Δύο Παρακλητικοί Κανόνες εις την Παναγία Χρυσαφίτισσα
Παρακλητικός Κανών εις την Παναγία την Χρυσαφίτισσα
Ποίημα Καθηγουμένης Ισιδώρας Μοναχής Αγιεροθεϊτίσσης
″Ης η πάνσεπτος και θαυματουργὸς εικών, εξαίρετον χάριν είληφεν του θεραπεύειν τους πάσχοντας εκ ψυχολογικών και νευρολογικών προβλημάτων και θλίψεων″

†Εορτάζεται την Δευτέρα του Θωμά
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Κατόπιν τὰ Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν Χερουβὶμ καὶ Σεραφὶμ ἀσυγκρίτως, τιμιωτέρα σὺ ὑπάρχεις Παρθένε, ὡς τὸν Θεὸν βαστάσασα, χερσὶ μητρικαῖς· ὅθεν ἐν αἰνέσει σε, κατὰ χρέος βοῶμεν· χαίροις Χρυσαφίτισσα, οίκουμένης τὸ τεῖχος· τῶν ἀσθενούντων μέγας ἱατρός, τῶν πτωχευόντων, ὁ πλοῦτος ὁ εὔσημος.
Δόξα.
Ἱκετικῶς τῇ σῇ εἰκόνι προσπίπτω, ὦ Χρυσαφίτισσα Παρθένε Μαρία, καὶ ἐκζητῶ τὴν εὔνοιαν, τῆς σῆς ἀρωγῆς· ῥῶσιν εὐσυμπάθητον, τοῖς νοσοῦσι παρέχεις, πάθη ἰατρεύουσα, τῶν ψυχῶν καὶ σωμάτων· τῶν θλιβομένων σὺ γὰρ εἶ ἐλπίς, τῶν κλονουμένων, λιμὴν γαληνόμορφος.
Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ κανών, οὗ ἡ ἀκροστιχίς·
Παναγίαν Χρυσαφίτισσαν ἄδω. Ἰσιδώρας.
Ἦχος πλ. δ΄. ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
Παλάτιον δόξης χρυσοφαοῦς, ὀλόλαμπρε θρόνε τοῦ τῶν ὅλων Δημιουργοῦ, ἁγνὴ Χρυσαφίτισσα Παρθένε· τῶν ἀρετῶν καλλοναῖς μὲ ἐκλάμπρυνον.
Ἀγγέλων ἡ δόξα καὶ χαρμονή, σεμνὴ Θεοτόκε Χρυσαφίτισσα Μαριάμ, τῆς λύπης παθῶν ἀπάλλαξόν με καὶ οὐρανίου χαρᾶς με ἀξίωσον.
Νυκτὶ με καθεύδοντα τῶν δεινῶν, καὶ σκότει ἀγνοίας ὀλισθήσαντα χαλεπῶς, χερσὶ μητρικαῖς σου ἔγειρόν με· καὶ φώτισόν μου τὸν νοῦν Χρυσαφίτισσα.
Ἀγάλλου καὶ σκίρτα πᾶσα ἡ γῆ, εὐφραίνου ἐν δόξῃ ἐκκλησία ἡ τοῦ Χριστοῦ, ὡς πλοῦτον γὰρ ἔχεις τὴν εἰκόνα· Χρυσαφιτίσσης Παρθένου ἣν σέβομεν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Γεγηθότες βοῶμεν, χαῖρε ἁγνὴ Δέσποινα, χαίροις Χρυσαφίτισσα Κόρη, θεοχαρίτωτε, χαίροις ζωῆς θησαυρέ, τῆς εὐλογίας ὁ πλοῦτος, τοῦ ἐλέους πέλαγος, τὸ ἀνεξάντλητον.
Ἰατρὸς τῶν ἐν νόσοις, καὶ ψυχικοῖς πάθεσι, καὶ ταῖς χαλεπαῖς ἀσθενείαις, ὀδυνωμένων τε, καὶ ταχινὴ ἀρωγός, τῶν ἐν ἀνάγκαις ὑπάρχεις, συμπαθής καὶ εὔσπλαγχνος, ὦ Χρυσαφίτισσα.
Ἀσματίζουσιν ἅμα, τὴν εὐκλεῆ δόξαν σου, καὶ τὴν ὑπὲρ λίαν τιμήν σου, ὦ Χρυσαφίτισσα, οἱ τῶν Ἀγγέλων χοροί, ὧν ἀσυγκρίτως προέχεις, καὶ πιστοί θαυμάζοντες, τὰ μεγαλεῖά σου.
