Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο την Αρβανίτισσα εν Καρυές της Χίου

Ποίημα Καθηγουμένης Ισιδώρας Μοναχής Αγιεροθειτίσσης

Τὴν ἐν Καρυαῖς τῆς Χίου ὀπτανομένην.
Ἧς ἡ ἱερὰ σύναξις ἐπιτελεῖται τὴν πρώτην Κυριακὴν μετὰ τὴν τῶν Ἁγίων Πάντων.

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἱκετικῶς τῇ σῇ εἰκόνι προσπίπτω, τὴν σὴν ἀνείκαστον αἰτούμενος χάριν, τοῦ ἐκφυγεῖν τὸν κλύδωνα, παντοίων δεινῶν· κράζων ἐκ βαθέων μου· Παναγία παρθένε, κόρη Ἀρβανίτισσα, ἀντιλήπτωρ γενοῦ μοι· καὶ θεοδρόμους δεῖξόν μοι ὁδούς, ὡς τετοκυῖα, Χριστὸν τὸν Θεάνθρωπον.

Δόξα.
Ἡ ἱερὰ καὶ Ἁγιόνησος Χίος, τῇ παρουσίᾳ σου  Παρθένε καυχᾶται, καὶ συγκαλεῖ πρὸς αἴνεσιν, λατρείας ἡμᾶς· σὺ γὰρ ἐποπτάνεσαι, ἐν αὐτῇ Παναγίᾳ, κάλλει ὡραιότητος, διαλάμπουσα πάνυ· Ἀρβανιτίσσης φέρουσα στολήν, ὥσπερ νεᾶνις, σεμνὴ λιγυρόκορμος.

Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ἀρχόμεθα τοῦ κανόνος. Οὗ ἡ ἀκροστιχίς·
Ἀρβανίτισσαν Παναγίαν ἐν ὕμνοις τιμῶ. Ἰσιδώρας.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἁγίων ἡ δόξα καὶ ἡ τιμή, Ἀγγέλων ὁ ὕμνος τῶν ἀνθρώπων καταφυγή, ὑπάρχεις ἀεὶ ὲν ἀσφαλείᾳ· ὦ Άρβανίτισσα Κόρη παντάνασσα.

Ῥημάτων ἐπάκουσον τῆς ἐμῆς, φωνῆς Παναγία Ἀρβανίτισσα τῆς οἰκτρᾶς, καὶ δός μοι πρεσβείαις μητρικαῖς σου· ἐλευθερίαν παθῶν τῶν θλιβόντων με.

Βαρβάρων ἐῤῤύσῳ ἐπιδρομῆς, τὴν νῆσον τῆς Χίου ἐν χειρί σου τῇ κραταιᾷ, πιστοῖς Ἀρβανίτισσα Παρθένε κηδεμονίας σου δοῦσα τὴν πρόνοιαν.

Ἀπαῦστως δυσώπησον τὸν Θεόν, ὃν ἔσχες χερσί σου Ἀρβανίτισσα Μαριάμ, τὸ ἔλεος δοῦναι ἡμῖν πᾶσι· τοῖς μεγαλύνουσι πόθῳ τὴν σκέπην σου.

Ναμάτων πληρέστατος ποταμός, χρηστότητος ῥεῖθρον ἀγαθότητος προχοή, ὑπάρχει ὁ Ἅγιος Ναός σου· ὁ ἐν τῇ Χίῳ σεμνῇ Ἀρβανίτισσα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἱερεῖς καὶ Λευΐται, τὴν σὴν μορφήν σέβουσι, καὶ οἱ Βασιλεῖς ὁμοφρόνως, σὲ λιτανεύουσιν,  οἱ δὲ πιστοῖ συνῳδά, τοῦ Ἀρχαγγέλου τὸ Χαῖρε, ἐν χαρᾷ φωνοῦσί σοι, ὦ Ἀρβανίτισσα.

