Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο την Πλατανιώτισσα Καλαβρύτων
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς Θεοτόκου τῇ ἁγίᾳ Εἰκόνι, τῇ χαραχθείσῃ ἐν πλατάνῳ τὸ πάλαι, δι’ ἐνεργείας θείας ὑπὲρ ἔννοιαν, εὐλαβῶς προσπέσωμεν, πρὸς αὐτὴν ἐκβοῶντες· Δέσποινα πανύμνητε, τοὺς πιστῶς προσκυνοῦντας, τὴν ἐν πλατάνῳ θείαν σου μορφήν, σκέπε καὶ σῶζε, κινδύνων καὶ θλίψεων.
Δόξα. Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Πλατανιωτίσσῃ δέησιν φέρω. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Πλατάνῳ σου πάλαι ὑπερφυῶς, Εἰκὼν ἡ ἁγία, τυπωθεῖσα Μῆτερ Θεοῦ, πάντας συγκαλεῖται ἀνυμνῆσαι, τῶν σῶν θαυμάτων Παρθένε τὰς χάριτας.
Λυχνία καθάπερ τὸ θεῖον φῶς, τῶν σῶν χαρισμάτων, ἡ Εἰκών σου ἡ θαυμαστή, ἡ ἐν τῇ πλατάνῳ διαυγάζει, φωταγωγοῦσα ἡμᾶς Κόρη πάναγνε.
Ἀγγέλων ὑπάρχουσα βασιλίς, ἡμῖν Θεοτόκε, τὴν μορφήν σου τὴν ἱεράν, δέδωκας ὁρᾷν ἐν τῇ πλατάνῳ, ἣν παραδόξως τὸ πάλαι ἐχάραξας.
Τοῖς πίστει καὶ πόθῳ εἰλικρινεῖ, σπεύδουσι Παρθένε, τῷ ναΐσκῳ σου τῷ σεπτῷ, τῷ ἐν τῇ πλατάνῳ πανταχόθεν, δίδου ἀεὶ τὴν θερμήν σου βοήθειαν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἁγιάσματος τόπος νεύσει τῇ σῇ γέγονε, Κόρη τῆς πλατάνου τὸ κοῖλον, ᾧ προσερχόμενοι, ἁγιαζόμεθα, ἐκ τῆς ἁγίας μορφῆς σου, τῆς ἐν τούτῳ Δέσποινα, ὥσπερ ηὐδόκησας.
Νοσημάτων λυτροῦνται καὶ πολλαπλῶν θλίψεων, οἱ πανευλαβῶς προσιόντες, τῷ σῷ τυπώματι, καὶ χαριστήριον, Πλατανιώτισσα Κόρη, ὔμνον σοι προσάδουσιν, ἀγαλλιώμενοι.
Ἰατρὸν ὡς τεκοῦσα καὶ Λυτρωτὴν ἄχραντε, τὸν ἐκ τῆς ἀρχαίας κατάρας, ἡμᾶς ῥυσάμενον, Χριστὸν τὸν Κύριον, Πλατανιώτισσα Κόρη, ἴασαι καὶ σῶσόν με, τὸν σὲ δοξάζοντα.
Ὡς μεμόρφωται πάλαι ὑπερφυῶς ἄχραντε, ἡ τῆς σῆς ἁγίας Εἰκόνος, ὄψις ἐξέπληξε, τοὺς ἀνυμνοῦντάς σε· ὅθεν προστρέχομεν πίστει, τῇ πλατάνῳ μέλποντες, τὰ μεγαλεῖά σου.
Διάσωσον, Πλατανιώτισσα Κόρη ἐκ πάσης βλάβης, τοὺς ἐν πίστει ἐν τῇ πλατάνῳ προστρέχοντας, καὶ προσκυνοῦντας μορφήν σου τὴν παναγίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πηγὴ ἀγαθῶν ὡς ἀληθῶς γεγένηται, τῇ σῇ μυστικῇ, ἐπισκιάσει Δέσποινα, μορφῇ σου ἡ ὑπέρτιμος, ἣν ἐχάραξας ὥσπερ ἠθέλησας, ἐν τῇ πλατάνῳ ἐν ᾗ ἱλασμόν, κομίζονται πίστει οἱ προστρέχοντες.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τὴν ἁγίαν Εἰκόνα, Μεγασπηλαιώτισσα ἀειπάρθενε, τυπωθεῖσαν τρόπῳ κείττονι, ἐπὶ δένδρου πάντες ἀσπαζόμεθα.
