Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο την Σουμελιώτισσα

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ παρόντα Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς καταφύγιον θερμόν, Θεοτόκε, πάντες οἱ Πόντιοι τὴν σὴν προστασίαν, κατέχοντες βοῶμεν σοὶ ἐκ βάθους ψυχῆς· σκέπε καὶ διάσῳζε, ἀπὸ πάσης ἀνάγκης, πάντας τοὺς προστρέχοντας, τῇ σεπτῇ σου Εἰκόνι, ἐξ ᾗς πηγάζει πᾶσι μυστικῶς, Σουμελιώτισσα, χάρις καὶ ἔλεος.

Δόξα. Καὶ νῦν.
Ὅμοιον.
Ἐξ Ἀθηνῶν ἡ σὴ εἰκὼν παραδόξως, πάλαι μετήχθη Σουμελὰ εἰς τὸ ὅρος, νῦν δὲ ἀρτίως Κόρη μετενήνεκται, πλοῦτος ὡς οὐράνιος, καὶ κειμήλιον μέγα, εἰς τὸ ὅρος Βέρμιον, Θεοτόκε παρθένε, ἡ προσιόντες πίστει ἀληθεῖ, τὴν πρὸς ἡμᾶς σου, κηρύττομεν πρόνοιαν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ εὐθὺς ψάλλεται ὁ Κανὼν οὗ ἡ ἀκροστιχὶς·
Δέχου ἡμῶν τὴν δέησιν Κόρη Γερασίμου

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δυνάμωσον Κόρη τὸ ἀσθενές, ἡμῶν τῆς καρδίας, τῇ ἰσχύι τῇ θαυμαστῇ, τῇ ἐκ τῆς ἁγίας σου Εἰκόνος, ἀναβλυζούσῃ ἁγνὴ Σουμελιώτισσα.

Ἐτύπωσε πάλαι νεύσει τῇ σῇ, Λουκᾶς ὁ θεόφρων, τὴν Εἰκόνα σου τὴν σεπτήν, ἥν πὲρ ἐνδιαίτημα εἰργάσω, Θεογεννῆτορ τῆς σῆς ἀγαθότητος.

Χαρίτων πηγάζουσα δωρεᾶς, ἡ θεία Εἰκών σου, Σουμελιώτισσα Μαριάμ, ἐν τῇ σῇ Μονῇ τῇ ἐν Βερμίῳ, ἐναπετέθη ἡμᾶς ἁγιάζουσα.

Ὁλόφωτον σκήνωμα τοῦ Θεοῦ, κεχαριτωμένη, Σουμελιώτισσα Μαριάμ, λῦσον τῶν παθῶν μου τὴν ὁμίχλην, μαρμαρυγαῖς τῆς σῆς χάριτος Ἄχραντε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὑπὲρ φύσιν μετήχθη, ἐξ Ἀθηνῶν Δέσποινα, τῇ σῇ εὐδοκίᾳ Εἰκών σου, ἡ χαριτόβρυτος, καὶ ἐπεδήμησε, τοῖς ἐν τῷ Πόντῳ οἰκοῦσιν, ὡς πηγὴ Ἀκένωτος, θείας χρηστότητος.

Ἡγιάσθη ὁ Πόντος, ὡς ἀληθῶς Ἄχραντε, πάλαι ἐπελεύσει τῆς θείας, Ἁγνὴ εἰκόνος σου, νῦν δὲ τὸ Βέρμιον, καὶ ἡ περίοικος πᾶσα, χαρμονῆς πεπλήρωνται, ταύτην κατέχοντες.

Μητροπάρθενε Κόρη, τῶν εὐσεβῶν στήριγμα, ἰδὲ μητρικὴ συμπαθείᾳ, τοὺς πίστει σπεύδοντας, ἐν τῇ Εἰκόνι σου, καὶ τὰς αἰτήσεις ἁπάντων, πλήρου Σουμελιώτισσα, ἐκδυσωποῦμέν σε.

Ὡς ἐῤῥύσω τὸ πάλαι, τὸν εὐσεβῆ ἄνακτα, ὄντως χαλεποῦ ναυαγίου, οὕτω διάσῳζε, ἡμᾶς δεόμεθα, ἐκ συμφορῶν καὶ κινδύνων, καὶ πάσης κακώσεως, Παρθένε ἄχραντε.

