Παρακλητικός Κανών εις την Κυρίαν Δέσποιναν ημών Θεοτόκον την Ελεούσαν

Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετρίτου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Τὸν Ἐλεήμονα Θεὸν ἡ τεκοῦσα, ἐκ τῆς γαστρός σου, ἀγαθὴ Ἐλεοῦσα, πλουτεῖς εὐπαῤῥησίαστον πρεσβείαν πρὸς Αὐτόν· ὅθεν τοὺς τιμῶντάς σου τὴν ἁγίαν εἰκόνα, φύλαττε ἀείποτε, ἐκ κινδύνων παντοίων, καὶ τῷ ἐλέει θείας σου στοργῆς, ἡμῖν συγχώρει, τὰ ἄπειρα πταίσματα.

Δόξα.
Ὅμοιον.

Τὴν σεβασμίαν σου Μονὴν Ἐλεοῦσα, ἐν ᾗ συνήθροισας ἡμᾶς ὡς στρουθία, διὰ παντὸς περίσκεπε ταῖς θείαις σου εὐχαῖς,
πάντοτε ἀνάπτουσα, ἐν ἡμῖν τὴν ἀγάπην, καὶ τὴν ἐπιπόθησιν, τῆς Χριστοῦ Βασιλείας, ὅπως ὁμοῦ μετὰ παρθενικῶν, χορῶν τῆς δόξης Αὐτῆς συμμετάσχωμεν.

Καὶ νῦν.
Ὅμοιον.

Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ψάλλεται ὁ κανών, οὗ ἡ ἀκροστιχίς·
Ἐλέους ἄνοιξον ἡμῖν, Ἐλεοῦσα, τὴν πύλην. Ἀ(θανάσιος).

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἐλέους τεκοῦσα Θεόν, Ἁγνή, Αὐτὸν ἐκδυσώπει, ὑπὲρ πάντων τῶν εὐλαβῶς, τιμώντων τὴν θείαν σου εἰκόνα, τὴν ἐκπηγάζουσαν ῥεῖθρα ἰάσεων.

Λιμένα εὑρίσκομεν, Ἀγαθή, σεπτήν σου εἰκόνα, ἐν κινδύνοις καὶ πειρασμοῖς, εἰδότες ὡς πάντοτε ἐκβλύζει, θείου ἐλέους ἀείζωα νάματα.

Ἐλέησον πάντας τοὺς εὐλαβῶς, καταπροσκυνοῦντας, Ἐλεοῦσα, τὴν σὴν μορφήν, καὶ δίδου ἑκάστῳ τὸ συμφέρον, πρὸς σωτηρίας ψυχῆς τὴν ἐπίτευξιν.

Οὐράνιον δῶρον παρὰ Θεοῦ, ἡμῖν ἐχαρίσθη, Ἐλεοῦσα, ἡ σὴ εἰκών, ἐν ταύτῃ γὰρ ᾤκησεν ἡ χάρις, ἣν διανέμεις τοῖς πόθῳ τιμῶσί σε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὕψωσόν σου τὰς χεῖρας, πρὸς τὸν Θεὸν, Πάναγνε, καὶ ὑπὲρ ἡμῶν ἐκδυσώπει, τῶν προσκυνούντων σε, εἰ γὰρ καὶ σφάλλομεν, ὅμως εἰς σὲ τὴν ἐλπίδα, Ἐλεοῦσα, ἔχομεν, ἐπανορθώσεως.

Στῆσον, ὦ Ἐλεοῦσα, τὰ τοῦ ἐχθροῦ σκάνδαλα, καὶ ψυχαῖς εἰρήνην σου δίδου, ἀπαρασάλευτον, ὅπως δοξάζωμεν,
τὴν ἀνυπέρβλητον χάριν, ἣν παρέσχε Κύριος, σοὶ τῇ Μητρὶ Αὐτοῦ.

Ἀσθενοῦντας ἐν κλίνῃ, καὶ νοσεροῖς πάθεσι, ἴασαι, σεμνὴ Ἐλεοῦσα, ταῖς ἱκεσίαις σου· ὅπως εὐγνώμονα, εὐχαριστίαν καρδίας, πάντοτε προσφέρωμεν, ὡς εὐεργέτιδι.

Νικητάς, Ἐλεοῦσα, κατὰ παθῶν ἅπαντας, δεῖξον τοὺς αἰτοῦντας ἀπαύστως, τὴν σὴν βοήθειαν, ὅτι ὑπέρκειται,
ἡμῶν τὸ βάρος τοῦ ἔθους, ὅπερ προσεγένετο, φύσις δευτέρα τις.

Διάσωσον, ἀπὸ κινδύνων καὶ βλάβης ἀντικειμένου, τοὺς προστρέχοντας πίστει ἁγία εἰκόνι σου, καὶ δίδου χάριν μητρικὴν, Ἐλεοῦσα Παρθένε.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Ἐλεοῦσα, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἐλέους πηγήν, τὸν Κύριον γεννήσασα, ἐλέους καὶ σύ,
παρέχεις τὰ χαρίσματα, Ἐλεοῦσα πάνσεμνε, τοῖς τιμῶσι σεπτὴν εἰκόνα σου, καὶ προστασία ἀῤῥαγής, ὑπάρχεις, Πάναγνε, τῆς Μάνδρας σου.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ὅταν νέφη σκοτίζωσι, Μῆτερ Ἐλεοῦσα, ψυχὰς τῶν τέκνων σου, καὶ προβλήματα παράγωσιν, ἥλιον ἡμῖν δὸς τῆς ἀγάπης σου.

Ἰατρὸς ἐπιφάνηθι, ἐν ταῖς ἀσθενείαις ψυχῆς καὶ σώματος, Ἐλεοῦσα, τῶν τιμώντων σε, ῥῶσιν ἀδιάσειστον παρέχουσα.

Ξενωθέντας τοῖς πταίσμασι, αὖθις, Ἐλεοῦσα, ἡμᾶς ἐπίστρεψον, εἰς ἀγάπην θείου Τόκου σου, καὶ ἀεὶ ἀπτώτους διαφύλαξον.

Οὐδαμόθεν βοήθειαν, ἄλλην, Ἐλεοῦσα, τῆς σῆς ἐλπίζομεν, ἐν κινδύνοις καὶ ἐν θλίψεσιν, ἃς γεννᾷ τοῦ βίου ἡ περίστασις.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νοῦν ἡμῶν ναόν, Ἐλεοῦσα, δεῖξον ἅγιον, ἔνθα τὸ ὄνομα Κυρίου Ἰησοῦ, παραμένον, ἁγιάσει πᾶσαν ὕπαρξιν.

Ἧς δόξης Θεοῦ, ἀπολαύουσιν οἱ Ἅγιοι, σεπταῖς εὐχαῖς σου καταξίωσον, Ἐλεοῦσα, τοῦς τιμῶντας τὴν εἰκόνα σου.

Μεῖνον μεθ’ ἡμῶν, Ἐλεοῦσα, ἐν ταῖς θλίψεσι, καὶ ταῖς τοῦ βίου ἀδοκήτοις συμφοραῖς, χορηγοῦσα, τὴν ἐλπίδα τῆς ἀγάπης σου.

Ἵνα σε ἀεί, Ἐλεοῦσα, μεγαλύνωμεν, σύντριψον βέλη τοῦ ἀλάστορος, τοῦ πολεμοῦντος, πειρασμοῖς ἡμᾶς ἀείποτε.

ᾨδὴ Ϛ΄. Τὴν δέησιν.
Νεότητα, ἐκ πολέμων φύλαττε, Ἐλεοῦσα παναμώμητε Κόρη, σκέπην τὴν σήν, μυστικῶς ἐφαπλοῦσα, καὶ προστασίαν διδοῦσά σου ἄμαχον, ἐν ὥρᾳ τῇ τῶν πειρασμῶν, οὓς ὡς νέφη ταχέως ἀφάνιζε.

Ἐλέησον, Ἐλεῆμον Δέσποτα, ταῖς πρεσβείαις Ἐλεούσης Μητρός σου, πάντας ἡμᾶς, τοῦς εἰς σὲ βαπτισθέντας, καὶ τὴν σὴν κλῆσιν πλουτοῦντας τὴν πάντιμον, εἰ γὰρ καὶ πίπτομεν ἀεί, ἐξαιτούμεθα μέγα σου ἔλεος.

Λυποῦμέν σε, Ἐλεῆμον Κύριε, καθ’ ἑκάστην ταῖς πολλαῖς ἁμαρτίαις, ὅμως πρὸς σέ, προβαλλόμεθα πρέσβιν, τὴν Ἐλεοῦσαν καὶ Ἄχραντον Δέσποιναν, πιστεύοντες ὅτι πολύ, παρὰ σοὶ ἐξισχύει ὡς Μήτηρ σου.

