Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο την Σιτοδότρια επί της δυσπραγίας και κρίσεως της Ελλάδος

Ποίημα Αντωνίου Μάρκου

†Εορτάζεται στις 15 Οκτωβρίου

ΠΡΟΛΟΓΟΣ

Ὁ παρών Παρακλητικός Κανών πρός τήν Παναγίαν τήν Σιτοδότριαν, ἐποιήθη ὡς αἴτημα προσευχῆς πρός τήν τροφόν τῶν Ὀρθοδόξων Χριστιανῶν καί σύμπαντος τοῦ κόσμου Ὑπεραγίαν Θεοτόκον, λόγῳ τῆς κρίσεως τήν ὁποίαν ἀντιμετωπίζει ἡ πατρίς μας Ἑλλάς καί ὁ δεινός βασανιζόμενος Ἑλληνικός λαός.
Ἡ ἱερά Εἰκών τῆς Παναγίας τῆς Σιτοδοτρίας σχετίζεται μετά τοῦ ἁγ. Ἀμβροσίου, Στάρετς τῆς Ὄπτινα Ρωσίας (+ 1891). Ὁ Ὅσιος αὐτός εἶναι ὁ πλέον γνωστός οἰκομενικῶς Στάρετς τῆς Ρωσικῆς Ὀρθοδοξίας, μετά τόν ὅσ. Σεραφείμ τοῦ Σάρωφ (+ 1833). Τήν Σιτοδότριαν τήν ἐσχεδίασεν ὁ ἴδιος καί εἰς τήν συνέχειαν ἁγιογραφήθηκε κατόπιν ἐντολῆς του, μάλιστα ἐνταφιάσθηκε κατά τήν ἡμέραν τιμῆς τῆς ἱερᾶς αὐτῆς Εἰκόνος (15ην Ὀκτωβρίου)…..διαβάστε τη συνέχεια.

Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο την Σιτοδότρια επί της δυσπραγίας και κρίσεως της Ελλάδος

Ποίημα Αντωνίου Μάρκου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ παρόντα Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Σιτοδοτρίας τῆς Θεοτόκου εἰκόνι, οἱ ἐν κινδύνοις, δυσπραγίᾳ καὶ πόνοις ὑπάρχοντες, προσπίπτωμεν ἐν πίστει πολλῇ· Δέσποινα βοήθησον ἐκβοῶντες ἐν τάχει, τὸν ζυγὸν τῆς θλίψεως ἀφ’ ἡμῶν ἀραμένη· σὲ γὰρ μητέρα ὁμολογοῦμεν, Ἀγαθή, καὶ τῇ σῇ σκέπῃ ὡς νήπια σπεύδομεν.

Δόξα.
Ἀπολυτίκιον τῆς Σιτοδοτρίας. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῇ σεπτῇ σου Εἰκόνι Σιτοδοτρίας προσπίπτωμεν, κλίνοντες τὸ γόνυ, Παρθένε, τῆς ψυχῆς καὶ τοῦ σώματος· δεόμενοι ἀντιλήψεως, Ἁγνή, πρεσβείαις πρὸς Υἱόν σου καὶ λιταῖς· ἵνα τύχωμεν, Παρθένε, τῆς παρ’ Αὐτοῦ πλημελημμάτων ἀφέσεως· δόξα τοῖς μεγαλείοις σου, Σεμνή, δόξα τοῖς θαυμασίοις σου, δόξα ὑπερβαλόντως, Κόρη, τῇ δυναστείᾳ σου.

Καὶ νῦν.
Ἦχος δ΄. Ὁ ὑψωθείς.

