Χαιρετισμοί εις την Παναγία την Γλυκοφιλούσα


῎Εγραφον ἐν τῇ Ἱερᾷ Μονῇ Φιλοθέου, Ἁγίου Ὄρους Ἄθω, τῇ α΄. Ἑβδομάδι τῆς Ἁγίας καὶ Μεγάλης Τεσσαρακοστῆς Σωτηρίου ἔτους βα΄. Π.M.Φ

Kοντάκιον . Ἦχος πλ. δ΄. Tῇ ὑπερμάχῳ.
Γλυκοφιλούσης τὴν Eἰκόνα τὴν ὑπέρτιμον, τὴν καταπλεύσασαν ἡμῖν ἀπό τοῦ Bύζαντος, προσελθόντες προσκυνήσωμεν ἐκβοῶντες· οἷα Mήτηρ συμπαθὴς τοῦ Παντοκράτορος, ἡμῖν δίδου οἰκτιρμῶν σου τὰ δωρήματα, τοῖς κραυγάζουσι· χαῖρε πάντων Βασίλισσα.

Ἄγγελοι ἀοράτως, Κόρη ἐδορυφόρουν, τὴν σὴν Γλυκοφιλοῦσα Εἰκόνα, (ἐκ γ΄) ὅτε ἐκ Βύζαντος θαυμαστῶς, ποντοπορήσασα ἦκεν ἐν Ἄθωνι, καὶ προσωρμίσθη τῇ Μονῇ, τοῦ Φιλοθέου ἐκβοώσῃ·

Χαῖρε, Χριστὸν ἀγκαλοφοροῦσα·
Χαῖρε, αὐτὸν ἡ Γλυκοφιλοῦσα.
Χαῖρε, παραδόξως ἡμῖν καταπλεύσασα·
Χαῖρε, θεῖον ὕδωρ ἐν τῷ τόκῳ ἐκβλύσασα.
Χαῖρε, ὅτι ὡς βασίλισσα παραγέγονας ἡμῖν·
Χαῖρε, ὅτι ἐξωστράκισας τὸν στρατὸν τὸν δυσσεβῆ.
Χαῖρε, τοῦ Φιλοθέου τῆς Μονῆς θεῖον κλέος·
Χαῖρε, παντὸς τοῦ Ὄρους προστασία καὶ σθένος.
Χαῖρε, πηγὴ πλουσίας χρηστότητος·
Χαῖρε, λιμὴν ἡμῶν ἀκλυδώνιστος.
Χαῖρε, δι’ ἧς πᾶς ὁ Ἄθως χορεύει·
Χαῖρε, δι’ ἧς πᾶν δεινὸν ὑπεκφεύγει.

Χαῖρε πάντων Βασίλισσα.

Βλέπουσα τὴν μανίαν, ἡ γυνὴ ἡ ὁσία, τὴν τῶν Εἰκονομάχων Παρθένε, τὴν σὴν Εἰκόνα τὴν θαυμαστήν, τῇ θαλάσσῃ ἐνέβαλεν εἰποῦσά σοι· Ἄπιθι ὦ Πανάχραντε, ἔνθα τῷ Υἱῷ σου ψάλλουσιν.

Ἀλληλούϊα.

Γνόντες τὴν παραδόξως, εὔπλοιαν καὶ πορείαν, τῆς σῆς διὰ θαλάσσης Eἰκόνος, οἱ τῆς Φιλοθέου Mονασταί, ἐν ἀγαλλιάσει, αὐτὴν ὑπεδέξαντο, Γλυκοφιλοῦσα Δέσποινα, βοῶντές σοι μετὰ πόθου·

Χαῖρε, θαυμάτων τὸ μέγα θαῦμα·
Χαῖρε, Κυρίου τὸ ἔμπνουν ἅρμα.
Χαῖρε, Προφητῶν τὸ θεόφθεγκτον κήρυγμα·
Χαῖρε, ἀρετῶν οὐρανίων τὸ σκήνωμα.
Χαῖρε, ὄρος ἐμφανέστατον εὐδοκίας τοῦ Θεοῦ·
Χαῖρε, ὅρμος γαληνότατος τοῦ θεόφρονος λαοῦ.
Χαῖρε, ὅτι παρέχεις δαψιλεῖς χορηγίας·
Χαῖρε, ὅτι βλυστάνεις σωστικὰς ἐνεργείας.
Χαῖρε, βροτῶν τὸ μέγα διάσωσμα·
Χαῖρε, παντὸς τοῦ Ὄρους τὸ καύχημα.
Χαῖρε, δι’ ἧς ὁ Θεὸς ἐσαρκώθη·
Χαῖρε, δι’ ἧς ὁ Ἀδὰμ ἐθεώθη.