Τῆς σῆς δόξης τὸ πλῆρες, καὶ τῆς τιμῆς Δέσποινα, τῆς ὑπερβαλλούσης τὸν πλοῦτον, πάντες θαυμάζουσιν, ὅτι Πατρὸς τῇ βουλῇ, ὦ Ἀρβανίτισσα Κόρη, ἐν σαρκὶ ἐκύησας, Λόγον συνάναρχον.

Ἰσχυρὰ ἐν πολέμοις, καὶ ἐν δεινοῖς ἄθραυστος,  πέλει Ἀρβανίτισσα Κόρη, ἡ προστασία σου, ὅτι λοιμοῦ φοβεροῦ, τὴν νῆσον Χῖον ἐῤῤύσῳ, τὴν κατ’ ἄμφω νέμουσα, ῥῶσιν τοῖς χρῄζουσιν.

Σελασφόρος νεφέλη, τὸν νοητὸν Ἥλιον, τοῖς ἐν τοῖς σκιᾷ καθημένοις, ὦ Ἀρβανίτισσα, ἐξανατέλλεις διό, τῇ σκοτισθείσῃ ψύχῃ μου, ἱλαρὸν ἀνάτειλον, φῶς ἐπιγνώσεως.

Σεμνοτάτῃ ἡ θέα, τῆς σῆς μορφῆς πέφυκε, καὶ τὸ ἀξιέραστον κάλλος, τὸ τοῦ προσώπου σου, ὑπερεκπλήττει βροτούς, ὦ Ἀρβανίτισσα Κόρη, ἐξιστᾷ Ἀγγέλων τε, θεῖα στρατεύματα.

Ἐπίφανον, ἡμῖν τὸ κάλλος τῆς θείας σου εὐπρεπείας, τοῖς τιμῶσί σε ἐν ᾠδαῖς σεμνὴ Ἀρβανίτισσα, καὶ αὔγασον φέγγος τῆς ἀληθείας.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄.Πρεσβεία θερμή.
Τῆς Χίου λαός, ἀγάλλεται τῇ σκέπῃ σου, Ἑλλάδος ἡ γῆ, λαμπρύνεται τῇ δόξῃ σου, καὶ χαρᾶς σοι ἄσματα· προσφωνοῦσα κράζει ἑκάστοτε, τῇ σῇ προνοίᾳ φύλαττε Ῥωμηῶν, τὸ γένος Παρθένε Ἀρβανίτισσα.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἀδιστάκτῳ τῆ πίστει σοι, Κόρη Ἀρβανίτισσα καταφεύγουσιν τῆς Ἑλλάδος τὰ στρατεύματα, καὶ τῆς νήσου Χίου τὰ πληρώματα.

Ναυτιῶντι με κλύδωνι, τῶν πειρατηρίων καὶ περιστάσεων Ἀρβανίτισσα παράσχου μοι, βοηθείας χεῖρά σου τὴν ἄμαχον.

Πεπτωκότα με πάθεσι, καὶ τοῖς ἁμαρτήμασιν ἀπολλύμενον· σαῖς πρεσβείαις Ἀρβανίτισσα, Παναγία πάλιν με ἀνάστησον.

Ἀνδρικῷ με φρονήματι, καὶ ψυχῇ γενναία ἐμπολιτεύεσθαι· Παναγία Ἀρβανίτισσα, καταξίωσόν με τὸν ἱκέτην σου.

Νικητήν με ἀνάδειξον, κατὰ τοῦ ἀλάστορος Ἀρβανίτισσα· Παναγία ἡ τῷ κράτει σου, τοῦ ἐχθροῦ νικῶσα τὰ βουλεύματα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἄσμασι καινοῖς, Παναγία Ἀρβανίτισσα, σὴν ὑπέρμαχον δοξάζομεν ἰσχύν, ἀνευφημοῦντες, τὴν ταχεῖάν σου ἀντίληψιν.

Γήρατος ἰσχύς, χαλινός τε τῆς νεότητος, πενομένων τε τροφὸς καὶ βοηθός, ἀεὶ ὑπάρχεις, Παναγία Ἀρβανίτισσα.

Ἵλεων ἡμῖν, Παναγία Ἀρβανίτισσα, τὸν Θεὸν  ὅνπερ ἀπέτεκες σαρκί, ταῖς Μητρικαῖς σου, παρακλήσεσιν ἀπέργασαι.

