Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Τριχερούσαν

Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετρίτου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ Τροπάρια.

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς τῆς Τριάδος κυησάσῃ τὸν Ἔνα, καὶ ὡς ἐκ τούτου παῤῥησίαν ἐχούσῃ, σοὶ ἐκτενῶς προσπίπτομεν Παρθένε Ἁγνή, καὶ κατασπαζόμεθα τῆς μορφῆς σοῦ τὸν τύπον, Τριχεροῦσα ἔνδοξε, ἐκ ψυχῆς ἐκβοῶντες, παντοίας ῥῦσαι Μῆτερ ἀπειλῆς, τὰ σὰ τεκνία, Χριστὸν ἱκετεύουσα.

Δόξα, καὶ νῦν.
Ὅμοιον.
Χριστιανῶν ἡ κραταιᾷ προστασίᾳ, καὶ μοναστῶν ἡ γλυκυτάτῃ ἡδύτης, σὺ ἐκ Θεοῦ δεδώρησαι τοῦ Λόγου σκηνῇ, ὅθεν πάντων πλήρωσον τὰς αἰτήσεις Κυρία, καὶ Χριστῷ προσάγαγε Τριχεροῦσα τοὺς ὅσοι, σοὶ ὡς Μητρὶ προστρέχομεν θερμῶς, καὶ εὐλογίαν τὴν σὴν ἐξαιτούμεθα.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Ὁ Κανών, οὗ ἡ ἀκροστιχὶς·
« Ὧ Τριχεροῦσα ὄρεξον τῇ σῇ ποίμνη χεῖρα!» Ἅ (θανάσιος)

ᾨδὴ α΄ . Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ὡς Μήτηρ ὑπάρχουσα ἀγαθοῦ, Θεοῦ Λόγου Κόρη, καὶ προσφύγιον τῶν πιστῶν, δεήσεις τὰς νῦν προσαγομένας, ὦ Τριχεροῦσα σεμνὴ πάσας πλήρωσον.

Τοῦ κλήρου σου Ἄθω εἶ χαρμονή, καὶ Χιλανδαρίου ἡ παντέφορος ἀρωγῇ, πανύμνητε Μῆτερ Τριχεροῦσα, καὶ πρὸς Θεὸν ἡ ἀείποτε πρέσβειρα.

Ῥητόρων τὰ πλήθῃ οὐκ ἐξαρκεῖ, τὸν πλοῦτον Παρθένε χαρισμάτων σου ἐξειπεῖν, διὸ τοῦ ἀγγέλου ἐκβοῷμεν, χαρμονικώς Τριχεροῦσα τὸ Χαῖρε σοι.

Ἱλέωσαι Μῆτερ τὸν σὸν Υἱόν, ὑπὲρ τῶν καθ’ ὤραν, ἁμαρτίαις Αὐτόν πολλαῖς, πταιόντων καὶ μήπω ἰσχυόντων, ταῖς ἑαυτῶν ἐπιστρέψαι δυνάμεσι.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Χάριν πᾶσαν Κυρία παρὰ Θεοῦ εἴληφας, ὅτε σεαυτὴν τῷ ἁγίῳ Αὐτοῦ θελήματι, σαφῶς ὑπέταξας, ὅθεν πηγάζεις ἀφθόνως, τοῖς πιστῶς τιμῶσι σε, χάριν ἀείζωον.

Εὑρηκυίᾳ Παρθένε, ἡ πανσεβάσμιος Λαύρα σου, τοῦ Χιλανδαρίου ὡς πλοῦτον σε πολυτάλαντον, πᾶσαν ἀνέθηκε, μέριμναν σοὶ ὡς ἐφόρῳ, Τριχεροῦσα πάναγνε καὶ ἐπαγάλλεται.

Ῥῶσιν πάρεχε Κόρη τὴν ἐκ Θεοῦ ἅπασι, τοῖς προσπτυσσομένοις σου πόθῳ σεπτὸν ἐκτύπωμα, καὶ καθοδήγησον, πρὸς τὴν ζωὴν τὴν ἀγήρῳ, Τριχεροῦσα Δέσποινα θεομακάριστε.

