Δύο Παρακλητικοί Κανόνες εις την Υπεραγία Θεοτόκο την Γλυκοφιλούσα
Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο την Γλυκοφιλούσα
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Ὡς παραδόξως ἡ ἅγια Είκών σου, ἐκ Βυζαντίδος τῇ Μονῇ Φιλοθέου, διὰ θαλάσσης πάλαι παραγέγονε, θάλασσαν χαρίτων σου, ἀεννάως βλυστάνει, τοῖς πιστῶς προστρέχουσι, τῇ αὐτῆς ἀντιλήψει, καὶ ἐκβοῶσι Κόρη ἐκ ψυχῆς Γλυκοφιλοῦσα, σὺ εἶ ἡμῶν ἔφορος.
Δόξα.
Γλυκέως Κόρη οἷα Μήτηρ φιλοῦσαν, καθάπερ βρέφος τὸν παντέλειον Λόγον, τῇ σῇ Εἰκόνι ἔκθαμβοι βοῶντές σε· πίστει ἐκβοῶμέν σοι· Μητρικαῖς σου πρεσβείαις, τοῦτον ἡμῖν ἰλεῶν, ὡς φιλάνθρωπον φύσει, τοῖς ἀναξίοις τέκνοις σου ἁγνή, Γλυκοφιλοῦσα, μὴ παύσῃ παρέχουσα.
Καὶ νῦν.
Οὐ σιωπᾶ τοῦ Φιλοθέου ἡ Μάνδρα, ἀνακηρύττειν τὰ πολλὰ μεγαλεῖα, τῆς θαυμαστῆς Εἰκόνος σου ἑκάστοτε· σῴζεις ἐκ κινδύνων γάρ, ἐν ξηρᾷ καὶ θαλάσσῃ, τοὺς πιστῶς φωνοῦντάς σου, τὴν σωτήριον κλῆσιν· ἀλλὰ μὴ παύσῃ Κόρη προνοεῖν, Γλυκοφιλοῦσα, καὶ σκέπειν τὴν ποίμνην σου.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανὼν οὗ ἤ ἀκροστιχίς·
Γλυκοφιλούσης τὴν χάριν ὕδω. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Γαλήνην παρέχουσα καὶ χαράν, καὶ ἄφθονον χάριν, Φιλοθέου ἐν τῇ Μονῇ, κατῆρεν Ἀγνῇ ἐκ τῆς ἐώας, Γλυκοφιλοῦσα Εἰκών σου ἡ πάνσεπτος.
Λιμένι ὡς ὥρμισται θαυμαστῶς, Μονῆς Φιλοθέου, ἡ Εἰκών σου ἡ ἱερά, λιμὴν σωτηρίας ἀνεδείχθη, Γλυκοφιλοῦσα τοῖς ταύτῃ προστρέχουσι.
Ὑπέπλευσε Κόρη τῇ σῇ χειρί, θάλασσαν ἀκλύστως, ἡ Εἰκών σου ὑπερφυῶς, καὶ ᾖκε πηγάζουσα ἐν Ἄθῳ, Γλυκοφιλοῦσα ζωῆς θείας νάματα.
Κινδύνων λυτροῦσαι παντοδαπῶν, καὶ πάθη ἴασαι, τῇ σῇ χάριτι χαλεπᾷ, τοῖς πίστει στεῤῥᾷ ἀναφωνοῦσι, Γλυκοφιλοῦσα τὸ μέγα σου ὄνομα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὃv ὡς βρέφος οἰκεῖον, καταφιλεῖς Ἄχραντε, καὶ Γλυκοφιλούσης τὴν κλῆσιν, προσφόρως ἔχουσα, αὐτὸν ἱκέτευε, συμπαθεστάτη ὡς Μήτηρ, δοῦναι ταῖς ψυχαῖς ἡμῶν, χάριν καὶ ἔλεος.
Φοβερᾶ τοῖς ὁρῶσιν, ἡ σῇ μορφῇ δείκνυται, φλέγουσα δαιμόνων τὰ στίφη, καὶ πᾶσι νέμουσα, φῶς θεῖον Ἄχραντε, ὅθεν τῇ σῇ προστασίᾳ Φιλοθέου γάννυται, Μονὴ ἡ ἔνθεος.
Ἴδε ἄνωθεν Κόρη, ἐν συμπαθεῖ βλέμματι, τοὺς δέει πολλῷ παρεστῶτας, πρὸ τῆς Εἰκόνος σου, καὶ δὸς ὡς εὔσπλαγχνος, Γλυκοφιλοῦσα Παρθένε, τούτοις τὰ σωτήρια, ὄντως δωρήματα.
Λύσιν πάσης ἀνάγκης, καὶ ἀρωγὴν κρείττονα, καὶ ἐν συμφοραῖς σωτηρίαν, ἀεὶ κομίζεται, ἡ Φιλοθέου Μονή, Γλυκοφιλοῦσα σῇ σκέπῃ ὅθεν χαριστήριον, αἶνον προσᾴδει σοι.