Νικητὴν τοῦ θανάτου, τὸν Ἰησοῦν τέξασα, λύεις τὴν πικρίαν τῆς Εὔας, τὴν πολυθρήνητον, καὶ αἰωνίου ζωῆς, ὦ Χρυσαφίτισσα Μῆτερ, κοινωνὸν κατέστησας, πάλιν τὸν ἄνθρωπον.
Ἰάτρευσον, ἡμῶν τὰς νόσους τοῦ σώ ματος καὶ όδυνας, καὶ τὰ πάθη τὰ ψυχικὰ ἁγνὴ Χρυσαφίτισσα, καὶ ἔλεος δίδου τοῖς δεομένοις.
Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Εἰκόνι τῇ σῇ, Παρθένε Χρυσαφίτισσα, προσπίπτω πιστῶς, καὶ κράζω ἐκ βαθέων μου, τῆς χειρὸς τῆς θείας σου· τὰ ἐλέη δίδου μοι Δέσποινα, καὶ ψυχικῶν με λύτρωσαι παθῶν, τὴν ῥῶσιν κατἄμφω μοι παρέχουσα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Xρυσαφίτισσα Ἄχραντε, ἡ τῶν θλιβομένων ἐλπὶς παρήγορος· τῶν πενθούντων τε παράκλησις, ἐπ᾿ ἐμὲ ἐπίβλεψον καὶ σῶσόν με.
Ῥητορεύσεις πεπλήρωνται, τῶν προφητευόντων ὦ Χρυσαφίτισσα· ἐπὶ σοὶ ὅτι ἐκύησας, τὸν Θεὸν καὶ ἄφθορος διέμεινας.
Ὑψηλῷ ἐν κηρύγματι, δεῦτε μεγαλύνωμεν ὦ φιλόθεοι· τὴν Παρθένον Χρυσαφίτισσαν, καὶ τὰ ταύτης θαύματα ἐξάρωμεν.
Σοἱ τὸ γόνυ προσκλίνομεν, τῆς ψυχῆς καὶ σώματος Χρυσαφίτισσα· καὶ βοῶμεν μετὰ πίστεως, ἐξελοῦ ἡμᾶς τῶν περιστάσεων.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἀγαμαι τὴν σήν, ὑπερ λίαν ὡραιότητα, Παναγία Χρυσαφίτισσα σεμνή, καὶ ἐκθειάζω, τὴν πολλήν σου ἀγαθότητα.
Φεύγουσιν ἐχθρῶν, ἀοράτων αἱ ἐπήρειαι, καὶ αἱ τούτων φθονεραὶ ἐπιβουλαί, τῇ ἀρωγῇ σου, Παναγία Χρυσαφίτισσα.
Ἱλεων ἡμῖν, τὸν Υἱόν σου Χρυσαφίτισσα, Θεοτόκε ἱκεσίαις μητρικαῖς, ποίησον πᾶσι, τοῖς ἐκ πόθου σεβομένοις σε.
Τίς τῶν γηγενῶν, κατ᾿ ἀξίαν διηγήσεται, τὴν σὴν δόξαν Χρυσαφίτισσα σεμνή, ἢ τις ὑμνήσει, τὴν τιμήν σου τὴν ἐξαίρετον;
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἰδέτωσαν, τὸ σὸν κάλλος Δέσποινα, Χρυσαφιτισσα Παρθένε Μαρία Ἀγγελικῶν, στρατευμάτων χορεῖαι, καὶ ἐπὶ σοὶ ἐν χαρᾶ ἀγαλλέσθωσαν· ὁμοῦ τε πᾶσαι πατριαί· τῶν ἐθνῶν εὐφροσύνως σκιρτάτωσαν.
Σελήνην σε, φωτεινὴν γινώσκομεν, Χρυσαφίτισσα ἁγνὴ Θεοτόκε· θείαν αὐγήν, νοητοῦ τε Ἡλίου, ἀνατολὴν ἀνεσπέρου ἡμέρας τε· χρυσῆν λυχνίαν καὶ λαμπράν·φωτοδότην Χριστὸν γὰρ ἐκύησας.
Συμφώνως σοι, ἐγκωμίων ἄσματα, Παναγία οἱ πιστοὶ προσφωνοῦμεν· χαῖρε ζωῆς, αἰωνίου ταμεῖον, τῆς εὐλογίας τὸ μέγα κεφάλαιον· πηγὴ τῶν θείων δωρεῶν· Χρυσαφίτισσα πάγχρυσε Δέσποινα.
Ἀγκάλαις σου, μητρικαῖς ἐβάστασας, τὸν τῶν όλων Ποιητὴν καὶ Δεσπότην Χερουβικός, ὅθεν θρόνος ἐδειχθης, ὦ Χρυσαφίτισσα κόρη Μητρόθεε· καὶ κλίμαξ πρὸς τοὺς οὐρανούς· εὐχερῶς τοὺς ἀνθρώπους ἀνάγουσα.