Χαῖρε πάντων Βασίλισσα.

Δόξαν σου τὴν μεγίστην, Eἰκών σου ἡ ἁγία, ὡσανεὶ Kόρη διηγουμένη, ἐν ἀΰλῳ λάμπουσα φωτί, ἐν τῷ λιμένι τῆς Mονῆς τεθέαται, καὶ ἅπαντες ἀνύμνησαν, τὴν ἔλευσιν αὐτῆς βοῶντες·

Ἀλληλούϊα.

Ἔνθους τῇ χάριτί σου, τῆς Μονῆς ἡ ἡγέτης, ἀνέλαβεν ἀπὸ τῆς θαλάσσης, Εἰκόνα σου Κόρη τὴν σεπτήν, Γλυκοφιλοῦσα Παρθένε δοξάζων σε, καὶ πάντες οἱ μονάζοντες, ἐβόων σοι ἐν εὐφροσύνῃ·

Χαῖρε, Ἀγγέλων ἡ θυμηδία·
Χαῖρε, ἀνθρώπων ἡ σωτηρία.
Χαῖρε, τῆς ἀρχαίας βουλῆς ἡ ἐκπλήρωσις·
Χαῖρε, τοῦ βροτείου φυράματος ὕψωσις.
Χαῖρε, ὅτι χαρᾶς ἔπλησας τῇ ἐλεύσει σου ἡμᾶς·
Χαῖρε, ὅτι τὸ ἀνθρώπινον ἐλυτρώσω τῆς ἀρᾶς.
Χαῖρε, Γλυκοφιλοῦσα τὸν Χριστὸν ὥσπερ βρέφος·
Χαῖρε, ἀποσοβοῦσα ἀθυμίας τὸ νέφος.
Χαῖρε, λειμὼν ἁγνείας πανεύσημος·
Χαῖρε, ἡμῶν ᾠδὴ παναρμόνιος.
Χαῖρε, δι’ ἧς ἠφανίσθη ἡ λύπη·
Χαῖρε, δι’ ἧς πᾶσα ὄχͅεται λύμη.

Χαῖρε, πάντων Βασίλισσα.

Ζεούσῃ εὐλαβείᾳ, ἡ σεμνὴ Βικτωρία, ἔθετο Ἁγνὴ ἐν τῇ θαλάσσῃ, τὴν σὴν Εἰκόνα ἐν προσευχῇ, ἥτις ὀρθία ξένως διαπλεύσασα, ξένων χαρίτων Ἄχραντε, ἠξίωσε τοὺς ἐκβοῶντας·

Ἀλληλούϊα.

Ἤνυσται ξένον θαῦμα, ὀπηνίκα ἐξῆλθεν, ἀπὸ τῆς θαλάσσης ἡ Εἰκών σου, ἁγίασμα γὰρ ἱερόν, ἐν ᾧ τόπῳ κατετέθη ἀνέβλυσε, Γλυκοφιλοῦσα Δέσποινα, καθαγιάζον τοὺς ἐκβοῶντας·

Χαῖρε, πηγὴ ζωτικῶν ναμάτων·
Χαῖρε, κρουνὸς πολλαπλῶν θαυμάτων.
Χαῖρε, μυροθήκη Θεοῦ ἡ πολύτιμος·
Χαῖρε, ζωηφόρος λυχνία πολύφωτος.
Χαῖρε, ὅτι ξένως δέδωκας τὴν Εἰκόνα σου ἡμῖν·
Χαῖρε, ὅτι ἐσωμάτισας τὸν τῶν ὅλων Ποιητήν.
Χαῖρε, Γλυκοφιλοῦσα τὸν Χριστὸν ὥσπερ βρέφος·
Χαῖρε, ὀμβροβλυτοῦσα θεοδώρητον σθένος.
Χαῖρε, ζωῆς τὸ μάννα ὀμβρίζουσα·
Χαῖρε, ψυχὰς αὐχμώσας δροσίζουσα.
Χαῖρε, λαμπὰς τριλαμποῦς θεαυγείας·
Χαῖρε, λαβίς ἥν εἶδεν Ἡσαΐας.