Ἄγαν ἐν δεινοῖς, καὶ ἐν μάχαις σὺ προΐστασαι, Παναγία Ἀρβανίτισσα σεμνή, ἐκ τῶν κινδύνων, ἀεὶ σῴζουσα τοὺς Ἕλληνας.

Νέκταρ  νοητόν, ὑπὲρ ἔννοιαν γλυκύτητα, εὐφροσύνην καὶ χαρὰν πνευματικήν, εἰκών σου βλύζει, Παναγία Ἀρβανίτισσα.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἐπίστασαι, φανερῶς ἑκάστοτε, ἐν ἡμέρα καὶ νυκτὶ Παναγία ὡς λιγυρά, καὶ πανέμορφος Κόρη, τὸ μελανόχρωμον φέρουσα ἔνδυμα· καὶ νέμουσα λαμπροφανῇ· Ἀρβανίτισσα χάριν καὶ εὔνοιαν.

Νεκρώσεως, καὶ φθορᾶς τὸν ἄνθρωπον, τῷ σῷ τόκῳ ἐλυτρώσω Παρθένε· ζωοποιὸν Ἀναστάσεως χάριν, καὶ αἰωνίαν παρέχουσαν λύτρωσιν ὦ Ἀρβανίτισσα σεμνή· ἀγαθότητος πλῆρες κεφάλαιον.

Ὑφάνασα, ἐξ ἁγνῶν αἱμάτων σου, τῷ τῶν ὅλων Βασιλεῖ ἀλουργίδα· βασιλικήν, περιβέβλησαι χάριν, καὶ οὐρανίας τιμῆς κοσμιότητα· ἐν εὐπρεπείᾳ, ἱερᾷ· Παναγία σεμνὴ Ἀρβανίτισσα.

Μητρόθεε, Παναγία Δέσποινα, Ἀρβανίτισσα παρθένε Μαρία· δόξαν ἡμῖν τὴν ἀμείωτον δίδου, καὶ κατὰ χάριν θεοὺς ἡμᾶς ποίησον τοὺς σέβοντας πανευλαβῶς· τὸ σεπτόν σου καὶ ἅγιον Ὄνομα.

Νυστάξαντες, ῥαθυμίας πάθεσι, καὶ τῇ λήθῃ τῆς ἀγνοίας πεσόντες· δίδου ἡμῖν, συμπαθείας σου χεῖρα, ὦ Ἀρβανίτισσα Κόρη φιλάγαθε· ἵνα νυμφῶνα τοῦ φωτός· σὺν φρονίμοις παρθένοις οἰκίσωμεν.

Ἐπίφανον, ἡμῖν τὸ κάλλος τῆς θείας σου εὐπρεπείας, τοῖς τιμῶσί σε ἐν ᾠδαῖς σεμνὴ Ἀρβανίτισσα, καὶ αὔγασον φέγγος τῆς ἀληθείας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Δυναστείας τῆς δαιμονικῆς ἠλευθέρωσας, τὴν βροτείαν φύσιν τοῦ Ἀδὰμ Θεονύμφευτε, σὺ γὰρ μόνη ὑπερφυῶς ἀπέτεκες ἐν γῇ· Θεὸν ἄναρχον μετὰ σαρκός, καὶ ἐπανήγαγες ἡμᾶς, εἰς τὴν πρώτην λαμπρότητα, πύλη τῆς σωτηρίας, ἀνθρώπων τε εὐκληρία, καὶ πρὸς Θεὸν καταλλαγή, Παναγία Ἀρβανίτισσα.

Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ μνησθήσομαι.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39 – 49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Τῆς Ἀρβανιτίσσης, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Χίος ἐπαγάλλεται, ἡ θεοτίμητος νῆσος, Καρυῶν χωρίον τε, ἀγλαῶς δεδόξασται τῇ σῇ  χάριτι· ἐν αὐτῇ ἔκτισται, ὁ σεπτὸς Ναός σου,  Παναγία Ἀρβανίτισσα εἰκών τε θεία σου, μεγαλοπρεπῶς τεθησαύρισται· ἐξ ἧς ἀναπηγάζουσι, ῥεῖθρα δωρεῶν τὰ ἀκένωτα· τούτων μετασχόντες, βοῶμέν σοι τὸ χαῖρε Μαριάμ, εὐλογημένη Πανάμωμε, βροτῶν ἡ ἀνάκλησις.

Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμένος ἀπὸ σοῦ ἐκπορεύεται, ἁγνὴ Παρθένε Θεοτόκε, ἀλλ’ αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.

Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθενούντων ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῷζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὁ χριστώνυμος κλῆρος, καὶ λαὸς ἐν τῇ Χίῳ συνεπαγάλλονται, τῇ μνήμῃ σου τῇ θείᾳ παρθένε παναγία Ἀρβανίτισσα Δέσποινα καὶ ἑορτίοις ᾠδαῖς αἰνοῦσί σε συμφώνως.

Ἰατρείας παρέχεις, δωρεὰν τοῖς νοσοῦσιν ὦ Ἀρβανίτισσα, Θεοῦ γὰρ οὖσα Μήτηρ, τοῦ πάντα δυναμένου, τὰ ἀνέφικτα πέπρακται· καὶ διὰ σοῦ ἀγαθῶν, ἡ δόσις τελειοῦται.

Σύν μητρᾶσι ὡς μήτηρ, σὺν παρθένοις παρθένος ὡς ἀδιάφθορος, δωρῆσαι ἀφθαρσίαν, ἐλέους τε τὸν πλοῦτον, Μαριὰμ Ἀρβανίτισσα τοῖς τὴν σεπτήν σου μορφήν, πιστῶς ἀσπαζομένοις.

Τηλαυγῶς καθωράθης, ἐν νυκτὶ καὶ ἐν ὄρθρῳ ὦ Ἀρβανίτισσα, βαδίζουσα ἐν Χίῳ, καὶ κρούουσα Ναοῦ σου, τοῦ Ἁγίου τοὺς κώδωνας· καὶ τὰς κανδήλας αὐτοῦ, καλοῦσα τοῦ ἀνάπτειν.

Ἰταμότητα ᾅδου, καὶ θανάτου τὸν ὄλεθρον τὸν πικρότατον, ἠφάνισας εἰς τέλος Ἀνάστασιν δὲ πᾶσι, καὶ ζωὴν Ἀρβανίτισσα θεογεννῆτορ βροτοῖς, τῷ τόκῳ σου πιστοῦσαι.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Μὴ διαλίπῃς, ὑπὲρ ἡμῶν τῷ Υἱῷ σου, Ἀρβανίτισσα Κόρη πρεσβεύειν, τῶν τὰ μεγαλεῖα, ἐνδόξως σου τιμώντων.

Ὡς θαυμάσια ὦ Ἀρβανίτισσα Κόρη ὡς ἐξαίρετος πάνυ ὑπάρχει, τῆς σῆς παρουσίας, ἡ θεία ὡραιότης

Ἱλαρωτάτη, καὶ λιγυρά σου ἡ θέα, Μαριὰμ Ἀρβανίτισσα πέλει, σὲ τοὺς καθορῶντας, ἐκπλήττουσα ἐν Χίῳ.

Σημείοις θείοις, καὶ φοβεροῖς ὁ Υἱός σου, καὶ Θεὸς Ἀρβανίτισσα στέφει, δόξῃ ἀκηράτῳ, ὡς Ἥλιος γὰρ λάμπεις.

Ἰδόντες πάντες, οἱ ἐν τῇ Χίῳ Παρθένε, Ἀρβανίτισσαν σὴν προστασίαν, ἔχαιρον αἰνοῦντες, τὰς σὰς χοροστασίας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Διάχρυσον ἐσθῆτα, περιβεβλημένη, πεποικιλμένη τε στέφος, ἀφθάρτου τιμῆς, ὦ Ἀρβανίτισσα Κόρη, Θεῷ παρίστασαι.