Ἰάτρευσον, ἡμῶν τὰς νόσους τοῦ σώματος καὶ ὀδύνας, καὶ τὰ πάθη τὰ ψυχικὰ ἁγνὴ Χρυσαφίτισσα, καὶ ἔλεος δίδου τοῖς δεομένοις.
Ἄχραντε, ἡ διὰ λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Μετὰ δέους τῇ πανασφαλεῖ προστασία σου, προσπεσόντες οἱ πανευτελεῖς καὶ ἀνάξιοι, ἐκβοῶμεν ἱκετικῶς καὶ κράζομεν πρὸς σὲ· ἡμῶν ἄκουσον τὰς προσευχάς, ὦ Χρυσαφίτισσα ἁγνή, Παναγία Θεόνυμφε· ἴασαι τῇ χειρί σου, τὰς νόσους τῶν ἀσθενούντων, καὶ ἐκ παθῶν τῶν ψυχικῶν, τοὺς σοὺς δούλους ἐλευθέρωσον.
Προκείμενον·
Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ Πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Τοῦ ὀνόματός σου, μνησθήσομαι, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Εὐαγγέλιον·
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39 – 49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἡσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα σοι, Κύριε, δόξα σοι.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Τῆς Χρυσαφιτίσσης πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Κόσμος μεγαλύνεται, καὶ Χριστοῦ ἐκκλησία, ἐν χαρᾷ ἀγάλλεται, τῇ σεπτῇ εἰκόνι σου Χρυσαφίτισσα· ἐξ αὐτῆς πλοῦτος γάρ, τῶν θαυμάτων ῥέει, και ἰάσεις ἀναβλύζουσι· σαρκὸς ὀδύναι σε, καὶ τὰ ψυχικά πάθη λύονται· χρυσού τε δαψιλέστερον, αἱ εὐεργεσίαι πηγάζουσι· πᾶσι τοῖς τιμῶσι, ἐκ πόθου τὴν ἁγίαν σοῦ μορφήν, και προσφωνοῦσιν ἑκάστοτε, τὸ θεῖον σου όνομα.
Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατησχυμένος ἀπὸ σοῦ ἐκπορεύεται, ἁγνὴ Παρθένε Θεοτόκε, ἀλλ᾽ αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.
Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγή τῶν ἀσθενούντων ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῷζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νηφαλέᾳ καρδίᾳ καθαρᾷ διανοίᾳ ἀγνοῖς τε χείλεσιν, ὑμνήσωμεν συμφώνως, τὴν ἄσπιλον Παρθένον, τὴν ἁγνὴν Χρυσαφίτισσαν· ἀναβοῶντες αὐτῇ, ᾠδὰς χαριστηρίους.
Ἀγλαόμορφε Κόρη, τῶν ἀνθρώπων τὸ γένος ἡ ανυψώσασα, ἐξ ᾅδου κατωτάτου, εἰς ὕψος θείας δόξης, Χρυσαφίτισσα Δέσποινα· ῥῦσαι ἡμᾶς πειρασμῶν, καὶ θλίψεων τοῦ βίου.
Δωρεῶν τῶν ἐνθέων, ὡς πολύτιμον πλοῦτον ὦ Χρυσαφίτισσα, γινώσκομέν σε πάντες, ὡς τράπεζάν τε πλήρη, τῆς ζωῆς Ἄρτον φέρουσαν· οὗ μετασχόντες πιστοί, ὑμνοῦμέν σου τὴν χάριν.
Ὡραιότητος κάλλει, καὶ τιμῆς ἀπροσίτου τῷ διαδήματι, καὶ δόξης ἐξαιρέ του, ἐκλάμπεις τῷ χρυσίῳ, Χρυσαφίτισσσα Δέσποινα· καὶ κατευφραίνεις ψυχάς, τῶν σὲ μακαριζόντων.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἰδοὺ ἑστῶτες, τῇ ἱερᾷ σου εἰκόνι, Χρυσαφίτισσα ἄχραντε Κόρη, ἀνυμνολογοῦμεν, τὰς σὰς μεγαλουργίας.
Σοὶ ἐν ἀνάγκαις, ὦ Χρυσαφίτισσα Μῆτερ, καταφεύγομεν κράζοντες πόθῳ, θραῦσον τὰς ἐνέδρας, ἐχθρῶν τῶν ἐπιβούλων.
Ἱκετηρίαις, πρὸς τὸν Υἱὸν καὶ Θεόν σου, Χρυσαφίτισσα Κόρη Παρθένε, δίδου τῷ λαῷ σου, τὸ ἔλεος τὸ μέγα.