Χαῖρε πάντων Βασίλισσα.

Θεοδώρητον δῶρον, Φιλοθέου ἡ Μάνδρα, ἐδέξατο ἐν
ἀγαλλιάσει, Γλυκοφιλοῦσα ὡς ἀληθῶς, τὸ ἱερὸν καὶ σεπτόν σου Ἐκτύπωμα, καὶ πόθῳ σε δοξάζουσα, τῷ ἐκ σοῦ τεχθέντι κραυγάζει·

Ἀλληλούϊα.

Ἴασιν ἀναβλύζει, καὶ ψυχῶν καὶ σωμάτων, τῇ σῇ ἐπισκιάσει Παρθένε, Εἰκών σου ἡ ὄντως θαυμαστή, ἥνπερ περικυκλοῦντες μετὰ πίστεως, ὑμνοῦμέν σου τὰ θαύματα, καὶ ἐκβοῶμεν γηθοσύνως·

Χαῖρε, ἑστία ἀπείρου δόξης·
Χαῖρε, μανίας ἐχθροῦ ἡ πτῶσις.
Χαῖρε, τῶν θαυμάτων πηγάζουσα νάματα·
Χαῖρε, νοσημάτων ξηραίνουσα τραύματα.
Χαῖρε, θρόνος ὁ πυρίμορφος τοῦ Παντάνακτος Χριστοῦ·
Χαῖρε, στάμνος ἡ χρυσήλατος μάννα τοῦ ζωαρχικοῦ.
Χαῖρε, ὅτι ὡς βρέφος γαλουχεῖς τὸν Δεσπότην·
Χαῖρε, ὅτι βραβεύεις τοῖς πιστοῖς πᾶσαν δόσιν.
Χαῖρε, ἡμῖν αἰτοῦσα τὴν ἄφεσιν·
Χαῖρε, παθῶν νεκροῦσα τὴν ἄλγησιν.
Χαῖρε, καλῶν θαυμαστὴ ἁρμονία·
Χαῖρε, πασῶν ἀγαθῶν συστοιχία.

Χαῖρε πάντων Βασίλισσα.

Κλίνουσα Θεοτόκε, κεφαλήν σου τὴν θείαν, ἀσπάζῃ ἐν φιλήματι θείῳ, ὥσπερ νήπιον τὸν σὸν Υἱόν, ὅπερ θεωροῦντες ἐν τῇ Εἰκόνι σου, ἀγόμεθα τὴν δόξαν σου, καὶ ἐν ἐκπλήξει ἐκβοῶμεν·

Ἀλληλούϊα.

Λάμπουσα θείῳ φέγγει, νοητῶς ἡ Εἰκών σου, διέπλευσεν ὀρθία Παρθένε, τῆς θαλάσσης πελάγη πολλά, οἰακιζομένη τῇ κυβερνήσει σου, καὶ καταπαύσασα ἡμῖν, διήγειρεν ἡμᾶς βοᾶν σοι·

Χαῖρε, ἡ ξένως ἡμῖν ἐλθοῦσα·
Χαῖρε, θεσμούς φύσεως λαθοῦσα.
Χαῖρε, ἁγιάσματος κρήνη ἀκένωτος·
Χαῖρε, προστασία ἡμῶν καὶ ὑπέρμαχος.
Χαῖρε, τῶν Ἀγγέλων ἄνασσα καὶ Κυρία τοῦ παντός·
Χαῖρε, τῶν βροτῶν διάσωσμα καὶ χαρίτων χορηγός.
Χαῖρε, ὅτι πηγάζεις γλυκασμὸν σωτηρίας·
Χαῖρε, ὅτι ἐκτρέπεις συντριμμὸν ἀπωλείας.
Χαῖρε, πολλῶν πασχόντων διάσωσις·
Χαῖρε, ψυχῶν τελείᾳ ἀνάῤῥωσις.
Χαῖρε, Μονῆς Φιλοθέου τὸ κλέος·
Χαῖρε, παντὸς Ὄρους Ἄθω τὸ στέφος.

Χαῖρε πάντων Βασίλισσα.

Μένειν τοῦ Φιλοθέου, τῇ Mονῇ ᾔρετίσω, ἡμῶν εἰς περιποίησιν Kόρη, τὴν Eἰκόνα σου τὴν θαυμαστήν· ὅθεν κηρύττομεν πᾶσι τὴν χάριν σου ἀεὶ γὰρ βοηθεῖς ἡμῖν, Γλυκοφιλοῦσα τοῦ κραυγάζειν·

Ἀλληλούϊα.

