Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο την εν Μαντινεία ονομαζόμενην Πανωχρεπίτισσα

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ τροπάρια·

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Kατεποπτεύουσα ἐξ ὕψους σου θρόνου, τοῦ ἐν Μαινάλῳ δασυσκίῳ Παρθένε, πιστοὺς Πανωχρεπίτισσα σεμνὴ οἰκιστὰς, Μαντινείας πάντοτε Θεοτόκε μὴ παύσῃ, καὶ τηροῦσα ἅπαντας ἀσινεῖς τῆς μανίας, μὴ διαλλείπῃς πλάνου εὐλαβῶς, τοὺς προσκυνοῦντας τὴν θείαν εἰκόνα σου.

Δόξα. Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὸ κανών, οὗ ἡ ἀκροστιχίς·
Πανωχρεπίτισσα Θεοτόκε, βοήθει μοι. Χ.Μ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Παντοίων ἀπάλλαξον συμφορῶν, κυνδύνων καὶ βλάβης τοὺς ἐχθίστου σοὺς ὑμνητάς, Μαινάλου Κυρία Θεοτόκε, Πανωχρεπίτισσα, νύμφη ἀνύμφευτε.

Ἁγίασον πάντας τοὺς εὐλαβῶς, προστρέχοντας Μῆτερ, εἰς Μονήν σου τὴν ἱερὰν εἰκόνα σεπτήν σου προσκυνῆσαι, Πανωχρεπίτισσα θεογεννήτρια.

Νικήτορας δεῖξον κατὰ παθῶν, ἡμᾶς χαμαιζήλων ἀναξίων σου ὑμνητῶν, σπευδόντων ἐν πίστει ἐκζητῆσαι, Πανωχρεπίτισσα Μῆτερ, τὴν χάριν σου.

Ὡς ὄρνις φιλέρημος ἐν δρυμοῖς, Μαινάλου Παρθένε, την σὴν ἔπηξας καλιὰν ἀέναον προς δοξολογίαν, Πανωχρεπίτισσα Τόκου του θείου σου.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Χαριτόβρυτε Μῆτερ, σὲ ὡς φρουρὸν ἄγρυπνον μέλποντες, Τριπόλεως ὕμνοις Πανωχρεπίτισσα, καὶ ὡς θερμὴν βοηθὸν, ἐν Μαντινείᾳ οἰκούντων σπεύδομεν ἑκάστοτε τῇ προστασίᾳ σου.

Ῥαντισμῶ σῆς προνοίας καὶ ἀρωγῆς, Δέσποινα, δούλους σου ἁγίασον Μῆτερ, Πανωχρεπίτισσα, ἀσπαζομένους πιστῶς, σὸν χαοιτόβρυτον ὄντως, ἔκτυπον εἰκόνος σου, Θεογεννήτρια.

Εὑσυμπάθητε Μῆτερ Λόγου Θεοῦ, πρόφθασον, καὶ ἐκ συμφορῶν καὶ κινδύνων, Πανωχρεπίτισσα, Μαινάλου ὄρους φρουρὲ, καὶ Μαντινείας ἀκέστορ, ταχινὴ ἀπάλλαξον σοὶ τοὺς προστρέχοντας.

Προσκυνοῦντες εἰκόνα σὴν ἱεράν, Ἄχραντε, εὑρεθεῖσαν ἔνδον σπηλαίου, Πανωχρεπίτισσα, πιστῶν Ἀρκάδων χοροὶ, ὁμολογοῦμεν σὴν χάριν, καὶ θερμὴν ἀντίληψιν ἐν περιστάσεσι.

Διάσωσον, Πανωχρεπίτισσα Μῆτερ, τοὺς σοὺς οἰκέτας, ἐξ ἐχθίστου ἐπιβουλῆς, κινδύνων καὶ θλίψεων, τοὺς σπεύδοντας πίστει σῇ προστασίᾳ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἀρκάδων χοροί, σεμνὴ Πανωχρεπίτισσα, ἐλατοβριθοῦς Μαινάλου θεῖον κόσμημα, εὐλαβῶς ἀσπαζόμενοι σὴν εἰκόνα χάριτας βρύουσαν, ὡς ἐξ ἀφθόνου φρέατος χαρᾶς ταχέως ἀντλοῦμεν, Μῆτερ, νάματα.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἰλαστήριον δούλων σου, κεχαριτωμένη Πανωχρεπίτισσα, συμφορῶν καὶ περιστάσεων, ῥῦσαι τοὺς πιστῶς ἀνευφημοῦντάς σε.