Δεῦτε τὰς χεῖρας, μετ’ εὐφροσύνης κροτοῦντες, εὐφημήσωμεν πάντες την χάριν, τῆς Χρυσαφιτίσσης, Παρθένου Θεοτόκου.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὡς ἔχουσα μητρώαν, κόρη παῤῥησίαν, πρὸς τὸν Δεσπότην τῶν ὅλων, δυσώπει Αὐτόν, ὑπὲρ λαοῦ ἐπταικότος, ὦ Χρυσαφίτισσα.
Ῥητόρων τῶν εὐλάλων, χείλη σιωπῶσιν, καὶ γὰρ οὐ δύνανται φρᾶσαι, τοῦ τόκου τοῦ σοῦ, τὸν ἀκατάληπτον τρόπον, ὦ Χρυσαφίτισσα.
Ἀμήχανον τὸ κάλλος, σοῦ τῆς εὐπρεπείας καὶ ἡ μορφή σου ὡραία, Ἀγγέλων χορούς, ὦ Χρυσαφίτισσα Κόρη καταγλυκαίνουσα.
Σοὶ πίστει καταφεύγει, γένος τῶν ἀνθρώπων, ὦ Χρυσαφίτισσα Μῆτερ, καὶ κράζει θερμῶς, δὸς ἡμῖν πᾶσι τὸν πλοῦτον, τῆς εὐσπλαγχνίας σου.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ ἑπόμενα Μεγαλυνάρια·
Ὧν ἡ ἀκροστιχίς·
«Χαῖρε Δέσποινα»
Χαῖρε Χρυσαφίτισσα Μαριάμ, πλοῦτε πτωχευόντων δεομένων ὁ θησαυρός, χαίροις κλονουμένων ὀχύρωμα καὶ τεῖχος· λιμὴν τῶν ἐν ταῖς ζάλαις ὁ ἀκλυδώνιστος.
ᾌδω Χρυσαφίτισσα Μαριάμ, σοῦ τὰ μεγαλεία τὰ μεγάλα καὶ θαυμαστά, στέργω σου το κάλλος δοξάζω σου την δόξαν· ἐξαίρω την πολλήν σου μεγαλοπρέπειαν.
Ἴδωμεν τὰ πλήθη τῶν γηγενῶν, τῆς Χρυσαφιτίσσης Παναγίας, τὰς δωρεάς, ἃς εὐμεταδότως τοῖς χρήζουσι παρέχει· καὶ ἔλεος ἐκ ταύτης ἀπαρυσώμεθα.
Ῥόδον παρθενίας χρυσοπρεπές, ἄνθος τῆς ἁγνείας Χρυσαφίτισσα ἐκλεκτόν, κῆπος τῶν χαρίτων ὡραῖος ἐν τῷ κάλλει· σὺ εἶ καὶ κατευφραίνεις πάντας ἐν χάριτι.
Εὗ σοι προσφωνοῦμεν ἐν θαυμασμῷ, κόρη Θεοτόκε Χρυσαφίτισσα Μαριάμ, σὺ γὰρ ὑπερτέρα ὑπάρχεις τῶν Ἀγγέλων· τῆς κτίσεως ἁπάσης ὑψηλοτέρα τε.
Δεῦτε μετὰ πίστεως καὶ σπουδής, δράμωμεν προθύμως τῇ εἰκόνι τῇ ἱερᾶ, τῆς Χρυσαφιτίσσης Παρθένου Θεοτόκου· αὐτῆς τὴν εὐσπλαγχνίαν ἐπικαλούμενοι.
Ἔπαρον τὰς χεῖράς σου πρὸς Θεόν, τοῦτον δυσωποῦσα Χρυσαφίτισσα μητρικῶς, δοῦναι τοῖς νοσοῦσι τὴν ἴασιν κατ’ άμφω· παρήγορον ἐλπίδα τοῖς θλιβομένοις τε.
Σἡμερον γῆ τε καὶ οὐρανός, μίαν ἁρμονίαν συνιστῶσι πνευματικήν, καὶ τῆς Θεοτόκου τὴν δόξαν ἐξυμνοῦσι· βοῶντες ταύτη χαῖρε ὦ Χρυσαφίτισσα.
Ποίοις ἐγκωμίοις ποίαις ᾠδαῖς ᾄσω σου ἀρκούντως Χρυσαφίτισσα Μαριάμ, τὰ ὑπερμεγέθη καὶ θεῖα μεγαλεῖα· δι’ ὧν Θεὸς ἀξίως σὲ ἐμεγάλυνεν.
Ὅλη μου καρδία ὅλῃ στοργῇ, ὅλῃ μου ἐλπίδι καὶ ἐξ όλης μου της σπουδής, σοὶ ἀνενδοιάστως ἑκάστοτε προστρέχω· βοήθει μοι βοῶν σοι, ὦ Χρυσαφίτισσα.