Νόμους τῆς ἐγκρατείας, εὐσχημόνως προσέχειν, παιδεύουσα τοὺς πρὶν ἀτακτοῦντας, τῇ σῇ Eἰκόνος ἀκινησίᾳ, τὸ ἀτόπημα τούτων διώρθωσας οἱ πίστει προσπεσόντες σοι, ἐβόων σοι ἐν κατανύξει·

Χαῖρε, ὁ πλοῦτος τῆς συμπαθείας·
Χαῖρε, ἡ βρύσις τῆς εὐσπλαγχνίας,
Χαῖρε, τοὺς ἀτάκτους σωφρόνως παιδεύσασα·
Χαῖρε, ξένῳ τρόπῳ αὐτοὺς διορθώσασα,
Χαῖρε, Μήτηρ ἡ φιλεύσπλαγχνος τοῦ οἰκτίρμονος Χριστοῦ·
Χαῖρε, πέλαγος χρηστότητος καὶ εἰκὼν παντὸς καλοῦ,
Χαῖρε, ὅτι ἐν φόβῳ τὴν Εἰκόνα σου ἦραν·
Χαῖρε, ὅτι περ ταύτην τῇ Μονῇ σου μετῆραν,
Χαῖρε, ἀνδρῶν ἀτάκτων σωφρόνησις·
Χαῖρε, σεμνῶν ἀζύγων κατεύθυνσις,
Χαῖρε, χοροῦ μοναζόντων λαμπρότης·
Χαῖρε, Μονῆς τῆς παρούσης φαιδρότης.

Χαῖρε πάντων Βασίλισσα

Ξένα πέλουσι Κόρη, τῆς σεπτῆς σου εἰκόνος, τὰ θαύματα ὦ Γλυκοφιλοῦσα. πανταχοῦ γὰρ ἡ χάρις αὐτῆς, προφθάνουσα παρέχει τὰ σωτήρια· διὸ καὶ γλῶσσα ἅπασα, ὑμνοῦσά σε Χριστῷ κραυγάζει·

Ἀλληλούϊα.

Ὅλη τῇ διανοίᾳ, προσπίπτων σοι Παρθένε, ὁ διακονῶν ἐν τῷ ναῷ σου, παρεκάλει σε ἐκτενῶς, ᾧ ἐπιστᾶσα προσεῖπας τὰ πρόσφορα, ὁ δὲ ἔνθους σε ἀνύμνει, ἐκβοῶν σοι ἐν εὐλαβείᾳ·

Χαῖρε, Ἀγγέλων ἡ ὑμνωδία·
Χαῖρε, πασχόντων παρηγορία.
Χαῖρε, θλιβομένων ψυχῶν παραμύθιον·
Χαῖρε, τῶν πταιόντων θερμὸν ἱλαστήριον.
Χαῖρε, τὸν Ἰωαννίκιον βεβαιώσασα σαφῶς·
Χαῖρε, προμηθεὺς καὶ ἔφορος τῆς Μονῆς σου θαυμαστῶς.
Χαῖρε, ὅτι παρέχεις μυστικῶς θείας δόσεις·
Χαῖρε, ὅτι ἐξαίρεις ψυχοφθόρους κακώσεις.
Χαῖρε, παθῶν σβενύουσα καύσωνα·
Χαῖρε, πιστόν εὐφραίνουσα ἅπαντα.
Χαῖρε, ὁδὸς ἀσφαλὴς Ὀρθοδόξων·
Χαῖρε, χαρὰ Μοναστῶν ἐκβοώντων.

Χαῖρε πάντων Βασίλισσα.

Πλήρεις Kόρη ἀνοίας, χεῖρες ἱεροσύλου, ἀφεῖλον ἀναθήματα πάντα, ἐκ τῆς Εἰκόνος σου ἀσεβῶς, ἀλλ’ ὁ ταῦτα δράσας τῆς σῆς δυνάμεως, πεῖραν λαβὼν Πανύμνητε, ἐν μετανοίᾳ ἀνεβόα·

Ἀλληλούϊα.