Τῇ Θεοτόκῳ ὡς μητρὶ ἐκβοῶμεν, οἱ τυραννούμενοι ἐχθροῦ δυναστείᾳ, τῇ θεϊκῇ σου σκέπασον ἀγάπῃ ἡμᾶς· σπεῦσον, Κόρη, ῥύσασθαι τῶν τοῦ βελίαρ παγίδων καὶ τῆς περιστάσεως καὶ τῆς δαιμόνων μανίας· σὺ γὰρ ὑπάρχες Σιτοδότρια ἡμῶν, πάντων προστάτις, σκέπη τε καὶ ἀντίληψις.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ψάλλομεν ἐξ ὑπαμοιβῆς, πραείᾳ τῇ φωνῇ καὶ ἐν εὐλαβείᾳ, τὸν παρόντα Κανόνα, οὗ ἡ ἀκροστιχίς·
«ΕΙΚΟΝΙ ΣΙΤΟΔΟΤΡΙΑΣ ΠΡΟΣΠΙΠΤΩ. ΑΝΤΩΝΙΟΣ».

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Εἰκόνι σου, Παρθένε, οἱ ἐν πειρασμοῖς ὑπάρχοντες, Κόρη, θεοπόθητε Μαριάμ, προσπίπτωμεν· σοὶ τὰς ἱκεσίας, ὡς εἰς Μητέρα προσφέροντες, Δέσποινα.

Ἰδεῖν τοῦ Υἱοῦ σου τὴν φοβερὰν ἡμέραν, Παρθένε, καταξίωσον σαῖς λιταῖς· καὶ Τοῦτον ὄμματι ἐλέους, σαῖς ἱκεσίαις κατάστησον βλέποντα.

Κυρία Παρθένε χῶρας ἡμῶν κρίσιν δεινοτάτην καὶ τὸν πόνον καὶ τὴν φθορὰν ἀπέλασον καὶ τὴν ἁμαρτίαν, τὴν ταῦτα πάντα ἡμῖν προκαλέσαντα.

Ὁδὸν μετανοίας καὶ ἐπιστροφῆς εὑρεῖν, Θεοτόκε, καθοδήγησον σαῖς λιταῖς, δεόμεθα καὶ πρὸς τὸν Υἱόν σου, σὺ ἡμᾶς ὁδήγησον, ὡς Ὁδηγήτρια.

ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Ναῷ, Παρθένε, τεμένει τῷ ἐν τῇ Ὄπτινᾳ κείμενον, ἐν ὃ ἡ σῆ Εἰκών ἡ ἁγία ἀποθησαύρισται, τὰ νῦν προσφεύγομεν τῶν Ὀρθοδόξων, κακεῖσε τὴν δέησιν προσφέρομεν σοὶ τῇ Μητρὶ ἡμῶν.

Ἴδε, Κόρη Ἁγία, τοὺς τῇ Εἰκόνι σου σπεύδοντας καὶ δεινοῦ ἄλγους καὶ λύπης ἡμᾶς ἀπάλλαξον, τοὺς τῇ σῇ χάριτι γονυκλινῶς αἰτουμένοις· πρόφθασον, ἀπάλλαξον ἡμᾶς πρεσβείαις σου.

Σῇ Εἰκόνι τῇ θείᾳ, Μαρία, ὦ Σιτοδότρια, σπεύδομεν οἱ ἐν θλίψεσι πάντες καὶ ἐν κρίσει ὑπάρχοντες· αὐτῇ γὰρ δέδοκας πλουσίαν τὴν σὴν χάριν, ἧν ἡμῖν ἐπόμβρισον, ἁγία Δέσποινα.

Ἴδε πάντας, Παρθένε, τοὺς τῇ σκέπῃ σου σπεύδοντας καὶ θερμῶς αἰτουμένους σῆς ἀντιλήψεως· ἄρον τὸ ἄχθος τὰ νῦν ἀπὸ τῆς χώρας, Παρθένε, ἵνα ἀνυμνοῦμέν σε, ὦ Σιτοδότρια.

