Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκον την Παραμυθίαν Ιεράς Μονής Βατοπαιδίου

†Εορτάζεται στις 21 Ιανουαρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν, ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα βοήθησον, ἐφ’ ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων· μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς. σε γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.

Δόξα.
Ἀπολυτίκιον Παναγίας Παραμυθίας.
Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Τῆς ποίμνης κυκλωθείσης ὑπὸ τῶν πολεμίων, καὶ τῶν διωκτῶν ὑλακτούντων κατὰ τῶν σῶν προβάτων, προσεῖπας τῷ δούλῳ σου Ἁγνή, καθ’ ὕπαρ φωνήσασα αὐτῷ, διὰ τοῦτο καὶ χορεῖαι τῶν μοναστῶν, σοι κράζουσι Θεοτόκε· δόξα τῇ ἀντιλήψει σου σεμνῇ, δόξα τῇ προστασίᾳ σου, δόξα Παραμυθίᾳ, σοὶ μόνη Πανύμνητε.

Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανὼν·

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Πανύμνητε Δέσποινα Μαριάμ, παράσχου μοι χάριν, ὅπως στέψω χρεωστικῶς, ἀσμάτων τοῖς ἄνθεσιν εἰκόνα, τῆς σῆς μορφῆς, Παραμυθίᾳ μου.

Κυρία τοῦ Ἄθωνος κραταιᾷ, προστάτις καὶ σκέπη, ἐξαιρέτως δὲ τῆς Μονῆς, Μεγίστης κλεινῆς Βατοπαιδίου, τοὺς παροικοῦντας ἐν ταύτῃ περίσῳζε.

Ὡς πάλαι τὴν ποίμνην σου θαυμαστῶς, ὦ Παραμυθίᾳ, διασώσασα ἐκ λῃστῶν, καὶ νῦν ὡσαύτως δονουμένους, τῇ μεσιτείᾳ σου λύτρωσαι Δέσποινα.

Ἐκ νόσων σκανδάλων καὶ πειρασμῶν, περικυκλωθέντες, τῇ εἰκόνι σου ὡς εἱκός, προσπίπτομεν Δέσποινα βοῶντες· Παραμυθίᾳ ἀπάλλαξον τάχιστα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Βουληθεὶς ὁ Υἱός σου, Θεοχαρίτωτε Δέσποινα, βίον μοναστῶν ἀμελούντων, τούτου προστάγματα, ἐπανορθώσασθαι, δεινῶν βαρβάρων τὰ στίφη, κατὰ τῆς Μεγίστης σου Μονῆς ἀπέστειλε.

Διὰ τοῦτο Παρθένε, σὺ ἀπωθήσασα ὄλεθρον, πάσῃ μητρικῇ παῤῥησίᾳ, χρωμένη ἔσπευσας, εἰ καὶ ὁ Κύριος, αὐτοῦ τὴν χεῖρα ἐκτείνας, σοῖς ἀχράντοις χείλεσι, πάλιν ἐβόησας.

Παῦσον Μῆτερ φωνοῦσα, ὁ σὸς Υἱὸς ἔλεγεν, ἀλλὰ σὺ Παρθένε καὶ πάλιν, τρίτον ἐφώνησας, παραμυθήσασα, πᾶσαν τὴν ποίμνην σου Κόρη, ὅθεν πάντες κράζομεν· Δέσποινα, χαῖρέ σοι.

Σὺ ὑπάρχεις Παρθένε, πάντων ἡμῶν στήριγμα, σκέπη καὶ προστάτις καὶ ῥύστις, πάσης κακώσεως, καὶ πρέσβυς ἄριστος, πρὸς τὸν Υἱὸν καὶ Θεὸν σου, φύλαξ καὶ ὑπέρμαχος Βατοπαιδίου Μονῆς.

Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς σε καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Πρεσβεία θερμὴ καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγή, ἡμῶν τε παραμύθιον, ἐκτενῶς βοῶμέν σοι· Θεοτόκε Δέσποινα πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη προστάτις τοῦ ποιμνίου σου.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἀνεδείχθη Πανάχραντε, ὁ Ναός σου οὗτος τῆς θείας Χάριτος, οἰκητήριον κοσμούμενος, τῆς σεπτῆς εἰκόνος ἐκτυπώματι.