Διάσωσον Γλυκοφιλοῦσα Παρθένε πάσης ἀνάγκης, τὴν Φιλοθέου Μονὴν θερμῶς θησαυρίζουσαν, τὴν σὴν Εἰκόνα ὡς τεῖχος καὶ προστασίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεῖα θερμῇ.
Πρεσβείαν τὴν σήν, ὡς μέγα καταφύγιον, καὶ σκέπην στεῤῤάν, καὶ ἐν παντὶ βοήθειαν, πλουτοῦντες ἐκβοῶμέν σοι· ἀπὸ πάσης ἡμᾶς ῥύου πάντοτε, Γλυκοφιλοῦσα Παρθένε ἁγνή, μανίας καὶ βλάβης τοῦ ἀλάστορος.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὄρος Κόρη τοῦ Ἄθωνος, τὰ σὰ μεγαλεῖα κηρύττει πάντοτε, βοηθὸς γὰρ τούτου πέφηνας, ὦ Γλυκοφιλοῦσα καὶ ἀντίληψις.
Ὕδωρ θεῖον ἀνέβλυσεν, ἔνθα ἡ Εἰκών σου τὸ πρῶτον τέθειται ὦ ἁγίασον καὶ ἴασαι, ὦ Γλυκοφιλοῦσα τοὺς ὑμνοῦντάς σε.
Σὴν ἐξαίρετον εὔνοιαν, Ἰωαννικίω ὡς πρὶν ἐδήλωσας, οὕτω δείκνυε ἑκάστοτε, περὶ τὴν Μονήν σου ταύτην Ἄχραντε,
Ἡ Εἰκών σου ἡ πάνσεπτος, χύδην ἀναβλύζουσα τὰ ἰάματα, τῶν παθῶν ξηραίνει βόρβορον, ὦ Γλυκοφιλοῦσα ἀειπάρθενε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Στόμα μητρικόν, ὦ φιλεῖς Χριστὸν ὡς νήπιον, Κόρη ἄνοιξον καὶ λάλησον αὐτῷ, ἀγαθὰ ὑπὲρ ἡμῶν τῶν δοξαζόντων σε.
Ταύτην τὴν Μονήν, σὺν αὐτῇ δὲ πᾶν τὸ Ὄρος σου, ἀνέδειξας ἁγίασμα σεπτόν, τῇ σῇ σκέπῃ Θεοτόκε σκέπε πάντοτε.
Ἤνεσε τὰ σά, μεγαλεῖα λαμπρῷ στόματι, ὁ πεσῶν ἐκ τοῦ τριστέγους καὶ σωθείς, Θεοτόκε παραδόξως τῇ σῇ χάριτι.
Νοῦς οὐκ ἐξαρκεῖ, ἐξειπεῖν τὰ σὰ θαυμάσια ὡς μονάζουσα ὀφθεῖσα γὰρ Ἀγνή, τὸν πεσόντα ἐκ βεβαίας συντριβῇς ἔσωσας.
ᾨδὴ στ΄. Τὴν δέησιν έκχεῶ.
Χαρίτων παντοδαπῶν πρυτανεῖον, ἀνεδείχθη ἡ ἅγια Εἰκών σου, ἔνθα ὀράσαι φιλοῦσα ὡς βρέφος, τὸν Ποιητὴν τῶν αἰώνων καὶ Κύριον, διὸ ἀγάλλεται ἑν σοί, Φιλοθέου Μονῆς ἡ συγκρότησις.
Ἀκλύστως διασωθέν ἐκ τοῦ σάλου, τοῦ συμβάντος τῇ θαλάσσῃ τὸ πλοῖον, Γλυκοφιλοῦσα τῇ σῇ ἐπικλῄσει, καὶ οἱ ἐν τούτῳ σωθέντες ἀνύμνησαν, τὸ μέγα σου ὡς ἀληθῶς, τῆς αὐτῶν σωτηρίας θαυμάσιον.
Ῥημάτων ἐκ κατωδύνου καρδίας, ἐπακούσασα τοῦ σοὶ προσελθόντος, τούτῳ υἱὸν ἐχαρίσω Παρθένε, τῆς ὁμοζύγου τὴν στείρωσιν λύσασα· διὸ καρποὺς πνευματικούς, καὶ ἡμᾶς ἐκβλαστάνειν ἀξίωσον.
Ἰάσεις ἐπισκιάσει σου θεία, ἀναβλύζει ἡ ἅγια Εἰκών σου, Γλυκοφιλοῦσα Μονῆς Φιλοθέου, περιφανὲς καὶ σεπτὸν ἀγαλλίαμα, καὶ τῶν σωμάτων καὶ ψυχῶν, θεραπεύει ἀεὶ τὰ συντρίμματα.
Διάσωσον Γλυκοφιλοῦσα, Παρθένε πάσης ἀνάγκης, τὴν Φιλοθέου Μονὴν θερμῶς θησαυρίζουσαν, τὴν σὴν Εἰκόνα ὡς τεῖχος καὶ προστασίαν.
Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ὡς τὸν πάντων καταφιλοῦσα δεσπόζοντα, καὶ Γλυκοφιλοῦσα κεκλῃμένῃ Πανάχραντε, μὴ έλλείπης ὡς συμπαθὴς σκέπειν καὶ φρουρεῖν, τὴν σὴν σεπτὴν ταύτην Μονήν, καὶ τοὺς προσπίπτοντας πιστῶς τῇ ἅγιᾳ Εἰκόνι σου, πάσης ἐχθρῶν μανίας, καὶ λύπης καὶ ἀθυμίας, ὡς προστασία ἀληθής, τοῦ σοῦ κλήρου Παναμώμητε.
Ποοκείμενον.
Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Στίχος. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39 – 49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Ταῖς Γλυκοφιλούσης, λιταῖς Μητρός σου Σῶτερ, ἐξάλειψον τὰ πλήθη, τῶν ἑμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὄλβον ἐπουράνιον, καὶ ἱλαστήριον μέγα, ἐξ ἐώας δέδεκται, ἡ Μονή σου Δέσποινα τὴν Εἰκόνα σου, μυστικῶς βλύζει γάρ, τῆς σῆς προστασίας, καθ’ ἑκάστην τὰ δωρήματα, κινδύνων σῴζουσα, χάριν δὲ καὶ ἔλεος νέμουσα, τοῖς τὸ σεπτόν σου ὄνομα, ἐπικαλουμένοις ἐκ πίστεως· ὄθεν σοι βοῶμεν ἁγνή Γλυκοφιλοῦσα Μαριάμ, τὴν Μάνδραν ταύτην διάσῳζε, καὶ ἅπαν τὸ Ὄρος σου.
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νοσημάτων παντοίων καὶ λῃστῶν ἐξ ἐφόδου πάλαι ὡς ἔσωσας, ἁγνὴ Γλυκοφιλούσα, τὸν σὸν πιστὸν ἱκέτην, οὕτω σῷζε ἑκάστοτε, τοὺς προσιόντας πιστῶς τῇ θείᾳ σου Εἰκόνι.
Ὑπὲρ φῦσιν Παρθένε, ἐνεργεῖ καθ’ ἑκάστην χάρις ἡ ἔνθεος, Εἰκόνος σου τῆς θείας, ἁγνῇ Γλυκοφιλοῦσα, καὶ ἐξαίρει τῶν θλίψεων, καὶ χαλεπῶν συμφορῶν, τοὺς σὲ παρακαλοῦντας.
Δοξασθεῖσα χορεύει, ἡ Μονῆ Φιλοθέου ἐν τῇ Εἰκόνι σου, ἐκ ταύτης γὰρ καρποῦται, καλῶν τὴν ἀφθονίαν, καὶ πηγὴν πάσης χάριτος, καὶ σὲ δοξάζει φαιδρῶς, ἁγνὴ Γλυκοφιλοῦσα.
Ὡς ἐν γῇ διασῴζεις, καὶ ἐκ σάλου θαλάσσης Ἁγνὴ τοὺς δούλους σου, μὴ παύσῃ καὶ μελλόντων, κινδύνων τε καὶ πόνων, Θεοτόκε ἐξαίρουσα, τοὺς σοῦς ἱκέτας ἡμᾶς, Γλυκοφιλοῦσα Κόρη.
ᾨδὴ η΄. Τὸν βασιλέα.
Γλυκοφιλούσης, τῇ Παναγίᾳ Εἰκόνι, νῦν προσπέσωμεν οἱ πάσχοντες ποικίλως, ἵνα λυτρωθῶμεν, δεινῶν τῶν συνεχόντων.
Ἐκ τῆς Ἐώας, θαλασσοπόρος ὡς ᾖκεν, ἡμῖν Δέσποινα Εἰκών σου ἡ ἁγία, θάλασσαν πηγάζει, χαρίτων ούρανίων.
Ῥῶσιν λαμβάνει, καὶ τὴν κατ’ ἄμφω ὑγίειαν, πᾶς προστρέχων σου Γλυκοφιλοῦσα Κόρη, τῇ σεπτῇ Εἰκόνι, κηρύττων σου τὴν χάριν.
Ἀγνὴ Παρθένε, τοὺς τῇ Μονῇ Φιλοθέου, ἐνασκήσαντας παράλαβε Ὁσίους, καὶ σὺν τούτοις Κόρη, ὑπὲρ ἡμῶν δυσώπει.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον
Σωτήριον λιμένα, κέκτηται ἡ ποίμνη, τοῦ Φιλοθέου τὴν θείαν Εἰκόνα σου, Γλυκοφιλοῦσα καὶ ταύτῃ σπεύδει ἑκάστοτε.
Ἰδοῦ τῇ σῇ Εἰκόνι, ὡς μητρί σοι Κόρη, τὰ σὰ ἀνάξια τέκνα προσπίπτομεν, Γλυκοφιλοῦσα ζητοῦντες τὴν προστασίαν σου.