Ὅτε Σάββας ὁ θεῖος Θεοχαρίτωτε ἤνεγκε, ἐκ τῆς Παλαιστίνης εἰς Ἄθω σὸν ἐξεικόνισμα, κλῆρον κατέλιπε, καὶ ἀῤῥαγῆ σε προστάτιν, ὀρθοδόξοις ἅπασι καὶ θείᾳ Λαύρα σου.

Διάσωσον, ἀπὸ κινδύνων σοὺς δούλους ὦ Τριχεροῦσα, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, ὡς ἄσυλον  τεῖχος καὶ σωτηρίαν.

Ἐπίβλεψον, ἐν εύμενεία πανύμνητε Τριχεροῦσα, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεῖα θερμὴ.
Γλυκείαν χαράν, ἐν θλίψεσι σε ἔχομεν, τὰς χεῖρας ἀεί, πρὸς Κύριον ἐκτείνουσαν, Τριχερούσα πάντιμε, οἱ ἀνάξιοι δοῦλοι σου, διὸ ἐν πόθῳ πολλῷ, σὴν μορφὴν ἀσπαζόμεθα.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὑετὸν τῆς σῆς χάριτος, πέμψον Τριχεροῦσα τοῖς αἰτουμένοις σου, τὴν πρεσβείαν πρὸς Ὂν ἔτεκες, καὶ πλημμελημάτων τὴν συγχώρησιν.

Σύναψόν μου Πανάμωμε, πάσας τὰς δυνάμεις ἃς διεσκόρπισα, Ἱωάννου ὥσπερ ἥρμοσας, τὴν κοπεῖσαν χεῖρα θείου λάτρου σου.

Ἀναιδῶς ἐκπειράζει με, ὁ εἰκονομάχος σατάν Θεόνυμφε, ἀποστῆναι τοῦ Κυρίου μου, ὅθεν ἱκετεύω, σὺ με στήριξον.

Ὁρατὸς καὶ ἀόρατος, κόσμος διὰ σε δεδημιούργηται, τὴν κοσμήσασαν Πανάχραντε, ἀκοσμίαν πτώσεως τοῦ σύμπαντος.

ᾨδὴ ε΄ . Φώτισον ἡμᾶς.
Ῥῦσαι τῶν δεινῶν, Τριχεροῦσα τοὺς ἱκέτας σου, καὶ τρίτη χεὶρ γενοῦ τοῖς δώσοις σου πιστῶς, καταφιλοῦσι, τὸ πανάγιον ἐκτύπωμα.

Εὕρομεν Ἁγνή, σὲ λιμένα ἀσφαλέστατον, ἐκ κυμάτων τῶν τοῦ βίου λυπηρῶν, καὶ ὡς ὄρνιν, σὰ νοσσία περισκέπουσαν.

Ξύλον τῆς Ζώῃς, ἐφευρίσκομεν εἰκόνος σου, ἀσπαζόμενοι τὸ ξύλον τὸ σεπτόν, ὦ Τριχεροῦσα, ὁ Παράδεισος ὁ ἔμψυχος.

Ὅλον μου τὸν νοῦν, ἐργαστήριον ἀπόδειξον, τῆς νοερᾶς εὐχῆς γλυκέος Ἰησοῦ, διακρατοῦντα, Τριχεροῦσα θείαν ἔννοιαν.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχέω.
Νεάζω, κεκμηκὼς Πανάμωμε, προσκυνῶν σου τὴν ἁγίαν εἰκόνα, καὶ ἐναργῶς, τὴν ἀπόδειξιν ἔχω, τῆς φιλανθρώπου καὶ θείας ἀγάπης σου, διὸ θερμῶς καταφιλῶν, Τριχεροῦσα οὐ παύσω τὸν τύπον σου.

Τριάδος, γεγονυῖα Ἄσπιλε, συνεργὸς πρὸς σωτηρίαν τοῦ κόσμου, τριαδικήν, θείαν πρόνοιαν δείκνυς, τρίτη χειρὶ ὑπαρχούσῃ εἰκόνι σου, καὶ τοῦτο Κόρη δίκαιον ἔστιν, δευτερεῖα Τριάδος ἐχούσης σου.