Διάσωσον, τοὺς σὺ προσπίπτοντας, Σιτοδότρια κόρη, εἰκόνι σου γὰρ τῇ σεπτῇ ἐπισκιάζει ἀφθόνως ἡ σῆ χάρις.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Σιτοδοτρίας τῇ σεπτῇ Εἰκόνι νῦν προσπίπτωμεν, οἱ ἐν πόνῳ ψυχῆς καὶ ἀνάγκῃ νῦν ὑπάρχοντες καὶ δι’ αὐτῆς αἰτούμεθα τῆς Θεοτόκου τὸ ἄμετρον ἔλεος καὶ τὴν ταχεῖαν Ταύτης συνδρομὴν καὶ τὴν βεβαίαν Αὐτῆς ἀντίληψιν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τῆς Ἑλλάδος προστάτιδα, Ὀρθοδόξων πάντων τὴν ἀντιλήπτορα καὶ τὴν κόσμου χαρᾶς πρόξενον, Παναγία σὲ κηρύττομεν.

Ὄπτινας τῇ Εἰκόνι τῆς Παρθένου προσπίπτωμεν οἱ ἐν θλίψεσι ὑπάρχοντες, αἰτούμενοι ἄχθους βαρυτάτου ἀπολύτρωσιν.

Δέησιν καὶ ὕμνον τε, τὸν πρὸς σὲ Παρθένε, μὴ ὑπερείδης μου· ἀλλὰ σπεῦσον ὡς φιλόστοργος, Ἄνασσα, καὶ ἐλέησον τὸν κάμνοντα.

Ὅλος ἐν βορβόρῳ νῦν, τὸν τῆς ἁμαρτίας, ὡς κύων εὕροιμι καὶ ἐκεῖσε κυλιώμενος, τοῦ ἐλέους σου τυγχάνω ἀνεπίδεκτος.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ταῖς τῆς σῆς Μητρὸς ἱκεσίαις, Πολυέλεε, Ἀμβροσίου τε δεήσῃ τοῦ σεπτοῦ, ἐφ’ ἡμᾶς τοὺς δεομένους νῦν ἐπίβλεψον.

Ῥῦσαι πειρασμοῦ καὶ θλιβούσης περιστάσεως, σῆς Μητρὸς ἐπικαμπτόμενος Χριστέ, μεσιτείᾳ καὶ πρεσβείᾳ καὶ δεήσεσι.

Ἴδε τὴν ἡμῶν δυσπραγίαν ὡς Φιλάνθρωπος, τῆς Μητρός σου ἐπικαπτόμενος Σωτὴρ τῇ πρεσβείᾳ, ὅτι Αὐτῇ νῦν καταφεύγωμεν.

Ἆρον ἀφ’ ἡμῶν τὸν ζυγὸν τῶν ξένων Κύριε, μεσιτείᾳ τῆς Πανάγνου καὶ λιταῖς, Σιτοδοτρίας γὰρ τῇ Εἰκόνι νῦν προσπίπτωμεν.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Σωθῆναι ἀπὸ τῆς κρίσεως ἐλπίζομεν, οἱ πολλαπλῶς πταίοντες τῷ Κυρίῳ· Σιτοδοτρίας γὰρ προσπεσόντες τῇ Εἰκόνι, τῇ Θεοτόκῳ μετὰ δακρύων προσφεύγομεν, αἰτούμενοι τὴν παρ’ Αὐτῆς πρὸς τὸν Θεὸν μεσιτείαν καὶ ἔλεος.

Παντοίων με πόνων ψυχῆς ἀπάλλαξον καὶ κακώσεων, τραυμάτων τε, Παρθένε· Σιτοδοτρίας γὰρ τῇ Εἰκόνι προσπίπτων, τὴν παρὰ σοῦ αἰτοῦμαι βοήθειαν· καὶ σὲ θαυμάτων τὴν πηγὴν ὁμολογῶ καὶ κηρύττω, Πανύμνητε.

Ῥωσίας τε καὶ Ὀρθοδόξων ἁπάντων, τὰ σὰ θαυμάσια κηρύσσουσι προστάτην· καὶ τριχομένων κακίαις παντοίαις καὶ ὀχλουμένων βελίαρ προσκρούσεσι· καὶ πάντων τῶν ἐν συμφοραῖς, μόνη βοήθεια πέλεις, Θεόνυμφε.