Μοναστῶν καὶ μιγάδων τε πάντων τὰ συστήματα σοι κραυγάζουσι, παραμύθησον Μητράνανδρε, πειρασμῶν παντοίων τοὺς οἰκέτας σου.

Τῆς Μονῆς σου οἱ τρόφιμοι, χαίροντες σκιρτῶντες καὶ ἀγαλλόμενοι, καθ’ ἑκάστην τὴν εἰκόνα σου, χάριτος πληροῦνται, ἀσπαζόμενοι.

Βατοπαίδιον γάννυται, συγκαλοῦν τοῦ Ὄρους ἅπαν τὸ σύστημα, ὅπως ἴδη τῆς εἰκόνος σου, τὴν μορφὴν στραφεῖσαν καὶ φωνήσασαν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Στάμνον Κιβωτόν, Ῥάβδον Πλάκα, θείαν Τράπεζαν, Ὄρος, Βάτον ἀκατάφλεκτον, σὲ Προφῆται Κόρη προκατήγγειλαν.

Ὄρος Δανιὴλ ἀλατόμητον κατεῖδέ σε, ἄλλος πάλιν πόκον ἔνδροσον, ἕτερος χρυσῆν λυχνίαν Πάναγνε.

Λύονται ἐν σοί, νόμοι φύσεως Πανάχραντε, μόνη τίκτεις Βρέφος ἄσπορον, Λόγον τοῦ Πατρὸς τὸν ἐνυπόστατον.

Σῶμα καὶ ψυχήν, καὶ διάνοιαν ἐμόλυνα, ὁ ἀνάξιος ἱκέτης σου, ὅθεν σοι κραυγάζω· Κόρη σῶσόν με.

ᾨδὴ ς΄. Ἱλάσθητί μοι Σωτήρ.
Πρεσβείας σου, Μαριάμ, ἐγκαίνισον τοῖς ἐγκάτοις μου, πρὸς σὸν Υἱὸν καὶ Θεόν, Πνεῦμα τὸ Πανάγιον, πάθος δὲ ὀλέθριον τῆς ἀναισθησίας, ἀποδίωξον Πανάχραντε.

Τῆς ταπεινώσεως εἶ, Παραμυθίᾳ τὸ σύμβολον· προσπίπτοντες οὖν ἡμεῖς, τῇ σεπτῇ εἰκόνι σου, ταπείνωσιν Δέσποινα διὰ σοῦ αἰτοῦμεν, ταῖς πρὸς Κύριον πρεσβείαις σου.

Τὸ Ὄρος τὸ θαυμαστόν, Παραμυθίᾳ τοῦ Ἄθωνος, κατέχον τὴν σὴν σεπτήν, εἰκόνα σεμνύνεται, καὶ τὴν παναγίαν σου, Παναγία Ζώνην, τῶν ἐχθρῶν φυγαδευτήριον.

Λοιμοῦ, λιμοῦ καὶ σεισμοῦ, πυρὸς μαχαίρας καὶ κλύδωνος, χαλάζης καὶ πειρασμοῦ, καὶ παντὸς νοσήματος, ῥῦσαι ὑπεράγαθε, Παναγία Κόρη, τὴν σὴν ποίμνην ἱκετεύομεν.

Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, ὡς μόνη τῶν σῶν ἡ Παραμυθία.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς· ἀλλὰ πρόφθασον ὡς ἀγαθῇ, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε τῶν τιμώντων σε.

Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεὰ καὶ γενεά.
Στίχος. Τὸ πρόσωπον σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39 – 49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Πάτερ, Λόγε Πνεῦμα Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μὴ καταπιστεύσῃς με, ἀνθρωπίνῃ προστασίᾳ, Παναγία Δέσποινα, ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέτου σου, θλῖψις γὰρ ἔχει με, φέρειν οὐ δύναμαι τῶν δαιμόνων τὰ τοξεύματα, σκέπην οὐ κέκτημαι, οὐδὲ που προσφύγω ὁ ἄθλιος, πάντοθεν πολεμούμενος καὶ Παραμυθίαν οὐκ ἔχω πλήν σου· Δέσποινα τοῦ κόσμου, ἐλπὶς καὶ προστασίᾳ τῶν πιστῶν, μή μου παρίδῃς, τὴν δέησιν τὸ συμφέρον ποίησον.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Πόθῳ καὶ πίστει σοι προστρέχω, παραμύθησον, Παραμυθίᾳ Κόρη, παραμύθιον σύ, Μονῆς Βατοπαιδίου, πάλαι παραμυθήσασα, μοναστὰς ἀπειλουμένους.