Μονὴ ἡ Φιλοθέου, τέρπου καὶ ἀγάλλου, Γλυκοφιλούσης Εἰκόνα κατέχουσα, τῆς μητρικῆς σοι εὐνοίας τὰ δῶρα νέμουσαν.
Ὁσίων τῶν ἐν ταύτῃ, Μονὴ ἠσκηκότων, Γλυκοφιλοῦσα προσδέχου τὴν δέησιν, ὑπὲρ ἡμῶν τῷ Υἱῷ σου ταύτην προσάγουσα.
Ὑμνεῖν ἀδιαλείπτως, ὀφείλομεν Κόρη, τῶν πρὸς ἡμᾶς σου χαρίτων τὸ μέγεθος, ἀλλ’ ἀποροῦντες σιγή σοι ἀεὶ προσπίπτομεν.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τῆς Γλυκοφιλούσης τὴν ἱεράν, καὶ σεπτὴν Εἰκόνα, οἷα γέρας περιφανές, ἡ τοῦ Φιλοθέου, Μονὴ πλουτοῦσα ᾄδει, χαριστηρίους ὕμνους τῇ Θεομήτορι.
Ἦκε διαπλεύσασα θαυμαστῶς, ἐκ τοῦ Βυζαντίου, ἡ Εἰκών σου ἡ εὐκλεής, ἐν τῷ Ὄρει Ἄθῳ, καὶ δέδοται Παρθένε, Μονὴ τοῦ Φιλοθέου, τῇ ἀντιλήψει σου.
Χάρις τῆς Εἰκόνος σου ἡ σεπτή, ὦ Γλυκοφιλοῦσα, διαλάμπει πάσῃ τῇ γῇ, καὶ τοὺς ἐν κινδύνους, καὶ θλίψεσι προφθάνει, καὶ σῴζει τοὺς φωνοῦντας τὴν θείαν κλῆσίν σου.
Χαίροις ἡ τοῦ Ἄθω σκέπη στεῤῤά, καὶ τῆς Φιλοθέου Μονῆς φύλαξ καὶ βοηθός, ταύτῃ γὰρ βραβεύεις, ἀεὶ Γλυκοφιλοῦσα, τῆς θείας ἀρωγῆς σου, πλοῦτον τὸν ἄφθονον.
Ὡς ἀνεχειρίσω τῇ σῇ χειρί, τὸ πῦρ τὸ παμφάγον, ἐν τῷ δάσει τῆς σῆς Μονῆς, οὕτο σκέπε ταύτην, ἁγνή Γλυκοφιλοῦσα, ἐκ πάσης ἐπηρείας, τοῦ πολεμήτορος.
Ἔχει Φιλοθέου ἡ σῆ Μονῇ, ὦ Γλυκοφιλοῦσα, τὴν Εἰκόνα σου τὴν σεπτὴν, πύργον ἀσφαλείας, καὶ σκέπην σωτηρίας, διὸ καὶ καταφεύγει, ταύτῃ ἑκάστοτε.
Ἐν ἀνάγκη πάσῃ καὶ συμφορά, θλίψει καὶ ὀδύνη, καταφεύγομεν εὐλαβῶς, ὦ Γλυκοφιλοῦσα, τῇ σῇ σεπτῇ Εἰκόνι, καὶ θᾶττον ἐπηρείας, πάσης λυτρούμεθα.
Δέχου τῶν τεκνίων σου τὰς φωνάς, ὦ Γλυκοφιλοῦσα, οἷα Μήτηρ πάντων πιστῶν, καὶ πταισμάτων λύσιν, καὶ ἀρετῶν τὴν κτῆσιν, καὶ σωτηρίαν αἴτει, ἡμῖν αἰώνιον.
Φιλόθεον πάντες τὸν τῆς Μονῆς, δομήτορα θεῖον, Θεοδόσιον, Συμεών, σὺν Διονυσίῳ, Κοσμά, Δαμιανῷ τε, συνάμα Δομετίῳ ὕμνοις τιμήσωμεν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προσπίπτοντας πιστῶς, τῇ χαριτοβρύτῳ Εἰκόνι, τῆς ἐμφερείας σου, Δέσποινα πανύμνητε, Γλυκοφιλοῦσα ἁγνῇ, πάσης θλίψεως λύτρωσαι, τῇ σῇ ἀντιλήψει, ἴασιν καὶ ἄφεσιν, πᾶσι παρέχουσα, σὺ γὰρ οἷα Μήτηρ Ὑψίστου, πάντων ἐκπληροῖς τὰς αἰτήσεις ὅθεν σου τὴν δόξαν μεγαλύνομεν.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον
Γλυκοφιλοῦσα τήν Γερασίμου δέξαι
δέησιν ταύτην, ὦ σωτηρίαν δίδου.
Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο την Επονομαζομένη Γλυκοφιλοῦσα
Ποίημα μοναχού Ιακώβου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ ἐξῆς τροπάρια·
Ἦχος δ΄. Τῇ Θεοτόκῳ ἐκτενῶς.
Τίς ἐξισχύσειεν, εἰπεῖν Θεοτόκε, Γλυκοφιλοῦσα τῶν θαυμάτων τὰ ξένα, τῆς θαυμαστῆς εἰκόνος σου τεράστια φρικτά; Πάντας θεραπεύεις γάρ, ἐκ δεινῶν νοσημάτων, τάχιστα προφθάνουσα, τοῖς καλοῦσί σε πίστει· ἀλλὰ καὶ νῦν ἡμᾶς ἐκ τῶν δεινῶν, ταῖς προστασίαις σου σῶζε δεόμεθα.
Δόξα.
Οὐ δυνησόμεθα ἁγνή Θεοτόκε, τὰ σὰ θαυμάσια ὑμνεῖν κατὰ χρέος, εἰ μὴ γὰρ σὺ παρέχεις τὴν βοήθειαν, τίς ἡμᾶς ἐῤῥύσατο χαλεπῶν ἐκ κινδύνων; Τίς δὰ καὶ τὴν κάθαρσιν τῶν ψυχῶν ἐδωρεῖτο; Οὐ μακρυνθῶμεν πώποτε ἐκ σοῦ, Γλυκοφιλοῦσα, ἐν σοὶ γὰρ σωζόμεθα.
Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ὕμνοις ἐξᾴδω Γλυκοφιλοῦσαν κόρην· Ἰακώβου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ὑμνῆσαί σου Δέσποινα τὰ φρικτά, θαύματα σεπτῆς σου, νῦν εἰκόνος τῆς θαυμαστῆς, καὶ Γλυκοφιλούσης προθεμένῳ, χάριν μοι λόγου παράσχου καὶ σύνεσιν.
Μεγίστη ἡ δόξα σου ἀληθῶς, ὑπάρχει Παρθένε, ἐν θαλάσσῃ γὰρ τὴν σεπτήν, εἰκόνα σου θείαν ἐκριφθεῖσαν, εἰς τὸ τοῦ Ἄθωνος Ὄρος διέσωσας.
Νεφέλη ὡς οὖσα θείου φωτός, νεφέλην ὀμβροῦσαν, τὰ θαυμάσια τὴν σεπτήν, εἰκόνα σου ἔδειξας Παρθένε, Γλυκοφιλοῦσα τὴν ποίμνην σου σκέπουσαν.
Ὁ θεῖος ναός σου, Μῆτερ Θεοῦ, Μονῆς Φιλοθέου, τὴν εἰκόνα σου τὴν σεπτήν, ὡς μέγα κειμήλιον κατέχει, θαυμάτων πλήθη ἑκάστοτε βρύουσαν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἱεροῖς ἐν ἀδύτοις, ὁ χαρακτῆρ Δέσποινα, τῆς Γλυκοφιλούσης εἰκόνος σου τεθησαύρισται, τοῖς πᾶσι νέμουσα, τῶν ἰαμάτων τὴν χάριν ἥν κατασπαζόμενοι ἁγιαζόμεθα.
Συνελθόντες ἐν πίστει, ἐν τῇ Μονῇ ἅπαντες, τῇ τοῦ Φιλοθέου, φιλόχριστοι τὴν πανθαύμαστον, Μητρὸς Θεοῦ ἡμῶν, Γλυκοφιλούσης εἰκόνα, ἐκ ψυχῆς ἀσπάσασθε, πρὸς θεραπείαν παθῶν.
Ἐξαδέτω τὸ θαῦμα, ὁ ὑπουργὸς Δέσποινα, τοῦ σεπτοῦ ναοῦ σου μονάζων Ἰωαννίκιος, καὶ γὰρ κατεῖδέ σε, τούτῳ δηλοῦσαν κατ᾿ ὄναρ, ἥν πρὸς τήνδε ποίμνην σου ἔχεις προμήθειαν.
Ξένον θαῦμα εἰργάσω, καὶ φοβερὸν Δέσποινα, στήσασα πελάγει τὸ πλοῖον, τὸ φέρον ἔνδοθεν, σοῦ τὸν συλήσαντα, χρύσεον κόσμον εἰκόνος, ἕως οὗ ἀπέδωκε σοῦ τοῖς θεράπουσιν.
Διάσωσον ἀπό κινδύνων τὴν ποίμνην σου Θεοτόκε, ὅτι πάντες ἐν τοῖς δεινοῖς τὴν εἰκόνα σου ἔχομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.
Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαν θερμὴν καὶ κραταιὰν βοήθειαν, αἰτοῦμεν ἐκ σοῦ Γλυκοφιλοῦσα Δέσποινα, ἐκτενῶς βοῶντες καὶ λέγοντες· εὐσυμπάθητε πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, τοὺς πόθῳ τιμῶντας τὴν εἰκόνα σου.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἁγιάσματος πέφυκας, οἶκος Θεονύμφευτε καὶ ἁγίασμα, ἐν εἰκόνι σου ἀνέβλυσας, ἔνθα ᾐρετίσω, εἰς αἰῶνας οἰκεῖν.
