Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο την Παυσολύπην
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὸ ἐξῆς·
Ἦχος δ΄. Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἐμπεριστάτων ἀῤῥαγὴς προστασία, ἀδικουμένων ἐπιβράβευσις θεία, τῶν ἀσθενῶν ἰάτειρα καὶ τῶν χαλεπῶς· τρυχομένων, ἄχραντε Παυσολύπη, ἑτοίμη βοηθὸς ὑπάρχουσα λυπηρῶν τὴν ὀμίχλην, σαῖς προσευχαῖς καὶ θλίψεων ἀχλύν, παραμυθία γλυκεῖα, ἐκδίωξον.
Δόξα. Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
ΠΑΥΣΟΛΥΠΗ ΑΧΛΥΝ ΘΛΙΨΕΩΝ ΗΜΩΝ ΛΥΣΟΝ. Χ.Μ.
Ἦχος πλ. δ΄. ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
Παντοίων ἐκλύτρωσαι συμφορῶν ἡμᾶς, ἀδικίας, ἐπηρείας τοῦ πονηροῦ καὶ θλίψεων βίου, Παυσολύπη, ἡ τῇ ῥομφαίᾳ τρωθεῖσα τῶν θλίψεων.
Ἀπέλασον τάχος τῶν λυπηρῶν ὀμίχλην καὶ λῦσον ἀδικίας τὸν σκοτασμὸν ἀγνὴ Θεοτόκε, Παυσολύπη, ἀδικουμένων προστάτις ὡς ἔνθερμος.
Ὑπὲρ τῶν ἐν νόσοις ὀδυνηραῖς, πικραῖς ἀλγηδόσι καὶ στενώσεσι ψυχικαῖς δεινῶς καθευδόντων, Παυσολύπη, τὸν σὸν δυσώπει εὐίλατον Κύριον.
Σωτῆρα τεκοῦσα ὑπερφυῶς ἡμῶν, Παυσολύπη, πύλας ἄνοιξον χαρμονῆς ἡμῖν προσιοῦσι παῤῥησία τῇ μητρικῇ σου, χαρᾶς κόσμου πρόξενε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὀδυνόμενοι, Μῆτερ, οἱ σοὶ θερμοὶ πρόσφυγες ἐκ τῶν λυπηρῶν τῶν τοῦ βίου καὶ περιστάσεων ὀδυνηρῶν σᾶς εὐχαῖς ταῖς σωστικαῖς, Παυσολύπη, σπεύδομεν αἰτούμενοι θείαν σου εὔνοιαν.
Λυπηρὰς ἐμπαθείας καὶ φθονεροῦ ῥῦσαί με μίσους, Παυσολύπη Παρθένε, θεογεννήτρια, ἐν ταπεινώσει πολλῇ καὶ συνοχῇ τῆς καρδίας σπεύδοντα ἑκάστοτε τῇ ἀντιλήψει σου.
Ὑβριστάς μου εὐλόγει, ἐχθροὺς ἐμοὺς στήριζε, πάντας ἀδικοῦντάς με σκέπε καὶ ῥύου θλίψεων ἐπιποθοῦντας κακῶς κατασπιλώσει με, Μῆτερ, οὕσπερ καθαγίαζε ὄμβρῳ σῆς χάριτος.
Παυσολύπη Κυρία, ἡμᾶς ἀεὶ στήριζε ἄραι τὸν σταυρὸν ἀγογγύστως, ὅν ἡμῖν ἔδωκεν ὁ σὸς Υἱὸς καὶ Θεός, διδοὺς ὁ πᾶσι φορτίον τῶν αὑτοῦ δυνάμεων, Μῆτερ, ἀνάλογον.
Ἀνάψυξον, ἀδικουμένους, στενάζοντας θλιβομένους, ἀσθενοῦντας ὀδυνηρῶς, ἀλγοῦντας καὶ κάμνοντας τῇ αὔρᾳ τῆς σκέπης σου, Παυσολύπη.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Τὰς θλίψεις ἡμῶν λιταῖς σου μεταποίησον πρὸς τὸν Λυτρωτὴν Υἱόν σου τὸν φιλάνθρωπον, Παυσολύπη Δέσποινα, εἰς χαρὰν αἰωνίζουσαν, ἄχραντε, καὶ ἀδικούντων γνώμην ἀλγεινὴν ἡμᾶς τῇ δυνάμει σου μετάστρεψον.