Ὅρμησον τὴν ψυχήν μου, Παρθένε, εἰς λιμένα ἀσφαλῆ σωτηρίας, ταῖς σαῖς θερμαῖς πρὸς Θεὸν ἱκεσίαις καὶ τῇ πρεσβείᾳ σου τήρησον ἄτρωτον· καὶ ἐπὶ πέτραν ἀσφαλῇ τῆς πρὸς Υἱόν σου πίστεως, Ἄχραντε.

Συμπνίγομαι ταῖς τοῦ βίου πάθεσι τοῖς ἀκαθάρτοις, ἅ μολύνουσι, Μήτερ, τὴν ἐν ἐμοὶ τοῦ Κυρίου εἰκόνα· ἀλλὰ σὺ δέομαι, Κόρη, ἀποκάθαρον, ταῖς δάκρυσι καὶ στεναγμοῖς, ἅ δώρησαί μοι, σεπτῇ Σιτοδότρια.

Διάσωσον, τοὺς σὺ προσπίπτοντας, Σιτοδότρια κόρη, Εἰκόνι σου γὰρ τῇ σεπτῇ ἐπισκιάζει ἀφθόνως ἡ σῇ χάρις.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος γ΄. Τὴν ὡραιότητα.

Σεπτὴν Εἰκόνα σου, Ὄπτινας καύχημα τιμῶμεν, Δέσποινα, σοὶ ἀναμέλποντες ᾠδὰς καὶ ὕμνους, Ἀγαθή, πρεσβείας σου ἐξαιτοῦντες· πᾶσι γὰρ θαυμάσια ἐκτελεῖ σὸν ἐκτύπωμα, προσαγορευόμενον παρ’ ἡμῖν Σιτοδότρια· καὶ νῦν ὑπὲρ ἡμῶν ἐκδυσώπει τὸν Υἱόν σου Θεοτόκε.

Καὶ εὐθὺς τὸ Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνοματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. (Δίς).
Στίχος.
Ἄκουσον, Θύγατερ, καὶ ἴδε καί κλῖνον τὸ οὗς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39-49, 56).

Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τήν Ἐλισάβετ· καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου, καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα σοι, Κύριε, δόξα σοι.

Δόξα.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Σιτοδοτρίας πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὄλβον ἀναφαίρετον, τὴν θαυμαστήν σου Εἰκόνα, ἡ Ῥωσία ἔχουσα, θείᾳ εὐδοκίᾳ σου, Κόρη πάντιμε· ἐν Ὀπτίνᾳ αὗτη γάρ, ὑπὸ Ἀμβροσίου ἱστορήθη ἵνα πάντοτε ἡμῖν ὑπομιμνήσκει τὰ ἐλέει σου· σώζει δὲ ἐκ θλίψεων, τοὺς ἐν πίστει ταύτῃ προστρέχοντας· ὅθεν πάντας σκέπε ἡμᾶς τοὺς καταφεύγοντας πρὸς σὲ καὶ αἰτουμένους, Πανύμνητε, τὴν σὴν θείαν ἀντίληψιν.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Πατρίδος Ἑλληνίδος μνήσθητι, Θεοτόκε, ὡς Πόλεως Κωνσταντίνου ποτέ· Ὑπέρμαχον γὰρ ταύτης καὶ Στρατηγὸν ἐν πίστει σὲ ἐπιγράφεται ψάλουσα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἴασαι τῆς ψυχῆς μου τὸν πόνον, Παναγία, ἡ Ὀρθοδόξων προστάτης καὶ πρόμαχος· σῆ γὰρ προσπίπτω, Κόρη, τῇ σῇ ἐπιστασίᾳ καὶ γηθοσύνως κραυγάζω σοι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Πῦρ τὸ τῆς ἁμαρτίας, Παρθένε, τὸν σὸν δοῦλον καταναλίσκει, πλὴν σπεῦσον ῥυσθῆναί με· κατάσβεσον τὴν φλόγαν, εὐχαῖς πρὸς τὸν Υἱόν σου, ἵνα εὐγνωμόνως κραυζάγω σοι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Τίμιος ἐναντίον Κυρίου τοῦ Ὁσίου ἀναδέδεικται θάνατος, Δέσποινα· τοῦ θείου Ἀμβροσίου, αὐτὸν γὰρ ἡ Εἰκών σου Σιτοδοτρίας ηὐλόγησε ψάλλοντα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὠραιοτάτη ἡ μορφὴ σῆς εἰκόνος, Σιτοδοτρίας, εὐσυμπάθητε Κόρη, πρὸς ἧν τὸ γόνυ ψυχῆς κλίνωμεν πάντες.