Εὑρήκαμεν, ἀσφαλὲς προσφύγιον, Ἐλεοῦσα, τὴν ἁγίαν μορφήν σου, ἐξ ἧς ἀεί, τῶν χαρίτων τὸ πλῆθος, διαβιβάζεται τοῖς προσκυνοῦσί σε, καὶ πίστει λύσιν τῶν πολλῶν, αἰτημάτων ζητοῦσιν ἑκάστοτε.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Ἐλεοῦσα, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου ἄλγος.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Τοῦ ἐλέους Κυρίου πεπλήρωνται, οὐρανός, Ἐλεοῦσα, καὶ γήϊνα, ἐξ οὗ ἔφυ·ὁ Ἐλεήμων ἐκ κοιλίας σου ἁγνῆς, διὸ Τοῦτον ἐκτενῶς, μὴ διαλίπῃς ἐκζητεῖν, αἰτημάτων ἐκπλήρωσιν, πάντων τῶν προσκυνούντων, θείαν μορφήν σου, Μῆτερ, καὶ ἀξιώσῃ μετασχεῖν, τῶν Ἁγίων θείας χάριτος.

Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκᾶν
(1,39-49.56)
Ἐν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν Ὀρεινὴν, εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός μεϗ Ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ Ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Ταῖς τῆς Ἐλεούσης, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἐλεῆμον Κύριε, τῆς Ἐλεούσης Μητρός σου, ταῖς θερμαῖς δεήσεσιν, θύραν τοῦ ἐλέους σου πᾶσιν ἄνοιξον, τοῖς πιστῶς προσπίπτουσι τῇ αὐτῆς εἰκόνι, πᾶσαν νόσον ἐξιώμενος, ψυχῆς καὶ σώματος, καὶ ἐχθροῦ τὰ βέλη ἀφάνισον· εἰρήνην δὸς τὴν ἄσειστον, καὶ ἁμαρτιῶν τὴν συγχώρησιν.

Ἐν δὲ τῇ ἐσχάτῃ, ἡμέρᾳ καταξίωσον ἡμᾶς, τῆς ποθητῆς Βασιλείας σου, μετὰ τῶν Ἁγίων σου.

Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμμένος ἀπὸ σοῦ ἐκπορεύεται, Ἁγνὴ Παρθένε Ἐλεοῦσα, ἀλλ’ αἰτεῖται τὴν χάριν καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.

Μεταβολὴ τῶν βλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθενούντων ὑπάρχουσα, Ἐλεοῦσα Παρθένε, σῷζε Μάνδραν σου σεπτήν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Οὐρανὸς καὶ ἡ γῆ τε, διηγοῦνται τὸ ἔλεος Παντοκράτορος, δι’ ὅπερ σε παρέσχε, ἡμῖν τοῖς χριστωνύμοις, Ἐλεοῦσα προσφύγιον, ἐν τοῖς τοῦ βίου δεινοῖς, καὶ νόσοις πολυτρόποις.

Ὑπὲρ ποίμνης σου ταύτης, τῆς τιμώσης εἰκόνα τὴν σεβασμίαν σου, δυσώπει Ἐλεοῦσα, Φιλάνθρωπον Δεσπότην, ὅπως ἔλεος ἄπειρον, δείξῃ ἡμῖν τοῖς Αὐτόν, ἀεὶ δοξολογοῦσι.

Σάλον κόπασον Μῆτερ, λογισμῶν ἀμφιβόλων τῶν ἀνυμνούντων σε, καὶ πάρεχε εἰρήνην, ψυχαῖς ταῖς κλονουμέναις, Ἐλεοῦσα ἐκ θλίψεων, χαρὰν δὲ δίδου ἡμῖν, πρεσβείαις σου ἁγίαις.

Ἄγχη λῦε ταχέως, Ἐλεοῦσα ὡς νέφη ταῖς ἱκεσίαις σου, τῆς νόσου δὲ καρκίνου, ἀπάλαττε τοὺς ὅσοι, ἐπὶ κλίνης κατάκεινται, ὅπως τιμῶσιν ἀεί, τὴν θείαν σου εἰκόνα.

ᾨδὴ η΄. Τὸν βασιλέα.
Τοὺς δουλωθέντας, τῇ οὐσιῶν ἐξαρτήσει, Ἐλεοῦσα ἀπάλλατε ταχέως, καὶ ἐλευθερίαν, ψυχῶν τούτοις παράσχου.

Ἡ Μάνδρα αὕτη, πολυπληθῆ θαύματά σου, Ἐλεοῦσα κηρύττει διατόρως, ἣν ἀεὶ φυλάττοις, ἐκ θλίψεων παντοίων.

Νίκην παράσχου, κατὰ παθῶν Ἐλεοῦσα, τῶν θλιβόντων ψυχὰς τῶν προσκυνούντων, θείαν σου εἰκόνα, ἐν πάσῃ εὐλαβείᾳ.

Ποίαν ἑτέραν, καταφυγὴν Ἐλεοῦσα, πλήν σου εὕρωμεν ἐν δεινοῖς τοῦ βίου, οἱ τὴν σὴν εἰκόνα, πλουτοῦντες εὐγνωμόνως.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὑπὲρ παντὸς τοῦ κόσμου, εὔχου Ἐλεοῦσα, καὶ αἰτημάτων τὴν δέησιν πρόσδεξαι, λύσιν παρέχουσα τούτων, καὶ χάριν δίδουσα.

Λαόν σου Ἐλεοῦσα, καταφεύγοντά σοι, πλῆσον ἐλέους καὶ πάριδε πταίσματα, ὅπως τυχὼν Παραδείσου, ὑπερδοξάζῃ σε.

Ἡ χάρις σου μεγίστη, Ἐλεοῦσα Κόρη, καὶ ἡ ἰσχὺς τῶν εὐχῶν σου ἀπέραντος, ἃς τοῖς σεπτήν σου εἰκόνα, τιμῶσι δώρησαι.

Νυκτός τε καὶ ἡμέρας, ὕψωσον τὰς χεῖρας, πρὸς τὸν Δεσπότην Πανύμνητε Δέσποινα, καὶ τοῦ ἐλέους τὴν χάριν, ἡμῖν κατάγαγε.

Ἀγκάλαις σου κρατοῦσα, Ἐλεοῦσα Μῆτερ, Παντελεήμονα Κύριον αἴτησαι, ἁμαρτιῶν καὶ πταισμάτων, ἡμῶν τὴν ἄφεσιν.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξωτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Καὶ τὰ ἑξῆς Μεγαλυνάρια,
Μῆτερ Ἐλεοῦσα θαυματουργέ, τοὺς ἀσπαζομένους, τὴν εἰκόνα σου τὴν σεπτήν, σκέπε καθ’ ἑκάστην, ἀπὸ παντὸς κινδύνου, καὶ Βασιλείας πύλας, τούτοις ὑπάνοιξον.

Μὴ ἐλλίπῃς σκέπειν ἡμᾶς ἀεί, Ἐλεοῦσα Μῆτερ, ἀπὸ θλίψεων καὶ κακῶν, τοῦ ἀντικειμένου, παρέχουσα εἰρήνην, καὶ σταθερὰν ὑγείαν, ψυχῆς καὶ σώματος.

Θείῳ σου ἐλέει πληγὰς ἡμῶν, τὰς ἐξ ἁμαρτίας, Ἐλεοῦσα ὡς ἀγαθή, ἴασαι καὶ δίδου, μετάνοιαν πταισμάτων, καὶ ἀλλαγὴν τοῦ βίου, ψυχοσωτήριον.

Μητρικήν σου χάριν δίδου Ἁγνή, τοῖς ἐν ἀσθενείαις, καὶ παντοίοις βίου δεινοῖς, ὅπως Ἐλεοῦσα, εἰκόνα σου τὴν θείαν, τιμῶμεν ἐκ καρδίας, καὶ σὲ δοξάζωμεν.

Ὥσπερ ἔχομέν σε ἐν τῇ ζωῇ, Ἐλεοῦσα σκέπην, καὶ προσφύγιον ἀσφαλές, οὕτως ἐν ἡμέρᾳ, Δευτέρας Παρουσίας, γενοῦ πρὸς τὸν Δεσπότην, ἡμῶν μεσίτρια.

Πάντες οἱ χριστώνυμοι εὐλαβῶς, σὲ δοξολογοῦμεν, Ἐλεοῦσα Μῆτερ Θεοῦ, καὶ παρακαλοῦμεν, συγχώρησιν παράσχου, ἐν γνώσει καὶ ἀγνοίᾳ, ἐξαμαρτάνουσι.

