Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την επονομαζόμενη Βουρλιώτισσα

Ποίημα Ευάγγελου Κοτσιομήτη Ιατρόν τον Ελάχιστον

Η μνήμη της Εορτάζεται την πρώτη Κυριακή κάθε Οκτωβρίου

Εΰλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὃτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα. Γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού. Ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού. Τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, καὶ ἐπικαλεῖσθαι τὸ ὂνομα τὸ ἂγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὡς συνήθως, καὶ τὸ ἑξῆς·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Tοὺς προσελθόντας τῇ θερμῇ Σου πρεσβείᾳ καὶ προσκυνοῦντας τὴν σεπτήν Σου Εἰκόνα, πανευλαβῶς Βουρλιώτισσα Μῆτερ, πάσης ἐλευθέρωσον ἀπειλῆς καὶ ἀνάγκης, καὶ παθῶν καὶ θλίψεων, καὶ δεινῶν ἀλγηδόνων, καὶ θεραπείαν δώρησαι ἡμῖν, ὡς Ζωοδόχος τεκοῦσα Τὸν Ἄνακτα.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Oὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σύ προΐστασο πρεσβεύουσα, τὶς ὑμᾶς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διαφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

καὶ ὁ Κανὼν, οὗ ἡ ἀκροστοιχίς·
Θεόνυμφε Μῆτερ εὔφρανον χαρᾷ ἁγίᾳ, Εὐάγγελον πλέξαντα τάδε σοὶ μέλη.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Θεόνυμφε Μῆτερ πάσης ὀργῆς, καὶ πάσης ἀνάγκης, καὶ ἀμέτρητων συμφορῶν, ἡμᾶς καταξίωσον ῥυσθῆναι, Σοὶ Βουρλιώτισσα Κόρη, Πανάχραντε.

Ελέους τεκοῦσα τὸν δωρητήν, ἐλέησον Κόρη τοὺς προστρέχοντας εὐλαβῶς, καὶ τὴν Σὴν ἀντίληψιν αἰτοῦντας, Σοὶ Βουρλιώτισσα Κόρη, Θεόνυμφε.

Ὀδύνην ἀνέστειλας μυστικῶς, τῇ Σῇ μεσιτείᾳ καὶ ἀνάγκης ἀπαλλαγήν, τοῖς προσδεχομένοις τὴν Σὴν χάριν, Θεοχαρίτωτε Κόρη, Πανάχραντε.

Νοσοῦντες τῇ θείᾳ Σου ἀρωγῇ, καὶ τῇ προστασίᾳ, ἡμῖν δίδεις τὰς δωρεάς, καὶ σώζεις ἡμᾶς ἐκ κινδύνων, ὦ Βουρλιώτισσα Θεόνυμφε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὑετῶν ἐλλειμάτων, καὶ χαλεπῶν θλίψεων, καὶ ἐπηρειῶν ὀλεθρίων, ἡμᾶς ἀπάλλαξον, τοῦ πολεμήτορος, Σοὶ Βουρλιώτισσα Κόρη, τοὺς πιστῶς προσφεύγοντας, τῇ προστασίᾳ σου.

Μεσιτεύεις ἀσμένως, καὶ συμπαθῶς Πάναγνε, τοῖς προσερχομένοις ἱκέταις, ἡνίκα ἴασαι, τοὺς πρός Σὲ σπεύδοντες, Σοὶ Βουρλιώτισσα Κόρη, τὸ σεπτὸν Σου ὄνομα ἐπικαλούμενοι.

Φωτοδόχου ἁψῖδος, ὁ ἀληθὴς στέφανος, ἐκ τῆς σῆς ἁγίας Εἰκόνος, Σοὶ Βουρλιώτισσα, δροσίζεις πάντοτε, καὶ γλυκερῶς ἀναψύχεις, τοὺς πυρὶ τῶν θλίψεων, δεινῶς φλεγόμενους.

