Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο την Εσφαγμένην Της Ιεράς Μονής Βατοπεδίου

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Κεκοσμημένην ἐξ ἰχώρων σοῦ θείων, ἡ παναγία σοῦ Εἰκὼν Ἐσφαγμένη, θαυματουργεῖ ἑκάστοτε τοῖς ταύτῃ πιστῶς, προσιοῦσι Δέσποινα, χαλεπῶς τρυχομένοις, ἐκ παντοίων θλίψεων, καὶ δεινῶν ἀλγηδόνων, διὸ ὑμνοῦμεν ᾄσμασι τερπνοῖς, αὐτῆς προνοίας, πρὸς πάντας τὸ ἄμετρον.

Δόξα. Καὶ νῦν.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἐσφαγμένη, σῶσόν με τὸν ἀνόμως βιοῦντα. Χ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἐλέους κατάπεμψον ὑετόν, τοῦ θείου σου τόκου, ἐπὶ πάντας τοὺς εὐλαβῶς, ὑμνοῦντάς σε Μῆτερ Ἐσφαγμένη, καὶ τὴν σεπτὴν προσκυνοῦντας Εἰκόνα σου.

Σκοπεύοντες δόξαν τῶν οὐρανῶν, οἱ σὲ ἀνυμνοῦντες, Ἐσφαγμένη περιχαρῶς, ἀσπάζονται ἔκτυπον τὸ θεῖον, καὶ τὴν θερμὴν ἐκζητοῦσι πρεσβείαν σου.

Φωτόλαμπρος λύχνος ἡ σὴ Εἰκών, αὐγάζει καρδίας, Ἐσφαγμένη τῶν μοναστῶν, τῆς θείας Μονῆς Βατοπεδίου, οὓς ἐποπτεύεις ὑψόθεν ἑκάστοτε.

Γλυκεῖα μερόπων καταφυγή, ταῖς σαῖς Ἐσφαγμένη, καταφεύγοντες προσευχαῖς, λαμβάνομεν χάριν οὐρανόθεν, τὰ κέντρα πλῆξαι τοῦ πλάνου ἀλάστορος.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Μὴ παρίδῃς δεήσεις, τῶν μοναστῶν Δέσποινα, Μῆτερ Ἐσφαγμένη καὶ πάντων, τῶν προσιόντων σοι· ὑπάρχεις γὰρ ταχινή, προστάτις σκέπη καὶ ῥῦστις, τῶν χαρίτων ἄβυσσον, μεγαλυνόντών σου.

Ἐσφαγμένη βοῷ σοι· ὥσπερ ποτὲ ᾤκτειρας, μεταμεληθέντα βιαίως, Σοῦ πάλαι τρώσαντα, τὴν παναγίαν μορφήν, ἐκκλησιάρχην μοὶ πέμψον, οἰκτιρμῶν τὸ πλῆθός σου, ἵνα γεραίρω σε.

Νουνεχῶς διαπλεῦσαι, τὸ τῆς ζωῆς πέλαγος, καὶ εἰς ὅρμον εὔδιον φθάσαι, αἰωνιότητος, τοὺς σὲ ὑμνοῦντας ἀεί, θαυματουργὲ Ἐσφαγμένη, μελιχροῖς μελίσμασι, πάντας ἀξίωσον.

Ἡ ἐν θρόνῳ κειμένῃ, περικαλλεῖ Ἄνασσα, τοῦ Βατοπεδίου Εἰκών σου, ὄμμα γλυκύτατον, ῥίπτει ἡμῖν δαψιλῶς, σῆς μητρικῆς συμπαθείας, Ἐσφαγμένη ἅπασι, τοῖς προσκυνοῦσί σε.