Ἰατρεῖον ἀδάπανον, ψυχῶν καὶ σωμάτων Πλατανιώτισσα, ἡ Εἰκών σου ἡ ὑπέρτιμος, πρόκειται τοῖς πίστει σε δοξάζουσι.
Σοῦ τὸ θεῖον ἐκτύπωμα, Μεγασπηλαιώτισσα ἀειπάρθενε, ἐν πλατάνῳ ὡς ἀπέθετο, ἐν αὐτῇ ἡ ὄψις σου τετύπωται.
Συνερχόμενοι Δέσποινα, ἐν τῇ σῇ πλατάνῳ Πλατανιώτισσα, χαριστήριόν σοι αἴνεσιν, ᾄδομεν κηρύττοντες τὴν χάριν σου.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἡ τῆς σῆς μορφῆς, πανταχοῦ διαβεβόηται, ἐν πλατάνῳ ἀποτύπωσις ἁγνή, ἣν ἐν πίστει προσκυνοῦντες ἀνυμνοῦμέν σε.
Δέξαι τὰς φωνάς, Θεοτόκε Πλατανιώτισσα, τῶν τῇ θείᾳ προσιόντων σου μορφῇ, καὶ παράσχου ἡμῖν πᾶσι τὰ αἰτήματα.
Ἔῤῥει θαυμαστῶς, τῇ Εἰκόνι σου πανάχραντε, συμπαθείας σου ὁ πλοῦτος ὁ πολύς, καὶ εὐφραίνει τὰς καρδίας τῶν ὑμνούντων σε.
Ἥλιον Χριστόν, τῆς ζωῆς τεκοῦσα ἄχραντε, φωταγώγησον τῇ σῇ ἐπισκοπῇ, Πλατανιώτισσα τοὺς πίστει σε δοξάζοντας.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Σωμάτων, καὶ τῶν ψυχῶν τὰς ὀδύνας, καταπαύει Πλατανιώτισσα Κόρη, ἡ προϊοῦσα τῇ σῇ χορηγίᾳ, ἐκ τῆς Εἰκόνος σου χάρις ἑκάστοτε· διὸ κηρύττομεν ἀεί, τὴν πολλὴν πρὸς ἡμᾶς σου προμήθειαν.
Ἰδόντες, τὴν παραδόξως Παρθένε, ἐν πλατάνῳ μορφωθεῖσάν σου ὄψιν, θάμβους ἐπλήσθησαν πάντες ὑμνοῦντες, τὰ μεγαλεῖα τῆς σῆς ἀγαθότητος· ἐκ ταύτης γὰρ πᾶσι πιστοῖς, χορηγεῖς καθ’ ἑκάστην τὴν χάριν σου.
Ναόν σοι, ἐν τῷ κοιλώματι Κόρη, τῆς πλατάνου καθιέρωσαν πίστει, ἐν ᾧ πιστῶν πανταχόθεν χορεῖαι, μετὰ σπουδῆς συνερχόμενοι μέλπουσιν, Εἰκόνος σου τῆς ἱερᾶς, ἐν αὐτῷ τὴν παράδοξον μόρφωσιν.
Φωτίζεις, τῶν εὐσεβῶν τὰς καρδίας, ὡς φωτὸς τὸν χορηγὸν τετοκυῖα, καὶ γλυκασμῷ νοητῷ κατευφραίνεις, Πλατανιώτισσα Κόρη ἑκάστοτε, τὰς διανοίας τῶν πιστῶς, ἀνυμνούντων τὰ θεῖά σου θαύματα.