Ἔλαφος γέγονα διψῶσα, τὰς πηγὰς ἐκζητῶν, Παρθένε σῶν ὑδάτων· τοῦ ἐλέους τοῦ σοῦ, ῥανίδα πότισόν με, τῷ σῷ Ναῷ προστρέχοντα, ὦ σεπτῇ Παραμυθίᾳ.

Γλυκυτέρα φωνῆς τῆς ἀηδόνος, μέλι στάζουσα, ἠκούσθη ἡ φωνή σου, καὶ διέσωσε πρίν, Μονὴν Βατοπαιδίου· ἀλλὰ καὶ νῦν διάσῳζε, πάμφωτε Παραμυθίᾳ.

Σκευωρίας ματαίωσον Παρθένε, πονηρᾶς καὶ δεινάς, κατὰ τοῦ Ὄρους Ἄθω, ἐν ἐσχάτοις καιροῖς ἀφρόνως μελετώντων, Παραμυθίᾳ σῴζουσα, ὃ οἰκεῖον ᾑρετίσω.

ᾨδὴ η΄. Τὸν Βασιλέα, τῶν οὐρανῶν.
Ἐπὶ σοὶ χαίρει, πᾶσα ἡ κτίσις, Ἀγγέλων, τὰ συστήματα καὶ τῶν ἀνθρώπων γένος· ἔψαλλον τὰ πλήθη, τῶν μοναστῶν Παρθένε.

Παραμυθίαν, ἐπαινέσωμεν πάντες, δεχομένην τῶν μοναστῶν τὸν ὕμνον, καὶ λυτρωσαμένην, ἐκ πειρατῶν βεβήλων.

Τῶν ποιημάτων, Κόρη δεσπόζεις παντοίων, ἐπιγείων τε καὶ τῶν ἐπουρανίων, ὦ Παραμυθίᾳ, κρατοῦσα θεῖον Ἴον.

Τὸν Βασιλέα, τῶν βασιλέων κρατοῦσα, βασιλείας βασιλικὴν Μονήν σου, μοναστὰς οἰκοῦντας, Βασίλισσα ἀξίου.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ναῷ σου τῷ ἁγίῳ, πίστει προσιόντες οἱ διὰ σοῦ σεσωσμένοι, Παραμυθίᾳ ἁγνή, τὸν ταπεινὸν ἡμῶν ὕμνον, σοὶ ἀναμέλπομεν.

Βοήθησον φυλάξαι, ὦ Παραμυθίᾳ, ἐπαγγελίας ἡμῶν ἃς ἐδώκαμεν, ὅτε τὸ σχῆμα ἐλάβομεν, τῷ Θεῷ ἡμῶν.

Μονήν σου τὴν ἁγίαν, ὦ Παραμυθίᾳ, τοῦ ἐμφυλίου πολέμου ἀπάλλαττε, ὅπως Υἱοῦ σου δοξάζηται θεῖον ὄνομα.

Περαίνοντες τὸν ὕμνον, χαῖρέ σοι βοῶμεν, τῇ θαυμαστῇ σου εἰκόνι προσπίπτοντες, μετὰ δακρύων αἰτοῦντες, πταισμάτων ἄφεσιν.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Τὴν ὑψηλοτέραν τῶν οὐρανῶν, καὶ καθαρωτέρα λαμπηδόνων ἡλιακῶν, τὴν Παραμυθίαν ἡμῶν τῶν παροικούντων, Μονῇ Βατοπαιδίου, ὕμνοις τιμήσωμεν.

Δέσποινα καὶ Μήτηρ τοῦ Λυτρωτοῦ, δέξαι παρακλήσεις μοναζόντων τῇ σῇ Μονῇ, καὶ Παραμυθίᾳ γενοῦ ἡμῶν καὶ σκέπη, καὶ πρέσβυς τῷ Υἱῷ σου, ὑπὲρ τῶν δούλων σου.

Νῦν καιρὸς ἀνάγκης ἦλθεν ἡμῖν, νῦν παρέστη χρεία βοηθείας Κόρη τῆς σῆς, λύτρωσαι οὖν πάσης ἀνάγκης καὶ κινδύνου, καὶ χεῖρα βοηθείας, τάχιστα ὄρεξον.