Διανέμει ἰάματα, καὶ διώκει πνεύματα ἡ ἁγία σου, εἰκών Δέσποινα ἑκάστοτε, τῆς Γλυκοφιλούσης πᾶσι χρήζουσιν.
Ὡραιώθης κυήσασα, τὸν ὡραῖον κάλλει παρὰ πάντας βροτούς, καὶ ὡραία πᾶσι δείκνυται, ἡ Γλυκοφιλοῦσά σου εἰκών Ἄχραντε.
Γενεαί σε γεραίρουσιν, Ἄχραντε Μαρία ὡς προεφήτευσας, ἡ Μονὴ τοῦ Φιλοθέου δέ, ᾄδει παρὰ πάντας σὰ θαυμάσια.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Λάμψον σὰς αὐγάς, νῦν ἡμῖν τοῖς προσκυνοῦσί σου, τὸ ἐκτύπωμα εἰκόνος σου τῆς σεπτῆς, Γλυκοφιλούσης ἡλιόμορφε Παντάνασσα.
Ὕμνοις σε Ἁγνή, πρὸ προσώπου λιτανεύοντες, σεπτῆς εἰκόνος σου ἐκθειάζομεν, τὰ μεγαλεῖα τῶν θαυμάτων σου γεραίροντες.
Κόσμος τὰ φρικτά, καταγγέλλει σοῦ θαυμάσια, ἂ καθ᾿ ἑκάστην τοῖς καλοῦσί σε, Γλυκοφιλοῦσα ἐκτελεῖς πᾶσι τοῖς χρήζουσιν.
Ὅταν σου Ἁγνή, χαρακτῆρα τὸν πανθαύμαστον, Γλυκοφιλοῦσα κατοπτεύσωμαι, χαρᾶς ἀπείρου, ἡ καρδία μου ἐμπίπλαται.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Φιλόθεοι, Φιλοθέου ἄζυγοι, ἀριζήλου τῆς Μονῆς συνδραμόντες, χεῖρας ὑμῶν, συγκροτοῦντες ὑμνεῖτε, Γλυκοφιλούσης εἰκόνα τὴν πάντιμον, καὶ ψάλλατε χαρμονικῶς· ἀρυόμενοι ταύτης τὰς χάριτας.
Ἰδόντες σου τὸ φρικτὸν θαυμάσιον, ὅτε ἔσωσας τὸν πρὶν ἀπιστοῦντα, προσκυνητὴν τοῦ τριστέγους πεσόντα, καὶ ἀβλαβῆ θαυμαστῶς διαμείναντα, ἐδόξασαν πάντες ὁμοῦ, τὰ φρικτὰ τῆς εἰκόνος σου θαύματα.
Λαλοῦνταί σου τὰ παράδοξα Κόρη, ἀνὰ πᾶσαν πολιτείαν καὶ χώραν, ἂ ἐκτελεῖς ἔνδον τε τῆς Μονῆς σου, καὶ πανταχοῦ τοῖς καλοῦσί σε Δέσποινα, νοσήματα γὰρ χαλεπά, θεραπεύεις καὶ δαίμονας ἤλασας.
Ὀφείλομεν ἀνυμνεῖν ἑκάστοτε, τὰ πολλά σου μεγαλεῖα Παρθένε, καὶ τὰ φρικτὰ θαύματα σῆς εἰκόνος, Γλυκοφιλούσης, ἂ ἔδρασας ἅπασι τοῖς πίστει αἰτήσασι τὴν σὴν, ἀρωγὴν καὶ ἀντίληψιν Δέσποινα.
Διάσωσον σὴν Μονήν τε καὶ ποίμνην, ἀπὸ πάσης προσβολῆς ἐναντίας ἀπήμονα, ὅτι πάντες ἐν τοῖς δεινοῖς σὴν εἰκόνα πλουτοῦμεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασίαν ἐν συμφοραῖς σε κεκτήμεθα καὶ μεσίτην πρὸς τὸν σὸν Υἱὸν προβαλλόμεθα, οἱ ταπεινοί οἰκέται σου Μῆτερ Θεοῦ· καὶ νῦν πρόφθασον ὡς ἀγαθὴ εἰς τὴν βοήθειαν ἡμῶν, τῶν θερμῶς κραυγαζόντων σοι· τάχυνον εἰς πρεσβείαν καὶ ῥῦσαι πάσης ἀνάγκης, ποίμνην τήνδε δεομένην σου.
