Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Βηματάρισσα

Ποίημα Πρωτοπρεσβυτέρου τοῦ Οἰκουμενικοῦ Θρόνου Στυλιανοῦ Μακρῆ, Δρος Θ.

Εΰλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Κατόπιν τὰ Τροπάρια.

Ἧχος δ΄.Ὁ Ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ ἀδεκάστου Δικαστοῦ γεγονυῖα, Μήτηρ συνήγορος γενοῦ μοι Παρθένε, τῷ δικηφόρον κλήτευμα λαβόντι ποτέ, ἐν πλεκτάνῃ κατηγόρων μου, ἐκδοθὲν καὶ ἀσφάλισον, τὴν ἐμὴν ἀθῴωσιν, τῇ σῇ ἀνεπικλήτῳ, ὑπερασπίσει Δέσποινα Σεμνή, καὶ τῶν δυσφόρων, δεσμῶν μου τὴν ἄνεσιν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ὑμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων, τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ• σοὺς γὰρ δούλους σώζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ό Ν’ (50) Ψαλμός
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας• τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι• πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην• ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πᾶσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου Σου καὶ τὸ Πνεῦμά Σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς Σου καὶ ἀσεβεῖς ἐπὶ Σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου• ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν• ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον• καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν Σου μόσχους.

Εἶτα ψάλλομεν τὸν παρόντα κανόνα, οὗ ἡ ἀκροστιχίς:
Ἐξάγαγε, Μῆτερ, ἐκ φυλακῆς τὴν ψυχήν μου. Σ(τυλιανοῦ)

Ἦχος πλ. δ΄. ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
Εἰργμένοις ἀδίκως ἐν φυλακῇ, Ἄχραντε ὡς πάλαι, ὁ Υἱός σου καὶ Λυτρωτής, ἄνεσιν δεσμῶν ταχὺ παράσχου, τῇ πρὸς Αὐτὸν κραταιᾷ ἱκεσίᾳ σου.

Ξηράνας σαρκός μου τοὺς ὀφθαλμούς, ἐν κλαυθμῷ καὶ στόνῳ, γοερῶς σοὶ ἀναβοῶ• Μνήσθητι κἀμοῦ τοῦ ταλαιπώρου, καὶ τῆς εἰρκτῆς μου Ἁγνὴ ἐλευθέρωσον.

Ἀγόρευσον Μῆτερ εἰς δικαστοῦ, ἀδεκάστου Λόγου, βῆμα ὄντως τὸ φοβερόν, ὑπὲρ τῶν ἀδίκως συλληφθέντων, ἀνασκευάζουσα ψεῦδος ἀντίδικον.

Γυρόθεν μου σίδηρος καὶ κιγκλίς, καὶ σκότος ὡς φίλοι, τῆς μονώσεως τῆς ἐμῆς• ἀλλ’ Ἁγνὴ τοιαύτης με φιλίας, ὥσπερ κλειδοῦχος ἐλέους ἀπάλλαξον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀντιβόλει ἐφέτιν, καὶ οἰκτιρμῶν Κύριον, ὑπὲρ τῶν καταδικασθέντων, ἀδίκως Δέσποινα, ἵνα ταχέως αὐτοῖς, ἐλευθερίας τὸ δῶρον, διὰ τῆς πρεσβείας σου, πᾶσι δωρήσηται.

Γειτνιόντων μοι χλεύην, καὶ ὑβριστῶν γέλωτα, καὶ τὸν καγχασμὸν Θεοτόκε, συγκαταδίκων μου, συνηγορίας τῆς σῆς, ὡς καθελοῦσα δυνάμει, κουφισμὸν παράσχου μοι, τῆς δικαιώσεως.

Ἑδωλίου δολίου, καὶ πονηρᾶς κρίσεως, δικαστῶν ἀδίκων Παρθένε, καὶ εἰσαγγέλσεως, κακεντρεχοῦς μυστικῇ, συναντιλήψει σου Κόρη, σῷζε τοὺς μηδέποτε, παρανομήσαντας.

Μηνυτῶν μου ἡ μῆνις, εἰς φυλακὴν ἔβαλεν, οἴμοι τὸν πιστόν σου οἰκέτην, τὸν ἀνυμνοῦντά σε, καὶ νῦν κατάδικος, πέλων προσφεύγω δικαίως, πρὸς ἐτυμηγόρον σου, Δέσποινα ἔφεσιν.

Δικαίωσον, τοὺς ἐν εἱρκτῇ παρανόμως ἐγκεκλειμένους, καὶ ἀθώους δεσμῶτας Μῆτερ αὐτεπαγγέλτῳ σου, ὑπὲρ ἱκετῶν σου συνηγορίᾳ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.