Τὴν Μονήν σου φύλαττε ἀσινῆ, Μῆτερ Ἐλεοῦσα, ἐξ ἀλάστορος προσβολῶν, τὰς δὲ μοναζούσας, αὐτῆς μὴ διαλίπῃς, κρατεῖν ἐν τῇ ἀγάπῃ, Υἱοῦ φιλτάτου σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β.΄ Ὅτε ἐκ τοῦ ξύλου σε.
Δεῦτε Ἐλεούσης τὴν μορφήν, καταπροσκυνήσωμεν πόθῳ ἵνα ληψώμεθα, ἔλεος ἀμέτρητον τοῦ Φιλανθρώπου Χριστοῦ, νόσων σώματος ἴασιν, καὶ λύσιν ἀνάγκης, ἄρσιν πάσης θλίψεως, καὶ πειρασμοῦ τοῦ ἐχθροῦ. Αὕτη γὰρ ὡς Μήτηρ δωρεῖται, τοῖς ἐξαιτουμένοις ἐν πίστει, τάχιστα δεήσεων τὴν πλήρωσιν.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Διστίχον·
Τέξασα πηγὴν ἐλέους, Ἐλεοῦσα,
Τοῦτο πάρεχε τοῖς σὲ τιμῶσι πόθῳ.

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Ελεούσαν Πάτμου

Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια
Μ.Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

ΤΗΣ ΙΕΡΑΣ ΜΟΝΗΣ ΖΩΟΔΟΧΟΥ ΠΗΓΗΣ ΠΑΤΜΟΥ

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Kαὶ τὰ ἐξῇς·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὴν θαυματόβρυτον σεπτὴν σοῦ εἰκόνα ἐν πανιέρῳ σου Μονή, Ἐλεοῦσα, φερούσῃ κλῆσιν, Μῆτερ, Ζωοδόχου Πηγῆς, πόθῳ ἀσπαζόμενοι εὐλαβῶς σοὶ βοῶμεν, ἐμπλῆσον σὴς χάριτος τῶν σῶν δούλων καρδίας, καὶ ἀφθαρσίας δεῖξον ἀτραποὺς τοῖς ἐκζητοῦσιν Υἱοῦ σου τὸ ἐλεός.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὐ ἡ Άκροστιχίς·
Ἐλεοῦσα κατάπεμψόν μοι Υἱοῦ σου ἐλέη. X.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἐλέη κατάπεμψόν ἐφ’ ἡμᾶς  τοῦ μονογενοῦς σου θείου Τόκου καὶ Λυτρωτοῦ, βροτῶν τὰς χορείας Ἐλεοῦσα, Πατμίων νήσου ἀκέστορ καὶ πρόμαχε.

Λαμπὰς προστασίας χριστιανῶν, ὑπάρχουσα Μῆτερ, Ἐλεοῦσα, τὴν ζοφερὰν σκοτείαν παθῶν τῶν οἰκετῶν σου, φωτὶ σὴς χάριτος τάχος διάλυσον.

Εὐλόγει θεόθεν τοὺς εὐλαβῶς, μορφὴν προσκυνοῦντας, Ἐλεοῦσα, σὴν θαυμαστήν, ἐν κόλποις ὡς ὄλβον ἢν ἡ Μάνδρα, τῆς Ζωοδόχου Πηγῆς ἔχει ἄσυλον.

Οὐράνωσον φρόνημα τῶν πιστῶν, καὶ κοίμισον πάθη, τὰ χαμαίζηλα σαῖς εὐχαῖς, τῶν νῦν προσκυνούντων, Ἐλεοῦσα, τὴν θαυματόβρυτον ὄντως εἰκόνα σου.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὑπερύμνητε Μῆτερ, σὸν ἱερὸν ἔκτυπον, φέρον ἐν μετώπῳ μορφῆς σου ὄμμα, Μητρόθεε, τρίτον, τῶν σῶν οἰκετῶν τὰς προσευχὰς μὴ παρίδῃς, Ἐλεοῦσα πάναγνε, θεομακάριστε.

Σoῦ τὴν θείαν εἰκόνα ὡς θησαυρὸν ἔχουσα, τιμαλφῆ Πηγῆς Ζωοδόχου Μάνδρα ἡ πάνσεπτος, ἐν νήσω Πάτμω αὐτῇ, ἐν βίου ζάλαις προστρέχει, καὶ ἀντλεῖ ἑκάστοτε, ὕδωρ σῆς χάριτος.

Ἀκεσώδυνον φρέαρ δούλοις τοῖς σοῖς δέδοσαι, Μήτερ τοῦ Θεοῦ, Ἐλεοῦσα, σθένος καὶ δύναμιν, ῥῶσιν, ἰσχὺν καὶ χαρὰν στάζον διὸ σε τιμῶντες, σου τὸ θεῖον ἔκτυπον κατασπαζόμεθα.

Καταφύγιον θεῖον χριστιανῶν, Δέσποινα, Μῆτερ Ἐλεοῦσα, Πατμίων εὖχος ἀτίμητον, ἐν Ζωοδόχῳ Πηγῇ τὴν σὴν μορφὴν προσκυνοῦντες πάντες ἀπολαύομεν τῆς προστασίας σου.

Διάσωσον, Πατμίων γέρας, πανύμνητε Ἐλεοῦσα ἀπὸ μένους τοῦ πονηροῦ ἐχθροῦ καὶ κακότητος τοὺς πόθῳ εἰκόνα σὴν προσκυνοῦντας.

Ἐπίβλεψον ἐν εύμενεία, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Εἰκόνα τὴν σὴν διακοσμοῦσαν νάρθηκα, σεμνείου Πηγῆς τῆς Ζωοδόχου, Δέσποινα, εὐλαβῶς άσπαζόμενοι,Έλεοῦσα, θερμῶς σοι κραυγάζομεν τοὺς λογισμοὺς διόρθωσον ἡμῶν, καὶ βίον σῇ χάριτι ἁγίασον.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ἀσθενείας θεράπευσον,Έλεοῦσα, πάντων τῶν προστρεχόντων σοι, δι’ ἐλαίου τῆς κανδήλας σου, ὄγκον γυναικὸς ἡ ἀφανίσασα.

Τὴν Ἁγίαν εἰκόνα σου ξένως τὴν σβεσθεῖσαν καὶ αὖθις, Δέσποινα, χαραχθεῖσαν ὄμμα φέρουσαν,Έλεοΰσα, τρίτον ἀσπαζόμεθα.

Ἀποδίωξον τάχιστα  ζόφον ἀπιστίας λαοῦ τοῦ σπεύδοντος,  Ἐλεοῦσα, τὴν εἰκόνα σου προσκυνῆσαι χάριν τὴν ἐκχέουσαν.

Ποταμὸς τῶν ἰάσεων καὶ τῶν θαυμασίων χειμάῤῥους ἄφθονος, Ἐλεοῦσα μητροπάρθενε, ὤφθη ἡ εἰκὼν ἡ σεβασμία σου.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Εὖχος ἱερὸν νήσου Πάτμου καὶ θησαύρισμα, Ζωοδόχου πολυτίμητον μονῆς, Ἐλεοῦσα, περιφρούρει τοὺς τιμῶντάς σε.

Μέμνησο ἡμῶν,Έλεοῦσα Μητροπάρθενε, τῶν ἑκάστοτε σπευδόντων σαῖς λιταῖς καὶ πιστῶς ἀσπαζομένων τὴν εἰκόνα σου.

Ψάλλοντες λαμπρῶς τὴν πληθὺν τῶν θαυμασίων σου, Ἐλεοῦσα, προσκυνοῦμεν ταπεινῶς σὴν μορφήν, τὴν ξένως τρίτον ὄμμα ἔχουσαν.

Ὄμβρον σῶν εὐχῶν, Ἐλεοῦσα, ἐκδεχόμεθα οἱ ξηροὶ ἐξ ἔργων πίστεως καλῶν ἵνα χθόνα τῶν ψυχῶν ἡμῶν πιάνωμεν.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Νῦν ἄσμενοι, Ἐλεοῦσα, σπεύδομεν, τῶν Πατμίων οἱ χοροὶ προσκυνῆσαι, τὴν θαυμαστὴν σου εἰκόνα τὴν ξένως, σβεσθεῖσαν καὶ μετ’ ἡμέρας, πανύμνητε ἔχουσαν τρίτον ὀφθαλμὸν, χαραχθεῖσαν μονῆς σου ἐν νάρθηκι.

Μακάριοι, πάντες προσπελάζοντες, Ζωοδόχου τῇ μονὴ τῇ ἐν Πάτμω, καὶ προσκυνοῦντες σὴν θείαν εἰκόνα, τὴν παραδόξως προχέουσαν νάματα, ἰάσεων παντοδαπῶν, Ἐλεοῦσα, νοσούντων ἰάτειρα.

Οὐράνωσον, φρόνημα τῶν δούλων σου, καὶ κατάστειλον ὁρμάς τοῦ σαρκίου τῶν προσκυνούντων, σεπτῇ Ἐλεοῦσα, τὸν τρίτον ὄμμα εἰκόνα σου ἔχουσαν, ἀχειροτεύκτως, ἀγαθῇ, ταχινῇ οἰκετῶν σου βοήθεια.