Κόρη πανακήρατε ἡ ἐλπίς, τῶν ἀπηλπισμένων καὶ ἀντίληψις τῶν πιστῶν, σῶσον σοὺς οἰκέτας ἀπὸ παντοίας βλάβης, παρθένε Θεοτόκε, Παραμυθίᾳ μου.

Τέτρωμαι τῷ πόθῳ σου Μαριάμ, φλέγει με ὁ ἔρως καθορᾶν σου τῆς ἱερᾶς εἰκόνος Παρθένε τὸ κάλλος καὶ τὴν δόξαν καὶ κόρον οὐ λαμβάνω τοῦ μεγαλύνειν σε.

Χαῖρε πανυπέρτιμε Μαριάμ, ἡ Παραμυθίᾳ τῆς σῆς ποίμνης καὶ ἀρωγῇ, ἡ τὸν Θεὸν Λόγον κρατοῦσα ἐν ἀγκάλαις, ὃν δίδου σοῖς ἱκέταις σεμνὴ εὐίλατον.

Καὶ τὰ τῆς Μονῆς·
Νῦν εὐαγγελίζεται Γαβριήλ, τὸ χαῖρε κραυγάζων μετὰ δέους τῇ Μαριάμ, ὦ τοῦ ξένου τρόπου, ἐν μήτρᾳ γὰρ ἀχράντῳ, συνείληπται ὁ Πλάστης, σῴζων ὃν ἔπλασε.

Θείαν Βηματάρισσαν τὴν σεπτήν, πάντες προσκυνοῦμεν, Ἐσφαγμένην καὶ τὰς λοιπάς, τὴν Παραμυθίαν, καὶ τὴν Ἐλαιοβρύτιν, σὺν τῇ Ἀντιφωνούσῃ καὶ τὴν Παντάνασσαν.

Τὰς σεπτὰς εἰκόνας σου τῆς μορφῆς, τὴν Παραμυθίαν προσκυνοῦμεν καὶ τὰς λοιπάς, τὴν Ἀντιφωνοῦσαν, τὴν θείαν Ἐσφαγμένην καὶ τὴν Παντάνασσαν.

Ζώνῃ πολυτίμητε τῆς Ἁγνῆς, πηγῇ τῶν θαυμάτων, καὶ χαρίτων ὁ θησαυρός, σῶσον τοὺς σοὺς δούλους, ἀπὸ παντοίας βλάβης, ὡς τῆς ζωῆς τὸ σκεῦος, σὺ περιζώσασα.

Τοὺς ἀσπαζομένους σου εὐλαβῶς, σορὸν τῶν λειψάνων, καὶ τελοῦντας σου τὴν φαιδράν, μνήμην περιφρούρει, ἀπὸ πάσης ἀνάγκης, Εὐδόκιμε τρισμάκαρ, ἀξιοθαύμαστε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ Δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Τῆς ποίμνης κυκλωθείσης ὑπὸ τῶν πολεμίων, καὶ τῶν διωκτῶν ὑλακτούντων κατὰ τῶν σῶν προβάτων, προσεῖπας τῷ δούλῳ σου Ἁγνή, καθ ̓ ὕπαρ φωνήσασα αὐτῷ· διὰ τοῦτο καὶ χορεῖαι τῶν μοναστῶν, σοὶ κράζουσι Θεοτόκε· δόξα τῇ ἀντιλήψει σου σεμνή, δόξα τῇ προστασίᾳ σου, δόξα Παραμυθία, σοὶ μόνη Πανύμνητε.

Ἕτερον. Ὅμοιον.
Τὴν πάντων ὑπερτέραν Θεοτόκον ὑμνήσωμεν, τὴν Παραμυθίαν ἐν ταύτῃ, τῇ Μονῇ καὶ προστάτιδα, ὑπάρχει γὰρ φρουρὸς τοῖς ἐχθροῖς, καὶ σκέπη σωτήριος ἡμῖν, διὰ τῆς αὐτῆς εἰκόνος ὡς βασιλίς, ἐν θρόνῳ καθιδρυμένῃ. Δόξα διὸ τῇ σῇ βουλῇ, δόξα τοῖς θαυμασίοις σου, δόξα τῇ πρὸς ἡμᾶς, Παρθένε, θεία προνοίᾳ σου.