Ἄνασσα κόρη, Σιτοδοτρίας εἰκόνι προσπεσόντες οἱ πιστοὶ ἀναβοῶμεν· σπεῦσον, Παρθένε, ἀπάλλαξον ἐν τάχει.

Ναῷ σου θείῳ ἐν Ὄπτινα, Παρθένε, χαίρουσα σπεύδει πληθὺς τῶν Ὀρθοδόξων, τυχεῖν συγγνώμης, ἐλέους τε βοηθείας.

Τῆς Βασιλείας, Παρθένε, τοῦ Υἱοῦ σου τύχοιμεν πάντες Ὀρθόδοξοι ποθοῦμεν, σῇ μεσιτείᾳ, δεήσι καὶ βοηθείᾳ.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὠραῖος κάλει πάντων ἀνθρώπων πέλει, Μῆτερ, ὁ σὸς Υἱὸς πρὸς ὃν τὴν δέησιν ἔκχεε, ἵνα ῥυσθῶμεν διὰ σοῦ κρίσεως βαρυτάτης.

Νικῆσαι τοῦ βελίαρ τὰς μηχανάς, Παρθένε, σῇ βοηθείᾳ ἐλπίζομεν πάντοτε, πρὸς σὸν Υἱὸν ταῖς σαῖς λιταῖς, δι’ ὧν βεβαίως οἱ πάντες σωζόμεθα.

Ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος, Θεοτόκε, ὅτι συνθλίβει ἐντόνως τὸν δοῦλον σου· καὶ δώρησαί μοι τὴν χαράν, ἵνα ὑμνῶ σε, κλεινὴ Σιτοδότρια.

Ὄμματι εὐσπλαχνίας βλέψον ἡμῖν ἐν τάχει καὶ τοῖς δούλοις σου χεῖραν ἔκτεινον· σὲ γὰρ μητέρα ἡμῶν κατὰ χάριν κηρύττομεν.

Σάλον τὸν τῆς ψυχῆς μου καὶ ἄλγος καὶ ὀδύνην, ταῖς σαῖς πρεσβείαις κατάστειλον δέομαι· σῆ γὰρ προσφεύγω τὰ νῦν, σεπτῇ Σιτοδότρια.

Καὶ εὐθύς, τοῦ Ἱερέως θυμιῶντος τὸ Ἱερὸν Θυσιαστήριον καὶ τὸν εὐσεβῆ λαόν, ψάλλονται τὰ παρόντα Μεγαλυνάρια·

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Εἰκόνι σου τῇ θείᾳ πανευλαβῶς, προσπίπτωμεν, Κόρη, οἱ ἐν θλίψεσι τῆς ψυχῆς, αἰτούμενοι δι’ αὐτῆς τὴν σὴν γενναῖαν καὶ ἀναγκαῖαν τοῖς πᾶσι ἀντίληψιν.

Ἑλλάδος ἁπάσης τὴν ὁδηγόν, γένους Ὀρθοδόξων τὴν προστάτην καὶ βοηθὸν Σιτοδοτρίας τὴν Εἰκόνα νῦν τιμῶμεν, ὡς τῆς Παρθένου λαμπρὸν ἀποτύπωμα.

Κατάπαυσον τὸν τάραχον τῆς ψυχῆς τῶν δούλων σου, Κόρη, θεοπόθητε Μαριάμ, καὶ δώρησαι εἰρήνην σοῖς ἱκέταις, ὅπως μὴ παύουν τοῦ μεγαλύνειν σε.