Διάσωσον, ἐκκλησιάρχην ὡς πάλαι πληγώσαντά σε, Ἐσφαγμένη τοὺς σὲ πιστῶς ὑμνοῦντας, καὶ δώρησαι, μετάνοιαν πᾶσι σωτηριώδη.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τo κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Εἰκόνα τὴν σὴν πιστῶς κατασπαζόμενοι, ὑγείαν ψυχὴν καὶ σώματος λαμβάνομεν, Ἐσφαγμένην πάνσεμνε, καὶ παθῶν παντοίων λυτρούμεθα· ὅθεν βοῶμεν πίστει ἀκλινεῖ· ἀκέστωρ ἡμῶν ὑπάρχεις Δέσποινα.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Σοὶ ὁ τλήμων οἰκέτης σου, νῦν προσπίπτω κράζων, πταισμάτων ἄφεσιν, Ἐσφαγμένη ὥνπερ ἔπραξα, σαῖς λιταῖς παράσχου πρὸς τὸν Κύριον.

Ὡς ποτὲ συνεχώρησας, Ἐσφαγμένη Δέσποινα σὲ τὸν τρώσαντα, τὰ πολλά μου ἀτοπήματα, καὶ ἀνόμους πράξεις μου συγχώρησον.

Στῆσον ὄμβρους πταισμάτων μου, ὄμβρον τὸν οὐράνιον ἡ ἐν μήτρᾳ Σου, δεξαμένη καὶ τοὺς αὔλακας, Μῆτερ τῆς ψυχῆς μου πλῆσον χάριτος.

Ὀλοφύρομαι Δέσποινα, ἀναμιμνησκόμενος τῆς κακίας μου, Ἐσφαγμένη πλὴν κραυγάζω σοι· αὔξησον πρὸς πάντας τὴν ἀγάπην μου.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νύκτα πειρασμῶν, τῶν δεινῶν συνεχομένων με, διασκέδασον φωτὶ σῶν πρεσβειῶν, Ἐσφαγμένη ἵνα πόθῳ μακαρίζω σε.

Μόνη τῶν πιστῶν, προστασία καὶ βοήθεια, Ἐσφαγμένη ἐνδυνάμωσον ἡμᾶς, ἀντιστῆναι τῇ μανίᾳ τοῦ ἀλάστορος.

Ἕλκη χαλεπά, Ἐσφαγμένη τῆς καρδίας μου, ἀντιλήψεως ἐξάλειψον τῆς σῆς, τῷ φαρμάκῳ Ὄρους Ἄθωνος ἰάτειρα.

Τείχισον ἡμᾶς, ἐν τῇ σκέπῃ τῆς προνοίας σου, Ἐσφαγμένη καὶ ἀπάλλαξον δεινῶν, τοὺς ἱκέτας σου στερήσεων βοῶμέν σοι.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ὁδήγησον, τὰς ψυχὰς τῶν δούλων σου, Ἐσφαγμένη σωτηρίας πρὸς τρίβους, ἡ τοῦ ὀργίλου ποτὲ δεξαμένη, ἐκκλησιάρχου τὴν μῆνιν πρὶν ἄφθονον, μεταμελείας δωρεάν, δῷς ἐκείνῳ καὶ δάκρυ ἀείῤῥοον.

Νυχθήμερον, Ἐσφαγμένη δέησιν, μονοτρόπων ἣν προσφέρουσι δέξαι, Βατοπεδίου Μονῆς αἱ χορεῖαι, καὶ πρὸς τὸν θρόνον τοῦ Κτίστου προσάγαγε, αὐτὰς καὶ τόκου σου σεπτοῦ, ὡς μεσίτρια πάντων ὑπάρχουσα.

Ἀνάγαγε, τοὺς πεσόντας δούλους σου, Ἐσφαγμένη εἰς βυθὸν ἁμαρτίας, τῆς βοηθείας σου τείνουσα χεῖρας, καὶ ἀτραποὺς μετανοίας δεικνύουσα, αὐτοῖς πρὸς ὕψος νοητόν, ὁδηγούσα καὶ δόμους λαμπρότητος.

Νοσοῦσάν μου, τὴν ψυχὴν θεράπευσον, καὶ σαρκίου μου ἀπέλασον ἄλγη, Βατοπεδίου τῆς Μάνδρας ἀκέστορ, ἀναβοῶμεν πιστῶς ἀσπαζόμενοι, τὴν θαυματόβρυτον Ἁγνή, Ἐσφαγμένη καὶ θείαν Εἰκόνα Σου.