Ἴασιν παρέχεις τὴν ψυχικήν, ῥῶσιν σωμάτων Χρυσαφίτισσα Μαριάμ, και τῆς συμπαθείας χρηστὴν ἀγαθωσύνην· ὡς Μήτηρ τοῦ ἐλέους πανευσυμπάθητος.
Νᾶπαι καὶ τὰ ὄρη καὶ βουνοί, θείας εὐφροσύνης σταλαξάτωσαν γλυκασμόν, τῆς Χρυσαφιτίσσης Παρθένου Παναγίας· τιμῶντες τὴν ἡμέραν τὴν παγχαρμόσυνον.
Ἄνακτα τῶν ὅλων καὶ ποιητήν, ἔσχες ἐν ἀγκάλαις Χρυσαφίτισσα Μαριάμ, ὅθεν τῶν Ἀγγέλων τὰς τάξεις ὑπερβαίνεις· μεθ’ ὧν σοι ἐξαιρέτως χαῖρε προσάδομεν.
Χαῖρε Χρυσαφίτισσα Μαριάμ, τῆς Μονεμβασίας, ἡ ἀντίληψις ἡ θερμή χαῖρε ἡ διδοῦσα ἰάσεις τοῖς αὐτοῦσι, τῶν θλιβομένων χαῖρε τὸ παραμύθιον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ὥσπερ πλοῦτον χρυσίου, τιμιώτερον ἔχομεν σοῦ τὴν σεβασμίαν Εἰκόνα, Μαριὰμ Χρυσαφίτισσα· ἐκ ταύτης τε προῤῥέει ὡς χρυσός, θαυμάτων παραδόξων ἡ πληθύς, θεραπεύεις γὰρ τὰ πάθη τὰ ψυχικά, σαρκός τε τὰ νοσήματα· χαίροις τῆς εὐσπλαγχνίας ποταμέ, χαίροις ἐλέους πέλαγος· χαίροις τῆς εὐλογίας ἡ πηγή, τὸ ῥεῖθρον τε τῆς χάριτος.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἐξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Χαίροις Χρυσαφίτισσα σεμνή, καταπονουμένων τὸ σθένος, πολεμουμένων ἰσχύς, πλοῦτε ἀδαπάνητε, τῶν πτωχευόντων τε· ἡ ἐλπὶς τῶν ἐν θλίψεσι, λιμὴν τῶν ἐν ζάλαις, τεῖχος καὶ ὀχύρωμα, τῶν κλονουμένων τε· χαίροις ἀγαθῶν τὸ ταμεῖον, κρήνη τοῦ πλουσίου ἐλέους· συμπαθείας πέλαγος ἀκένωτον.
Ἔχει ἐκκλησία τοῦ Χριστοῦ, ὥσπερ χρυσαφίζοντα πλοῦτον, τὴν σὴν Εἰκόνα σεμνή, Κόρη Χρυσαφίτισσα, θεοχαρίτωτε· ἐξ αὐτῆς γὰρ προχέονται, θαυμάτων τὰ ῥεῖθρα, νόσοι θεραπεύονται, ψυχῆς καὶ σώματος· ταύτην προσκυνοῦντες οὖν πόθῳ, σοῦ τὴν εὐμενῆ προστασίαν· ἐκζητοῦμεν πάντες, μετὰ πίστεως.
Δεῦτε ἐγκωμίοις ἱεροῖς, στέψωμεν πιστοὶ τὴν Παρθένον, καὶ Θεοτόκον ἁγνήν, χαίροις ἀναμέλποντες, ὦ Χρυσαφίτισσα· ἡ Κυρία τῆς κτίσεως, ἁγίων Αγγέλων, δόξῃ ἀσυγκρίτως τε, ἡ ὑπερέχουσα· χαίροις ἡ χρυσοῦ λαμπροτέρα, ἡ πεποικιλμένη, τῷ κάλλει τῷ ἀφθάρτω Κόρη χρυσοστόλιστε.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Εὐχαριστῶ θερμὰ τὴν ἐν Χριστῷ ἀδελφὴν Μαρία Α.
δια τὴν ἀποστολὴ τῆς Παρακλήσεως.
Παρακλητικός Κανών εις την θαυματουργό Εικόνα της Υπεραγίας Θεοτόκου την επονομαζόμενη Χρυσαφίτισσα

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοὺς καταφεύγοντας τῇ σῇ εἰκόνι καὶ αἰτουμένοις τὴν σὴν ἐπιστασίαν, ὦ Μῆτερ, Χρυσαφίτισσα, τὴν ὑγίειαν χάριζε, πλήρου πάσας αἰτήσεις, σώους διαφύλαττε τοῦ ὑμνεῖν τὴν σὴν χάριν, ὅτι ὑπάρχεις πᾶσιν χορηγὸς παντὸς καλοῦ, Θεοτόκε Πανάχραντε.