Εἰς νόμου σαφῶς ἠρήσθησαν ἀσάφειαν, μετήλλαξαν δε τὸ ψεῦδος εἰς ἀλήθειαν, οἱ ἐμοὶ ἀντίδικοι, ἐν εἱρκτῇ ἰδεῖν με ἐφέμενοι, ἀλλ’ ἀνταπόδος Δέσποινα αὐτοῖς, τῆς πονηρίας αὑτῶν τὴν ἀντάμειψιν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἡ τεκοῦσα τὸν Ἄρχοντα, τῆς δικαιοσύνης ἐπιμελήθητι, περὶ τῆς ἀνταποδόσεως, τοῦ ὄντως δικαίου τοῖς ἱκέταις σου.

Τὴν παράνομον κράτησιν, καὶ τὸν ἐγκλεισμόν μου εἰς δεσμωτήριον, δι’ ἀνύπαρκτα ἐγκλήματα, λῦσον Ἀγαθὴ χειρὶ ἐνδίκῳ σου.

Ἐφετεῖον τὸ ἔμψυχον, καὶ ἀλιτροδίκων ἡ ἀνεπίδικος, πέλεις Δέσποινα ἀναίρεσις, καὶ τῶν ὑποδίκων ὑπεράσπισις.

Ῥῆξον δύσθλαστον ἅλυσιν, ἀξιοπενθῆ τε καὶ ἀπαράκλητον, τοῦ δεσμώτου δεομένου σου, παύουσα τὴν θλίψιν μου Πανύμνητε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔλεος Χριστοῦ, καθειργμένοις ὡς ἀεἰρυτος, θείας συγγνώμης κρήνη καὶ τῆς χαρᾶς, πηγὴ ἐκπόρισον πᾶσι, Νύμφη Ἀνύμφευτε.

Κλαίω ἐμαυτόν, τοῖς δεσμοῖς ὀλοφυρόμενος• ἀπὸ μακρόθεν ἔστησαν οἱ γνωστοί• οὐδεὶς πλησίον μου πλὴν σου, Θεομακάριστε.

Φίλτρῳ μητρικῷ, τοὺς ἀθώους ἐπισύναξον, ὥσπερ ἡ ὄρνις νοσσία τὰ ἑαυτῆς, ὑπὸ τὰς πτέρυγας Μῆτερ, τῆς προστασίας σου.

Ὕποπτον φυγῆς, ὡς με πάλαι ᾐτιάσαντο, εὐαγγελίου φυγάδες τῶν ἐντολῶν, ὑπὸ τὴν σὴν εὐσπλαχνίαν, Κόρη κατέφυγον.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Λιμώττοντας, τοὺς πεινῶντας χόρτασον, τὴν Χριστοῦ δικαιοσύνην καὶ ῥῶσιν, δίδου τὴν λύτρωσιν ἐκδεχομένοις, κἀπὶ τὴν σὴν δικηφόρον ἐλπίζουσι, χεῖρα τὴν τίνουσαν Ἁγνή, τοὺς ἀνόμως αὐτοὺς ἐκδικάσαντας.

Ἀκύρωσον, ψευδολόγων ἔλεγχον, τὸν ἀνόμιμον καὶ ἄδικον κρίσιν, τῶν ἐπιόρκων κριτῶν μου ἐνστάσει, ἀνεπικλήτῳ τῇ σῇ Ἀειπάρθενε, ἵνα Σεμνὴ ἐκ σκοτεινῆς, καὶ στενῆς φυλακῆς ἐξαγάγῃς με.

Κακούργημα, καὶ ἀνοσιούργημα, ποινατόρων δικαστῶν Θεοτόκε, ἡ καταδίκη ἀθώων καθάπερ, ὑπὸ Πιλάτου Σταυροῦ τὸ κατάκριμα, ἀλλ’ ἀνταπόδωμα αὐτοῖς, ἡ ποιναῖα τοῦ τόκου σου νέμεσις.

Ἡτοίμασαν, κατ’ ἐμοῦ καθείρξεως, τὸ ἀκάνθινον Πανάμωμε στέφος, ἠμφίεσάν με τὴν χλεύην ὡς χλαῖναν, καὶ ψευδομάρτυρας πλείστους ἐκάλεσαν, σὺ δὲ γενοῦ μοι βοηθός, καὶ φρουρά μου τῆς ὑπερασπίσεως.

Δικαίωσον, τοὺς ἐν εἱρκτῇ παρανόμως ἐγκεκλειμένους, καὶ ἀθώους δεσμῶτας Μῆτερ αὐτεπαγγέλτῳ σου, ὑπὲρ ἱκετῶν σου συνηγορίᾳ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα ἱκέτευε, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Ἐναγομένου ἐμοῦ οὐχ εὑρέθησαν, παρανομίας τινὸς τὰ πειστήρια, ἀλλ’ εἰ καὶ ἀθῷον ἑώρων με, οἱ δικασταὶ ἐν εἱρκτῇ με συνέκλεισαν, τὸν κράζοντα• Σῶσόν με Θεόνυμφε.

Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. (δίς)
Στίχ. Ἄκουσον, Θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάϑου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου καὶ ἐπιϑυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. (δίς)

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α΄ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς την Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καὶ ἅγιον τὸ ὄνομά Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Πάτερ Λόγε Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Εἶτα τὸ παρὸν τροπάριον.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου…
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Μὴ καταπιστεύσῃς με, δεσμωτῶν Παραμυθία, Παναγία Δέσποινα, ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέτου σου, θλῖψις γὰρ ἔχει με, φέρειν οὐ δύναμαι, τῆς καθείρξεως τὰ δέσμια, καὶ τὰς ἁλύσεις μου, καὶ τῶν μηνυτῶν μου τὰ πρόδηλα, χαλκεύματα καὶ δόλια, κατὰ τῆς ζωῆς μου βουλεύματα• Δέσποινα τοῦ κόσμου, ἐλπὶς καὶ προστασία τῶν πιστῶν, μή μου παρίδῃς τὴν δέησιν• τὸ συμφέρον ποίησον.

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Συσσεισμῷ σαλευθῆναι, τὰ θεμέλια Κόρη δεσμωτηρίου παθῶν, ὡς ἂν διανοιχθῶσιν, αἱ θύραι παραχρῆμα, καρδιῶν καθικέτευε, τὸν τῶν πατέρων ἡμῶν, Θεόν τε καὶ Υἱόν σου.

Τιμωρὸς ἡ ἡμέρα, ἐπελθέτω Κυρίου ἡ φοβερὰ ἐν πυρί, τοὺς κρίνοντας κρινοῦντι, μὴ τὴν δικαίαν κρίσιν, καὶ δικάσοντι Δέσποινα, τοὺς δικαστάς μου ποτέ, Παρθένε γινομένους.

Ἡ Χριστοῦ δεομένη, ἀμνηστίαν καὶ χάριν τοῦ ἀπονεῖμαι πιστοῖς, ἑκάστου τῶν δεσμίων, Ἁγνὴ Παρθενομῆτορ, τὸ συμφέρον ἐξαίτησαι, ὅσα γὰρ θέλεις σαφῶς, δύνασαι τοῦ ποιῆσαι.

Νηπενθῆ με καὶ πάλιν, οἱ οἰκεῖοι καὶ φίλοι ἰδέτωσάν με Σεμνή, καὶ τῆς φρικτῆς εἱρκτῆς μου, ποσὶν ἀγαλλομένοις, ἐξερχόμενον Δέσποινα, καὶ σοὶ φωνῇ ἠχηρᾷ, θερμῶς εὐχαριστοῦντα.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ψαλμοῖς καὶ ὕμνοις, καὶ προσευχαῖς τῶν δεσμίων, φυλακαὶ κατασείονται πᾶσαι, ῥήγνυσι γὰρ τείχη, Ἁγνὴ τὸ ὄνομά σου.

Ὑλάκτησάν με, τῆς ψευδορκίας οἱ κύνες, ἀλλ’ ἐγὼ τῆς καρδίας μου στύλον, τὴν σὴν Θεοτόκε, ὑπῄρεισα πρεσβείαν.

Χρεὼν ὑμνεῖν σε, ὅτι χρεῶν παραγράφεις, πλῆθος Ἄχραντε δυσαποδότων , δωρεὰν καὶ πάντας, λυτροῖ χρεωφειλέτας.

Ἤγγισαν θλίψεις, ἤλασαν ἄλγη τὸ σῶμα, ᾔκησάν μου ἁλύσεις τὰς χεῖρας, ἀλλ’ ὡς Πέτρον πάλαι, σῶσόν με Θεοτόκε.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Νοήματα θανάτου, αὐτοβούλου πάντῃ, κολαστικοῦ καὶ ἀπέλπιδος καὶ πονηροῦ, τῶν δεσμωτῶν ἀποσόβησον Παναμώμητε.

Μὴ παύσῃ δεομένη, ὑπὲρ τῶν ἀδίκως, ἐν φυλακαῖς ἐγκλεισθέντων Παρθένε Ἁγνή, καὶ τῆς ἐκείνων ἀμέσου ἀποδεσμεύσεως.

Οὐκ ἔστι μοι ἑτοίμη, πρὸς ἀπολογίαν, ἡ βορβορώδης ψυχή μου διόπερ Σεμνή, τὸν τῆς ἐμῆς μετανοίας χρόνον παράτεινον.

Ὑπὸ τὴν προστασίαν, τὴν σὴν καταφεύγω, ὁ ἀντιδίκων ἀδίκων σαγήνῃ ἁλούς• μὴ οὖν Παρθένε ζωγρίαν, ἐγκαταλίπῃς με.