Ἡ Λαύρα σου, Τριχεροῦσα πάντιμε σε γινώσκει Ἡγουμένην ἐν πᾶσι, καὶ ὁ λαὸς ὀρθοδόξων σε ἔχει, τῆς εὐλαβείας παλλάδιον τίμιον, καὶ πᾶς πιστὸς σε κρήνην θεϊκήν, ἐνεργείας ἀκτίστους προχέουσαν.

Σαββάτισον, τὸν λαὸν σου Δέσποινα, ἀπὸ πάντων τοῦ παρόντος αἰῶνος, καὶ πρὸς Θεόν, τὰς καρδίας ἐκτείνειν, πὼς δεῖ Παρθένε ἡμᾶς καθοδήγησον, ἢ πάντοτε ἐν τῇ σεπτῇ, σοῦ εἰκόνι Χριστὸν ἐνδεικνύουσα.

Διάσωσον, ἀπὸ κινδύνων σοὺς δούλους ὦ Τριχεροῦσα, ὅτι πάντες μετὰ Θεὸν εἰς σε καταφεύγομεν, ὡς ἄσυλον τεῖχος καὶ σωτηρίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον άνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Τριχεροῦσα σεπτῇ λαοῦ σου ἐπάκουσον, τὰς λιτὰς καὶ αὐτὰς Κυρίῳ ἀνάφερε, ὅτι ταχὺ δεήσεις μητρικάς, ἐκπληροῖ ὁ ἀγαθός, καὶ πέμπει ἔλεος αὐτοῦ, τοῖς τιμῶσι σε Πάναγνε, ὅθεν πιστῶς βοῷμεν, ἔκχεε τὴν σὴν χάριν, διαφυλάττουσα ἡμᾶς, ἀπὸ πάσης περιστάσεως.

Καὶ εὐϑύς τὸ Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματος σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. (δὶς)
Στίχος. Ἄκουσον, Θύγατερ, καὶ ἰδέ, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάϑου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρὸς σου καὶ ἐπιϑυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Μνησθήσομαι τοῦ ὀνόματος σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. (δὶς)

Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. α΄ 39-49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρὸς με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτα μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχὴ μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσι με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησε μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριάμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Ταῖς τῆς Τριχερούσης πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήϑη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήϑη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β’. Ὀλὴν ἀποθέμενοι.
Ὅλην σου τὴν ὕπαρξιν, ἀπὸ νηπίου Παρθένε, τῷ Θεῶ ἀνέθηκας, ξένως χρηματίσασα, αὐτοῦ ὄργανον, τὸν Χριστὸν τέξασα, ὑπὲρ λόγον Κόρη, διὸ εἴληφας Πανάμωμε, χάριν ὑπέρτιμον, ἢν καὶ μεταδίδως εἴκοσι σου, ὡς πείρα ἐπεγνώκαμεν, σὴν μορφὴν ἁγίαν κατέχοντες, Τριχεροῦσα θεία, ἐκτύπωμα προσώπου σου σεπτοῦ, ὃ προσκυνοῦντες σεβόμενοι, πόθῳ ἀγαλλόμεθα.

Σῶσον, ὁ Θεὸς τὸν λαὸν Σου …

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἡ πάναγνος μορφὴ σου, Τριχεροῦσα Μῆτερ, ποίμνης τῆς σῆς τὸ προσφύγιον πέφυκε, καὶ ὀρθοδόξων ἁπάντων, σέβασμα τίμιον.

Πολέμησον Παρθένε, ὑπὲρ εὐσεβούντων, πολεμουμένων ἐχθροῦ ἐπιθέσεσι, καὶ τὴν εἰρήνην Υἱοῦ σου, ψυχαῖς ἐγκαίνισον.

Ὀρθόδοξοι τιμῶντες, θείαν σου εἰκόνα, ὦ Τριχεροῦσα εὑρίσκομεν ἄφεσιν, παραπτωμάτων καὶ ἄνεσιν ἐκ τῶν θλίψεων.

Ἰσχῦς κραταιοτάτῃ, δέδοσαι σὴ ποίμνη, ὦ Τριχεροῦσα ἐκ Σάββα θεόφρονος,καί εὐλαβέσι θεόθεν, στήριγμα ἄῤῥηκτον.