Διάσωσον, Πλατανιώτισσα Κόρη ἐκ πάσης βλάβης, τοὺς ἐν πίστει ἐν τῇ πλατάνῳ προστρέχοντας, καὶ προσκυνοῦντας μορφήν σου τὴν παναγίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Πλατανιώτισσα Κόρη πανύμνητε, ἡ προστασία ἡμῶν καὶ ἀντίληψις, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως, ἡμᾶς ἀνωτέρους διάσωζε, ὡς σκέπη ἡμῶν καὶ προπύργιον.
Προκείμενον
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39 – 49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Παναχράντου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Θείᾳ ἐπινεύσει σου, κατὰ παράδοξον τρόπον, ἐν κορμῷ μεμόρφωται, τῆς πλατάνου Δέσποινα Πλατανιώτισσα, ἡ σεπτὴ ὄψις σου, ἐκπλήτουσα πάντας, καὶ τῇ θείᾳ χορηγίᾳ σου, καθαγιάζουσα, τοὺς ἁπανταχόθεν συῤῥέοντας· διὸ ἀναβοῶμέν σοι, ὡς Μητρὶ τοῦ πάντων δεσπόζοντος· σκέπε ἡμᾶς Κόρη, ἐκ πάσης τοῦ ἐχθροῦ ἐπιβουλῆς, καὶ χαλεπῶν περιστάσεων, τῇ ἐπιστασία σου.
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐν τῷ θείῳ ναῷ σου τῷ ὑπάρχοντι Κόρη ἐν τῷ κοιλώματι, τοῦ δένδρου προσιόντες, ὑμνοῦμέν σου τὴν χάριν, καὶ βοῶμεν ἑκάστοτε· χαῖρε Παρθένε ἁγνή, ἡμῶν ἡ προστασία.
Ῥῦσαι πάσης ἀνάγκης, Πλατανιώτισσα Κόρη Θεογεννήτρια, καὶ πάσης ἀθυμίας, καὶ ζάλης καὶ μανίας, τοῦ ἐχθροῦ τοὺς βοῶντάς σοι· χαῖρε Παρθένε ἁγνή, ἡμῶν ἡ προστασία.
Ὡς μεμόρφωται Κόρη, ἐν πλατάνῳ ἡ ὄψις τῆς ἐμφερείας σου, ὑπέφηνας τοῖς πᾶσι, τῆς σῆς κηδεμονίας, πρὸς ἡμᾶς τὴν χρηστότητα· διὸ ὑμνοῦμεν πιστῶς, τὴν ἄφραστόν σου δοξαν.
Γῆ ἀνήροτος ὥσπερ τῆς ζωῆς Θεοτόκε τὸν στάχυν ἔφυσας· διὸ καὶ παραδόξως, μορφή σου ἡ ἁγία, τῇ πλατάνῳ τετύπωται, εἰς εὐφροσύνην ἡμῶν, καὶ σωτηρίαν Κόρη.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥάβδῳ σου θείᾳ, τῆς κραταιᾶς προστασίας, Πλατανιώτισσα παρθένε Θεοτόκε, στήριζε ἀπαύστως, τοὺς σὲ ὑπερυψοῦντας.
Ἅπας προστρέχων, τῷ ἐν πλατάνῳ ναῷ σου, Πλατανιώτισσα ὑπερευλογημένη, χάριτος πληροῦται, κηρύττων σου τὴν χάριν.
Σύντριψον θᾶττον, τὴν καθ’ ἡμῶν τοῦ βελίαρ, Πλατανιώτισσα δύναμιν ὀλεθρίαν, ἵνα σε ὑμνῶμεν, οἱ ταπεινοί σοι δοῦλοι.
Ἴδε τοὺς πίστει, τῇ σῇ Εἰκόνι ἑστῶτας, Πλατανιώτισσα καὶ πλήρου τὰς αἰτήσεις, τῶν ἐξαιτουμένων, τὴν σὴν ἐπιστασίαν.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μεγίστων χαρισμάτων, πρόξενος ἐγένου, βροτῶν τῷ γένει Θεὸν σωματώσασα· νῦν δὲ Παρθένε ἀπαύστως ἡμῶν προΐστασο.