Συνήγορος γενοῦ μοι, εἰς ἐσχάτην ὥραν, τῆς τελικῆς ἀνακρίσεως πάντων Ἁγνή, καὶ αἰωνίου με ῥῦσαι τῆς κατακρίσεως.

Ἄξιον ἐστιν ὡς ἀληϑῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τῆν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφϑόρως Θεὸν Λόγον τεκοῦσαν τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

καὶ τὰ παρόντα Mεγαλυνάρια,
Χαῖρε ἡ ἐπίκλησις δεσμωτῶν• χαῖρε τῶν δικαίων, ἡ προστάτις καὶ βοηθός• χαῖρε ὑποδίκων, θερμὴ συνηγορία• ἐλπὶς ἀδικουμένων, χαῖρε Πανάχραντε.

Τῆς φωνῆς εἰσάκουσον τῶν πιστῶν, τῶν ἐκδεχομένων, ἱκεσίαν σου πρὸς Χριστόν, τὸν Δικαιοκρίτην, ὑπὲρ τῶν δικαζόντων, καὶ τῶν δικαζομένων, Ἄχραντε Δέσποινα.

Ὡς καρδίαν ἄδεσμος Ἀγαθή, ἀχείρωτος πνεῦμα, καὶ ἀνάλωτος τὴν ψυχήν, πρὸς σὲ καταφεύγων, προσπίπτω τοῖς ποσί σου, αἰτούμενος σαρκός μου, δεσμῶν ἀπάλλαξιν.

Δόλῳ καὶ πλεκτάνῃ δικαστικῇ, ἐπεδίκασάν μοι, κακοπάθειαν καὶ κλαυθμόν, σὺ δὲ μεταβάλλεις, ταῦτα εἰς θυμηδίαν, αὐτεπαγγέλτῳ Κόρη, παραμυθία σου.

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ἴδε τὴν ταπείνωσιν Ἁγνή, τῶν ἐν φυλακαῖς ἐγκλεισθέντων, ὧνπερ ἑκάστου ταχύ, Ἄχραντε ἀπέργασαι, τὸ ἀπελεύθερον, ἐφετῶν γὰρ ἀκρότητα, τεκοῦσα ἀσπόρως, Λόγον τὸν Φιλάνθρωπον, πᾶσιν τὴν ἄφεσιν, δίδως δωρεὰν καὶ δωσμώταις, λύσιν τῶν ἁλύσων παρέχεις, ἀλκαιᾷ πρεσβείᾳ σου πρὸς Κύριον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.
Αμήν.

Δίστιχον
Ἀσμένως τῷ ὑμνήσαντι σὲ Μῆτερ Θεοτόκε
χρυσοῦν ἀντίδος τάλαντον τὸ τῆς ὑμνογραφίας.

Πηγή

Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκον την Βηματάρισσα

Εὐλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα τροπάρια.

Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Εἰκὼν ἡλιόμορφε βηματοδούσης σεπτή, ἐν φρέατι δύσασα, ἐν τῇ βαρβάρων ὀρμῇ, ἑπτάδεκα ἔτεσιν, αὖθις σὺν ζωηφόρῳ, ξύλῳ ἐξανατέλλεις, πέμπουσα τὰς ἀκτῖνας, τῶν λαμπρῶν σου θαυμάτων, Μονὴν Βατοπαιδίου φρουροῦσα λιταῖς ἀκοιμήτοις σου.

Ἕτερον.
Δόξα Πατρί… Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.
Αρωματίζουσαν πηγὴν σε γινώσκομεν, καὶ τῇ σορῷ σου προσπελάζοντες λέγομεν, ἐν μετανοία κράζοντες ἐκ βάθους ψυχῆς, Δέσποινα ἀπάλλαξον δυσωδίας πταισμάτων μῦρον τὸ ἀκένωτον ἀναβλύζουσα πᾶσι, τοῖς ὀχετοῖς ἁγνὴ τῆς σῆς σοροῦ, ἐν ἣ ἣ Ζώνη ἣ σὴ τεθησαύρισται.

Καὶ νῦν… Ὅμοιον..
Ἢ ἐκ τοῦ φρέατος λαμπρῶς ἀνελθοῦσα, σὺν ζωηφόρῳ τοῦ Σταυροῦ σεπτῷ Ξύλῳ, μετὰ λαμπάδος αἴγλης ἀκοιμήτου ἁγνή, φρούρησον τὴν ποίμνην σου τὴν ἐκ πόθου τιμῶσάν σε, Ὄρος τε τὸ Ἅγιον τὸ τοῦ Ἄθωνος σκέπε, ἐξ ἐπηρείας πάσης δυσμενῶν, Βατοπαιδίου Μονῆς φύλαξ ἄγρυπνε.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ψάλλομεν τὸν Κανόνα, οὗ ἣ ἀκροστιχίς:
ΑΓΝΗ ΒΗΜΑΤΑΡΙΣΣΑ, ΛΟΓΙΚΟΝ ΔΩΡΟΝ ΔΕΧΟΥ.Γ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἁγνὴ Βηματάρισσα Μαριάμ, σῷ δούλῳ παράσχου, τὴν σὴν χάριν τῷ ταπεινῷ, ὑμνῆσαι εἰκόνα τὴν σεπτήν σου, ἣν τεραστίοις ποικίλοις ἐδόξασας.