Διάσωσον, ἐκκλησιάρχην ὡς πάλαι πληγώσαντά σε, Ἐσφαγμένη τοὺς σὲ πιστῶς ὑμνοῦντας καὶ δώρησαι, μετάνοιαν πᾶσι σωτηριώδη.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Μετανοίας τῆς σωτηριώδους ὑπάνοιξον, Ἐσφαγμένη ἁγνὴ Μαριὰμ πύλας ἅπασι, τοῖς ἐν πίστει, ἀσπαζομένοις ἔκτυπον τὸ σόν, καὶ ὑμνοῦσιν ὕμνοις μελιχροῖς, τὴν σὴν ταχεῖαν ἀρωγήν, καὶ ἀσίγητον εὔνοιαν, δέξαι οὖν τὰς δεήσεις, Παρθένε τῶν ὑμνητῶν σου, καὶ ἀπὸ πάσης τοῦ ἐχθροῦ, Ἐσφαγμένη βλάβης λύτρωσαι.

Προκείμενον
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος.
Ἄκουσον, Θύγατερ καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ Σου καὶ τοῦ οἴκου τοῦ πατρός σου καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. α´ 39-49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα˙ καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς˙ καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν˙ εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου· καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γὰρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ˙ μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί˙ ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεήμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Ἐσφαγμένης πρεσβείαις, Ἐλεήμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Σῶσόν με τὸν ἄσωτον, καὶ τὸν ὀργίλον Παρθένε, δοῦλόν σου τὸν σπεύδοντα, τὴν σεπτὴν Εἰκόνα σου, κατασπάσασθαι, ἡ ποτὲ σώσασα, τὸν ἐκκλησιάρχην, τὸν μαχαίρας Σε πληγώσαντα, ἀκμῇ σκαιότατα, ἐξ ὀργῆς κινούμενον Ἄνασσα· ὡς γὰρ οὗτος ἦλθεν, Παρθένε εἰς ἐπίγνωσιν λιταῖς, ταῖς Σαῖς κᾀμοὶ πύλας ἄνοιξον, μετανοίας δέομαι.

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου…

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ὅρμος ἀχείμαστος ὑπάρχεις, ποντουμένων σάλῳ βίου οἰκετῶν σου, καὶ θεμένων ἐν σοί, τοὺς οἴακας Παρθένε, ψυχῆς αὐτῶν εἰς ἄγρυπνον, ὥσπερ θεῖον κυβερνήτην.

Μάργαρον ὤφθη Ἐσφαγμένη, πολυτίμητον Εἰκών σου ἡ Ἁγία, ἡ πληγὴ παρειᾶς, δεικνύουσα σῆς θείας, καὶ ἐκροᾶς αἱμάτων σου, τοῖς πιστῶς σὲ προσκυνοῦσιν.

Ὡς κιβωτόν σε σωτηρίας ἄλλην, ἔγνωμεν Κυρία Ἐσφαγμένη, ἐκ τοῦ κατακλυσμοῦ, τὴν σώσασαν τὸ γένος, ἡμῶν ζοφώδους θλίψεως, καὶ θανάτου αἰωνίου.

Σύ μου χαρὰ σὺ μου καὶ τεῖχος, σὺ ψυχῆς μου ἀγαλλίαμα καὶ εὖχος, Ἐσφαγμένη βοῶν, καὶ πόθῳ τὴν σὴν θείαν, Εἰκόνα ἀσπαζόμενος, σὲ δοξάζω εἰς αἰῶνας.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Βυθῷ πεσόντες, ἁμαρτημάτων παντοίων, Ἐσφαγμένη πιστῶς σοι βοῶμεν· ἔγειρον σοὺς δούλους, ἐκ βόθρου ἀπωλείας.

Ἰσχὺν πρεσβεύειν, ὑπὲρ ἡμῶν Ἐσφαγμένη, τῶν Εἰκόνα τὴν σὴν προσκυνούντων, ἔχεις ὥσπερ Μήτηρ, Θεοῦ δεδοξασμένη.

Οἱ εὐλαβῶς σε, ἐπικαλούμενοι Μῆτερ, Ἐσφαγμένη λαμβάνουσι ῥώμην, καὶ ἰσχὺν τὸν πλάνον, ἐχθρὸν καταπαλαῖσαι.