Οἱ πίστει προσιόντες, τῇ πλατάνῳ Κόρη, καὶ θεωροῦντες τὸ θεῖόν σου τύπωμα, ἐν ταπεινώσει καρδίας σὲ μεγαλύνουσιν.
Ὑψόθεν Θεοτόκε, ἐπὶ τὸν λαόν σου, τὰς σωστικὰς ἐνεργείας ἐφάπλωσον, Πλατανιώτισσα Κόρη τῆς προστασίας σου.
Ὑπέραγνε Μαρία, τοῦτόν μοι τὸν ὕμνον, Πλατανιώτισσα πρόσδεξαι δέομαι, καὶ τῶν πολλῶν μου σφαλμάτων αἴτει τὴν ἄφεσιν.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαῖρε ἀειπάρθενε Μαριάμ, ἄνασσα Ἀγγέλων, σωτηρία δὲ τῶν βροτῶν· χαῖρε ἡ τὴν ὄψιν, τὴν σὴν ἐν τῇ πλατάνῳ, μορφώσασα Παρθένε, καὶ χαριτώσασα.
Πάλαι παραδόξως ἡ σὴ Εἰκών, ἐν κοίλῳ τοῦ δένδρου, ἐμορφώθη ὑπερφυῶς, ἣν καὶ προσκυνοῦντες, πολλῇ ἐν εὐλαβείᾳ, προσφόρως Πλατανιώτισσαν, ὀνομάζομεν.
Θεῖον ἐν τῷ κοίλωμᾳ εὐλαβῶς, τῆς πλατάνου Κόρη, καθιέρωσαν οἱ πιστοί, ναόν σοι Παρθένε, ἐν ᾧ καὶ προσιόντες, ὑμνοῦμέν σου τὴν δόξαν, Πλατανιώτισσα.
Φῶς θεῖον ὡρᾶτο τῇ σῇ μορφῇ, τῇ ἐν τῇ πλατάνῳ, κατερχόμενον θαυμαστῶς, βεβαιοῦν τὴν χάριν, τῆς θείας σου Εἰκόνος, Παρθένε Θεοτόκε, Πλατανιώτισσα.
Πάντας τοὺς προστρέχοντας εὐλαβῶς, τῷ ναῷ σου Κόρη, ἐν πλατάνῳ τῷ ἱερῷ, ῥύου πάσης βλάβης, καὶ πάσης δυσχερείας, τῇ σῇ ἐπιστασίᾳ, Πλατανιώτισσα.
Δίδου κἀμοὶ Δέσποινα τῷ οἰκτρῷ, ἱκέτῃ σου λύσιν, τῶν πολλῶν μου ἁμαρτιῶν, καὶ τὸν ὕμνον τοῦτον, ὡς εὐτελές σοι δῶρον, προσδέχου δυσωπῶ σε, Πλατανιώτισσα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τὴν ἁγίαν μορφήν σου κατὰ τρόπον παράδοξον, τυπωθεῖσαν τὸ πάλαι ἐν πλατάνῳ τῇ νεύσει σου, τιμῶμεν Πλατανιώτισσα πιστῶς, λαμβάνοντες ἐκ ταύτης μυστικῶς, τὰς πλουσίας διαδόσεις καὶ δωρεάς, τῆς χάριτός σου κράζοντες· δόξα τοῖς θαυμασίοις σου ἁγνή, δόξα τῇ σῇ λαμπρότητι, δόξα τῇ πρὸς ἡμᾶς σου προμηθείᾳ ἄχραντε.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάλαι, ἡ ἁγία σου μορφή, ἔνδον τῆς πλατάνου Παρθένε, τῇ ἐπινεύσει τῇ σῇ, θαυμαστῶς μεμόρφωται, πιστῶν εἰς ἔκπληξιν, εἰς ἣν δῆμοι συῤῥέοντες, οἱ τῶν εὐσεβούντων, ἐξ αὐτῆς λαμβάνουσι, χάριν καὶ ἔλεος· σὺ γὰρ Πλατανιώτισσα Κόρη, πάντων προστασία τυγχάνεις, καὶ παρέχεις πᾶσι τὰ αἰτήματα.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.