Γηἵνων φροντίδων καὶ χαμερπῶν, ψυχήν μου Παρθένε, Βηματάρισσα ἐξελοῦ, ὧς οὖσα Θεοῦ τε καὶ ἀνθρώπων, ἀρίστη νῦν ἣ οἰκείωσις Δέσποινα.

Νόων Παμβασίλισσα στρατιάς, πάσας ὑπερβᾶσα, ἀνυψώθης ὑπερφυῶς, τὸν τούτων κυήσασα Δεσπότην, τοῦ Ἀρχαγγέλου φωνῇ Βηματάρισσα.

Ἢ κλίμαξ ἣν εἶδε πνευματικῶς, Ἰακὼβ τὸ πάλαι, ἄχρι φθάνουσαν οὐρανοῦ, σὴν γέννησιν Κόρη προετύπου, δι᾽ ἧς ὑψώθη Ἀδὰμ Βηματάρισσα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Βάτον πάλαι ἑώρα, ἐν τῷ Σινὰ Δέσποινα, πυρὶ καιομένην, καὶ μένουσαν ἀκατάφλεκτον, Μωσῆς ὃ μέγιστος, σὲ προτυποῦσαν Παρθένε· ἣν ἡμεῖς ὑμνοῦμεν νῦν, ὦ Βηματάρισσα.

Ἢ σωτήριος πύλη, ἣ πρὸς Θεὸν γέφυρα, ἣ καρποφορήσασα χώρα ζωῆς τὸν ἄσταχυν, σὺ Βηματάρισσα, καὶ σολομώντειος κλίνη, καὶ πιστῶν τὸ καύχημα, πέλεις παντάνασσα.

Μύρου θείου δοχεῖον, καὶ ἱερὸν τέμενος, τοῦ ἐξ οὐρανοῦ κατελθόντος δι᾽ ἀγαθότητα, ὥφθης Πανύμνητε, καὶ στάμνος ἔμψυχος Κόρη, θεῖον μάννα φέρουσα, ὦ Βηματάρισσα.

Ἀδιόδευτε πύλη, καὶ μυστικὰ θάλαμε, τοῦ πρὸ ἑωσφόρου ἀῤῥήτως, ἐξανατείλαντος, δίχα μητρὸς ἐκ Πατρός, καὶ ἐπ’ ἐσχάτων τῶν χρόνων, ἔκ σοῦ Βηματάρισσα, ἐνανθρωπήσαντος.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, ὧς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.

Επίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Ἀῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Πρεσβεία θερμή, καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμέν σοι, Θεοτόκε Δέσποινα πρόφθασον· καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἣ μόνη ταχέως προστατεύουσα.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τόμον μέγαν κατεῖδέ σε, πάλαι Ἤσαϊΐας καινὸν Μητράνανδρε, ἐν ᾧ Λόγος Βηματάρισσα, τοῦ Θεοῦ δακτύλῳ ἐπεγέγραπτο.

Αλατόμητον ὄρος σε, Δανιὴλ Παρθένε θεῖος ἑώρακε, Βηματάρισσα τοῦ τόκου σου, προμηνύων ὕψος τὸ ἀπόῤῥητον.

Ῥάβδον πόῤδω διέγραψεν, Ἀαρὼν ὁ μέγας καρποφορήσασαν, Βηματάοισσα τὰ κάρυα, σὲ τεκοῦσαν φύσιν τὸν καινίσαντα.

Ἰωὴλ ὁ θαυμάσιος, τέρατα προεῖδε γῆς Βηματάρισσα, σῆς κυήσεως μυστήρια, τοῖς πιστοῖς θεόθεν γνωριζόμενα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σῶμα καὶ ψυχήν, καὶ εἰκόνα Βηματάρισσα, πάντα ἔχεις ὑπεράγια· διὸ σῶσον Κόρη τὸν ἱκέτην σου.

Σῆς φωταγωγοῦ, ὃ προστάτης Βηματάρισσα, προσορμίσαν πειρατήριον, λῃστῶν τῇ Μονῇ σου προαισθόμενος.

Ἄνω πρὸς τὴν σήν, Βηματάρισσα τὰ ὄμματα, ἀνατείνας καὶ διάνοιαν, ἱερὰν εἰκόνα, Θεοδόξαστε.