Κοντάκιον. Ἦχος πλ.δ΄´. Τῇ Ὑπερμάχῳ.
Τοὺς τῇ Μονῇ σου καρτεροῦντας μόνη Δέσποινα, καὶ τῷ ναῷ σου εἰσιόντας καὶ προσπίπτοντας, τῇ ἁγίᾳ σου εἰκόνι Παραμυθία, τούτοις δώρησαι συνήθως τὰ ἐλέη σου, ἐκ παντοίων ῥυομένη ἡμᾶς θλίψεων, τοὺς σοὶ κράζοντας· χαῖρε μόνη Θεόνυμφε.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε τῇ εἰκόνι ἀδελφοί, τῇ θαυματουργῷ καὶ ἁγίᾳ, τῆς Θεοτόκου ἁγνῆς, δεῦτε νῦν προσπέσωμεν, δάκρυα χέοντες, καὶ ἐν πόθῳ κραυγάσωμεν· ψυχῆς καὶ καρδίας, πάσης περιστάσεως ἡμᾶς ἀπάλλαξον, ἵνα ἐκ παντοίων κινδύνων, πάντοτε λυτρούμενοι, Κόρη, σε Παραμυθίαν ὀνομάζωμεν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Πηγή

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Παραμυθίας Ρόδου

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ παρόντα Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.
Ὡς τὸν Δεσπότην τῶν ἁπάντων τεκοῦσα, Παραμυθία Παναγία παρθένε, παραμυθίαν δίδου καὶ βοήθειαν, πᾶσι τοῖς προσπίπτουσι, τῇ σεπτῇ σου Εἰκόνι, ἥνπερ ἐχαρίτωσας, ἐνεργείᾳ ἀύλῳ· καὶ πειρασμῶν καὶ νόσων καὶ παθῶν, ἡμᾶς ἀπάλαττε πάντοτε Δέσποινα.

Δόξα.
Ὅμοιον.

Ὡς ἐλυτρώσω πειρατῶν τῆς μανίας, Βατοπαιδίου τὴν Ἁγίαν Μονήν σου, ἐκ τῆς σεπτῆς Εἰκόνος σου φωνήσασα· οὕτω πάσης θλίψεως καὶ παντοίων κινδύνων, ῥύου ἡμᾶς Δέσποινα, τῇ θερμῇ ἀρωγῇ σου· παραμυθίαν γὰρ σὲ ἀληθῆ, καὶ προστασίαν κεκτήμεθα, Ἄχραντε.

Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανὼν, οὗ ἡ ἀκροστιχίς·
Παραμύθει ἡμᾶς ὦ Παρθένε. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Πηγὴ εὐσπλαγχνίας τῆς θεϊκῆς, Κεχαριτωμένη, τὰς δεήσεις καὶ τὰς φωνάς, προσδέχου ἡμῶν Παραμυθία, καὶ πολυτρόπων ἡμᾶς ῥῦσαι θλίψεων.

Ἀγγέλων ὑπάρχουσα Βασιλίς, καὶ πάντων ἀνθρώπων, σωτηρία καὶ προσφυγή, καὶ παραμυθία, Θεοτόκε, ἐν πάσῃ θλίψει ἡμᾶς παραμύθησαι.

Ῥυσθέντες τῆς πάλαι ἐπιδρομῆς, ἁγνὴ Θεοτόκε, ἐκβοῶμέν σοι ἐκ ψυχῆς· πάσης ἀπειλῆς ἐπερχομένης, Παραμυθία ἡμᾶς ἀπολύτρωσαι.

Ἀφθόρως τεκοῦσα τὸν Ποιητήν, κεχαριτωμένη, ἀειπάρθενε Μαριάμ, φθορᾶς παθημάτων καὶ κινδύνων, ταύτην τὴν Μάνδραν σου φύλαττε ἄτρωτον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Μετανοίας πρὸς τρίβον, καὶ πρὸς ζωὴν ἔνθεον, πάντοτε ὁδήγει, Παρθένε, ἐπιστασίᾳ σου, τοὺς καταφεύγοντας, Παραμυθία ἐν πίστει, τῇ σεπτῇ Εἰκόνι σου καὶ σὲ δοξάζοντας.