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ μνησθήσομαι.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39 – 49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς σῆς Ἀχράντου Μητρὸς Γλυκοφιλούσης, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μέγα καταφύγιον, τὴν σὴν Εἰκόνα Παρθένε, κεκτημένη σώζεται, ἡ Μονή σου πάντοτε ἐκ παντὸς δεινοῦ, καὶ πιστῶς ᾄσμασιν, εὐφημεῖ χαίρουσα, προσκυνοῦσα καὶ βοῶσά σοι· ψυχῇ καὶ γλώσσῃ τε, ὦ Γλυκοφιλοῦσα Παντάνασσα, σῶζε ἡμᾶς ἐκ θλίψεων, νόσων καί δεινῶν περιστάσεων· Μῆτερ τοῦ Ὑψίστου, πρὸς σὲ γὰρ καταφεύγομεν ἀεί, μὴ οὖν παρίδῃς τὴν δέησιν, τῶν παρακαλούντων σε.
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὑπὲρ φύσιν καὶ λόγον, τὸν Υἱὸν τοῦ Ἀνάρχου Πατρός κυήσασα, βρεφοπρεπῶς φιλοῦσα, κατέλιπες εἰκόνα, τὴν σεπτήν σου τῇ ποίμνῃ σου, ἣν προσκυνοῦμεν Ἁγνὴ σὺν πόθῳ εἰς αἰῶνας.
Σὲ λιμένα καὶ τεῖχος, εὐμοιρήσαντες Δέσποινα φυλαττόμεθα, προστρέχοντες τῇ σκέπῃ, εἰκόνος σου τῆς θείας, καὶ συμφώνως βοῶμέν σοι· εὐλογημένη Ἁγνή, ἐν γυναιξίν ὑπάρχεις.
Ἀπροσμάχητον τεῖχος, κεκτημένοι σε πάντες Ἁγνή γεραίρομεν· ῥυσθῆναι οὖν κινδύνων, λοιμοῦ, σεισμοῦ, μαχαίρας, τὴν Μονήν σου ἱκέτευε, ὅπως ὑμνῶμεν ἀεί, τὴν σὴν ἄμαχον σκέπην.
Νεκταρῶδες ὡς οἶνον, ἐμφορούμενοι Κόρη τὰ σὰ θαυμάσια, τιμῶμεν τὴν εἰκόνα, σοῦ τὴν Γλυκοφιλοῦσαν, ἣν ἡμῖν πλοῦτον ἄσυλον, ἔδωκας Μῆτερ Θεοῦ, κραταίωμα καὶ σκέπη.
ᾨδὴ η΄. Τὸν Βασιλέα τῶν οὐρανῶν.
Καταφυγήν σε καὶ σωτηρίαν εὑρόντες, οἱ Φιλοθέου τὴν Μονὴν κατοικοῦντες, ὦ Γλυκοφιλοῦσα, ὑμνοῦμεν εἰς αἰῶνας.
Οἱ τῶν λιτανευόντων ποτὲ οἰνοφλυγίᾳ, Ἁγνὴ πεσόντες ἐν λιτανείᾳ τούτους, δι᾿ ἀκινησίας πρὸς νῆψιν ἐπανῆγες.
Ῥῶσιν βραβεύεις Δέσποινα τοῖς νοσοῦσι, καὶ πᾶσι νέμεις, αἰτήματα τοῖς πόθῳ, κατασπαζομένοις τὴν θείαν σου εἰκόνα.
Νέμεις σὴν χάριν ἡμῖν τοῖς σὲ ὑμνοῦσι, Γλυκοφιλοῦσα, καὶ σώζεις ἐκ κινδύνων, τοὺς δοξολογοῦντας τὸν ἄσπορόν σου τόκον.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰδοῦ νῦν ὡς προέφης, γενεαί σε πᾶσαι, Γλυκοφιλοῦσα ἀεὶ μακαρίζομεν, καὶ τὴν σεπτήν σου εἰκόνα κατασπαζόμεθα.
Ἁγνὴ καὶ πρὸ τοῦ τόκου, καὶ ἐν τόκῳ ὤφθης καὶ μετὰ τόκον Παρθένος διέμεινας· διὸ σοῦ πάντες εἰκόνα, τὴν θείαν σέβομεν.
Κατάβαλε Παρθένε, τοὺς μὴ προσκυνοῦντας, τὴν ἱεράν σου εἰκόνα καὶ φύλαττε, ποίμνην τὴν πίστει καὶ πόθῳ σὲ μεγαλύνουσαν.
Ὦ Γλυκοφιλοῦσα, παράλαβε ὁσίους, καὶ Ἱεράρχας Μονῆς σου προστάτας ἡμῶν, συμπρεσβευτὰς καὶ τὸν Κτίστην ἡμῖν ἱλέωσον.
Βασίλισσα Παρθένος, πέφυκας τεκοῦσα, τὸν Βασιλέα τῆς δόξης καὶ Κύριον, ὃν ἐκδυσώπει σωθῆναι τοὺς ἀνυμνοῦντάς σε.