Ὡς εὔδιον λιμένα, ἐν ταῖς τρικυμίαις, καὶ τοῖς κινδύνοις τοῦ βίου, ἡ Χίος πλουτεῖ, τὴν ἱεράν σου εἰκόνα, ὦ Ἀρβανίτισσα.

Ῥητόρων σιωπῶσι, χείλη εὐλαλοῦντα, καὶ καταπαύουσι φθόγγοι, λογίων ἀνδρῶν, σέβας διόντες πρεπόντως, σοὶ Ἀρβανίτισσα.

Ἀγγέλων στρατηγίαι, καὶ ταξιαρχίαι, τῶν Ἀρχαγγέλων σοι χαῖρε, βοῶσι χαρᾷ, ὦ Ἀρβανίτισσα Κόρη, Θεοχαρίτωτε.

Σφραγίς προφητευόντων, θύρα σωτηρίας, καὶ εὐλογίας ὑπάρχεις, ἡ ὄντως πηγή, ὦ Ἀρβανίτισσα Κόρη, Θεογεννητρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια. Ὧν ἡ ἀκροστιχίς·
«Χαίροις Χίου ἔφορε».

Χαίροις τῶν μητέρων ἡ χαρμονή, χαίροις τῶν παρθένων ἡ ὑπέρκαλλος καλλονή, χαίροις γῆς ἁπάσης καὶ Οὐρανοῦ ἡ δόξα ὦ Δέσποινα ἀνύμφευτε Ἀρβανίτισσα.

Ἄνθη θεοδρέπτων ὑμνῳδιῶν, δῶρα ὡς εὐώδη προσενέγκωμεν οἱ πιστοί, τῇ Ἀρβανιτίσσῃ παρθένῳ Παναγία· αὐτὴν προσυπαντῶντες ἀγαλλιώμενοι.

Ἰάσεις σωμάτων τε καὶ ψυχῶν, βλύζει ἀενάως ἡ εἰκών σου ἡ ἱερά, νῆσον δὲ τῆς Χίου πλουτεῖς ἐν ευλογίαις· Παρθένε Ἀρβανίτισσα θεονύμφευτε.

Ῥάβδῳ ευστοργίας σου μητρικῆς, τρίβον εἰς εὐθεῖαν σωτηρίου διαμονῆς, σὺ ἐν άσφαλείᾳ ἰθύνεις Παναγία ὑψοῦσα ἐκ βαράθρων ὦ Ἀρβανίτισσα.

Ὅμιλος παρθένων πανευλαβῶς, ἄθροισμα πιστῶν τε Ὀρθοδόξων πᾶσα πληθῦς, λόγοις ἐγκωμίων καὶ ὕμνοις εὐαρέστως· αἰνοῦσι Παναγίαν τὴν Ἀρβανίτισσαν.

Ἴνδαλμα τῆς πλάνης τὸ εἰδεχθές, ἔῤῥιπται εἰς χάος καὶ συντέτριπται παντελῶς, σοῦ τῷ θείῳ τόκῳ καὶ κέρας ἀληθείας· ἠνόρθωται ἐνδόξως ὦ Ἀρβανίτισσα.

Σέλας ἡλιόμορφον καὶ τερπνόν, εἴδομεν Παρθένε Ἀρβανίτισσα διὰ σοῦ, ἄρχοντα τεκοῦσα καὶ ποιητήν τῶν φώτων· αὐγάζεις γὰρ τοῦ κόσμου ἅπαν τὸ πλήρωμα.

Χίος μεγαλόνησος καθόρα, σοῦ τὴν παρουσίαν Ἀρβανίτισσαν Μαριάμ, ἅμα τε συγχαίρει τῶν Καρυῶν χωρίον· Ἐλλάς τε πᾶσα στέργει τὴν προστασίαν σου.

Ἵλαθι Παρθένε ὡς συμπαθής, βλέψον εἰς λαόν σου τὸν ἐλπίζοντα ἐπὶ σέ, δίδου σῆς προνοίας τὰς δωρεᾶς ἀφθόνως· καὶ σκέπε σοὺς ἱκέτας ὦ Ἀρβανίτισσα.