Ὑπὸ πλήθους πταισμάτων, κατασχεθεὶς πέπτωκα, καὶ ἐν ἀθυμίᾳ ὑπάρχων, πιστῶς κραυγάζω σοι· σύ με ἀνάγαγε, ἐκ τοῦ βυθοῦ τῆς ἀπάτης, ὡς ἡμῶν βοήθεια, παρθένε Ἄχραντε.

Θεϊκῆς συμπαθείας, ἡ ἱλαρὰ ὄψις σου, πλήρης καθορᾶται, Παρθένε, ἐν τῇ Εἰκόνι σου· διὸ βοῶμέν σοι, παραμυθίαν παράσχου, καὶ δεινῶν ἐκλύτρωσιν, ἡμῖν τοῖς δούλοις σου.

Ἐξ ἐφόδου μανίας, πειρατικῆς ἔσωσας, τοῦ Βατοπαιδίου, Παρθένε, πάλαι τὴν Μάνδραν σου· ἀλλὰ διάσῳζε, Παραμυθία καὶ ταύτην, τὴν ἁγίαν ποίμνην σου, πάσης στενώσεως.

Διάσωσον Παραμυθία παρθένε Θεοκυῆτορ, ἀπὸ πάσης ὀδυνηρᾶς περιστάσεως, τοὺς καταφεύγοντας πίστει τῇ σῇ εἰκόνι.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Πηγὴ ἀγαθῶν, Εἰκών σου ἡ ὑπέρτιμος, τῇ σῇ ἀρωγῇ, Παρθένε ἀναδέδεικται, παραμυθίαν βλύζουσα καὶ ψυχῶν σωτηρίαν καὶ ἔλεος, τοῖς προσιοῦσιν ἐν πίστει θερμῇ, καὶ αἶνόν σοι θεῖον ἀναφέρουσιν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἱερὸν παραμύθιον, ὡς παραμυθία πιστῶν καὶ στήριγμα, τῇ παρούσῃ ἔσο Μάνδρᾳ σου, τῇ ἀνακειμένῃ σοι Πανύμνητε.

Ἡ Εἰκών σου ἡ πάντιμος, ἐν ᾗ ἡ γλυκεῖα ὁρᾶται ὄψις σου, μυστικὸν ἁγιαστήριον, ταύτῃ τῇ Μονῇ σου πέλει Δέσποινα.

Μεγαλύνομεν Ἄχραντε, τὴν περὶ ἡμᾶς σου πολλὴν προμήθειαν· δαψιλῆ παραμυθίαν γάρ, δίδως Θεοτόκε τοῖς ἱκέταις σου.

Ἀπὸ πάσης στενώσεως καὶ ἐπαγωγῆς κινδύνων καὶ θλίψεων, ἀνωτέρους ἡμᾶς φύλαττε, κεχαριτωμένη Μητροπάρθενε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σκέπη ἀσφαλής, τῆς ἐν Ῥόδῳ θείας Μάνδρας σου, σὺ ὑπάρχεις Θεοτόκε ἀληθῶς· διὰ τοῦτο καὶ προστρέχει σοι ἑκάστοτε.

Ὥσπερ λαμπηδών, τῆς πλουσίας σου χρηστότητος, ἡ ἁγία σου Εἰκὼν προσεφαπλοῖ, ἐν τῇ Ῥόδῳ Θεοτόκε τὰς σὰς χάριτας.

Πλήρου συμπαθῶς, τὰς αἰτήσεις ἡμῶν πάντοτε, ὡς ἡμῶν παραμυθία ἀληθής, καὶ προστάτις Θεοτόκε καὶ ἀντίληψις.

Ἄνωθεν Ἁγνή, συμπαθείας βλέψον ὄμματι, τοὺς προσπίπτοντας Ῥοδίους εὐλαβῶς, καὶ τιμῶντας, Θεοτόκε, τὴν εἰκόνα σου.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ῥημάτων σου, τὴν εἰσήγησιν, Κόρη, ἐκπληρώσας τῆς Μονῆς ὁ ἡγέτης, ἐπερχομένη φθορὰ ἀπετράπη· διὸ καὶ νῦν ἀφ᾿ ἡμῶν ἀπομάκρυνον, Παραμυθία, τοῦ δεινοῦ, πολεμήτορος πᾶσαν ἐπίθεσιν.