Ἱλέωσαι σὸν Υἱὸν καὶ Κύριον, τοῖς προστρέχουσι πιστῶς, Ἐλεοῦσα, τὴν ἱλαρὰν σου μορφὴν προσκυνῆσαι, τὴν ὀχετοὺς θαυμασίων ἐκχέουσαν, καὶ καταρδεύουσαν ψυχάς, σῶν προσφύγων σῆς χάριτος νάμασι.

Διάσωσον, Πατμίων γέρας, πανύμνητε Ἐλεοῦσα, ἀπὸ μένους τοῦ πονηροῦ ἐχθροῦ καὶ κακότητος, τοὺς πόθῳ εἰκόνα σὴν προσκυνοῦντας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως  ἐπ’ έσχατων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τοῦ ἐλεήμονος Λόγου τοῦ Κτίσαντος πάντες μητέρα θερμῶς τῇ φιλόστοργον ἒν κατανύξει ψυχῆς μεγαλύνωμεν ὡς ἐλεοῦσαν βροτῶν τὰ συστήματα βοώντες· Χαῖρε, πηγὴ ἀγαθότητος.

Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματος σου ἐν πάσῃ γενεὰ καὶ γενεά.
Στίχος. Τὸ πρόσωπον σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α´ 39-49, 56)
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτα μου ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχὴ μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσι με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησε μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριάμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Ταῖς λιταῖς, Οἰκτίρμων, τὸν κόσμον Ἐλεούσης ἐξάλειψον μητρὸς σου τὰς ἡμῶν ἁμαρτάδας.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἑμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἐλεοῦσα πάναγνε, Πατμίων πάνσεπτον γέρας,  σου τὸ θαυματόβρυτον, πόθῳ ἀσπαζόμενοι θεῖον ἔκτυπον, τὸ ἐν τῷ νάρθηκι, χαραχθὲν τῆς μάνδρας, Ζωοδόχου ὄντως Κρήνης σου, ἀναβοῷμέν σοι Κεχαριτωμένη πανύμνητε, ἡ πάντας περισκέπουσα καὶ περιφρουροῦσα ἑκάστοτε, ῥῦσαι σοὺς οἰκέτας, παντοίων Θεοτόκε συμφορῶν, καὶ κατωδύνων ἀπάλλαξον νόσων καὶ κακώσεων.

Σῶσον, ὁ Θεός, τὸν λαὸν Σου…

ᾨδὴ ζ΄. Οι ἐκ τῆς Ἰουδαίας.
Ὑμνηπολῶν σου Ἴσθι ταχινῇ προστασίᾳ καὶ φύλαξ ἄγρυπνος, Παρθένε Ἐλεοῦσα, τῶν σοῦ ἀσπαζομένων ἐν τῇ Πάτμω εἰκόνα σου, τῆς Ζωοδόχου Πηγῆς, Μονὴ τῇ σεβασμία.

Ἰαμάτων χειμάῤῥους καὶ ἀείρυτος κρήνῃ θαυμάτων δέδεικται, ἡ πάνσεπτος μορφὴ σου, ἐν Πάτμω, Ἐλεοῦσα, ἢν πιστῶς ἀσπαζόμενοι, ἀντλοῦμεν τὴν ἐξ αὐτῆς, ἐκχεομένην χάριν.

Οἱ πιστοῖ καθ’ ἑκάστην ἐν τοῦ βίου ταῖς ζάλαις καὶ πάσαις ἁλιήρεσι, προστρέχουσι σῇ θεία, εἰκόνι, Ἐλεοῦσα, Θεοτόκε πανύμνητε, πληροῦνται θείας χαράς, ταχὺ καὶ εὐφροσύνης.

Ὑπὲρ πάντων δυσώπει σὸν Υἱόν, Ἐλεοῦσα, μεγαλυνόντων σε, καὶ σοῦ ἀσπαζομένων, εἰκόνα τὴν Ἀγίαν τρίτον ὄμμα τὴν ἔχουσαν, ἐν Ζωοδόχῳ Πηγῇ, κοσμούσῃ νῆσον Πάτμον.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Σέβας καὶ κλέος, Πατμίων, σκέπε ἀπαύστως,Έλεοῦσα, χοροὺς μονοτρόπων, καὶ προσκυνητῶν σου, πανευλαβῶν τὸν δῆμον.

Οὐρανοδρόμον, δεῖξον πορείαν σοῖς δούλοις, Ἐλεοῦσα Παρθένε, ὡς πάντων, ἀπλανὴς πρὸς πόλου, ἰθύντειρα ἐπάλξεις.

Ὑμνῶν οὗ παύων, τῆς χάριτος σου τὸ πλῆθος, Ἐλεοῦσα, καὶ σὴν προστασίαν, ἢν δεικνύεις πᾶσι, σὲ ἀνυμνολογοῦσιν.

Ἐλέησόν με,  καὶ τῆς καρδίας μου ῥύπον, πρεσβειῶν σου ἀπόπλυνον ῥείθροις, πρὸς τὸν Ζωοδότην, Υἱὸν σου, Ἐλεοῦσα.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Λιμὴν τῶν ποντουμένων, εὔδιος ὑπάρχεις Πατμίων ἐν βίου δίναις καὶ κλύδωσι, καὶ γαληνός, Ἐλεοῦσα, ὅρμος, πανύμνητε.

Εὐλόγει οὐρανόθεν, τοὺς ὁμολογοῦντας, κλῆσιν σὴν τήν, Ἐλεοῦσα πανθαύμαστε, καὶ εὐλαβῶς προσκυνοῦντας, τὸ σὸν ἐκτύπωμα.

Ἡγιασμένη Μῆτερ τοῦ πανευίλατου, Δημιουργοῦ ἐλαιοῦσα, τοῦ σύμπαντος, ἐλέει πάντας ζητοῦντας, τῇ σὴν ἀντίληψιν.

Χαρίτωσον σοὺς δούλους, τοὺς ἀσπαζομένους, ἐν Ζωοδόχῳ Πηγὴ τὴν εἰκόνα σου, τὴν θαυμαστήν, Ἐλεοῦσα, θεοχαρίτωτε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Μῆτερ Ἐλεοῦσα, θαυματουργέ, τοὺς ἀσπαζομένους Ζωοδόχῳ ἐν τῇ Πηγῇ σὴν μορφήν, ἐλέει ἀπαύστως καὶ ἀρήγει τοῖς μεγαλύνουσι σε πόθῳ ἑκάστοτε.

Θησαυρῶν ὡς ἄσυλον ἀληθῶς, ἔχει τὴν μορφὴν σου ἡ ἐν Πάτμω σεπτῇ Μονῇ μῆτερ Ἐλεοῦσα, Πηγῆς τῆς Ζωοδόχου, ἢν πόθῳ προσκυνοῦντες σὲ μεγαλύνομεν.

Ἐλεοῦσα Μῆτερ τοῦ Λυτρωτοῦ, σκέπε τοὺς Πατμίους, καὶ χορείας μοναζουσῶν, τὴν ἐν τῷ σεμνείῳ Πηγῆς τῆς Ζωοδόχου, σεμνῶς ἐνασκουμένην, Θεογεννήτρια.

Τὴν σβεσθεῖσαν ξένως σὴν Ἱερὰν, καὶ σεπτὴν εἰκόνα, Ἐλεοῦσα καὶ θαυμαστώς, αὖθις χαραχθεῖσαν ἐν νάρθηκι μονῆς σου, Πηγῆς τῆς Ζωοδόχου νῦν ἀσπαζόμεθα.

Ἅπαντες ἐλέει τοὺς εὐσεβεῖς ἀπεκδεχομένους, Ἐλεοῦσα, σὴν μητρικὴν χάριν καὶ πρεσβείαν πρὸς τὸν μονογενῆ σου, Υἱόν τὸν Ζωοδότην παντελεήμονα.

Σκέπε καὶ προστάτευε ἀκλινῶς, τοὺς πιστοὺς Πατμίους καὶ βοήθει τοῖς ἐκτενῶς, μεγαλύνουσι σε, Κυρία Θεοτόκε,Παρθένε Ἐλεοῦσα, κόσμου διάσωσμα.

Πάσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀρωγῆς σου σφραγῖδα ἀγρύπνου φέρουσαν, ἐν τῷ μετώπῳ μορφὴν σου, ἐν Ζωοδόχῳ Πηγῇ προσκυνοῦντες, Ἐλεοῦσα θαυματόβρυτε, ἀναβοῷμεν σοῦ Υἱοῦ, ἐλεήμονος Θεοῦ, κατάπεμψον τὰ ἐλέη, πιστοῖς Πατμίοις καὶ πᾶσιν, ἐκδεχομένοις τὴν σὴν εὔνοιαν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τὸν Ξύλου.
Μῆτερ Ἐλεοῦσα, θαυμαστῇ, τοὺς ἀσπαζομένους εἰκόνα, ἐν κατανύξει ψυχῆς, τὴν κοσμοῦσαν νάρθηκα τῆς Ζωοδόχου Πηγῆς, ἐν τῇ Πάτμω διάσῳζε, ἐκ βλάβης τοῦ πλάνου, κατωδύνων θλίψεων, δεινῶν κακώσεων, καὶ ἀσθενειῶν ἀνιάτων, ἵνα τὴν σὴν χάριν ἐκθύμως, πάντες οἱ πιστοῖ ὁμολογῶμεν σου.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Έλέησον, Χαραλάμπη, Ἐλεοῦσα,
σὺν Γεωργίῳ καὶ μοναζουσῶν δήμοις.

