμῖν πρόφθασον, Παρηγορήτρια· δίδου δαψιλῶς τὰ ἐλέη, τῆς συμπαθεστάτης χειρός σου· εἰς χαρὰν τὴν λύπην μεταβάλουσα.

Σέβω τὴν ἁγίαν σου μορφήν, ὦ Παρηγορήτρια Κόρη, καὶ προσκυνῶ εὐλαβῶς, αὖθις τὴν εἰκόνα σου, τὴν πολυσέβαστον· ἐξ αὐτῆς ἀναβλύζουσι, θαυμάτων τὰ ῥεῖθρα, χάρις ἡ παρήγορος, τῆς συμπαθείας σου· πλοῦτος τῆς μητρῴας στοργῆς σου, καὶ ὁ θησαυρὸς τῆς ἐλπίδος· καὶ ἡ ἀγαθότης τοῦ ἐλέους σου.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχα Ἀκροτελεύτια·
Παρηγορίαν δίδου μοι ἐν θλίψεσι τοῦ βίου,
Παρηγορήτρια Ἁγνὴ Δέσποινα Παναγία,
βοᾷ δεήσεων ᾠδαῖς ἡ πένης Ἰσιδώρα,
εὐλαβουμένη τὴν σεπτὴν καὶ θείαν σου εἰκόνα,
εὑρισκομένην ἐν Ναῷ Ἁγίου Δημητρίου,
ἐν Βύρωνι ἐν Νέᾳ Ἐλβετίᾳ,
ἐξ ἧς ἐλπίδος ἡ χαρὰ δίδοται ἐν ἐλέει,
τοῦ σοῦ Υἱοῦ, Ὃν σὺν Πατρὶ καὶ Πνεύματι τιμῶμεν,
Αὐτῷ γὰρ πρέπει ὡς Θεῷ τιμὴ εἰς τοὺς αἰῶνας.

Εὐχαριστῶ θερμὰ τὴν ἐν Χριστῷ ἀδελφὴν Μαρία Α.
δια τὴν ἀποστολὴ τῆς Παρακλήσεως.