Ελεοῦσα Παρθένε, τοὺς ἀσθενεῖς ἴασαι, καὶ τοὺς θλιβομένους τῷ βίῳ, ἡνίκα λύτρωσον, οἱ πρὸς Σὲ σπεύδοντες, τὴν Βουρλιώτισσαν Κόρην, βοηθὸν καὶ ῥύστην πάντες ἐνθυμούμενοι.

Διάσωσον, Σοὶ Βουρλιώτισσα Κόρη καὶ Θεομήτωρ, ἐκ παντοίων νόσων καὶ περιστάσεων, καὶ τείχισον τοὺς προσελθόντας τῇ Σῇ θείᾳ Σκέπῃ Σου.

Ἐπίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ παρὸν Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαν θερμήν, καὶ ὀχυρὸν προπύργιον, δοκοῦντες, Ἁγνὴ ποικίλλων ἐπιθέσεων, οἱ πάντες ἐκλυτρούμεθα, τοῦ δολίου ἐχθροῦ καὶ ἀλάστορος, τῆς χαρμοσύνης καὶ θείας χαρᾶς, πληρούμεθα πάντες Βουρλιώτισσα.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Βουρλιώτισσα Ἄνασσα, πρὸς τὴν σὴν ἀντίληψιν καταφεύγομεν, καὶ λυτρούμεθα Πανάμωμε, τῶν κατὰ τὸν βίον περιστάσεων.

Ἀλγηδόνων δυσώπησον, τὴν κατὰ ψυχὴν καὶ σῶμα Πανάχραντε, ὡς ἱκέτες Βουρλιώτισσα, πρὸς Σὲ καταφεύγομεν γεραίροντες.

Νόσων σβέσον τὸν κλύδωνα, καὶ ὑγείας δρόσον ἡμῖν χορήγησον, μητρικῇ σου ἀγαθότητι, τοὺς Σὲ μεγαλύνοντας Πάναγνε.

Πάσης βλάβης προστάτευσον, πάσης μαγγανείας, πάσης φαυλότητος, Θεοτόκε ἐκδυσώπησον, Μόνη Βουρλιώτισσα Πανύμνητε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἀπας ἀσθενής, τῷ ναῷ σου σπεύδει, Πάναγνε, ἐκλαμβάνει τὰς ἰάσεις συμπαθῶς· Τοὺς γὰρ πάντας ἐλεεῖς, Σὺ Βουρλιώτισσα.

Θεῖον θησαυρόν, τὴν Εἰκόνα Σου κατέχοντες, ἐξ’ αὐτῆς ἁγιασμοῦ τὰς δωρεάς, δαψιλῶς τῆς Βουρλιώτισσας λαμβάνομεν.

Φώτισον ἡμᾶς, τῶν ναμάτων ἡμῖν πρόξενος, ἀγαθύνεις μητρικοῖς σου οἰκτιρμοῖς, τοὺς ἐν πίστει ζωὴν Κόρη ἀνύοντας.

Ἀνθος γλυκερόν, οὐρανίου παρακλήσεως, τοὺς ἐν θλίψει στενάζοντες δεινῶς, συμπαθῶς, Σὺ Βουρλιώτισσα βοήθησον.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Μαγείας καὶ χαλεπῆς φαρμακείας, καὶ ποικίλλων τοῦ Βελίαρ πληγμάτων, Σὺ Βουρλιώτισσα Πάναγνε, καὶ βασκανίας δεινῆς ἐλευθέρωσον, τοὺς ἀφορῶντας εὐσεβῶς, περὶ τὴν Σὴν ὀξυτάτην ἀντίληψιν.

Οἱ πάντες τῶν σῷ ναῷ σου προσελθόντες, καθ’ ἐκάστην Θεοτόκε ἡμέραν, ἀπὸ βαθέων ψυχῆς σοι βοῶμεν· Ἀσθενειῶν καὶ παντοίων κακώσεων, ἐλεύθερον καὶ ὑγιῆ, ἡμῶν τήρει τὸν βίον αἰτούμεθα.