Τοῦ ἐχθροῦ ἐπιθέσεων ἀσινεῖς συντήρει τοὺς σοὶ προστρέχοντας, ἀγλαὴ Πανωχρεπίτισσα, Μῆτερ τοῦ Ὑψίστου εὐσυμπάθητε.

Ἰαμάτων ἀστείρευτε ποταμὲ παρθένε Πανωχρεπίτισσα, ἀλγηδόνας πάντω πράυνον, τῶν εἰλικρινῶς μακαριζόντων σε.

Σκοτασμὸν ἀποδίωξον νόσων δυσιάτων παθῶν καὶ θλίψεων, πόῤῥω πάντων τῶν προσφύγων σου, Μῆτερ τοῦ Θεοῦ, Πανωχρεπίτισσα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σῶσον ἐκ φθορᾶς, καὶ παντοίας περιστάσεως, τοὺς προστρέχοντας εἰς Μάνδραν σου σεπτῆν, προσκυνῆσαι, σὴν μορφὴν Πανωχρεπίτισσα.

Αἴγλης θεϊκῆς, καταξίωσον σοὺς πρόσφυγας, τοὺς δοξάζοντας Υἱόν σου καὶ Θεὸν, πανευΐλατον, σεμνὴ Πανωχρεπίτισσα.

Θρόνου σου σεπτοῦ, ἡ ἐξ ὕψους ἐποπτεύουσα, Μαντινείαν φρούρει πάντας σὴν μορφὴν, προσκυνοῦντας, εὐλαβῶς Πανωχρεπίτισσα.

Εὔχου ἀκλινῶς, ὑπὲρ πάντων εὐφημούντων σε, καὶ σπευδόντῶν προσκυνῆσαι σὴν μορφὴν, ἐν Σεμνείῳ σου, λαμπρῷ, Πανωχρεπίτισσα.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὀλόφωτος, ὡς ἀστὴρ τὴν Τρίπολιν, καταυγάζει ἐκ τοῦ ὕψους Μαινάλου, Πανωχρεπίτισσα Θεογεννῆτορ, ἡ σὴ Μονὴ καὶ διώκει σκοτόμαιναν, αὐτῆς ἐνοίκων τῶν παθῶν, νοσημάτων κινδύνων καὶ θλίψεων.

Τὸν τάραχον, σαρκικῶν κατάπαυσον, σκιρτημάτων προστασίας σου ράβδῳ, Πανωχρεπίτισσα Μῆτερ, καὶ βίον ἡμῶν εἰρήνευσον νῦν προσκυνούντῶν σου εἰκόνα τὴν θαυματουργόν, εἰρηνάρχου Θεοῦ Μῆτερ ἄχραντε.

Οὐράνωσον οἰκετῶν σου φρόνημα, προστρεχόντων εἰς Μαινάλου τὸ ὄρος σὴν παναγίαν μορφὴν προσκυνῆσαι, Πανωχρεπίτισσα Μῆτερ, καὶ νέκρωσον ἡμῶν κινήσεις σαρκικάς, σωφροσύνης παλάτιον, Δέσποινα.

Καυχώμεθα πάντες τῇ ἑτοίμῃ σου ἀρωγῇ, Πανωχρεπίτισσα Μῆτερ, ἥνπερ δεικνύεις ἡμῖν τοῖς ἐν πίστει ἀσπαζομένοις τὴν θείαν εἰκόνα σου, ὑπάρχουσαν ὁπλαρχηγῶν καὶ στεῤῥοῦ Θεοδώρου προσφύγιον.

Διάσωσον, Πανωχρεπίτισσα Μῆτερ, τοὺς σοὺς οἰκέτας ἐξ ἐχθίστου ἐπιβουλῆς, κινδύνων καὶ θλίψεων τοὺς σπεύδοντας πίστει σῇ προστασίᾳ.

Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὁπλαρχηγῶν τοῦ ἀγῶνος προσφύγιον ἐλευθερίας ἡμῶν, Μητροπάρθενε, Πανωχρεπίτισσα, στίφη ἐκδίωξον δοκούντων ἄρχειν λαῶν καὶ συμφέρουσιν αὐτῶν δουλούντων τοὺς σὲ μεγαλύνοντας.