̔Ρώμῃ τῆς θαυμαστῆς σου, ἐμφανείας ἐσώθη, ὁ πεσὼν Κόρη ἐκ τῆς θυρίδος ἐποφθεῖσα γὰρ ὡς μοναχή, τοῦτον ἐκ τῆς χειρὸς Ἁγνὴ ἐκράτησας, ὁ δὲ ῥυσθεὶς τοῦ θανάτου, ἐβόα σοι Γλυκοφιλοῦσα·

Χαῖρε, ἡ ῥύστις κινδυνευόντων·
Χαῖρε, προστάτις τῶν σὲ φωνούντων.
Χαῖρε, τοῦ κρημνοῦ τόν πεσόντα ἁρπάσασα·
Χαῖρε, τῇ χειρί σου αὐτὸν ἡ κρατήσασα.
Χαῖρε, πανταχοῦ προφθάνουσα τοὺς ἐν πόνοις και δεινοῖς·
Χαῖρε, σωτηρίαν νέμουσα τοῖς καλοῦσί σε πιστοῖς.
Χαῖρε, ὅτι θαυμάτων ἐνεργεῖς τὰς δυνάμεις·
Χαῖρε, ὅτι τοῖς πᾶσι χορηγεῖς τὰς ἰάσεις.
Χαῖρε, δι’ ἧς ὁ ἄνθρωπος σέσωσται·
Χαῖρε, δι’ ἧς ἡ ποίμνη σου γήθεται.
Χαῖρε, ψυχῶν χαρμονὴ φιλοθέων·
Χαῖρε, ἰσχὺς μοναστῶν καὶ μιγάδων.

Χαῖρε πάντων Βασίλισσα.

Σκέπη καὶ σωτηρία, Ἁγνὴ Γλυκοφιλοῦσα, ὑπάρχεις τῆς Μονῆς Φιλοθέου διὸ ἐν εὐλαβείᾳ πολλῇ, τῇ σῇ ἁγίᾳ Εἰκόνι προσπίπτομεν, τὴν χάριν σου κηρύττοντες, και τῷ Υἱῷ σου ἐκβοῶντες·

Ἀλληλούϊα.

Τοῦ βεβαίου θανάτου, ἐκ τοῦ κλύδωνος Κόρη, οἱ περὶ τὸν Καλλίνικον ῥυσθέντες, τῇ σῇ θερμῇ ἐπισκοπῇ, ἀβλαβεῖς ἐν τῇ Μονῇ σου παρεγένοντο, τὸ θαῦμα διηγούμενοι, καὶ βοῶντές σοι ὁμοφώνως·

Χαῖρε, γλυκεῖα Γλυκοφιλοῦσα·
Χαῖρε, τοὺς πάντας χαροποιοῦσα.
Χαῖρε, ἐκ θαλάσσης ἡμᾶς διασώσασα·
Χαῖρε, τὰς δεήσεις ἡμῶν ἐκπληρώσασα.
Χαῖρε, θαλασσίου κλύδωνος ῥυσαμένη τὴν νηόν·
Χαῖρε, τοῖς ἐν λύπαις στάζουσα δι’ ἐλπίδος γλυκασμόν.
Χαῖρε, ἡ τῶν πλωτήρων ἀσφαλὴς κυβερνῆτις·
Χαῖρε, θαλασσοπόρων σωτηρία καὶ ῥύστις.
Χαῖρε, Χριστοῦ θεότευκτον ὄχημα·
Χαῖρε, ἐχθροῦ ἀπείργουσα ὅρμημα.
Χαῖρε, πολλούς ῥυομένη κινδύνων·
Χαῖρε, Θεοῦ εὐωδέστατον μύρον.

Χαῖρε πάντων Βασίλισσα.

῞Υμνοις πανευχαρίστοις, ἡ πρὶν στεῖρα γυναῖκα, τεκοῦσα τῇ σῇ ἐπιστασίᾳ, ὕμνησε γεγηθυῖα ψυχῇ, Γλυκοφιλοῦσα Παρθένε τὴν χάριν σου, καὶ τὸ θαῦμα κηρύττουσα ἐβόα τῷ ἐκ σοῦ τεχθέντι·

Ἀλληλούϊα.