 

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Χαριτόβρυτον Ελεούσαν της Ξυνιάδος Δομοκού

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ εξής·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Γὴν ἐξαχθεῖσαν ἐκ τῆς γῆς τῶν λαγόνων ὑπερφυῶς ἐν τοῖς ἐσχάτοις τοῖς χρόνοις εἰκόνα προσκυνήσωμεν πιστοὶ εὐλαβῶς τῆς Θεογεννήτορος, Ἐλεούσης Παρθένου, Δομοκοῦ ἀκέστορος καὶ Μονῆς Ξυνιάδος τῆς ἀρωγοῦ βοῶντες ἀκλινῶς· Ρῦσαι κινδύνων ἡμᾶς, Μῆτερ ἄχραντε.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανὼν, οὗ ἡ Ἀκροστιχίς·
Ἐλεοῦσα Ξυνιάδος, πιστοὺς περίσκεπε. Χ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἐπάκουσον πάντων ὡς ἀγαθὴ τῶν σὲ ἀνυμνούντων, Ἐλεοῦσα, πανευλαβῶς, Μονῆς Ξυνιάδος ἀντιλῆπτορ, καὶ Δομοκοῦ εὐσεβῶν καταφύγιον.

Λαμπάδα μοι ἄναψον ἀρετῆς, σεμνὴ Ἐλεοῦσα, Ξυνιάδος φῶς παμφαές, τῷ πίστει μορφήν σου προσκυνοῦντι, τὴν ἀστραπαῖς ηὐγασμένην χαρίτων σου.

Εὐλόγει τοὺς δούλους σου καὶ χαρᾶς, ἀφθίτου, Παρθένε, Ἐλεοῦσα, πλῆσον ἡμᾶς, εἰκόνα τὴν σὴν ἀσπαζομένους, ἐν Ξυνιάδος Μονῇ, τὴν πανάχραντον.

Ὁδόν μοι ὑπόδειξον σωστικὴν, τῷ σὲ ἀνυμνοῦντι, ὡς ἰθύντειραν ἀπλανῆ, πιστῶν πρὸς τὸν πόλον, Ἐλεοῦσα, τοῦ Δομοκοῦ πολυτίμητον κόσμημα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὑπερεύχου σῶν δούλων, Μῆτερ Θεοῦ, ἄχραντε, Ξυνιάδος μάργαρον θεῖον, καὶ σεμνολόγημα, τοῦ Δομοκοῦ, εὐλαβῶς, τῇ σῇ Μονῇ προσιόντων, Ἐλεοῦσα, χάριν σου πίστει ἀσπάσασθαι.

Σοῦ τὴν θείαν εἰκόνα, ἣν θαυμαστῶς ἔκρυβε, γῆ ἐπὶ αἰῶνας, Παρθένε, ἄρτι ἀνεύρομεν ὡς θησαυρὸν τιμαλφῆ, τῆς Ξυνιάδος ἀκέστορ, ἀτεκνίας ζόφωσιν τάχος ἡ λύουσα.

Ἀκεσώδυνον φρέαρ σοῖς ὑμνηταῖς δέδοσαι, Μάνδρας Ξυνιάδος, Παρθένε, ἄγρυπνε ἔφορε, τῶν ἀσθενούντων δεινῶς ἡ ταχινὴ θεραπεία καὶ τυφλῶν ἀνάβλεψις, Θεογεννήτρια.

Ξυνιάδος προστάτις καὶ Δομοκοῦ πέφηνας, φύλαξ, Ἐλεοῦσα Παρθένε, ἡ ἀπελαύνουσα, ἐκ τῶν προσφύγων τῶν σῶν, θαυματουργὲ Θεοτόκε, χάριτι δοθείσῃ σοι ἄλαλα πνεύματα.

Διάσωσον, τῆς Ξυνιάδος θησαύρισμα, Ἐλεοῦσα σοὺς οἰκέτας ἐκ συμφορῶν, κινδύνων, κακώσεων, στενώσεων, Μῆτερ, καὶ δυσθυμίας.

Ἔπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Παιδὸς προτροπῇ, Ἀθανασίου, εὕρομεν εἰκόνα τὴν σὴν ἐν Ξυνιάδι, Δέσποινα, Ἐλεοῦσα πάναγνε, ἣν πιστῶς προσκυνοῦντες βοῶμέν σοι· Τῶν σῶν χαρίτων ἔμπλησον ἡμᾶς μακρὰν τοῦ Υἱοῦ σου τοὺς καθεύδοντας.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὑμνῳδίαι συνώδευον, Ἐλεοῦσα, εὕρεσιν τῆς εἰκόνος σου, εὐλαβῶς ἣν ἀσπαζόμενοι ξένως ἀθυμίας ἐκλυτρούμεθα.

Νῦν προστάτιν ὡς ἄγρυπνον Ξυνιάδος Μάνδρας σὲ μεγαλύνοντες καταφεύγομεν σῇ χάριτι, Ελεοῦσα, βίου ἐν τοῖς κλύδωσι.

Ἲατρεῖον ἀδάπανον ὥφθη Ξυνιάδος Μονὴ ἡ πάνσεπτος, Ελεοῦσα, ἡ ἐκ μάστιγος τοῦ καρκίνου πάντας ἀπαλλάττουσα.

Ἀναργύρως ἰάματα, Ξυνιάδος Μῆτερ, παρέχεις ἅπασιν, ἡ εὐλάλους τῇ σῇ χάριτι κωφαλάλους ἅπαντας δεικνύουσα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Δύναμιν ἡμῖν, Ελεοῦσα, δὸς τὰ ἔνεδρα τοῦ ἀλάστορος συντρῖψαι τοῖς πιστῶς ἐν Μονῇ τῆς Ξυνιάδος προσκυνοῦσί σε.

Ὄμβρισον ἡμῖν, ὑετὸν τῆς προστασίας σου, Ξυνιάδος ἀντιλῆπτορ καὶ φρουρέ, Ἐλεοῦσα Θεοκῦμον, παντευλόγητε.

Σκέδασον ἀχλὺν, τῶν δεινῶν ἡμῶν καὶ θλίψεων, Ξυνιάδος ἰατρέ, Μῆτερ Θεοῦ, Ἐλεοῦσα, τῷ φωτὶ τῆς προστασίας σου.

Παῦσον τὰς ὁρμὰς, τῶν παθῶν καὶ πρὸς ἀπάθειαν, Ἐλεοῦσα, καθοδήγησον ἡμᾶς ἐν Μονῇ τῆς Ξυνιάδος προσκυνοῦντάς σε.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἰάτρευσον, ἄλγη τὰ κατώδυνα, Ἐλεοῦσα, Ξυνιάδος ἡ σκέπη, τῶν προσκυνούντων σὴν θείαν εἰκόνα, τὴν θεραπεύουσαν τάχος νοσήματα, πιστῶν σπευδόντων σῇ Μονῇ, ἰατρεῖον ἣν ἔδειξας ἄμισθον.

Στρουθίον σου, οὐρανόθεν ἔστειλας, ὁδηγῆσαι εὐσεβεῖς πρὸς Μονήν σου, τῆς Ξυνιάδος φρουρέ, Ἐλεοῦσα, ἡ τοὺς πιστοὺς πρὸς σκηνὰς κατευθύνουσα, τῶν οὐρανῶν τοῦ σοῦ Υἱοῦ, κατιδεῖν τῆς μορφῆς κάλλος ἄῤῥητον.

Τὴν χάριν σου, Ἐλεοῦσα πάνσεμνε, Ἀθανάσιος εὑρὼν ἐν λαγόσι, τῆς γῆς αὐτῇ πίστει ἔκτισε Μάνδραν, τῆς Ξυνιάδος, ἐν ἣ ἀσπαζόμενοι τὴν σὴν πανάχραντον μορφὴν, ὑγιείας καὶ ῥώμης πληρούμεθα.

Οὐράνωσον, οἰκετῶν σου φρόνημα προσκυνούντων σὴν ἁγίαν εἰκόνα, ἐν Ξυνιάδι, σεμνὴ Ἐλεοῦσα, καταφυγὴ Δομοκοῦ ὁμηγύρεως, τῶν εὐσεβῶν καὶ χαρμονὴ, τῶν ἐν λύπαις στενόντων καὶ θλίψεσι.