Οὐράνωσας τὴν φύσιν, τῶν βροτῶν Παρθένε, τὸν οὐρανοῦ Βασιλέα κυήσασα· τῆς βασιλείας οὖν τούτου ἡμᾶς ἀξίωσον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ἡ πανυπερθαύμαστός σου εἰκών, ἐκ Βασιλευούσης, προανίσχουσα πρὸς ἡμᾶς, ὡς ἥλιος πᾶσιν, ἐφαπλοῖ τὰς ἀκτῖνας, θαυμάτων καὶ διώκει νύκτα τῶν θλίψεων.
Τὸ τῆς Φιλοθέου κλέος λαμπρόν, καὶ Ὄρους τοῦ Ἄθω, τὴν κρηπίδα καὶ ὀφθαλμόν, τὴν Γλυκοφιλοῦσαν εἰκόνα τῆς Πανάγνου, χαρᾶ καὶ εὐλαβείᾳ κατασπασώμεθα.
Πάντες τὴν εἰκόνα τὴν θαυμαστήν, τῆς Γλυκοφιλούσης, προσκυνήσωμεν εὐλαβῶς, ἐξ ἧς χάρις βρύει, ἐσμὸν παθῶν δυσώδη, διώκουσα τῶν πίστει προσπτυσσομένων αὐτήν.
Τοὺς ἀσπαζομένους σε εὐλαβῶς, ὦ Γλυκοφιλοῦσα, διαφύλαττε ἀσινεῖς, ἐκ παντὸς κινδύνου, καὶ δίδου εὐρωστίαν, ψυχῶν τε σωτηρίαν, καὶ ἀπολύτρωσιν.
Ὄντως πανωραία σου ἡ εἰκών, τῆς Γλυκοφιλούσης, Θεονύμφευτε Μαριάμ, βρύουσα θαυμάτων, πλήθη τοῖς προσιοῦσι, ἐσμὸν ἀῤῥωστημάτων ἀποδιώκουσα.
Δίδου τοῖς τιμῶσί σου τὸν ναόν, τοῦτον τὰς αἰτήσεις, καὶ ἀξίωσον τῆς ζωῆς, τῆς ἐπουρανίου, Γλυκοφιλοῦσα Κόρη, καὶ τὴν περικλεῆ σου Μονὴν περίσωζε.
Ἵλεως γενοῦ μοι σοὶ ἐκβοᾶ, ἡ Μονή σου αὕτη, ἡ ἐλπίζουσα ἐπὶ σοί, τῇ Γλυκοφιλούσῃ Μητρὶ τῇ τοῦ Δεσπότου, ἣν φύλαττε καὶ σκέπε ἐξ ἐπηρείας δεινῶν.
Μέγα τε τεράστιον καὶ φρικτόν, ἐτέλεσας ὄντως, ὅτε ἔστησας τὴν ὁρμήν, πυρὸς τοῦ παμφάγου, ἐν δάσει τῆς Μονῆς σου, διὸ σὲ εὐλογοῦμεν Ὀροφυλάκισσα.
Πάντες καταπλήττονται, ὦ Ἁγνή, ὁρῶντες ἐνταῦθα σὰ θαυμάσια τὰ φρικτά, ἅπερ καθ᾿ ἑκάστην τελεῖς ἐν τῇ Μονῇ σου· διὸ Γλυκοφιλοῦσα, σὲ μεγαλύνομεν.
Δέχου τὰς πρεσβείας, Παμβασιλεῦ, τῆς ἀειπαρθένου Παναχράντου σοῦ τε Μητρός, καὶ τὴν ποίμνην ταύτην, ἀπήμονα συντήρει, ἐχθίστων πάσης βλάβης, ὅπως δοξάζει σε.
Φιλόθεον πάντες τὸν τῆς Μονῆς, δομήτορα θεῖον, Θεοδόσιον, Συμεών, σὺν Διονυσίῳ, Κοσμᾶ, Διαμιανῷ τε, σὺν ἅμα Δομετίῳ ὕμνοις τιμήσωμεν.
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, τοὺς δύο φωστῆρας, τοὺς μεγάλους καὶ φωταυγεῖς Μιχαήλ τὸν μέγαν, καὶ Γαβριὴλ τὸν θεῖον, τοὺς δύο Ταξιάρχας τοῦ Παντοκράτορος.
Εἶτα τὸ μεγαλυνάριον τοῦ Ἁγίου τῆς ἡμέρας.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Πάντων προστατεύεις.
Πάντας ἡμᾶς οἴκτειρον ἁγνή, Μῆτερ τοῦ Θεοῦ καὶ Παρθένε, προσπεφευγότας ἐν σοί, καὶ σοῦ τήν ἀντίληψιν ἐπιζητοῦντας θερμῶς· καὶ Μονὴν τὴν τιμῶσάν σε, τήν Γλυκοφιλοῦσαν, σκέπε καὶ περίσωζε ἐξ ἐπηρείας δεινῶν, ῥῦσαι καὶ φθορᾶς καὶ κινδύνων, καὶ ἐπιτυχεῖν βασιλείας, Κόρη τοῦ Υἱοῦ σου καταξίωσον.