Φιλοθέου ἡ Μάνδρα, ἡ φιλόθεος Κόρη, χαίρει τῇ θαυμαστῇ ἀρωγῇ σου, καὶ ἅπας ὁ Ἄθως σὺν αὐτῇ, ἀνακηρύττει τὰ πολλά σου θαύματα, Γλυκοφιλοῦσα Πάναγνε, καὶ ἅπαντές σοι ἐκβοῶμεν·

Χαῖρε, λυχνία ἡ φωτοφόρος·
Χαῖρε, ἀρδεία ἡ ζωηφόρος.
Χαῖρε, Μοναζόντων ἐλπὶς καὶ διάσωσμα·
Χαῖρε, ἡμῶν πάντων σεπτότατον καύχημα.
Χαῖρε, νεφέλη ἡ σκιάζουσα Ἄθωνα τὸν εὐαγῆ·
Χαῖρε, σκέπη περισκέπουσα Φιλοθέου τὴν Μονήν.
Χαῖρε, ὅτι ἁπάντων ἐκπληροῖς τὰς αἰτήσεις·
Χαῖρε, ὅτι ἰᾶσαι τῶν ψυχῶν τὰς παθήσεις.
Χαῖρε, γλυκὺ καὶ πρᾶγμα καὶ ὄνομα·
Χαῖρε, Μοναστῶν ὁρῶσαι μελέτημα.
Χαῖρε, δι’ ἧς ἀθυμίας λυτροῦμαι·
Χαῖρε, δι’ ἧς εὐφροσύνης πληροῦμαι.

Χαῖρε, πάντων Βασίλισσα.

Χάριν Γλυκοφιλοῦσα, ὑπὲρ μέλι γλυκάζον, κατὰ τὸν θεηγόρον Προφήτην, καὶ γλυκαίνει τὰς ψυχὰς ἡμῶν, ἀποστάζει ἡ Εἰκών σου ἡ πάντιμος, ᾗ εὐλαβῶς προσπίπτοντες, ἀναβοῶμεν τῷ Υἱῷ σου·

Ἀλληλούϊα.

Ψάλλοντες καθ’ ἑκάστην, τὰ πολλὰ μεγαλεῖα, Γλυκοφιλοῦσα τῆς χάριτός σου, βοῶμέν σοι ἐκ βάθους ψυχῆς· μὴ ἐλλείπῃς προστατεύειν δεόμεθα, ἀεὶ ταύτης τῆς Μονῆς σου, πάντοτε θερμῶς σοι βοώσης·

Χαῖρε, Μονῆς σου ἡ προστασία·
χαῖρε, ἁπάντων ἡ σωτηρία.
Χαῖρε, τῶν Ἀγγέλων τὸ θεῖον ἐντρύφημα·
χαῖρε, Μοναζόντων ταχὺ ἐπιφώνημα.
Χαῖρε, τεῖχος καὶ διάδημα Φιλοθέου τῆς Μονῆς·
χαῖρε, στήριγμα καὶ ἥδυσμα πάσης εὐσεβοῦς ψυχῆς.
Χαῖρε, Γλυκοφιλοῦσα ἡ χαρὰ τῆς ζωῆς μου·
χαῖρε, ἡ σωτηρία τῆς ἀθλίας ψυχῆς μου.
Χαῖρε, δι’ ἧς πικρίας ῥυσθήσομαι·
χαῖρε, δι’ ἧς σῷ Υἱῷ προσαχθήσομαι.
Χαῖρε, παθῶν ψυχικῶν μου ἡ λύσις·
χαῖρε, δεινῶν τῶν ἐν βίῳ ἡ ῥύστις.

Χαῖρε πάντων Βασίλισσα.

Ὦ θεόνυμφε Kόρη, ἡ Θεοῦ Ἁγνὴ μήτηρ, χαριτόβρυτε
Γλυκοφιλοῦσα (ἐκ γ΄) δέχου τὰς ἱκετηρίας φωνάς, καὶ δίδου ἑνὶ ἑκάστῳ βοήθειαν· ἀεὶ γὰρ σοὶ προστρέχομεν, καὶ τῷ Yἱῷ σου ἐκβοῶμεν·

Ἀλληλούϊα.

Kοντάκιον. Ἦχος πλ. δ΄. Tῇ ὑπερμάχῳ.
Γλυκοφιλούσης τὴν Eἰκόνα τὴν ὑπέρτιμον, τὴν καταπλεύσασαν ἡμῖν ἀπὸ τοῦ Bύζαντος, προσελθόντες προσκυνήσωμεν ἐκβοῶντες· οἷα Mήτηρ συμπαθὴς τοῦ Παντοκράτορος, ἡμῖν δίδου οἰκτιρμῶν σου τὰ δωρήματα, τοῖς κραυγάζουσι· χαῖρε πάντων Βασίλισσα.