Λύκων καὶ θηρῶν, αἱμοβόρων ἡμᾶς λύτρωσαι, Βηματάρισσα ἐκράυγαζε, σὺν θερμοῖς τοῖς δάκρυσι δεόμενος.

ᾨδὴ ς΄. Τὴν δέησιν.
Ὁ ἔχθιστος, τῶν λῃστῶν Πανύμνητε, Βηματάρισσα τῇ ποίμνῃ σου ταύτῃ, ἅπας στρατός, συνδραμὼν οἷα κύνες, τοῖς σοῖς προβάτοις τὸν ὄλεθρον ἤγαγον, ὁ φύλαξ δὲ τοῦ ἱεροῦ, τὴν σὴν εἰκόνα τῷ φρέατι ἔκρυψε.

Γεραίρων σε, καὶ δεόμενος ἅμα, τὸν Σταυρὸν μετὰ λαμπάδος ἡμμένης, ἐν τῇ πηγῇ ὦ Παρθένε καθῆκε, σὺν τῇ εἰκόνι τῇ σῇ Βηματάρισσα, καὶ ἔκλεισε δακρυῤῥοῶν, ἀσφαλῶς τὸ τοῦ φρέατος στόμιον.

Ἵν᾽ ἅπασαν, ὁ Υἱός σου λυτρώσῃ, Βηματάρισσα τὴν βρότειον φύσιν, ἐν τοῖς μυχοῖς, τοῖς τοῦ Ἄδου κατῆλθε, καὶ τὸν Ἀδὰμ παγγενῆ συνανέστησε· σὺ μιμουμένη δὲ Αὐτὸν, ἐνοικεῖς τῷ τοῦ φρέατος νάματι.

Κατάσχεσιν τῆς σῆς ποίμνης ἐάσας, ὁ οἰκέτης σου καὶ ἄκων Παρθένε, σὺν πειραταῖς, ἐν ὁδῷ τῆς δουλείας, ἀποδημεῖ καὶ τὴν νῆσον κατέλαβε, τῆς Κρήτης αἰχμάλωτος ζῶν, Βηματάρισσα θλίψεων πλήθεσι.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου Θεοτόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.

Ἄχραντε, ἣ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἧμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Ἀῖτησις καὶ τὸ Κοντάκιον. Ἦχος β΄.
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς: ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν καὶ σπεῦσον εἰς ἱκεσίαν, ἣ προστατεύουσα ἀεί, Θεοτόκε τῶν τιμώντων σε.

Καὶ εὐθὺς τὸ Προκείμενον.
Μνῃσθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ (τρίς).
Στίχ. Ἄκουσον θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ
σου καὶ τοῦ οἴκου τοῦ πατρός σου καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Στίχ.Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον (τρίς).

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α΄ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς την Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καὶ ἅγιον τὸ ὄνομά Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Τῆς Βηματαρίσσης πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταἷς τῆς Θεοτόκου, πρεσβείαις, Ἔλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στίχ. Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἷκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Μὴ καταπιστεύσῃς με ἀνθρωπίνῃ προστασίᾳ, Παναγία Δέσποινα, ἀλλὰ δέξαι δέησιν τοῦ οἰκέτου σου· θλῖψις γὰρ ἔχει με, φέρειν οὐ δύναμαι, τῶν δαιμόνων τὰ τοξεύματα· σκέπην οὐ κέκτημαι οὐδὲ ποῦ προσφύγω ὁ ἄθλιος, πάντοθεν πολεμούμενος καὶ παραμυθίαν οὐκ ἔχω πλήν σου. Δέσποινα τοῦ κόσμου ἐλπὶς καὶ προστασία τῶν πιστῶν, μὴ μου παρίδῃς τὴν δέησιν, τὸ συμφέρον ποίησον.

Σῶσον ὀ Θεός τὸν λαό σου….

Καὶ αποπληροῦμεν τὰς λοιπὰς Ὠδὰς τοῦ Κανόνος.

ᾨδὴ ζ΄.Παῖδες Ἑβραίων.
Ὄντως Ῥαχὴλ καθάπερ νέα, Βηματάρισσα ἣ ποίμνη σου κατέστη, θρηνῳδοῦσα πικρῶς, τὸν ὄλεθρον τῶν τέκνων, ὅνπερ αὐτῇ προσέφερον οἱ ἀπόγονοι τῆς Ἄγαρ.

Νέμεις δὲ πάλιν τῷ σῷ δούλῳ, τὴν ἀνάῤῥυσιν δεκάδα μετὰ χρόνων, διελθοῦσαν αὐτῷ, ἑπταπλασίως Κόρη, Κυρία Βηματάρισσα, ἀπὸ τῆς αἰχμαλωσίας.