Ὅρμον εἰς ἀκύμαντον τοῦ Χριστοῦ, ἴθυνον σοὺς δούλους Ἀρβανίτισσα Μαριάμ, πᾶσι δὲ καρδίαν γαληνιῶσαν δίδου· καινίζουσα τὴν χάριν τὴν εἰρηνόμορφον.

Ὕψος παρθενίας σου ἐξυμνῶ, βάθος σῆς ἁγνείας Ἀρβανίτισσα εὐφημῶ, μέλπω σῶν χαρίτων τὸ πέλαγος τὸ μέγα· καὶ πλῆθος σῶν θαυμάτων τὸ ἀπροσμέτρητον.

Ἔρεισμα ἀκράδαντον τῶν πιστῶν, τεῖχος οἰκουμένης καὶ ἀπόρθητον ὀχυρόν, σθένος πολεμούντων καὶ νίκη τῶν ἀθλούντων· σύ εἶ ἀδιαψεύστως ὦ Ἀρβανίτισσα.

Φάλαγγες δαιμόνων αἱ ζοφεραί, ἥττηνται Παρθένε Ἀρβανίτισσα σῷ φωτί, πρόσωπα πιστῶν τε λαμπρύνονται σῇ δόξῃ· καὶ τάξεις τῶν Ἀγγέλων συνεπαγάλλονται.

Ὄμματα καρδίας μετὰ σπουδῆς, αἴρομέν σοι Κόρη Ἀρβανίτισσα δουλικῶς, σοῦ τὴν συμμαχίαν αἰτούμενοι ἐν πίστει· καὶ ῥώμῃ πεποιθότες τῆς σῆς δυνάμεως.

Ῥόδον τὸ ἀμάραντον καὶ τερπνόν, ἤνθησας Παρθένε Ἀρβανίτισσα τὸν Χριστόν, οὗ ταῖς ἀποῤῥήτοις καὶ θείαις εὐωδίαις· εὐφραίνονται καρδίας τὰ αἰσθητήρια.

Ἔχουσι Ναόν σου τὸν ἱερόν, Καρυαῖ τῆς Χίου ὡς θεόκτιστον θησαυρόν, ἅμα τε εἰκόνα πλουτοῦσί σου ἁγίαν· χρυσοῦ τιμιωτέραν ὦ Ἀρβανίτισσα.

Ἴδε τήν πενίαν μου Μαριάμ, βλέψον εὐτελείας τῆς πολλῆς μου ἐν οἰκτιρμοῖς, πλοῦτόν μοι παράσχου τῆς σῆς ἀγαθωσύνης· ὡς Μήτηρ τοῦ ἀλέους ὦ Ἀρβανίτισσα.

Χαίροις χαροπάροχε Μαριάμ, χαίροις Παραδείσου ἡ εὐφρόσυνος ἀπαρχή, χαίροις σωτηρίας ἡ ἀληθὴς αἰτία βεβαίωσις ἐλπίδος ὦ Ἀρβανίτισσα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκιον. Ἦχος ἀ’. Τῆς έρημου πολίτης.
Τῆς Ἑλλάδος ἡ σκέπη, τῶν πιστῶν καταφύγιον, γένους τῶν Ῥωμηῶν προστασίᾳ, Καρυῶν Χίου ἔφορος· λαοῦ σου ἀντιλήπτωρ καὶ φρουρός, Παρθένε Ἀρβανίτισσα σὺ εἶ, ὁρωμένη μετὰ σώματος ἐμφανῶς, καὶ ἐν πολέμοις σπεύδουσα· χαίροις ἡ κηδεμών τῶν ἐν δεινοῖς, χαίροις τροφὸς ἡ εὔστοργος, χαίροις ἡ ἐλεοῦσα τὸν Θεόν, ὡς Τούτου Μήτηρ ἄχραντος.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίροις Ἀρβανίτισσα σεμνή, χαίροις τῶν πιστῶν ἀντιλήπτωρ, τῶν ὀρφανῶν προμηθεῦ, ἄρτος τῶν πεινώντων τε, ὁ ἀδαπάνητος· τῶν ἐν δίψει ἀνάψυξις, πενήτων ἡ σκέπη, θάλψις θλιβομένων τε, καὶ περιβόλαιον· χαίροις ἰατὴρ τῶν νοσούντων, χαίροις ἀγαθῶν οὐρανίων· ἡ διαιωνίζουσα ἀπόλαυσις.