Δόξα. Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ἀρχόμεθα τοῦ Κανόνος·
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ὑγίειαν καὶ ῥῶσιν σωματικὴν καὶ νοῦ φωτισμόν τε καὶ βασάνων ἀπαλλαγήν, ἡμῖν τοῖς σοῖς δούλοις παράσχου, Χρυσαφίτισσα Μῆτερ πανάχραντε.
Ἐλέους ἀνέδειξας τὴν πηγὴν καὶ τῆς σῆς φροντίδος τὴν εἰκόνα σου τοῖς πιστοῖς, τοῖς ἐπιζητοῦσιν ἀρωγήν σου, ὦ Χρυσαφίτισσα Μῆτερ πανάχραντε.
Χαῖρε Πύλη θεία, Μῆτερ σεμνή, δι᾿ ἧς ὁ Θεός μας ἐσαρκώθη ἐπὶ τῆς γῆς, δι᾿ οὗ ἐν παντὶ ζωοποιοῦνται πάντες πιστοί σου, Μῆτερ πανάχραντε.
Τὸ ἔλεος δίδεις πᾶσιν πιστοῖς, ὦ συμπαθεστάτη καὶ χαρίζεις τὰς δωρεάς, καὶ σῴζεις ἡμᾶς παντὸς κινδύνου, ὦ Χρυσαφίτισσα Μῆτερ πανάχραντε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐκ ποικίλων παγίδων τοῦ πονηροῦ δαίμονος, καὶ τῆς ψυχοφθόρου κακίας, ἡμᾶς ἀπάλλαξον, Μῆτερ θεόνυμφε, ὦ Χρυσαφίτισσα Μῆτερ, τοὺς θερμῶς προστρέχοντας τῇ προστασίᾳ σου.
Τοὺς τὴν σὴν προστασίαν αἰτουμένους βοήθησον τῇ σῇ ἰσχυρᾷ βοηθείᾳ, Κόρῃ πανύμνητε, πρὸς σὲ γὰρ σπεύδουσιν, ὦ Χρυσαφίτισσα Μῆτερ, τὸ σεπτόν σου ὄνομα ἐπικαλούμενοι.
Τοῦ Υἱοῦ σου ἡ χάρις τοῖς πιστοῖς σου παρέχεται, ἐκ τῆς σῆς Ἁγίας εἰκόνος, Μῆτερ πανάχραντε, βοηθοῦσα ἅπαντας καὶ ἀναψύχουσα πάντας, τοὺς πυρὶ τῶν θλίψεων κατακαιομένους.
Τὴν εἰρήνην παράσχου, Παρθένε ἄχραντε, τῇ σῇ ἰσχυρᾷ βοηθείᾳ, πᾶσιν αἰτοῦσιν σε, ὦ Χρυσαφίτισσα καὶ ἐν εἰρήνῃ καὶ πίστει τὴν ζωὴν κυβέρνησον ἡμῶν δεόμεθα.
Διάσωσον, Χρυσαφίτισσα Κόρη θεογεννῆτορ, ἐκ παντοίων κινδύνων καὶ περιστάσεων, τοὺς καταφεύγοντας πίστει τῇ χάριτί σου.
Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβεία θερμὴ καὶ τεῖχος ἰσχυρότατον, ἐλέους πηγή, πιστῶν σου καταφύγιον, ἐκτενῶς βοῶμέν σοι· Θεοτόκε Δέσποινα πρόφθασον καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Πιεζόμενοι θλίψεσιν πρὸς τὴν σὴν βοήθειαν καταφεύγομεν, καὶ λυτρούμεθα, Πανάχραντε, πάσης ἐπηρείας τοῦ ἀλάστορος.
Πειρασμῶν ἐλευθέρωσον, θλίψεων, κινδύνων καὶ περιστάσεων, πάντας, Μῆτερ Χρυσαφίτισσα, τοὺς τὰ μεγαλεῖά σου δοξάζοντας.
Νόσους καὶ φθορὰς ἀπομάκρυνον καὶ ὑγείαν πᾶσιν ἡμῖν χορήγησον, μητρικῇ σου ἀγαθότητι, τοὺς τὰ μεγαλεῖά σου δοξάζοντας.