Δὥρον τὴν λύτρωσιν παρέσχες, σῷ θεράποντι καὶ τοῦτον τῇ Μονῇ σου, μετὰ γῆρας βαθύ, ὑπέστρεψας τὸν Τύπον, ἀθρόως φανερῶσαί σου, Βηματάροισσα τοῖς πᾶσιν.

Ὢρᾳ Δευτέρας τῇ ἐννάτῃ, οἱ μονάζοντες συναθροισθέντες πάντες, τῷ τεμένει τῷ σῷ, σεπτοῦ Βατοπαιδίου, ὁ Γέρων τὴν εἰκόνα σου, ἐπυνθάνετο ποῦ εἴη.

ᾨδὴ η΄.Ἑπταπλασίως κάμινον.
Ῥῇμα φαιδρὸν ἐβόησε, τῷ ποιμνίῳ σου Δέσποινα, καὶ τῷ ποιμενάρχῃ Γέρων ὁ σεβάσμιος· Εἰσέλθετε ᾷσατε τὸν εἰωθότα ἑσπερινόν, εἶτα τῆς Πανάγνου τὸν κανόνα εὐρύθμως, συμψάλλατε ὡς δείξῃ, ἡμῖν τι νέον θαῦμα· ὃ νῦν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Ἱερὸς πρεσβύτης σου, Βηματάρισσα πάντιμε, σὺν τῷ ἀρχηγέτῃ, τὴν σεπτὴν εἰκόνα σου, εἰδὼς ὅπου τέθεικε, μετὰ δακρύων πᾶσι φησίν· ἄρατε τὸν λίθον εὐλαβῶς καὶ σὺν φόβῳ, βοῶντες τῇ Παρθένῳ, ἵνα δείξῃ θαυμάτων, τὴν ἄβυσσον εἰκόνα, Κτητόρισσαν, εἰ θέλει.

Νέος καθάπερ ἥλιος, ἐκ τοῦ φρέατος ἔλαμψε, τῆς Βηματαρίσσης ἣ εἰκὼν ἢ πάντιμος, καὶ πᾶσαν ἐφαίδρυνε, τὴν τῶν ἐν Ἄθῳ συναγωγήν, ἅμα τῷ Σταυρῷ καὶ τῇ ἡμμένῃ λαμπάδι· οἷς πάντες μελῳδοῦμεν· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, τὴν μόνην Θεοτόκον.

Δεῦρο πληθὺς Χριστώνυμε, ἱερεῖς καὶ μονάζοντες, τῆς Βηματαρίσσῃς, τῷ ναῷ προσδράμωμεν, καὶ ταύτῃ βοήσωμεν, μελῳδικῶς· Χαῖρε Μαριάμ, ὄχημα τῆς δόξης, Βασιλέως τοῦ πάντων, Χριστοῦ τοῦ ζωοδότου, ὃν ἐκτενῶς δυσώπει, ἀπὸ πάσης ῥυσθῆναι, κακώσεως σὴν ποίμνην.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
᾿Εφέστηκε τῇ Ποίμνη σου φεραυγής, καὶ φωσφόρος πανήγυρις Δέσποινα, τὸν ἱλασμόν, πᾶσιν ἀπονέμουσα τοῖς πιστοῖς, διὰ τῆς θείας χάριτος, τῆς ἐν τῇ εἰκόνι σου τῇ σεπτῇ, Ἀνάκτων προστασία, Πατριαρχῶν ἡ δόξα, καὶ τῆς Μονῆς σου περιτείχισμα.

Χειμάῤῥων ζωηῤύτων χαῖρε πηγή, καὶ ταχεῖα νοσούντων ἐπίσκεψις, τῶν γηρεῶν, χαῖρε βακτηρία καὶ τῶν τυφλῶν, Παρθένε Βηματάρισσα, καὶ τῶν μοναζόντων χαῖρε τρυφή, ἀντίληψις καὶ σκέπη, καὶ ἱερέων σθένος, καὶ, ὀρθοδόξων τὸ κραταίωμα.

Ὁ θεῖος Μητροπάρθενέ σου ναός, οὐρανῶν ἐκμιμεῖται εὐπρέπειαν, ἀντὶ λαμπροῦ, ἔχων ἑωσφόρου εἰκόνα σήν, καὶ ἀντὶ ἄστρων θαύματα, τὰ ὑπερφυῆ σου καὶ τηλαυγῆ, οἷς πᾶς πιστῶν ὁ δῆμος, εἰς κόρον ἀπολαύων, σὲ μεγαλύνει Βηματάρισσα.

Ὑμνοῦντά σου τὸν τύπον τὸν ἱερόν, τοῖς βεβήλοις μου χείλεσι Δέσποινα, ἐκδυσωπῶ, κάθαρον ὑσσώπῳ σῶν οἰκτιρμῶν, καὶ παρ᾽ ἀξίαν σῶσόν με, ἐξηπορημένον καὶ ἐμπαθῆ, καὶ ἐξελοῦ ὡς οἶδας, βυθοῦ με τῶν πταισμάτων, τὸν σὸν οἰκέτην Βηματάρισσα.