Διάσωσον, τῆς Ξυνιάδος θησαύρισμα, Ἐλεοῦσα σοὺς οἰκέτας ἐκ συμφορῶν, κινδύνων, κακώσεων, στενώσεων, Μῆτερ, καὶ δυσθυμίας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ το Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Τῆς ἀτεκνίας δεσμὰ διαλύουσαν καὶ νοσημάτων ὁμίχλην σκεδάζουσαν νῦν, Ἐλεοῦσαν Παρθένον, ὑμνήσωμεν τῆς Ξυνιάδος Μονῆς θείαν ἔφορον καὶ τρυχομένων θερμὸν καταφύγιον.

Προκείμενον
Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Τὸ πρόσωπόν σοὺ λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Εὐαγγέλιον
ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. α΄ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς την Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καὶ ἅγιον τὸ ὄνομά Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Ἐλεούσης κόσμου Μητρός σου ἱκεσίαις ἐξάλειψόν μου, Σῶτερ, τὴν πληθὺν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Δεῦτε προσκυνήσωμεν ἐν τῇ Μονῇ Ξυνιάδος, τὸ σεπτὸν ἐκτύπωμα τῆς Θεογεννήτορος βλῦζον ἅπασι, τοῖς πιστοῖς νάματα, ξένως ἰαμάτων, καὶ βοήσωμεν ἐκ πίστεως· Μῆτερ τοῦ Κτίσαντος, Ἐλεοῦσα, δεῖξον τὴν χάριν σου, τοῖς σπεύδουσιν ἑκάστοτε, προσκυνῆσαι θείαν εἰκόνα σου, χρόνοις ἐν ἐσχάτοις, ἣν εὕρομεν ὀτρύνσει σου σεπτῇ, ἐν γῆς λαγόσι, Μητρόθεε, Δομοκοῦ θησαύρισμα.

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὑμνηπόλων σου φύλαξ καὶ φρουρός, Ἐλεοῦσα, ἡμᾶς ἐπόπτευε θεόθεν τοὺς ἐν πίστει, ἐν Ξυνιάδι, Μῆτερ, προσκυνοῦντας εἰκόνα σου, ἡ ἀσθενοῦσι δεινῶς, παρέχουσα ιάσεις

Σὲ τὴν σκέπουσαν πάντας ἀκλινῶς, Ἐλεοῦσα, τοὺς σοὶ προσφεύγοντας, λαμπρῶς ἀνευφημοῦμεν, ὡς Ξυνιάδος Μάνδρας, ταχινὴν ἀντιλήπτορα, καὶ Θετταλῶν εὐλαβῶν, προσφύγων σου προστάτιν.

Παναγία Παρθένε, Ξυνιάδος κοσμῆτορ καὶ πολυτίμητον, θησαύρισμα μὴ παύσῃ, θεόθεν εὐλογοῦσα, καὶ ἀεὶ ἁγιάζουσα, τοὺς προσκυνοῦντας πιστῶς, θαυματουργὸν μορφήν σου.

Ἐξ εὐκλείας σου ὕψους, Ἐλεοῦσα, σοὺς δούλους ἀεὶ περίσκεπε, τοὺς σπεύδοντας εἰκόνα, σὴν θείαν προσκυνῆσαι, Ξυνιὰς ἥνπερ κέκτηται, ὡς ὄλβον Μῆτερ Θεοῦ, ὑπερευλογημένη.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥοὰς δακρύων, σμῆξον ἡμῶν Ἐλεοῦσα, μανδηλίῳ θερμῶν πρεσβειῶν σου, πρὸς μονογενῆ σου, Υὶόν χαρὰν τοῦ κόσμου.

Ἰσχὺν σοῖς δούλοις, δίδου ἀεὶ Ἐλεοῦσα, καθελεῖν τοῦ ἐχθίστου τὸ θράσος, Μάνδρας Ξυνιάδος, Φρουρέ Θεογεννῆτορ.

Σοῦ τὴν εἰκόνα, ἣν Ἀθανάσιος εὗρε, Ξυνιάδος Σεμνείου ὁ κτίτωρ, πόθῳ προσκυνοῦμεν, σὴν χάριν ἐκζητοῦντες.

Κῆπος θαυμάτων, ἡ Ξυνιὰς ἀνεδείχθη, Ἐλεοῦσα ὡς εὔοσμον ἄνθος, ἔχουσα εἰκόνα, τὴν σὴν Θεογεννῆτορ.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Εὐλόγει οὐρανόθεν, πάντας Ἐλεοῦσα, εἰς Ξυνιάδα προστρέχοντας χάριν σου, Μῆτερ Θεοῦ, προσκυνῆσαι, τὴν θαυματόβρυτον.

Πολύτιμον ὡς ὄλβον, κέκτηται μορφήν σου, τῆς Ξυνιάδος Μονὴ ἡ νεόδμητος, τῶν εὐσεβῶν Ἐλεοῦσα, τὸ καταφύγιον.

Ἐπάκουσον σῶν δούλων, Ἐλεοῦσα Μῆτερ, τῶν προσκυνούντων τὸ θεῖόν σου ἔκτυπον, ἐν Ξυνιάδος Σεμνείῳ, Θεογεννήτρια.

Ἀριστοῦ τοῦ εὐϊλάτου, Μῆτερ γλυκυτάτη, τῆς Ξυνιάδος Μονῆς ἐγκαλλώπισμα, τοὺς ἀδυνάτους ἐνίσχυε τῇ σῇ χάριτι.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ ἐπόμενα Μεγαλυνάρια,
Χαίροις, Ἐλεοῦσα θαυματουργέ, Μάνδρας Ξυνιάδος ἡ προστάτις καὶ ἀρωγός, χαίροις, εὐσεβούντων τοῦ Δομοκοῦ ἀκέστωρ, καὶ ῥῦστις ἐκ παγίδων τοῦ παναλάστορος.

Μῆτερ Ἐλεοῦσα τοὺς εὐλαβῶς, ἐν τῇ Ξυνιάδι προσκυνοῦντας τὴν σὴν μορφὴν, ῥύου ἀλγηδόνων ὀδυνηρῶν κινδύνων, καὶ βλάβης τοῦ ἐχθίστου, Θεογεννήτρια.

Παῖς ὁ Ἀθανάσιος σὴν μορφήν, εὗρε κεκρυμμένην, ἐν λαγόσι τῆς γῆς σεμνή, Ἐλεοῦσα Μῆτερ, κοσμῆτορ Ξενιάδος, ἐν ἠ λαμπρὸν Σεμνεῖον ἄρτι ἀνήγειρε.

Σκέπε, Ξυνιάδος Μονῆς φρουρέ, Θετταλίας σκέπη, καὶ ἀντίληψις κραταιά Δομοκοῦ Παρθένε, Κυρία Ἐλεοῦσα, καταφυγὴ σῶν δούλων καὶ παραμύθιον.

Δεῦτε προσκυνήσωμεν εὐλαβῶς, τὴν σεπτὴν εἰκόνα Ἐλεούσης, τὴν θαυμαστῶς, ἐν τῇ Ξυνιάδι ἀρτίως εὑρεθεῖσαν, πρὸς εὐσεβῶν ἁπάντων δήμου ἐνίσχυσιν.

Χαίροις, ἀσθενούντων ἡ ἰατρός, μάστιγος καρκίνου θεραπεύτρια ταχινή, χαίροις ἀτεκνίας ἡ λύσις Ἐλεοῦσα, Μονῆς τῆς Ξυνιάδος φύλαξ ἀνύστακτε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ξυνιάδος Σεμνείου φρουρὲ ἀνύστακτε, θαυματουργὲ Ἐλεοῦσα, τοῦ Δομοκοῦ εὐσεβῶν, καὶ ἁπάντων Θετταλῶν τὸ παραμύθιον, πέμψον ἐλέη σοῦ Υἱοῦ, ἐφ’ ἡμᾶς τοὺς ἐκτενῶς, ὑμνοῦντάς σου θαυμασίων, τὸ πλῆθος καὶ προσκυνοῦντας, τὴν χαριτόβρυτον εἰκόνα σου.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Μάνδρας Ξυνιάδος ἀρωγὲ καὶ φρουρέ, σεμνὴ Ἐλεοῦσα, τὴν σὴν ἁγίαν μορφήν, ἥνπερ ἀνεσύραμεν ἐκ γῆς γηθόμενοι, οἱ πιστοὶ ἀσπαζόμεθα, καὶ σὲ δυσωποῦμεν· Ῥύου περιστάσεων, παθῶν καὶ θλίψεων, πάντας μεγαλύνοντας πόθῳ, σοῦ τῶν θαυμασίων τὸ πλῆθος, καὶ σὴν προστασίαν τὴν ἀνύστακτον.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Διστίχον·
Εὐγενίαν ἀνάπαυσον, Ἐλεοῦσα,
σὺν Ἰωάννῃ Χαραλάμπης κραυγάζει.