Διάσῳζε Σουμελιώτισσα κόρη Θεογεννῆτορ, πάσης βλάβης καὶ πειρασμῶν τὲ καὶ θλίψεων, τοὺς ἀδιστάκτῳ καρδία σοὶ προσιόντας.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία Θερμή.
Πρεσβεία τῇ σῇ, προστρέχοντες ἑκάστοτε, ἐκ πάσης ὀργῆς, καὶ θλίψεως λυτρούμεθα, παρθένε Σουμελιώτισσα, καὶ χαρᾶς καὶ εἰρήνης πληρούμεθα σὺ γὰρ παρέχεις τοῖς πᾶσιν ἀεί, τῶν σῶν ἀντιλήψεων τὰς χάριτας.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ναὸν θεῖόν σου ἤγειραν, Κόρη ἐν Βερμίῳ ἔνθα ἀπέθεντο, τὴν ὑπέρτιμον Εἰκόνα σου, ὡς ἁγιαστήριον σωτήριον.

Τὸν Θεὸν σωματώσασα, πάσης ἀσθενείας ψυχῆς καὶ σώματος, Θεοτόκε ἀπολύτρωσαι, τοὺς εἰλικρινῶς σε μεγαλύνοντας.

Ἡ Εἰκών σου ἡ πάντιμος, ᾖκεν ἐκ τοῦ Πόντου τῇ εὐδοκίᾳ σου, Σουμελιώτισσα παντάνασσα, καὶ παρέχει χάριν ἡμῖν ἄφθονον.

Νοσημάτων καὶ θλίψεων, καὶ πολυειδῶν ἡμᾶς περιστάσεων, ἀσινεῖς Κόρη διάσῳζε, τοὺς ὑπὸ τὴν σκέπην σου προστρέχοντας.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Δόξης τοῦ Πατρός, τὸ ἀπαύγασμα κυήσασα, τῆς σῆς δόξης στήλην ἔδειξας ἡμῖν, τὴν Εἰκόνα σου παρθένε Σουμελιώτισσα.

Εἶχε μὲν τὸ πρίν, Σουμελὰ τὸ ὅρος Ἄχραντε, τὴν Εἰκόνα σου ὡς θεῖον θησαυρόν, νῦν τὸ Βέρμιον κατέχον ταύτην γάνυται.

Ἥλιον Χριστόν, μετὰ σώματος κυήσασα, ταῖς ἀκτῖσι τῆς θερμῆς σου ἀρωγῆς, τῶν παθῶν ἡμῶν Ἁγνὴ τὸν ζόφον δίωξον.

Σκέπη ἀσφαλής, τῆς Ἑλλάδος ἔσο πάντοτε, ὡς τὸν Πόντον πάλαι ἔσκεπες ἁγνὴ Σουμελιώτισσα τῇ θείᾳ προστασίᾳ σου.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἰλέω βλέμματι βλέψον Παρθένε, τοὺς ἐκ πάσης προσελθόντας Ἑλλάδος, τῇ ἐν Βερμίῳ ἁγίᾳ Μονῇ σου, καὶ προσκυνοῦντας τὴν θείαν Εἰκόνα σου, καὶ δίδου ταὐτοῖς συμπαθῶς, αἰτημάτων ἁπάντων τὴν πλήρωσιν.

Ναόν σοι, αἱ τῶν Ποντίων χορεῖαι, καὶ Μονὴν ἐν τῷ Βερμίῳ τῷ ὄρει, ἀνῳκοδόμησαν πίστει Παρθένε, καὶ τὴν σεπτήν σου Εἰκόνα ἀπέθεντο, ἡ προσιόντες εὐλαβῶς, κατανύξεως χέομεν δάκρυα.

Κινδύνων, ὥσπερ τὸ πάλαι ἐῤῥύου, Θεοτόκε τῶν Ποντίων τὴν χώραν, οὕτω καὶ νῦν συμφορῶν ἀνηκέστων, Μακεδονίαν ἀπάλλαττε Δέσποινα, τῇ κραταιᾷ σου ἀρωγῇ, καὶ Ἑλλάδα Παρθένε τὴν σύμπασαν.

Οἱ νόσοις, κατατρυχόμενοι πλείσταις, καὶ πικροῖς περιστατούμενοι πόνοις, τῇ θαυμαστῇ τῆς Παρθένου Εἰκόνι, πανευλαβῶς καταφύγωμεν κράζοντες· Σουμελιώτισσα ἁγνή, τὰς ὀδύνας ἡμῶν ἀνακούφισον.

Διάσῳζε Σουμελιώτισσα κόρη Θεογεννῆτορ, πάσης βλάβης καὶ πειρασμῶν τὲ καὶ θλίψεων, τοὺς ἀδιστάκτῳ καρδία σοὶ προσιόντας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τὴν κραταιὰν προστασίαν σου Ἄχραντε, ὡς ὀχυρώτατον τεῖχος κατέχοντες, ἐχθροῦ τὰς ὁρμὰς ἀποτρέπομεν, καὶ οὐρανίου γαλήνης πληρούμεθα, ὑμνοῦντες Παρθένε τὴν δόξαν σου.

Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματος σου, ἐν πάσῃ γενεὰ καὶ γενεά. (Δὶς)
Στίχος. Ἄκουσον, Θύγατερ, καὶ ἰδέ, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλαθοῦ τοῦ λαοῦ σου, καί τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεύς τοῦ κάλλους σου.
Τοῦ ὀνόματος σου μνησθήσομαι, ἐν πάσῃ γενεὰ καὶ γενεά.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κέφ. α΄ 39-49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Παναχράντου, πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στάμνος ὡς χρυσήλατος, ἡ σὴ Εἰκὼν καθορᾶται, ὥσπερ μάννα φέρουσα, γλυκασμὸν τὸν ἄυλον τῆς σῆς χάριτος ἡ πιστῶς σπεύδοντες, πάσης δυσχερείας, τὴν πικρίαν ἀποβάλλομεν, καὶ πάσης θλίψεως, καὶ ἀσθενειῶν ἐκλυτρούμεθα, κηρύττοντες Πανάμωμε, τὰ ὑπερφυῆ μεγαλεῖά σου σὺ γὰρ ἐν τῷ Πόντῳ, καὶ ἤδη ἐν Βερμίῳ χορηγεῖς, Σουμελιώτισσα Δέσποινα, τὰς εὐεργεσίας σου.

Σῶσον, ὁ Θεὸς τὸν λαὸν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥάβδῳ Κόρη παιδείας, τὸν δυνάστην λαλήσαντα ῥῆμα βλάσφημον, κατὰ τῆς θεολέκτου, ἐπαίδευσας Μονῆς σου, ὃς γνωρίσας τὴν δόξαν σου, ἀνακηρύττει τὴν σήν, ἐν δώροις δυναστείαν.

Ἡ σωτήριος χάρις, πανταχοῦ Θεοτόκε διαβεβόηται, τῆς θείας σου Εἰκόνος διὸ καὶ ἐν Βερμίῳ, οἱ πιστοὶ καταφεύγοντες, λαμβάνουσιν ἐξ αὐτῆς, σωτηριώδεις δόσεις.

Γόνυ κλίνοντες Κόρη, τῶν Ποντίων τὰ πλήθη πρὸ τῆς Εἰκόνος σου, ἐν δάκρυσι βοῶσι· μὴ δώης ἀπολέσθαι, τὸν λαόν σου Πανύμνητε, ὅτι πικρῶν ἐτασμῶν, διήλθομεν τὴν φλόγα.

Ἔθω καὶ πόῤῥω Παρθένε, τῆς πατρῴας γεγόναμε γῆς οἱ τάλανες, ἀλλὰ τὴν σὴν Εἰκόνα, πλουτοῦντες προστασίαν, καὶ γλυκείαν ἀντίληψιν, οἱ τῶν Ποντίων χοροί, προστρέχομεν σοὶ πίστει.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥῶσιν παρέχει, κατὰ ψυχὴν τὲ καὶ σῶμα, καὶ τὴν ἄνωθεν παραμυθίαν Κόρη, τοῖς ἐν θλίψει οὖσιν, Εἰκών σου ἡ ἁγία.

Ἀθῆναι πάλαι, τὴν σὴν κατεῖχον Εἰκόνα, καὶ ὁ Πόντος δὲ ἐν ταύτῃ ἐκαυχᾶτο, νῦν Μακεδονία, φέρει αὐτὴν ὡς γέρας.

Σύντριψον Κόρη, τὴν καθ’ ἡμῶν δυναστείαν, τοῦ ἀλάστορος δεινῶς φρυαττομένου, καὶ παράσχου πᾶσι εἰρήνην ἐν τῷ βίῳ.

Ἰάσεις νέμει, Σουμελιώτισσα κόρη, τῇ σῇ χάριτι Εἰκών σου ἡ ἁγία ὅθεν ἴασαί με, κατὰ ψυχὴν καὶ σῶμα.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μητράνανδρε Παρθένε, πάσης δυσπραγίας, τὸν περιούσιον κλῆρον σου λύτρωσαι, ὡς κραταιᾷ προστασίᾳ ἡμῶν καὶ ἔφορος.

Οὐδόλως Θεοτόκε, οἱ Ποντίων δῆμοι, τὴν προστασίαν τὴν σὴν σιωπήσωμεν, ἀλλὰ τοῖς πᾶσιν εὐτόνως αὐτὴν κηρύττομεν.

Ὑγιείαν καὶ γαλήνην, δρέπονται Παρθένε, οἱ τῇ σεπτῇ σου Εἰκόνι προσπίπτοντες, καὶ πανταχοῦ τὴν σὴν δόξαν Κόρη κηρύττουσιν.