ᾨδή δ΄. Εἰσακήκοα Κύριε.
Ἡ ἀπαύστως στηρίζουσα, οἴμοι, κλονουμένους ἐν βίῳ, Δέσποινα Παυσολύπη, ἐπιστήριζε θλιβομένους, θεία βακτηρία σου.
Ἀδικίας ὀλέτειρα, Μῆτερ Παυσολύπη, τὴν γνώμην ἄλλαξον ἀδικούντων τοὺς οἰκέτας σου, κεχαριτωμένη Μητροπάρθενε.
Χαρμονῆς θεία πρόξενε τῶν βροτῶν, οἰκέτας σου παρηγόρησον, Παυσολύπη Μητροπάρθενε, στένοντας ἐν βίου παριστάσεσι.
Λάμπρυνόν μου τὴν ζόφωσιν λυπηρῶν καὶ θλίψεων ταῖς ἀκτίσι σου, Παυσολύπη, τῶν ἐντεύξεων πρὸς τὸν φωτοδότην θεῖον Τόκον σου.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕδατι εὐχῶν ῥυπτικῶν σου πλῦνον θλίψεων ῥύπον δούλου, Παυσολύπη, σου Υἱοῦ καὶ ἱκέτου σου ἐν βίου περιστάσεσι.
Νύκτα ζοφερῶν ἀλγηδόνων τοῦ οἰκέτου σου ἀποδίωξον καὶ ἦμαρ χαρμονῆς, Παυσολύπη, τῷ σῷ πρόσφυγι ἀνάτειλον.
Θραῦσον λυπηρῶν, ἀνιάτων νόσων, θλίψεων, ἀπογνώσεως ἀχλὺν καὶ ἐχθρικῆς ἐπηρείας, Παυσολύπη τοὺς οἰκέτας σου.
Λάμψον μοι χαρᾶς καὶ πασῶν τοῦ Θείου Πνεύματος ἀγαθῶν τὰς φωτοβόλους ἀστραπάς, Παυσολύπη τῷ κειμένῳ ἐν στενώσεσι.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἱκέσιον, Παυσολύπη, δέησιν τοῦ στενάζοντος οἰκέτου σου δέξαι καὶ θλίψεων μου διάλυσον νέφος βολίσι τῆς χαρμονῆς θείου Τόκου σου καὶ τῆς χαρᾶς τῶν οὐρανῶν κληρονόμον με δεῖξον σὴ χάριτι.
Ψεκάδας μου τῶν δακρύων μάκτρῳ σου παῤῥησίας μητρικῆς, Παυσολύπη, σμῆξον ταχύ, ἡ τὰ σπλάγχνα τρωθεῖσα ἐν Γολγοθᾷ τῇ ῥομφαίᾳ τῶν θλίψεων, καὶ εἰς ὁδὸν ὑπομονῆς ἴθυνόν με τὸν σὲ μεγαλύνοντα.
Εὐλόγει μου τὰς ὁδούς, Μητρόθεε, καὶ λιτῶν σου στήριζε με τῷ βάκτρῳ, ἵνα μεστὴν ἀκανθῶν καὶ τριβόλων τῶν ἀτραπῶν βίου χειραγωγίᾳ σου ὁδεύσω, Μῆτερ, ἀσφαλῶς, Παυσολύπη, πιστῶν παραμύθιον.
Ὡς θλίψεων σε ἀλεξιτήριον ἀνυμνοῦντες εὐλαβῶς, Παυσολύπη, οἱ ἀδικίας βαστάζοντες ἄγγος καὶ ἐν ἀνάγκαις δειναῖς χειμαζόμενοι παρακαλοῦμέν σε θερμῶς, ψυχικὸν ἡμῶν βάρος ἐλάφρυνον.
Ἀνάψυξον, ἀδικουμένους, στενάζοντας θλιβομένους, ἀσθενοῦντας ὀδυνηρῶς, ἀλγοῦντας καὶ κάμνοντας τῇ αὔρᾳ τῆς σκέπης σου, Παυσολύπη.
Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Ταῖς τῶν αἱμάτων σου.
Τοὺς ἐν ἀνάγκαις καὶ θλίψεσι στένοντας, πεφορτισμένους, νοσοῦντας καὶ κάμνοντας τῇ χάριτι σου ταχὺ ἀνακούφισον, Μῆτερ Θεοῦ, Παυσολύπη πανάχραντε, παραμυθία τοῦ κόσμου ἀνύστακτε.
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39 – 49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Θείας Παυσολύπης πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Παυσολύπη ἄχραντε, ἀεὶ παραμυθουμένη μὴ ἐλλίπης ἄπαντας ἀσθενοῦντας, κάμνοντας, οἴμοι, στένοντας, ἀλγεινῶς πάσχοντας, συκοφαντουμένους, ἀδικίας ἐπωμάδιον ζυγὸν τοῦς φέροντας ἀγογγύστως, Μήτερ, ἀείποτε, καὶ τρυχομένους, Δέσποινα, ἵνα τῇ σῇ χάριτι σπεύδοντες, σὲ υμνολογοῦμεν ὡς πάντων τῶν βροτῶν καταφυγήν, παρηγορίαν καὶ στήριγμα ἀῤῤαγὲς ἐν θλίψεσι.
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νύκτα θλίψεων φέγγει προσευχῶν σου παμφώτων ἡμῶν διάλυσον καὶ ἦμαρ, Παυσολύπη, ἡμῖν χαρᾶς ἀφθίτου ἐξανάτειλον τάχιστα, τοῖς εἰς αἰῶνας λαμπρῶς, σὲ ἀνυμνολογούσι.
Ἡ παραμυθουμένῃ πάντας πορευομένους ἐν μέσῳ θλίψεων, Παρθένε Παυσολύπη, νεφέλη ὀμβροτόκε χαρμονῆς τῶν ὑμνούντων σε, όμβρισον πᾶσι χαρᾶς ῥανίδας οὐρανόθεν.
Μὴ ἐξ ὕψους σου παύσῃ θείας δόξης σοὺς δούλους κατεποπτεύουσα τοὺς καταθλιβομένους, ἐν κλίνῃ ἀσθενείας τοὺς κειμένους καὶ στένοντας ἐξ ἀδοκήτων δεινῶν τοῦ βίου, Παυσολύπη.
Ὡς ὀλέτειρα πόνων, συμφορῶν κατωδύνων, κινδύνων, θλίψεων, ἀδικιῶν καὶ πάσης συκοφαντίας ὕμνοις σε λαμπρῶς μεγαλύνοντες, σοῦ Παυσολύπη, εὐχᾶς αἰτούμεθα πρὸς Κτίστην.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Νῦν θλιβομένοις ὁδὸν χαράς, Παυσολύπη, ὑγιείας καὶ κράτος δικαίου δεῖξον, Θεοτόκε, χαρᾶς πυξὶς ἀρίστη.
Λύπης ῥομφαίαν ἡ ἐν καρδίᾳ δεχθεῖσα, Παυσολύπη, ῥομφαίαν τοῦ ἄλγους νόσων ἐκ καρδίας, ἐκδίωξον σῶν δούλων.
Ὑψόθεν θλίψεις ἐξ ἀδικίας καὶ πόνους ἐκ δεινῆς ἀῤῥωστίας σῶν δούλων, Μῆτερ Παυσολύπη, ἀφάνισον εὐχαῖς σου.
Σῶν δούλων, Μῆτερ, Παραμυθία γλυκεῖα, Παυσολύπη Παρθένε, ὀδύνην προσφιλῶν προσώπων ἐξάλειψον θανάτου.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Οὐρανοδρόμον δεῖξον δούλοις σου πορείαν τοῖς ἐν φθορᾷ καὶ ταῖς θλίψεσιν ἕρπουσιν, πρὸς χαρᾶς δόμους πάντων, ἡμῶν ἰθύντειρα.
Νῦν τοὺς βαρυαλγούντας, Μῆτερ Παυσολύπη, δούλους τοὺς σοὺς παραμύθησον, Δέσποινα, εὐλογημένῃ Παρθένε, παρηγορήτισσα.