 

Πηγή

Παρακλητικός Κανών εις την Θαυματουργική εικόνα της Παναγίας της Ελεούσης Ιεράς Μονής Κοιμήσεως Θεοτόκου Μικροκάστρου

Ποίημα Αδελφών της Ιεράς Μονής

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωϑεὶς ἐν τῷ Σταυρῷ.
Τῆς Θεοτόκου τῇ εἰκόνι προσδράμωμεν, οἱ ἐν δεινοῖς καὶ συμφοραῖς καὶ βοήσωμεν, Ὑπεραγίω Δέσποινα βοήϑιησον ἡμῖν, σπτεῦσον ἐξανάστησον, ἀπὸ βάϑους πταισμάτων· πρόφϑασον καὶ λύτρωσαι, ἀπὸ πάσις ἀνάγκης, τοὺς προσφυγόντας πόϑῳ ἱερῷ, τῇ σῇ Εἰκόνι, Ἐλεοῦσα Πανάμωμε.

Δόξα.
Ἐν τῇ εννήσει τὴν παρθενίαν ἐφύλαξας· ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε· μετέστης πρὸς τὴν ζωήν, Μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένῃ, ἐκ ϑανάτου τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε, Ἐλεοῦσα, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῥῤύσατο ἐκ τοσούτων κινδύνων τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ, σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Ὁ Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου

ᾨδὴ α΄. Ἦχος πλ.δ΄. Ὑγρὰν διοδεύσας.
Φώτισον τὸν νοῦν μου Μῆτερ Ἁγνή, τὸν ἐσκο τισμένον καὶ διάνοιαν τὴν ἐμήν, τὴν ἀμαυρωϑεῖσαν ἁμαρτίαις, καὶ πολυτρόποις κακίαις καὶ πάϑεσι.

᾿Ἐπάκουσον Κόρη εἰλικρινῶν, φωνῶν ἱκετῶν σου, τῶν βοώντων ἐν στεναγμοῖ, καὶ πόϑῳ ϑερμῷ καταφευγόντων, τῇ σῇ εἰκόνι, Πανύμνιντε Δέσποινα.

Καρδίας Παρϑένε τὴν συντριβήν, ἡμῶν μὴ παρίδῃς, ἀλλὰ πρόφϑασον ἐξελοῦ, ἐκ πάσις ἀνάγκης καὶ κινδύνων, καὶ συμφορῶν τὴν ἀχλὺν ἀποδίωξον.

Εὑφροσύνως ἄγειν μου τὴν ζωήν, ἀξίωσον Κόρη, Ἐλεοῦσα ὧς ἀγαϑή, πασχόντων ἁπάντῶν ἡ προστάτις, καὶ ϑλιβομένων τερπνὸν πὰραμύϑιον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Συντρηβή τῆς καρδίας, ὑπομονὴν ϑλίψεων, καὶ δοξολογίας ἀπαύστου, τὴν χάριν δίδου μοι, καὶ τὸ φρονεῖν ταπεινά, καὶ τὴν ἀγάπην πρὸς πάντας, Ἐλεοῦσα Πάνσεμνε, χαρὰ τῶν δούλων σου.

Πενταετές παιδίον, σὺ ἀληϑῶς Δέσποινα, χερσὶ ποσὶ βηματίζον, ἐν τῷ ναῷ Σου ἀνώρϑωσας, ἐν καταπλήξει πολλῇ, τῶν εὐσεβῶν γεννητόρων, διὸ βαϑεῖ ἐν γήρατι, ϑείαν Μορφήν σου εἰκόνισεν.

Τῆν ψυχὴν εὐφροσύνης, καὶ χαρμονῆς Δέσποινα, πλήρωσον τῶν ἐπιζητούντων τὴν σὴν ἀντίληψιν, καὶ προσφευγόντων ϑερμῶς, τῇ σϑεναρᾷ σου πρεσβείᾳ, καὶ μελπόντων Ἄχραντε, τὰ μεγαλεῖά Σου.

Φῶς τεκοῦσα δυσώπει, τὸν σὸν Υἱὸν Ἄχραντε, φῶς καταπεμφϑῆναι σοῖς δούλοις, καὶ ϑείαν ἔλλαμψιν, ἀκτῖνα χάριτος, Πνεύματος Παναγίου, ἀποστεῖλαι ἅπασι τοῖς σὲ γεραίρουσι.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, ὧς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Ἐλεοῦσα, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου ἄλγος.

Αἴτησις καὶ τὸ Κάϑισμα.
Ἦχος β΄. Πρεσβεία ϑερμή.
Πρεσβεία ϑερμή, τῶν ἐπικαλουμένων σε, ὑπάρχεις Σεμνή, ἐλέους ἡ ἄβυσσος, Μικροκάστρου τὸ τεῖχος, τῶν πιστῶν ἡ ἀντίλινψις, πρόφϑασον, καὶ πειρασμῶν καὶ πάσης συμφορᾶς, λύτρωσαι τῇ ἑτοίμῃ πρεσβείᾳ σου.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Τῇς ψυχῆς μου τὴν ζόφωσιν, ἴδε ὦ Παρϑένε καὶ δὸς τὴν ἄφεσιν, τῶν παισμάτων καὶ βοήϑει μοι, τοῦ ἐχϑροῦ συντρῖψαι τὰ σοφίσματα.

Ἐλεοῦσα Πανύμνηπτε, δέξαι τῶν δακρύων κρουνοὺς καὶ χάρισαι, τῇς ψυχῇς εἰρήνην δέομαι, ἐπαξίως ὅπως μεγαλύνω σε.

Τὴν καρδίαν μου φώτισον, τὴν ἐσκοτισμένην τοῖς παραπτώμασι, καὶ διάνοιαν καταύγοσον, ἣ τὸ φῶς τὸ ἄρρητον κυήσασα.

Ἐπὶ σὲ τὴν ἐλπίδα μου, ἐπιρρίπτω κόρη Θεοχαρίτωτε, Ἐλεοῦσα, σύ με λύτρωσαι, τῶν βελῶν ἐχϑίστου κοσμοκράτορος.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἀτεκνον ποτέ, εὐτεκνοῦσαν ὧς ἐποίησας, οὕτω εὔκαρπον ἐν Πνεύματι ἀεί, τὴν ψυχήν μου, Πάναγνε ἀπέργασαι.

Ὃμβρισον ἡμῖν, δροσισμὸν τῆς εὐσττλαγχνίας σου, Ἐλεοῦσα, ὡς ἡμῶν καταφυγή, καὶ ψυχὰς ἡμῶν τῶν πόνων ἀνακούφισον.

Δώρησαι ἡμῖν, τὴν ὑγείαν δεομένοις σου, τῇς ψυχῆς ὁμοῦ καὶ σώματος ἀεί, ϑεραπεύουσα τῶν νόσων τὴν κατήφειαν.

Κάϑαρον Ἁγνή, τὰς ψυχὰς τῶν προστρεχόντῶν σοι, καὶ ἐπιζητούντων σε ϑερμῶς, καὶ κατάνυξιν παράσχου δεομένοιξ σου.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Τὸν νοῦν ἡμῶν, καὶ ψυχὴν καὶ καρδίαν, εὐωδίασον Παρϑένε Ἐλεοῦσα, τῇ μυστικῇ καὶ τερτπνῇ εὐωδίῳ, Πνεύματος ϑείου καϑάπερ ἠξίωσας, ἐκ τῆσδε ϑείας σου Μορφῆς, εὐωδίαν πεμφϑῆναι τοῖς δούλοις σου.

Ὡς τεῖχος, καὶ ἀπροσμάχητος ρῦστις, ἐκ παντοίων, πολυπλόκων τε κινδύνων, ἀσϑενενῶν καὶ δεινῶν συμπττωμάτων, ἐλευϑερεῖς τοὺ πρὸς σὲ καταφεύγοντας, χαρὰν διδοῦσα δαψιλῆ, καὶ εἰρήνην καὶ χάριν καὶ ἔλεος.

Εὐόδωσον, μετανοίας πρὸς τρίβον, τὴν ζωὴν ἡμῶν Παρϑένε Ἐλεοῦσα: καὶ πρὸς ἀκύμαντον ὅρμον Παρϑένε, τῆς ἀπαϑείας σοὺς δούλους ὁδήγησον, ὅπτως ὑμνῶμεν εὐλαβῶς, ἐν ᾧδαῖς σου τὸ ἅγιον ὄνομα.

Ἐντόμων, ἐπιδημίαν κακίστην, ὧς ἀπήλαασας Παρϑένε Ἐλεοῦσα, οὕτω καὶ νῦν τῶν δαιμόνων τὸ ϑράσος, τῇ πανσϑενεῖ σου πρεσβείᾳ διάλυσον, καὶ εἰρηναίαν τὴν ζωήν, τοῖς οἰκέτοις σου δώρησαν Πάνσεμνε.

Διάσωσον, στὸ κινδύνων τοὺς δούλους σου Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.

Ἂχραντε, ἣ διὰ λόγου τὸν Λόγον ἄνερμῃηνεύτως, ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπιησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.