Ὑδάτων ζωηφόρων, βλύσον μοι σταγόνα, τῷ φλεγομένῳ τοῖς πάθεσιν ἄχραντε, Σουμελιώτισσα Κόρη ψυχῆς μου στήριγμα.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Kαὶ τὰ παρόντα Μεγαλυνάρια,
Ἦκεν ἐν τῷ Πόντῳ ἡ σὴ Εἰκών, ἐξ Ἀθηνῶν πάλαι, Θεομῆτορ ὑπερφυῶς, πᾶσιν ἐφαπλοῦσα, θαυμάτων ἐνεργείας, καὶ νέμουσα Παρθένε, χάριν ἀέναον.

Τὸν κατατολμήσαντα ἀναιδῶς, συλῆσαι Παρθένε, τὴν Εἰκόνα σου τὴν σεπτήν, ἰτασμῶ ἐνδίκῳ, ἠνάλωσας σωφρόνως, παιδεύουσα τοὺς πάντας, πρὸς φόβον ἔνθεον.

Ἐν Βερμίῳ Κόρῃ ἡ σὴ Εἰκών, τῷ ἐκεῖ ναῷ σου, ἀπετέθη πανευλαβῶς, παρὰ τῶν Ποντίων, τῶν εὐσεβῶν Παρθένε, εὐσήμως κηρυττόντων, τὰ σὰ θαυμάσια.

Ὥσπερ βασιλέα τὸν εὐσεβῆ, ἔσωσας Παρθένε, ναυαγίου τοῦ χαλεποῦ, οὕτω ἡμᾶς σῷζε, τρικυμιῶν τοῦ βίου, τοὺς πόθῳ σὲ ὑμνοῦντας, Σουμελιώτισσα.

Δίκη τῇ δίκαιῃ τιμωρηθείς, ὁ δυσσεβὴς ἄναξ, ὁ ὑβρίσας τὴν σὴν Μονήν, ὑμνητὴς ὤφθη, τῆς χάριτος σου Κόρη, λαβῶν τὴν θεραπείαν, τῇ σῇ χρηστότητι.

Σκέπε τὴν Ἑλλάδα πᾶσαν Ἁγνὴ ὡς τὸν Πόντον πάλαι, περιέσκεπες θαυμαστῶς, τὴν εἰσδεξαμένην, ὡς δώρημα σου μέγα, τὴν θείαν σου Εἰκόνα, Σουμελιώτισσα.

Εἶχε πρὶν τὸ ὅρος τοῦ Σουμελᾶ, ὥσπερ θεῖον πλοῦτον, τὴν Εἰκόνα σου τὴν σεπτήν, νῦν δὲ ταύτην Κόρη, τὸ Βέρμιον πλουτῆσαν, ἀγαλλιᾶται μέλπον, τὰ μεγαλεῖά σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα τὰ κάτωθι Ἀπολυτίκια τῆς Ὑπεραγίας Θεοτόκου Σουμελιωτίσσης
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Σουμελά ἐκ τοῦ ὅρους τοῦ ἐν Πόντῳ Πανύμνητε, ἡ ἁγία Εἰκών σου ὥσπερ θεῖον κειμήλιον, εἰς Βέρμιον μετήχθη εὐλαβῶς, πηγάζουσα ἡμῖν ἁγιασμὸν ἡ προσπίπτοντες Παρθένε πανευσεβῶς, ἀπὸ ψυχῆς βοῶμέν σοι· δόξα τῇ παρθενίᾳ σου Ἁγνῇ, δόξα τοῖς μεγαλείοις σου, δόξα τῇ πρὸς ἡμᾶς σου χρηστότητι Δέσποινα.

Δόξα. Καὶ νῦν.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἐκ Πόντου μετήγαγον, ἐκ τῆς ἐκεῖσε Μονῆς, τὴν θείαν Εἰκόνα σου, ὡς θησαυρὸν ἀληθῆ, εἰς Βέρμιον Ἄχραντε ἡ πὲρ ἐν εὐλαβείᾳ, οἱ πιστοὶ προσιόντες, λαμβάνομεν πᾶσαν χάριν, Θεοτόκε βοῶντες· χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετά σου.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων εὐσεβούντων οἱ χοροί, καὶ τῶν Ὀρθοδόξων Ποντίων, ἅπαν τὸ σύστημα, πίστει προσκυνήσωμεν, τῆς Θεοτόκου ἁγνῆς, τὴν Εἰκόνα τὴν πάνσεπτον, πρὸς αὐτὴν βοῶντες· κόρη Σουμελιώτισσα, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, δέχου τὰς ἡμῶν ἱκεσίας, καὶ τοῖς πᾶσι δίδου ἀπαύστως, τῶν σῶν ἀντιλήψεων τὰς χάριτας.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Δίδου Σουμελιώτισσα τῷ Γερασίμῳ
Θεῖον Φωτισμὸν καὶ κατ΄ἄμφω ὑγίειαν.