Θαυμάτων, Παραμυθία τὰ ῥεῖθρα, ἀναβλύζουσα ἡ θεία Εἰκών σου, τῶν εὐσεβούντων Ῥοδίων τὰς φρένας, πρὸς εὐκαρπίαν ἀρδεύει σωτήριον· διὸ τῇ θείᾳ σου Μονῇ, Θεοτόκε πιστῶς καταφεύγομεν.

Ἐῤῥύσθη, Βατοπαιδίου ἡ Μάνδρα, παραδόξως τῇ φωνῇ σου Παρθένε, πειρατικῆς ὀλεθρίου ἐφόδου· ἀλλὰ καὶ νῦν πάσης ῥύου κακώσεως, τὴν ἐν τῇ Ῥόδῳ σου Μονήν, καυχωμένην ἐν πίστει τῇ κλήσει σου.

Ναῷ σου, τῷ ἱερῷ Θεοτόκε, προσιόντες οἱ πιστοὶ μετὰ πόθου, παραμυθίαν καὶ ἔλεος θεῖον, καὶ παθημάτων λαμβάνουσιν ἴασιν, καὶ χαριστήριον ᾠδήν, τῇ πολλῇ σου χρηστότητι ᾄδουσι.

Διάσωσον Παραμυθία παρθένε Θεοκυῆτορ, ἀπὸ πάσης ὀδυνηρᾶς περιστάσεως, τοὺς καταφεύγοντας πίστει τῇ σῇ Εἰκόνι.

Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Καταφυγὴ καὶ θερμὸν παραμύθιον, τὴν θαυμαστήν σου κατέχοντες πρόνοιαν, Παραμυθίαν καλοῦμέν σε Δέσποινα, παραμυθοῦσαν ἡμᾶς ἐν ταῖς θλίψεσι· διό σου τὴν χάριν κηρύττομεν.

Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος.
Ἄκουσον, Θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ Πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39 – 49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Μῆτερ Ἀειπάρθενε, τοῦ Ποιητοῦ τῶν ἁπάντων, Παναγία Δέσποινα, μέγα παραμύθιον καὶ διάσωσμα, τῶν βροτῶν, Ἄχραντε, κόπασον τὸν σάλον, πειρασμῶν καὶ περιστάσεων, καὶ πάσης θλίψεως, καὶ παραμυθίαν καὶ ἴασιν, χορήγει ταῖς ψυχαῖς ἡμῶν, τῇ σῇ ἀκενώτῳ χρηστότητι· ἐκ γὰρ τῶν πραγμάτων, ἁγνὴ Παραμυθίαν οἱ πιστοί, σὲ εὐλαβῶς ὀνομάζομεν, ὕμνους σοι προσάγοντες.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐξεπλάγη ἀκούσας, ὁ Ἡγούμενος, Κόρη, φωνῆς τῆς θείας σου· ἰδὼν δὲ τὴν μορφήν σου, τὴν πλήρη οὖσαν οἴκτου, εὐλαβῶς σοι ἐβόησε· παραμυθία ἡμῶν, σὺ εἶ Παρθενομῆτορ.

Γεωργίᾳ ἀύλῳ, τῆς θερμῆς σου προνοίας, περὶ τὴν ποίμνην σου, καρποὺς παραμυθίας, καὶ θείας εὐσπλαγχνίας, ἐκτρυγῶμεν κραυγάζοντες· χαῖρε Παρθένε ἁγνή, ἡμῶν ἡ προστασία.

Ἐντολῶν πρὸς τὴν τρίβον, τοῦ Σωτῆρος ὁδήγει, ἐπιστασίᾳ σου, ἁγνὴ Παραμυθία, παρθένε Θεοτόκε, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ῥαντισμῷ θείας δρόσου, τῶν θερμῶν πρεσβειῶν σου, σβέσον τοὺς ἄνθρακας, παθῶν τῶν ἀκαθάρτων, ἁγνὴ Παραμυθία, τῶν πιστῶς ἐκβοώντων σοι· χαῖρε Παρθένε ἁγνή, ὑπερευλογημένη.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀγγέλων δόξα, Παραμυθία παρθένε, παραμύθησαι ἡμῶν τὰς διανοίας, τῶν ὑπερυψούντων, τὸν ἄφραστόν σου τόκον.

Σκέπη καὶ τεῖχος, καὶ ἀκλυδώνιστος ὅρμος, ἔσο πάντοτε Παραμυθία Κόρη, ταύτης τῆς Μονῆς σου, τῆς πόθῳ σὲ τιμώσης.