Προκείμενον
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39 – 49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Πανωχρεπιτίσσης πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Σκέπη καὶ κραταίωμα, Πανωχρεπίτισσα Μῆτερ, πάντων μελῳδούντων σε, καὶ πιστῶς εἰκόνα σου χαριτόβρυτον, ἀγλαὴ Δέσποινα, κεχαριτωμένη, προσκυνούντων, ἐνδυνάμωσον, τοὺς καταφεύγοντας εἰς Μονὴν σεπτήν σου τὴν πέλουσαν, Μαινάλου ὄρους κλέϊσμα, Ἀρκαδίας θεῖον θησαύρισμα, Μαντινείας γέρας καὶ τοῦ Περιθωρίου τιμαλφὲς καὶ πολυτίμητον κόσμημα, Δέσποινα πανύμνητε.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου….

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐκ δεινῶν καὶ κινδύνων ἀπολύτρωσαι πάντας πιστῶς προστρέχοντας, εἰς ὄρος τοῦ Μαινάλου, μορφήν σου προσκυνῆσαι, Μῆτερ Πανωχρεπίτισσα, πηγὴν θαυμάτων πολλῶν, ὑπάρχουσαν Παρθένε.

Βοηθὸς οἰκετῶν σου ἐν στενώσεσι βίου καὶ περιστάσεσι, παναλγειναῖς ὑπάρχεις, φρουρὲ Περιθωρίου, Μῆτερ Πανωχρεπίτισσα, ἡ ἐφορῶσα ἀεὶ, τοὺς σὲ ὑμνολογοῦντας.

Ὁδηγοῦσα μὴ παύσῃ πρὸς σκηνὰς οὐρανίους, Πανωχρεπίτισσα, κατοίκους Μαντινείας καὶ τῶν πιστῶν χορείας προσκυνούντων εἰκόνα σου, σὴν ἱερὰν ἐν Μονῇ, τῇ ἐν δρυμοῖς Μαινάλου.

Ἡ Μονή σου ἐδείχθη ἰατρεῖον νοσούντων Πανωχρεπίτισσα, ἰσχὺν τῶν ἀδυνάτων, καὶ ῥῶσις ἀσθενούντων, κατωδύνως Παντάνασσα, Μῆτερ Ὑψίστου Θεοῦ, ὑπερευλογημένη.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Θεοῦ τοῦ Λόγου, Πανωχρεπίτισσα Μῆτερ, οὐρανόθεν εὐλόγει σοὺς δούλους, προσκυνοῦντας πόθῳ, σὴν ἱερὰν εἰκόνα.

Εὐκλείας δεῖξον, Πανωχρεπίτισσα θείας, τῆς ἐν πόλῳ μετόχους σοὺς δούλους, θαυμασίων πλῆθος, τῶν σῶν ἀνευφημοῦντας.

Ἰσχὺν καὶ θάῤῥος, Πανωχρεπίτισσα πᾶσι, δὸς ἡμῖν προσκυνοῦσιν εἰκόνα, Κεχαριτωμένη, τὴν θαυματόβουτόν σου.

Μαινάλου κλέος, Πανωχρεπίτισσα Μῆτερ, καθαγίαζε τοὺς προσκυνοῦντας, ἐν σεπτῇ Μονῇ σου, σὴν ἱερὰν εἰκόνα.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὁδήγει σοὺς οἰκέτας, πρὸς ἐπάλξεις πόλου, τοὺς μεγαλύνοντας πλῆθος θαυμάτων σου, Πανωχρεπίτισσα Μῆτερ, θεογεννήτρια.

Ἵλέωσαι σὸν Τόκον, Κεχαριτωμένη, τοῖς προσκυνοῦσιν ἐν πίστει εἰκόνα σου, Πανωχρεπίτισσα Μῆτερ, τὴν θαυματόβρυτον.

Χαρᾶς ἡμῶν αἰτία, Μῆτερ τοῦ Ὑψίστου, τῶν λυπηρῶν ἀποδίωξον ζόφωσιν, Πανωχρεπίτισσα, πάντων μακαριζόντων σε.