Αἵτησις καὶ εὐθὺς τὸ Κοντάκιον
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἐλεοῦσα Μικροκάστρου ὑπέρμαχορκ, βοηθός τῶν ἐν ϑλίψει, ἀσϑενῶν ἡ ἀντίλιγψις, μὴν παρίδῃς ἀναξίων δούλων σου φωνάς, ἀλλὰ πρόφϑασον ὡς ἀγαϑή, καὶ περιφρούρησον ἡμᾶς, ἀπτὸ πάσις κακώσεως· χάρισαι δεομένοις, τὴν πάντερπνον εὐφροσύνην, τοῦ ϑείου Πνεύματος ἀεί, καὶ πταισμάτων τὴν ἄφεσιν.

Καὶ εὐθῦς τὸ Προκείμενον
Μνησϑήσομαι τοῦ ὀνόματός σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ (δίς).
Στίχος. Ἀκουσον, ϑύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάϑου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου καὶ ἐπιϑυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Μνησϑήσομαι τοῦ ὀνόματός σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Εὐαγγέλιον,
Ἐκ τοῦ κατά Λουκάν.
(Κέφ. ι᾿ 38-42 καὶ ια΄ 27-28).
Tῷ καινρῷ ἐκείνῳ εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινά. Γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. Καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ ἤκουε τὸν λόγον αὐτοῦ. Ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; Εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. Ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Μάρθα Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾿ αὐτῆς. Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας. Αὐτὸς δὲ εἶπε· μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν.

Δόξα.
Ταἷς τῇς Ελεούσης, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
αἷς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μη καταπιστεύσῃς με, ἀνθρωπίνη προστασία, Ἐλεοῦσα Ἄχραντε, ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέτου σου πειρασμῶν ϑλίψεις γάρ, καὶ δεινῶν κύματα, καὶ δαιμόνων πανουργεύματα, καταποντίζει με εἰς πτελάγῃ, νῦν ἀπογνώσεως· διάσωσόν με Δέσποινα, παῦσον τῆς ψυχῆς μου τόν τάραχον, ἵνα σε δοξάζω, καὶ πόϑῳ ἀνυμνῶ καὶ προσκυνῶ, καὶ μεγαλύνω Θεόνυμφε, σοῦ τὴν θείαν δύναμιν.

Ἕτερα Θεοτοκία
Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμένος ἀπὸ σοῦ ἐκπορεύεται, ἁγνὴ Παρθένε Θεοτόκε, ἀλλ’ αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.

Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθενούντων ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῷζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.

Σῶσον ὀ Θεός τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
(Τὴν ἡμῶν σωτηρίαν)
Τα οἰδήματα πᾶντα, τῆς ψυχῆς μου Παρϑένε, σὺ ἐξαφάνισον, ἀλαζονείας τῦφον καὶ ὑπερηφανείας, σῇ πρεσβεία ἀπάλειψον, καὶ δώρησαί μοι ἁγνή, νῆψιν αὐτομεμψίας.

Γυναικί ἀγνοοῦση, σῆς εἰκόνος τὴν χάριν τὴν ἄφϑονον, καρκίνῳ τρυχομένῃ καὶ ἀπεγνωσμένῃ, ἐν τῇ ξένῃ κατ᾽ ὄναρ ἐπέφανες, καὶ ἐνετείλω αὐτῇ, ἐν τῇ Μονῇ σου δραμεῖν τοῦ ἰᾶσθαι.

Ὡς παιδίον Παρϑένε, προσευχῇ, ϑερμοτάτῃ πατρὸς αὐτοῦ, ἰάτρευσας ἐκ νόσου, ἐπικινδυνοτάτης, καὶ ἡμᾶς ἐλευϑέρωσον, παντοίων νόσων καὶ δεινῶν, καὶ πάσῃς ἐπηρείας.

Ἀδιάλειπτον πτᾶσι, τὴν εὐχὴν Ἰησοῦ δώρησαι τοῖς δούλοις σου, καὶ μνήμην τοῦ θανάτου, ἐν ταπεινοφροσύνῃ, δι᾽ ὧν κάϑαρσις γίνεται, καὶ Βασιλεία Θεοῦ, ἐντὸς ἡμῶν ὀρᾶται.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Φιλαδελφίαν, τοῖς προσιοῦσιν εἰ πόϑου, δίδου ἅπασι Παρϑένε Θεοτόκε, ὅπως ἐν εἰρήνῃ, τόν βίον ἐκπερῶσι.

Στοργικωτάτη, καὶ εἱρηναία Μορφή σου, τὴν εἰρήνην ἅπασι δωρεῖται, σώζει δὲ κινδύνων, τοὺς πτεριστατουμένους.

Τοῦ σοῦ ἐλέους, τοῦ μητρικοῦ ἀπολαύει, ὅστις πόϑῳ τε καὶ πίστει καταφεύγει, τῇ θεία σου Εἰκόνι, Παρϑένε Ἐλεοῦσα.

Ὢ τῆς ἀφάτου, φιλανθρωπίας τοῦ Κτίστου, ὅστις δέδωκε Μακεδονίᾳ πάσι, πηγῆς τῆς Ἐλεούσηπς, ϑαυματόβρυτον νᾶμα.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἀκόρεστον τὴν δίψαν, τοῦ Κτίστου μου Παρϑένε, ἐμφύτευσόν μοι καί τάχος με δρόσισον, τῆς κατανύξεως ὄμβροις καὶ ταπτεινώσεως.

Φιλεύσπλαχνον καρδίαν, οἰκτίρμονας τοὺς τρόπους, φιλαδελφίαν ἐν πᾶσι μοι δώρησαι, ἵνα ἀντλήσω τὴν χάριν τοῦ ϑείου Πνεύματος.

Τῆν δέησίν μου δέξαι, τοῦ τετατεινωμένου, ταῖς πολυτρόποις τοῦ βίου κακώσεσι, καὶ δουλωϑέντος ἀϑλίως ἀλόγοις πάϑεσι.

Εὐφράνασα τὸν Κτίστην, τῇ καθαρωτάτῃ, καὶ λαμ:τροτότῃ, Ἁγνή, πολιτείᾳ σου, τῶν ἱκετῶν σου ἐννοίας σὺ καταφώτισον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χάρισαι εἰρήνην τὴν τοῦ Θεοῦ, ἅπαντα τὰ νέφη, ἀφανίζουσα λυπηρῶν, Ἐλεοῦσα Κόρη, καταφυγὴ τοῖς πᾶσι, ἐχϑρῶν δὲ ἀοράτων φυγαδευτήριον.

Τῆν στοργῆν δεικνῦσα τὴν μητρικήν, καὶ τὴν προστασίαν, τὴν ἑτοίμην καὶ ταχινήν, τοῦ ἐλέους Μῆτερ, ὀσμαῖς εὐωδεστάταις, κατάστειλον δυσώδη κακίαν Ἄχραντε.

Φροῦρει καὶ περίσωζε σαῖς εὐχαῖς, ταύτην σου τὴν Μάνδραν καυχωμένιην σκέπη τῇ σῇ, καὶ σεμνυνομένην, Εἰκόνι σου τιμίῳ, καὶ δὸς αὐτῇ ἐλέους σου τὴν παράκλησιν.

Μἐγαν καὶ πολύολβον θησαυρόν, ἡ Μονὴ Μικροκάστρου, σοῦ κατέχουσα τὴν Μορφήν, ϑεία Ἐλεοῦσα, δοξάζειν ἐκ καρδίας τὴν χάριν ἥνπερ δίδως τοῖς προσκυνοῦσί, σε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων προστατεῦεις, Ἀγαθή, τῶν ἐν κατανύξει καὶ πόϑῳ γονυπετούντων ἀεί, περιπτυσσομένων τε ϑερμοῖς τοῖς δάκρυσιν, ὄμμασί τε καὶ χείλεσι, νοὶ καὶ καρδία, τὴν σεσττὴν Εἰκόνα Σου, ὦ Ἐλεοῦσα Σεμνή, σπεῦσον οὖν ἁγίασον πάντας, καὶ σῇ ἀηττήτῳ δυνάμει, φύλαξον ἡμᾶς Θεοχαρίτωτε.

Δέξαι ἡμῶν Μῆτερ τὰς λιτάς, τῶν μετ᾽ εὐλαβείας καὶ πόϑου προσερχομένων σοι, ρῦσαι πάσις ϑλίψεως, δεινῆς κολάσεως, τῆς καρδίας τὸν τάραχον, εἰρήνευσον τάχει, δὸς ἡμῖν τὴν ἄφεσιν τῶν παραπτώσεων, ἵνα ἐν χαρᾷ καὶ εἰρήνῃ, δῶμεν τῷ Θεῷ ἡμῶν δόξαν, καὶ εὐχαριστίαν ἀκατάπαυστον.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Ἀείῤῥοα νάματα τοῦ σοῦ ἐλέους
ἔκχυσον Ἐλεοῦσα ἡμῶν ἐν ταῖς καρδίαις.

 

Πηγή