Ἴασαι πάντας, Παραμυθία παρθένε, τοὺς προσπίπτοντας τῇ θείᾳ σου Εἰκόνι, ἐκ παθῶν καὶ νόσων, σώματος καὶ καρδίας.

Μεγίστην χάριν, ἐκ τῆς ἀχράντου μορφῆς σου, ἀρυώμεθα Παραμυθία κόρη, ὅτε τῇ σεπτῇ σου, προσπίπτομεν Εἰκόνι.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὁ θρόνος ὁ πυρίπνους, τοῦ πάντων Βασιλέως, τῆς εὐσπλαγχνίας πηγὴ ἡ ἀκένωτος, Παραμυθία παρθένε, ἡμᾶς διάσῳζε.

Ὑφέρποντα ὑπούλως, κατὰ τῆς σῆς ποίμνης, τὸν σκολιώτατον δράκοντα σύντριψον, Παραμυθία παρθένε, ἐκδυσωποῦμέν σε.

Ὑπέρμαχος καὶ σκέπη, ἔσο τῇ Μονῇ σου, Παραμυθία παρθένε καὶ ἔφορος, τῇ ἀφορώσῃ ἀπαύστως, πρὸς τὴν πρεσβείαν σου.

Ὑμνοῦμέν σου τὴν χάριν καὶ τὴν προστασίαν, Παραμυθία παρθένε Πανύμνητε, ὅτι ἡμᾶς περιέπεις καὶ σῴζεις πάντοτε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Ἤνοιξας τὸ στόμά σου τὸ σεπτόν, ἐκ τῆς σῆς Εἰκόνος, καὶ διέσωσας θαυμαστῶς, Κόρη τὴν Μονήν σου· ὅθεν τὴν σὴν Εἰκόνα, Παραμυθίαν ἅπαντες, ὀνομάζομεν.

Ἔκπληκτος ἐγένετο τῆς φωνῆς, ἀκούσας Παρθένε, ἐξ εἰκόνος σου τῆς σεπτῆς, τῆς Μονῆς ὁ ἄρχων· ὅθεν Παραμυθία, εἰκότως παρὰ πάντων, Ἁγνὴ ὠνόμασται.

Χάριν ἡμῖν δίδου καὶ ἀρωγήν, ὦ Παραμυθία, ὡς προστάτις ἡμῶν θερμή, καὶ ὁδήγει πάντας, ἡμᾶς πρὸς σωτηρίαν, ὡς ἂν τῷ Θεῷ Λόγῳ, εὐαρεστήσωμεν.

Χαίρει ἡ Μονή σου ἡ ἱερά, ἡ ἐν Ῥόδῳ οὖσα, τῇ θερμῇ σου ἐπισκοπῇ, καὶ τὴν σὴν Εἰκόνα, ὡς στέφος κεκτημένη, Παραμυθία Κόρη, ἀεὶ δοξάζει σε.

Πάντες οἱ προστρέχοντες εὐλαβῶς, τῇ σεπτῇ σου Μάνδρᾳ, κεκτημένη ὡς θησαυρόν, ὦ Παραμυθία, τὴν θείαν σου Εἰκόνα, καρποῦνται τὰς αἰτήσεις, τῇ σῇ χρηστότητι.

Αἴτει ἡμῖν Κόρη τὸν ἱλασμόν, παρὰ τοῦ Υἱοῦ σου, καὶ καρδίας τὸν φωτισμόν, καὶ παθῶν τὴν λύσιν, ἁγνὴ Παραμυθία, τοῖς πόθῳ ἀνυμνοῦσι, τὰ μεγαλεῖά σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προσπίπτοντας πιστῶς, τῇ σῇ παναγίᾳ Εἰκόνι, Παραμυθία ἁγνή, πάσης περιστάσεως καὶ συμφορῶν καὶ παθῶν, ἀνωτέρους διάσῳζε, τῇ σῇ προστασίᾳ, καὶ παράσχου ἅπασι παραμυθίαν τὴν σήν, λύουσα πικρὰν ἀθυμίαν, καὶ χαρὰν βραβεύουσα θείαν, καὶ εἰρήνην, Δέσποινα, οὐράνιον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Παραμυθία τῇ σῇ Θεοκυῆτορ,
Γεράσιμος ῥύεται θλίψεως πάσης.