Μνημόνευε σῶν δούλων, κατασπαζομένων, Πανωχρεπίτισσα θείαν εἰκόνα σου, τὴν ἐφορῶσαν ἐξ ὄρους Μαινάλου ἅπαντας.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Παναγία Μῆτερ Θεοῦ, χαίροις, χριστωνύμων ἀντιλῆπτορ ἡ κραταιά, χαίροις, ἡ προστάτις Μονῆς ἐπάνω Χρέπας, ἡ σκέπουσα ὑψόθεν πόλιν Τριπόλεως.

Χαίροις ἡ ἐξ ὕψους σου θαυμαστῶς, ἐφορῶσα Μῆτερ, ἐπὶ πάντας τοὺς εὐλαβῶς, ἐπικαλουμένους σὴν θείαν προστασίαν, τῆς Μαντινείας φύλαξ, Πανωχρεπίτισσα.

Χαίροις τοῦ ἀγῶνος ὁπλαρχηγῶν τῆς ἐλευθερίας, ἐξ ἀπίστων σῶν ἱκετῶν, προσφυγὴ ἑτοίμη, Κυρία Θεοτόκε, φρουρὲ χειμαζομένων, Πανωχρεπίτισσα.

Εἰρηνάρχου Κτίσαντος καὶ Θεοῦ Μῆτερ γλυκυτάτη, ὑμνηπόλων σου εὐλαβῶν βίον σαῖς πρεσβείαις εἰρήνευσον καὶ σῶσον, ἡμᾶς ἐχθροῦ μανίας, Πανωχρεπίτισσα.

Χαίροις τοῦ Μαινάλου λαμπρὸς φωστήρ, Κεχαριτωμένη, ἐγκαλλώπισμα ἱερὸν, τοῦ Περιθωθρίου καὶ γέρας Μαντινείας, πολύτιμον Παρθένε Πανωχρεπίτισσα.

Εὑσεβῶν ἀγῶνος ὁπλαρχηγῶν τῆς ελευθερίας ἐξ ἀπίστων Ἄγαρ υἱῶν, προσφυγῆ ἑτοίμη καὶ θεία σκέπη πέλεις, Μαινάλου ὄρους φύλαξ, Πανωχρεπίτισσα.

Ῥῦσαι τοῦ ἐχθίστου ἐπιβουλῆς, πάντας κοπιῶντας εἰς Σεμνεῖόν σου ἀνελθεῖν, τὸ κοσμοῦν τὸ ὄρος Μαινάλου, Θεοτόκε, πιστοῦ λαοῦ συλλῆπτορ, Πανωχρεπίτισσα.

Χαίροις καταφύγιον ἱερὸν Κολοκοτρωναίων καὶ ἁπάντων ὁπλαρχηγῶν δι᾽ ἐλευθερίαν τῶν ἀγωνιζομένων τοῦ γένους Ὀρθοδόξων, Πανωχρεπίτισσα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Θεοτόκε Παρθένε Πανωχρεπίτισσα, ὁπλαρχηγῶν τοῦ ἀγῶνος, ἐλευθερίας ἡμῶν, καταφύγιον ἐξ ὕψους θείου θρόνου σου, πάντας ἐπόπτευε ἀεὶ, Μαντινείας τοὺς πιστοὺς, βοῶντας ἐν εὐλαβείᾳ· χαῖρε πιστῶν ἐν κινδύνοις, καὶ πειρασμοῖς θερμὴ ἀντίληψις.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Φύλαξ ὄρους ἐλατοβριθοῦς, Κεχαριτωμένη Μαινάλου, καὶ ἐναργὲς βοηθὲ, οἰκιστῶν Τριπόλεως Πανωχρεπίτισσα, Θεοτόκε πανύμνητε, βοήθει σοῖς δούλοις, ἐν δειναῖς στενώσεσι καὶ περιστάσεσιν, ὄντως τρυχομένοις καὶ ῥύου συμφορῶν καὶ θλίψεων πάντας σὲ τοὺς μεγαλύνοντας ἑκάστοτε.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Τετράστιχον.
Πανωχρεπίτισσα, Ἀλέξανδρον σκέπε
σῦν Μάνδρας σου μοναζουσῶν
συνοδείᾳ, ἐλατοβριθὲς Μαίναλον
κλεϊζούσης, ταπεινῶς δέεταί σου νῦν Χαραλάμπης.