Γραφεῖσι τῶν Πατέρων ὅροις Ἁγνή, οἱ πιστοὶ πειθαρχοῦντες τιμῶμέν σε, καὶ σχετικῶς, πάντες ἀσπαζόμεθα τὴν σεπτήν, καὶ ἱερὰν εἰκόνα σου, ὥς φησι Βασίλειος ὁ σοφός· Τιμὴ ἣ τῆς εἰκόνος, ἐντεῦθεν διαβαίνει, τῷ πρωτοτύπῳ, Βηματάρισσα.

Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καὶ ἀκολούθως ψάλλομεν τὰ παρόντα Μεγαλυνάρια,
Χαῖρε Βηματάρισσα κραταιά, χαῖρε ἣ κρατοῦσα, ἐν ἀγκάλαις τὸ θεῖον πῦρ, χαῖρε τῆς σῆς ποίμνης, ἀντίληψις καὶ σκέπη, χαῖρε Βατοπαιδίου τὸ ἐγκαλλώπισμα.

Ἄδω Βηματάρισσα ψαλμικῶς, ψυχῆς ἐκ βηβήλου· Δεῦρο στῆθι ἐκ δεξιὧν τοῦ Παμβασιλέως, αὐτῷ συμβασιλεύειν, ἐσθῆτι διαχρύσῳ ὑπεραστράπτουσα.

Ὡς τοῦ Φιλανθρώπου καὶ Ἀγαθοῦ, φιλάνθρωπος Μήτηρ, Βηματάρισσα Ἀγαθή, τὴν κεκακωμένην ἀγάθυνον ψυχήν μου, χρωμένη τῇ συνήθῃ φιλανθρωπίᾳ σου.

Ορεξόν μοι χεῖρα Μῆτερ Θεοῦ, ἐν βόθρῳ κειμένῳ, κατωτάτῳ τῶν ἧδονῶν, καὶ ἐν βαθυτάτῳ ἁμαρτιῶν βαράθρῳ, ἀνέλκουσά με τούτων, Κυρία Βήματος.

Καὶ τὰ τῆς Μονῆς,
Νῦν εὐαγγελίζεται Γαβριήλ, τὸ χαῖρε κραυγάζων μετὰ δέους τῇ Μαριἀμ· ὦ τοῦ ξένου τρόπου! ἐν μήτρᾳ γὰρ ἀχράντῳ, συνείληπται ὁ Πλάστης, σῴζων ὃν ἔπλασε.

Θείαν Βηματάρισσαν τὴν σεπτήν, πάντες προσκυνοῦμεν, Ἐσφαγμένην καὶ τὰς λοιπάς, τὴν Παραμυθίαν, καὶ τὴν Ἐλαιοβρύτιν, σὺν τῇ Ἀντιφωνούσῃ, καὶ τὴν Παντάνασσαν.

Τἃς σεπτὰς εἰκόνας σου τῆς μορφῆς, τὴν Παραμυθίαν προσκυνοῦμεν καὶ τὰς λοιπάς, τὴν Ἀντιφωνοῦσαν, τὴν Πυροβοληθεῖσαν, τὴν θείαν Ἔσφαγμένην καὶ τὴν Παντάνασσαν.

Ζώνη πολυτίμητε τῆς Ἁγνῆς, πηγὴ τῶν θαυμάτων, καὶ χαρίτων ὁ θησασυρός, σῶσον τοὺς σοὺς δούλους, ἀπὸ παντοίας βλάβης, ὡς τῆς ζωῆς τὸ σκεῦος, σὺ περιζώσασα.

Τοὺς ἀσπαζομένους σου εὐλαβῶς, σορὸν τῶν λειψάνων, καὶ τελοῦντας σου τὴν φαιδράν, μνήμην περιφρούρει ἀπὸ πάσης ἀνάγκης, Εὐδόμκιμε τρισμάκαρ, ἀξιοθαύμαστε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἣ δωδεκάς, οἱ Ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν το ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων προστατεύεις ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει τῇ κραταιᾷ σου χειρί· ἄλλην γὰρ οὖκ ἔχομεν, ἁμαρτωλοὶ πρὸς Θεόν, ἐν κινδύνοις καὶ θλίψεσιν, ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι, ὑπὸ πταισμάτων πολλῶν. Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, ὅθεν σοι προσπίπτομεν· ῥῦσαι πάσης περιστάσεως τοὺς δούλους σου.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν ἐλέησον ἡμᾶς.
Ἀμήν.

Δίστιχον.
Βηματάρισσα Δέσποινα, πρόσδεξαι ὕμνον,
Ὃν πόθῳ ἢ ποίμνη σου ἔκ καρδίας προσάγει.

 

Πηγή