Νεῦσον ταῖς δεήσεσιν ἡμῶν, ἄκουσον φωνῆς στεναγμοῦ τε, εὐσυμπαθήτῳ ῥοπῇ, ὦτα σου διάνοιξον, ταῖς παρακλήσεσιν· ἀναξίων προσφύγων σου, πιστῶς αἰτουμένων, σοῦ τὴν οἰκειότητα τὴν ἀκατάληπτον· ἔχεις τοῦ Θεοῦ γὰρ ὡς Μήτηρ, σπλάγχνα οἰκτιρμῶν ἀμετρήτων· Κόρη Ἀρβανίτισσα θεόνυμφε.

Χίος ἐγκαυχᾶται ἱερῶς, σοῦ τῇ ἐμφανεῖ παρουσίᾳ, ἐν τοῖς ἐσχάτοις καιροῖς, χαίρει τὸ χωρίον τε, τῶν Καρυῶν καὶ σκιρτᾷ· ὁρατῶς γὰρ παρίστασαι, ἐν τούτῳ Παρθένε, θείαις ἐμφανίσεσιν, ὡς Ἀρβανίτισσα ὕμνους εὐχαρίστως διό σοι, ψάλλουσι βοῶντες ἁπαύστως· χαίροις τῶν Ἀγγέλων ἡ εὐπρέπεια.

Σπεῦσον ἐξελοῦ με τῶν δεινῶν, καὶ τῶν συμφορῶν λύτρωσαί με, τῇ κραταιᾷ σου χειρί,  θραῦσον τὰ βουλεύματα, τοῦ πολεμητορος· καὶ τὸν νοῦν μου ἀνάγαγε, πρὸς φῶς θειοτάτης, καὶ ἀδιαδόχου τε, μακαριότητος· πάντα γὰρ ποιεῖς ἀκωλύτως, ὡς Θεοῦ τοῦ πάντων Δεσπότου Μήτηρ Παναγία Ἀρβανίτισσα.

Χάριν τὴν πολύδωρον ἡμῖν, δίδου Ἀρβανίτισσα Κόρη, ταῖς μητρικαῖς σου λιταῖς, πᾶσι τοῖς προστρέχουσι, τῇ ἀντιλήψει σου· καὶ πιστῶς μεγαλύνουσι, τῶν σῶν θαυμασίων, πλῆθος τὸ ἀμέτρητον, καὶ ἀξιέραστον πόθῳ προσκυνοῦσί τε ἅμα, σοῦ τὴν παναγίαν εἰκόνα· ἣν ἡ Χίος ἔχει ὡς παλλάδιον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχα Ἀκροτελεύτια·
Διὰ παντός με φύλαττε ἐκ τῶν δεινῶν τοῦ βίου,
ἀπὸ βαθέων κράζει σοι ἡ πένης Ίσιδώρα,
Δέσποινα Ἀρβανίτισσα τοῦ κόσμου προστασία,
τῆς Χίου τε ἀντίληψις, τῶν Καρυῶν Κυρία,
ἐν ᾗ ορασαι ἐμφανῶς ἐν τοῖς ὑστέροις χρόνοις,
πιστῶν εἰς περιποίησιν, λαοῦ εἰς σωτηρίαν,
ἵνα τὸ σὸν δοξάζωμεν Ὄνομα Παναγία,
καὶ τὸν Υἱόν σου καὶ Θεὸν λατρεύωμεν ἐν πίστει,
Ὁμοουσίῳ σὺν Πατρὶ καὶ Πνεύματι Ἁγίῳ,
Τριάδα τὴν Ὁμόθεον, Μονάδα Τρισαγίαν,
ἡ δόξα καὶ προσκύνησις ἀνήκει εἰς αἰῶνας.