Νοσοῦντας Κόρη ῥᾳστώνην παρέχεις, καὶ καμνόντων θεραπείαν καὶ ῥῶσιν, καὶ θλιβομένοις ἀνάψυξιν θείαν, καὶ αἰχμαλώτοις ταχεῖαν ἐκλύτρωσιν· Τὴν Βουρλιώτισσαν διό, πᾶς πιστὸς μεγαλύνει καὶ σώζεται.

Ὀδύνης τῆς δυσμενῶς πιεζούσης, τὴν ἀθλίαν μου ψυχὴν καὶ καρδίαν, καὶ δαπανώσης οἰκτρῶς τὸ σῶμα μου, τῇ σωστικῇ σου θεράπευσον χάριτι, Θεοχαρίτωτε Ἁγνή, καὶ δεινῶν ἀλγηδόνων με λύτρωσον.

Διάσωσον, Σοὶ Βουρλιώτισσα Κόρη, Θεογεννήτωρ, ἐκ παντοίων ὀδυνηρῶν περιστάσεων, τοὺς καταφεύγοντες πίστει τῇ Σῇ θείᾳ χάρῃ σου.

Ἀχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.

Αἴτησις καὶ τὸ παρὸν Κοντάκιον.
Ἦχος β΄. Τῆς τῶν αἱμάτων σου.
Τῇ μεσιτείᾳ σου Νύμφη προστρέχοντες, ἐλευθερούμεθα πάσης κακώσεως· Διό τὴν Σὴν χάριν κηρύττομεν, καὶ Βουρλιώτισσσαν πίστει ὑμνοῦμεν Σε· Σὺ γάρ ἡμῶν τὸ διάσωσμα.

Καὶ εὐθὺς τὸ Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. Ἄκουσον θύγατερ καὶ ἴδε καὶ κλῖνον τὸ οὗς σου καὶ
ἐπιλάθου τοῦ λαοῦ Σου, καὶ τοῦ οἴκου τοῦ Πατρός Σου, καὶ
ἐπιθυμήσει ὁ Βασιλεύς τοῦ κάλλους Σου.
Στίχ. Τὸ πρόσωπόν Σου …

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν (Κέφ. ι΄38-42).
Τῷ καιρῷ ἐκείνῳ, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινά· γυνὴ δὲ τις ὀνόματι Μάρθα, ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. Καὶ τῇδε ἦν ἀδελφή, καλουμένη Μαρία, ἥ καὶ παρακαθήσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, ἤκουε τὸν λόγον αὐτοῦ. Ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι, ὅτι ἡ ἀδελφή μου μόνην μὲ κατέλιπε διακονεῖν; Εἰπέ οὖν αὐτῇ, ἵνα μοι συναντιλάβηται. Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπε αὐτῇ· Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· ἑνὸς δέ ἐστι χρεία. Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ’ αὐτῆς. Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα, ἐπάρασὰ τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου, εἶπεν αὐτῷ· Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε, καὶ μαστοὶ οὓς ἐθήλασας. Αὐτὸς δὲ εἶπε· Μενοῦν γε, μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ, καὶ φυλάσσοντες αὐτόν.

Δόξα.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Παναχράντου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Προσόμοιον
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στίχ. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τὸ ἀνόμημά μου.
‘Ρῶσιν καὶ βοήθειαν, καὶ ἀληθῆ προστασίαν, πάντες ἐκλαμβάνομεν, ἐν παντὶ τῷ βίῳ μοι, ἴασαι πολλαπλῶν θλίψεων, καὶ ἀσθενημάτων καὶ κλυδώνων ἐκ τοῦ ὄφεως, καὶ πάσης Δέσποινα, ἄλλης συμφορᾶς τε καὶ μάστιγος, ταχέως δυσωπούμεθα, τῇ σῇ ἀρωγῇ Σου Βουρλιώτισσα· ὅθεν μὴ στερήσης, παρέχειν ἡμῖν χάριν συμπαθῶς, τοῖς πρὸς τὴν σὴν ἀγαθότητα, Νύμφη, ἀτενίζουσι.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
Κύριε ἐλέησον (ιβ΄) καὶ εὐθὺς αἱ λοιπαὶ ᾠδαί.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Πίστην ἄτρεπτον δίδου, καὶ ψυχῆς θεραπείαν Σοὶ Βουρλιώτισσα, τοῖς πόθῳ προσιοῦσι, τῷ θείῳ σου τεμένει, προσκυνοῦντας καὶ ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοστόλιστε Νύμφη, ἡ Χριστὸν σαρκωθέντα ἡμῖν κυήσασα, φωνὴ τῶν πρεσβειῶν σου, τὸ σκότος τῶν παθῶν μου, διασκέδασον Πάναγνε, ἵνα ὑμνῶ Σου ἀεί, τὰ θεῖα μεγαλεῖα.