Ὑψόθεν πέμψον, παντὶ πιστῷ Ἐσφαγμένη, δαψιλῶς τὴν κατ’ ἄμφω ὑγιείαν, ψυχικὴν εἰρήνην, καὶ ἄκραν εὐρωστίαν.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ναμάτων ζωηῤῥύτων, ἐμπλησθῆναι πάντας, τοὺς προσκυνοῦντας τὸ θεῖόν σου ἔκτυπον, περικλεὲς Ἐσφαγμένη ταχὺ ἀξίωσον.

Ταπείνωσιν τελείαν, δὸς μοι Ἐσφαγμένη, καὶ μετανοίας μοι πύλας ὑπάνοιξον, ἵνα εἰσέλθω ὁ τάλας εἰς θεῖα δώματα.

Ἁγίασον τοὺς πόθῳ, νῦν ἀσπαζομένους, τὴν ἱερὰν Ἐσφαγμένη Εἰκόνα σου, καὶ ῥᾶνον τούτους εὐχῶν σου ψεκάσιν ἄνωθεν.

Χαρᾶς μου Ἐσφαγμένη, πάνσεπτον δοχεῖον, τοὺς σὲ ὑμνοῦντος τὸ ἄχθος ἐκδίωξον, καὶ προσκυνεῖν σε καρδίᾳ ἁγνῇ ἀξίωσον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ἔχει τὴν Εἰκόνα σου τὴν σεπτήν, τοῦ Βατοπεδίου, τὸ σεμνεῖον ὡς θησαυρόν, θεῖον Ἐσφαγμένη, Κυρία Θεοτόκε, καὶ κρήνην θαυμασίων, ὄντως ἀστείρευτον.

Σκότος ζοφερώτατον τῆς ὀργῆς, σκέδασον λιταῖς σου, καὶ ἀνάτειλον χρυσαυγῆ, ἥλιον εἰρήνης, Κυρία Ἐσφαγμένη, ἡμῖν τοῖς προσιοῦσι, σῷ ἐκτυπώματι.

Μάνδραν περιφρούρει τὴν εὐαγῆ, τοῦ Βατοπεδίου, οἷαν κόσμον περικλεῆ, τὴν σεπτὴν πλουτοῦσαν, Εἰκόνα σου ἐν κόλποις, Παρθένε Ἐσφαγμένη, κόσμου διάσωσμα.

Πύλας ἄνοιξόν μοι τῆς σωστικῆς, μετανοίας Κόρη, Ἐσφαγμένη θαυματουργέ, ἡ ἐκ τοῦ θανάτου, τοῦ αἰωνίου πάλαι, τὸν τρώσαντα βιαίως, σὲ διασώσαντα.

Τρόμον ἐμποιεῖ μοι τῷ δυστυχεῖ, Ἐσφαγμένη Κόρη, τῶν αἱμάτων ἡ ἐκροή, ἐν τῇ παρειᾷ σου, καὶ τῆς ὀργῆς μου νέφη, διώκει τὰ ζοφώδη, πρᾷε Μητρόθεε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκιον.

Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἐσφαγμένη Παρθένε τὸ σὸν ἐκτύπωμα, φέρον αἱμάτων τὰ ἴχνη, ἐν τῇ τρωθείσῃ δεινῶς, παρειᾷ σου ὑπ’ ὀργίλου διακόνου σου, Βατοπεδίου ἡ Μονή, ὡς ὑπόδειγμα ἡμῖν, προβάλλει ἀοργησίας, καὶ μετανοίας ἐνθέου, ἥσπερ ἀξίωσον ταχὺ καὶ ἡμᾶς.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Νέφη, ἀποδίωξον ὀργῆς, τὰ θανάτου φέροντα ὄμβρον, ἡ τοῦ ὀργίλου ποτέ, δεξαμένη μάχαιραν, Θεογεννήτρια, Ἐσφαγμένη καὶ πότισον, ἡμῶν τὰς καρδίας, νάμασι συνέσεως, καὶ ταπεινώσεως, ἵνα πρὸς τὸν πέλας ἀγάπης, καὶ τὸν Λυτρωτὴν ἄνθος θεῖον, οὐρανίου μύρου ἐκβλαστήσωμεν.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.