ᾨδὴ η΄.Τον Βασιλέα.
Μὴ διαλίπῃς, ὦ Τριχεροῦσα ὀρέγειν, τῷ λαῷ σου χεῖρα οὐρανόθεν, ἵνα σε τιμῶμεν Ἁγνὴ εἰς τοὺς αἰῶνας.

Νενεκρωμένας ψυχὰς ἀνάστησον Κόρη, Τριχεροῦσα ἐκ τῆς ἁμαρτίας, ὅπως σε ἀπαύστως τιμῶμεν εἰς αἰῶνας.

Ἡ δαψιλὴς σου, χορηγίᾳ Παρθένε, Τριχεροῦσα μὴ παυσάτω πᾶσι, τοῖς πιστῶς τιμῶσι, δωρεῖσθαι εἰς αἰῶνας.

Χριστὸν τεκοῦσα, τὸν Σωτῆρα τοῦ κόσμου, Θεοτόκε Μῆτερ Τριχεροῦσα, τοῦτον ἐξιλέου, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἐκ πάσης με ἀνάγκης, φύλαττε Παρθένε, τὴν κληρουχίαν σου κόρη Πανάμωμε, ἀσπαζομένην σεπτὴν σου, εἰκόνα Ἄχραντε.

Ἰάσεις ἐκ παντοίας ἀσθενείας Κόρη, σοῖς ὑμνηταῖς Τριχεροῦσα ἀπόστειλον, καὶ οὐρανῶν βασιλείας, μετόχους ποίησον.

Ῥευμάτων θείων χάριν, Τριχεροῦσα δίδου, τῷ σῷ λαῷ καὶ τῇ ποίμνη ἀείροον, σὸν χαρακτῆρα τιμώντων, τὸν θεοτύπωτον.

Ἀνύμφευτε Παρθένε, κάθαρον ψυχὴν μου, καὶ τῷ Νυμφίῳ ἁγνὴν ταύτην ἅρμοσον, θείων χειρῶν σου πρεσβείαις, Νύμφη πανάμωμε.

Ἀγάλλεται καρδία, πᾶσα Τριχεροῦσα τῶν ὀρθοδόξων εἰκόνα τιμῶσα σου, καὶ ταῖς εὐχαῖς σου ἐλπίζει, ζωὴν αἰώνιον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δεῦτε μετὰ πόθου καὶ χαρμονῆς, Τριχερούσης τύπον καὶ εἰκόνα θαυματουργόν, προσκυνοῦντες χάριν, Θεοῦ καὶ εὐλογίαν, πρεσβείαις ταύτης πάντες προσπορισώμεθα.

Θεῖε Ἰωάννη Δαμασκηνέ, Θεοτόκου λάτρα, Τριχερούσης σὴς ἰατροῦ, ὥσπερ τὴν κοπεῖσαν, χεῖρα ἐθεραπεύθης, ψυχῆς ἡμῶν δυνάμεις, πάσας ἰάτρευσον.

Σῦν τῷ Νικολάῳ τῷ θαυμαστῶ, Μῆτερ Τριχεροῦσα, ὄπισθεν σου εἰκονικῶς, ὄντι ὀρθοδόξων τὰς ἐκτενεῖς δεήσεις, προσᾴξατε Κυρίῳ, τῷ Παντοκράτορι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἳ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Πάντων προστατεύεις.
Πάντας τοὺς τὴν θείαν σου μορφήν, Τριχεροῦσα Κόρη τιμῶντας εὐλόγει πάντοτε, νόσων τε καὶ θλίψεων ἐξαιρουμένῃ ταχύ, καὶ ἀγάπην ἐμφύτευσον, πρὸς τὸν σὸν Δεσπότην, καὶ Υἱὸν γλυκύτατον τῇ μητρικῇ σου στοργῇ, ὅπως, εὐχαρίστως τὸν ὕμνον, τῆς εὐχαριστίας διδόντες, εὕρωμεν αἰώνιον ἀνάπαυσιν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Στίχοι·
Τριάδος σεπτῆς οἶκον με δεῖξον Κόρη
τρίτη χεὶρ ἐν βίῳ μου σὺ φαινομένη θεία.