Δυστροπούντων ἀνθρώπων, καθ’ ἡμῶν ἐπινοίᾳ τὰς τοῦ ἀλάστορος, βουλὰς τὰς ὀλεθρίους ματαίωσον Παρθένε, καὶ τὴν λύτρωσιν δώρησαι, ἐν πάσῃ ὥρᾳ δεινῇ, καὶ πᾶσαν δυσχέρειαν.

Διασκέδασον πάσης, τοῦ ἐχθροῦ σκοτοδίνης καὶ ἐπιθέσεως, ἡμᾶς τοὺς ἐκ καρδίας, τὸ θεῖον ὄνομά Σου, εἰς βοήθειαν κράζοντας, ἐν πάσῃ ὥρα Ἁγνή, καὶ πάσῃ τροπῇ βίου.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Σῶσον με Κόρη, τῶν δριμυτάτων μοι πόνων, καὶ ἐκλύτρωσαι δεινῶς ἐκ δυσθυμίας, τῆς κατατρυχούσης, τὴν ταπεινήν ψυχήν μου.

Δόξῃ ἀΰλῳ, ἐπισκοπῆς Σου τῆς θείας, παραμύθησον, τὴν θλῖψιν τῆς ψυχῆς μου, ἵνα Σὲ δοξάζω, τὴν Κεχαριτωμένην.

Σὲ βακτηρίαν, τὴν Βουρλιώτισσαν Νύμφην, ἀποκτήσαμεν, ἐν τῷ παρόντι βίῳ, καὶ τῆς Σῆς Παρθενίας, κηρύττομεν τὴν δόξαν.

Ρῦσαι Παρθένε, Σὺ Βουρλιώτισσα Κόρη, τοὺς προστρέχοντας τῇ θείᾳ σου Εἰκόνι, καὶ παράσχου τοῖς πᾶσι, αἰτήσεων τὴν λῦσιν.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Τῶν πλείστων δωρημάτων, τῶν παρὰ Σοῦ λαβόντες, ὦ
Βουρλιώτισσα Νύμφη Πανάχραντε, τὴν πρὸς ἡμᾶς Σου χρηστότητα μεγαλύνομεν.

Ἐν θλίψεσι καὶ πόνοις, πάσχοντες βαρέως, τῇ χάριτί Σου πιστῶς καταφεύγουσι, Σοὶ Βουρλιώτισσα Κόρη καὶ διασώζονται.

Ὑψίστου Θεοῦ Μῆτερ, πάσης μεθοδείας, καὶ τοῦ ἐχθροῦ μου ἐλεύθερον φύλαττε, Σοὶ Βουρλιώτισσα Νύμφη ἡ Παναμώμητος.

Τιμῶμεν τὴν πολλήν Σου, τὴν πρὸς ἡμᾶς ἀγάπην, Σὲ Βουρλιώτισσα Κόρη δοξάζομεν, ὅτι ἡμᾶς περιβάλεις καὶ σῴζεις τάχιστα.

Ἀξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν
ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὴν Θεοχαρίτωτην Μαριάμ, πάντες ἐξυμνοῦμεν τῇ καρδίᾳ χαρμονικῶς, τῇ σεπτῇ Εἰκόνι, τὴν λύτρωσιν αἰτοῦμεν, καὶ τὴν παραμυθίαν πάντων Βουρλιώτισσα.