Χαρᾶς καρδίας πλῆσον πάντων, Παυσολύπη, ἐμπεριστάτων, καμνόντων ἀείποτε καὶ θλιβομένων ἐν βίῳ σῇ θεῖα χάριτι.
Μὴ παύση Θεοτόκε παραμυθουμένη τοὺς ἀλγεινῶς θλιβομένους καὶ στένοντας καὶ ἀδικίας ποτήριον, οἴμοι, πίνοντας.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Παυσολύπη, Μῆτερ Θεοῦ, κεχαριτωμένη, ἡ διώκουσα χαλεπᾶς θλίψεις ἐκ τῶν πίστει σε ἀνυμνολογοῦντων καὶ προσφευγόντων πόθῳ τῆ ἀντιλήψει σου.
Δεῦτε, προσκυνήσωμεν εὐλαβῶς κεχαριτωμένην Παυσολύπην τὴν θαυμαστήν, παραμυθουμένην ἀεὶ ἀδικουμένους, ἀλγοῦντας, θλιβομένους, οἴμοι καὶ στένοντας.
Τῶν ἐν ζόφῳ θλίψεων καὶ δεινῶν, Μῆτερ Παυσολύπη, ἀντιλῆπτορ καὶ ἀρωγὸς καὶ παραμυθίᾳ τῶν συκοφαντουμένων, ἀπέλασον τὴν λύπην τῶν προσιόντων σοι.
Λῦσον σαῖς δεήσεσι μητρικαῖς λύπης τὴν ὀμίχλην καὶ τῶν θλίψεων τὴν ἀχλὺν τῶν ἐν βίου ζάλαις καθεύδοντας, Παρθένε, ἑτοίμῃ, Παυσολύπη, πάντων βοήθεια.
Χαίροις, ἡ χαρίεσσα Μαριάμ, χαρμονῆς ἀφάτου ἡ πληροῦσα σῶν οἰκετῶν τὰς καρδίας, Μῆτερ Ὑψίστου, Παυσολύπη, τῶν λυπηρῶν ἁπάντων ἀλεξιτήριον.
Ἀδικίας γεῦσιν ὀδυνηρὰν γλύκανον εὐχαῖς σου πρὸς τὸν δίκαιον Ἰησοῦν, Τόκον σου τὸν θεῖον, Κυρία Παυσολύπη, μαθεῖν δικαιοσύνην πάντες ἡ θέλουσα.
Τάξον, Παυσολύπη, σαῖς προσευχαῖς ἐν μακάρων χώρᾳ μεταστάντας ἡμῶν γονεῖς, φίλους, διδασκάλους, οἰκείους ἐν τῇ πίστει καὶ συγγενεῖς, παρθένε, Μῆτερ φιλεύσπλαγχνε.
Μάκτρῳ σου ἀπόσμηξον προσευχῶν δάκρυα πενθούντων τὴν ἀπώλειαν συγγενῶν, φίλων καὶ οἰκείων, Κυρία Παυσολύπη, παρηγορίᾳ θεία τῶν προστρεχόντων σοι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Παῦσον λύπην, κακίαν, ὀργήν, ἀνέχειαν, ὀδυνηρὰς ἀσθενείας καὶ ἀδικίαν πικράν, Παυσολύπη, σῶν προσφύγων κραυγαζόντων σοι· εἰς χαρμονὴν τῶν λυπηρῶν μεταποίησον πληθύν σε ὕμνοις μεγαλυνόντων ὡς καρδιῶν, Θεοτόκε, τῆς συνοχῆς ἡμῶν ὀλέτειραν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὄμβρισον ὑψόθεν ὑετὸν χαρμονῆς ἀφθίτου σοῖς δούλοις τοῖς τρυχομένοις δεινῶς, ἀσθενοῦσι, κάμνουσιν, ἐν λύπαις στένουσι, θλιβομένοις ἑκάστοτε καὶ ἀδικουμένοις, ἵνα σὴν ἐπέμβασιν ἑτοίμην μέλπωμεν καὶ παραμυθίαν γλυκείαν, Μῆτερ τοῦ Θεοῦ, Παυσολύπη, πάντων τῶν στενόντων καταφύγιον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.