Βάρος, Παρθένε, ἐν τῇ ψυχῇ καὶ ἄλγος καὶ πόνος ἐπιπολάζει νῦν ἐφ’ ἡμᾶς· σὺ ἆρον τὸν ζυγὸν τῆς ἁμαρτίας, ἧ ὡς μεσότοιχον τοῦ Υἱοῦ σου χωρίζει ἡμᾶς.

Φράγκων, Σαξώνων καὶ Ἀλανῶν, Βανδάλων, Λατίνων, Βησιγότθων, Σκανδιναυῶν ταπείνωσον, Κόρη, ὀφρὺν τὴν ἐπηρμένην, ἐπιβουλῆς δὲ τούτων ἡμᾶς ἀπάλλαξον.

Ὡς πᾶλαι ἐδωρήσω θείαν ἰσχὺν τῷ Νέβσκι Ἀλαξάνδρῳ, καθυποτάξαι τοὺς Ἀλανούς, Τεύτονας τε ἄλλους ἐχθροὺς Ὀρθοδοξίας, οὕτω καὶ νῦν, Παρθένε, ἡμᾶς ἐνίσχυσον.

Ἀμβροσίῳ τῷ Γέροντι οἱ πιστοί, προσπίπτομεν πάντες οἱ κινδυνεύοντες εὐλαβῶς· ἆρον τὰς χεῖρας Πάτερ θεῖε πρὸς τήν Παρθένον καὶ ἔλεος ὄμβρισον.

Τὸ Μεγαλυνάριον τοῦ Ἁγίου τοῦ Ναοῦ ἢ τοῦ Ἁγίου τῆς ἡμέρας. Καὶ κλείομεν μετὰ τοῦ·

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Δόξα.
Ἀπολυτίκιον τῆς Σιτοδοτρίας. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Τῇ σεπτῇ σου Εἰκόνι Σιτοδοτρίας προσπίπτωμεν, κλίνοντες τὸ γόνυ, Παρθένε, τῆς ψυχῆς καὶ τοῦ σώματος· δεόμενοι ἀντιλήψεως, Ἁγνή, πρεσβείαις πρὸς Υἱόν σου καὶ λιταῖς· ἵνα τύχωμεν, Παρθένε, τῆς παρ’ Αὐτοῦ πλημελημάτων ἀφέσεως· δόξα τοῖς μεγαλείοις σου, Σεμνή, δόξα τοῖς θαυμασίοις σου, δόξα ὑπερβαλόντως, Κόρη, τῇ δυναστείᾳ σου.

Καὶ νῦν.
Ἀπολυτίκιον τοῦ ἁγ. Ἀμβροσίου τῆς Ὄπτινα. Ἦχος ὁ αὐτός.

Τῶν ἐν Ὄπτινᾳ Γερόντων ἀνυμνοῦμεν τὸν πρύτανην, τὸν ἐν ἁγιότητι μέγαν, θεοφόρον Ἀμβρόσιον· καὶ τούτου τῇ Εἰκόνι τῇ σεπτῇ Σιτοδοτρίας τῆς Παρθένου, εὐλαβῶς προσπίπτωμεν κινδυνεύοντες οἱ πιστοί, μετὰ θέρμης ἀναβοῶντες· πρόφθασον ταῖς λιταῖς σου πρὸς Θεόν, ἄρον δεινὴν περίστασιν, ἔπαρον ὑπὲρ ἡμῶν τὰς χεῖρας, Ὅσιε.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προσπίπτοντας πιστῶς, τῇ σῇ πανυπερτίμῳ εἰκόνι, Σιτοδοτρίας σεπτῆς, ῥύου πάσης θλίψεως καὶ περιστάσεως· τῶν παθῶν δὲ διάλυσον τὸν σάλον, Παρθένε, ἅπασι παρέχουσα χάριν σωτήριον· σὺ γὰρ ἡμῶν ἡ προστάτις καὶ πιστῶν ἁπάντων ἡ σκέπη πέλεις, οἷα Μήτηρ τοῦ Παντάνακτος.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Πηγή