Τοὺς δοκιμαζομένους ὑπὸ παθῶν, καὶ τοὺς ἀσθενοῦντας ἐκ
παντοίων κλυδωνισμῶν, Κόρη Παναγία, τῇ Σῇ ἐπιστασίᾳ, θεράπευσον ἀτρέπτως Νύμφη Βουρλιώτισσα.

Τῇ ἀνακαινίσει Σου Θαυμαστὴ ὄντως ὡραιώθη ἡ Εἰκόνα Σου ἡ σεπτή, καὶ παραμυθίαν, δεινῶν ἀεὶ παρέχει, τοῖς ταύτῃ προσιοῦσι Κόρη Βουρλιώτισσα.

Τῆς Βουρλιωτίσσης χαρμονικῶς τῇ σεπτῇ Εἰκόνα καταφύγωμεν οἱ πιστοί, ἵνα λυτρωθῶμεν, τῶν ὀδυνῶν τοῦ βίου, καὶ θείας πληρωθῶμεν ἀγαλλιάσεως.

Ἀπαντας τοὺς πίστει εἰλικρινεῖς, προστρέχοντας Κόρη, τῇ θερμῇ Σου ἐπισκοπῇ, ἀβλαβεῖς δυσώπει, ἐκ πάσης πονηρίας, τοὺς εὐσεβεῖς Παρθένε Νύμφη Βουρλιώτισσα.

Χαῖρε τῶν Ἀγγέλων θεία χαρά· χαῖρε τεθλιμμένων ἡ γλυκεῖα ἀναψυχή· χαῖρε αἰχμαλώτων, ἡ λύτρωσις Παρθένε, καὶ τῶν καμνόντων χαῖρε Νύμφη Βουρλιώτισσα.

Δέξαι μου τοὺς ὕμνους Κόρη Ἁγνή, καὶ τοὺς δακρυρρόους στεναγμούς μου Μῆτερ Θεοῦ, τοῦ κλύδωνα τὰ ἄλγη καὶ θλίψεων παντοίων, Βουρλιώτισσα δυσώπει, πάντων τῶν δούλων Σου.

Δεῦτε Ὀρθοδόξων αἱ στρατιαί, Ἄχραντον Παρθένον καὶ Ὑπέρμαχον Στρατηγόν, ὑμνήσωμεν προφρόνως τὴν Κεχαριτωμένην, οἱ πάντες ἐν κινδύνοις Κόρην Βουρλιώτισσαν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).

Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Τὴν Ἄχραντον Εἰκόναν Σου, Βουρλιώτισσα Πάναγνε, νῦν χαρμονικῶς προσκυνοῦντες, γεραίρομεν, Παρθένε· Ὑπάρχεις γὰρ σκέπη πρός ἡμᾶς, ἀρδεύουσα θαυμάτων παροχήν. Διὰ τοῦτο ἀναβλύζεις ἀεί, τοῖς εὐλαβῶς βοῶσι Σοί. Δόξᾳ τῷ Σὲ δοξάσαντι Θεῷ, δόξᾳ τῷ Σὲ θαυμαστώσαντι, δόξᾳ τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου Σου.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.
Πάντας τοὺς τὴν θείαν καὶ σεπτήν, κατασπαζομένους Εἰκόνα, τὴν Σὴν Πανύμνητε, ἥνπερ ὀνομάζομεν ὡς Βουρλιώτισσαν, πειρασμῶν ἐξανέμησον, καὶ νόσων παντοίων, καὶ πταισμάτων αἴτησαι, ἡμῖν τὴν ἄφεσιν, ἵνα ἐξυμνήσομεν πάντες, τὰ σὰ μεγαλεῖα Παρθένε, καὶ τὴν πρὸς ἡμᾶς φιλανθρωπίαν Σου.

Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων Σου καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.

Πηγή