Τὴν χαρὰν πᾶσιν δώριζε, καὶ τὴν Υἱοῦ σου χάριν πανάχραντε, Θεοτόκε Χρυσαφίτισσα, τοὺς σὲ μεγαλύνοντας Θεόνυμφε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Πάντες οἱ πιστοί, μεγαλύνουσί σε Κυρία ὡς προστάτιδα καὶ ἐν πᾶσιν βοηθόν· σὺ γὰρ πάντας ἐλεεῖς, ὦ Χρυσαφίτισσα.
Θεῖον θησαυρόν, τὴν Εἰκόνα σου κατέχοντες, πάντες οἱ ἐν Μονεμβασίᾳ, σεμνή, δαψιλῶς τὰς δωρεὰς ἀπολαμβάνουσιν.
Τὴν σὴν ἑορτὴν καὶ μετάστασιν Πανάχραντε, ἑορτάζομεν καὶ χαίρομεν πιστοί, ἔχοντές σε τὴν θερμήν, ἡμῶν προστάτιδα.
Σκέπασον σεμνή, Χρυσαφίτισσα Μῆτερ ἡμῶν τοὺς πιστούς σου, Λακωνίας τὰ παιδία, καὶ χορήγησον αὐτοῖς ἀφειδῶς προστασίαν.
ᾨδὴ στ΄. Τὴν δέησιν, ἐκχεῶ.
Μαστίγων καὶ κινδύνων ποικίλων καὶ δεινῶν φοβερῶν τε καὶ νόσων, Χρυσαφίτισσα πάναγνε Κόρη, καὶ βασκανίας δεινῆς ἐλευθέρωσον τοὺς καταφεύγοντας πιστῶς πρὸς τὴν σὴν ταχυτάτην ἀντίληψιν.
Ἐν πίστει τῷ σῷ ναῷ προσιόντες, πανταχόθεν, Θεοτόκε τῆς Ἑλλάδος, ἀπὸ βαθέων ψυχῆς σοι βοῶμεν· ἀσθενειῶν καὶ ποικίλων κακώσεων ἐλεύθερον καὶ γαληνόν, ἡμῶν τήρει τὸν βίον δεόμεθα.
Χαράν, Κόρη πιστοῖς σου παρέσχεις καὶ ταχεῖαν τὴν λύσιν ζητημάτων, καὶ ἐν θλίψεσι παρηγορίαν καὶ ἐκ κινδύνων ταχεῖαν τὴν λύτρωσιν, σὺ Χρυσαφίτισσα, διὸ πᾶς πιστὸς σοι προσφεύγει καὶ σῴζεται.
Διάσωσον βασκανίας καὶ νόσου καὶ ποικίλων παγίδων τοῦ ἐχθροῦ μας καὶ χάριτός σου πλήρωσον πάντας, Χρυσαφίτισσα Μῆτερ πανάχραντε· καὶ ζώωσον ἡμᾶς συμπαθῶς, τῇ τοῦ Υἱοῦ σου δυνάμει, ὦ Πάναγνε.
Διάσωσον, Χρυσαφίτισσα πανύμνητε Κόρη, ἐκ ποικίλων κινδύνων καὶ περιστάσεων τοὺς καταφεύγοντας, πίστει τῇ χάριτί σου.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Τῇ προστασίᾳ σου Κόρη προστρέχοντες, ἐλευθερούμεθα πάσης κακώσεως, διό σου τὴν χάριν κηρύττομεν, ὦ Χρυσαφίτισσα πίστει καλοῦντες σε· σὺ γὰρ ἡμῶν καταφύγιον.
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κέφ α´ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς Χρυσαφιτίσσης, ταῖς θείαις ἱκεσίαις, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Προστασίαν φοβεράν, καὶ βοήθειαν Κόρη, ἰσχυρὸν προπύργιον ἐν παντὶ τῶν βίῳ, ὦ Μῆτερ σε ἔχοντες· ἐκ κινδύνων, θλίψεων καὶ ὀλισθημάτων, καὶ παγίδων τοῦ ἐχθροῦ, καὶ πάσης, Δέσποινα, ἄλλης συμφορᾶς τε καὶ μάστιγος· ταχέως ἐκλυτρούμεθα, τῇ σῇ βοηθείᾳ Πανάχραντε· ὅθεν μὴ ἐλλείπῃς παρέχειν τὰς ἰάσεις συμπαθῶς, τοῖς πρὸς τὴν σὴν ἀγαθότητα, Κόρη ἀτενίζουσιν.
Ἕτερα Θεοτοκία.
Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμένος ἀπὸ σοῦ ἐκπορεύεται, ἁγνὴ παρθένε Θεοτόκε· ἀλλ᾿ αἰτεῖται τὴν χάριν καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.
Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθενούντων, ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῶζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Χάριζε τὴν ὑγίειαν τῶν ψυχῶν καὶ σωμάτων τε καὶ βοήθειαν, Μητέρα τοῦ Κυρίου, τῇ σῇ θερμῇ πρεσβείᾳ τοῖς πίστει ἀδιστάκτῳ προσιοῦσιν καὶ ψάλλουσιν· ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.
Χρυσαφίτισσα Μῆτερ, ἡ Θεὸν σαρκωθέντα ἀσπόρως τέξασα, ταῖς θείαις σου πρεσβείαις περιφρουρεῖ Μονεμβασίας Κάστρον, ἵνα ὑμνοῦσί σε πιστοί, σῳθέντες χάριτί σου.
Ὡς ἐβοήθησας πάντας τοὺς πιστοὺς ἐν κινδύνοις ὦ Χρυσαφίτισσα, οὕτω καὶ νῦν κινδύνοις, παγίδας, ἀπειλάς τε, δίωξον, σύντριψον, ὦ Προστασία Φοβερά, Κυρία τῶν Ἀγγέλων.
Ὡς μετέβης τὸ πάλαι ἐκ χωρίου εἰς Κάστρον τῆς Μονεμβάσιας, νῦν πέταξον ταχέως ἐν ὥρᾳ τοῦ κινδύνου, ὦ Χρυσαφίτισσα, καὶ σῷζε πάντας πιστοὺς βοήθειαν αἰτοῦντος.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Σῶσόν με Κόρη, τῆς φρικτῆς μαγγανίας καὶ δεινῆς βασκανίας με ῥῦσαι, νῦν τῆς ἀπειλούσης ζωήν μου τὴν ἀθλίαν.
Χάριτι θείᾳ βοηθείας σου Μῆτερ, παραμύθησαι τὴν θλῖψιν τῆς ψυχῆς μου, ἵνα σε δοξάζω· Ὑπερδεδοξασμένη.
Σὴν προστασίαν, Χρυσαφίτισσα Μῆτερ, νῦν πλουτίσαντες ἐν τῷ παρόντι βίῳ, θερμῶς εὐχαριστοῦμεν· μεγαλύνοντές σε.
Ἴδε εὐσπλάγχνως, Χρυσαφίτισσα Μῆτερ, τοὺς προστρέχοντας εἰκόνι σου τῇ θείᾳ, σπεῦσον, δὸς πᾶσιν τὸ μέγα ἔλεός σου.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Οὖσα ἡ Προστάτις τῆς οἰκογενείας, Χρυσαφίτισσα Μῆτερ, εὐλόγησον, νέους τοὺς πιστούς σου, ἐν ἀρχῇ, συνεχείᾳ, ἐγγάμου βίου τους.
Ἔκτεινον τὴν χεῖρα πᾶσι τοῖς δεομένοις καὶ ἐκ κινδύνων πιστούς σου διάσῳζε, ὦ Χρυσαφίτισσα Μῆτερ ἡμῶν πανθαύμαστε.
Μητέρα τοῦ Θεοῦ μας, Κυρία τῶν Ἀγγέλων, τῇ χάριτί σου πιστῶς καταφεύγουσιν, πλήθη πιστῶν Ὀρθοδόξων καὶ διασῴζονται.
Ὑμνοῦμέν σου τὴν χάριν, κεχαριτωμένη, ὦ Χρυσαφίτισσα Μῆτερ πανάχραντε, ὅτι ἡμᾶς περισκέπεις καὶ σῴζεις πάντοτε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὴν ὑψηλοτέραν τῶν Οὐρανῶν, καὶ καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τὴν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας, τὴν Δέσποιναν τοῦ κόσμου, ὕμνοις τιμήσωμεν.
Ὦ Θεοῦ Μητέρα καὶ θαυμαστή, ἄχραντε Παρθένε, σὺ τὸ καύχημα τῶν πιστῶν, πλήρου τὰς αἰτήσεις τῶν προσερχομένων τῇ θείᾳ σου εἰκόνι, ὦ Χρυσαφίτισσα.
Δέξου, ὦ Μητέρα μας εὐμενῶς, πρὸς τοὺς νέους πάντας, τοὺς προστρέχοντας εὐλαβῶς, πρὸς τὴν σὴν εἰκόνα, ἐν πίστει ἀδιστάκτῳ καὶ λύτρωσαι κινδύνων, ὦ Χρυσαφίτισσα.
Τῆς Χρυσαφιτίσσης τῇ θαυμαστῇ καὶ σεπτῇ εἰκόνι καταφύγωμεν εὐλαβῶς, ἵνα φυλαχθῶμεν ἐκ πάσης ἐπηρείας καὶ πάσης ἐνεργείας τοῦ πολεμήτορος.
Χαῖρε τῶν Ἀγγέλων ἡ χαρμονή, χαῖρε τῶν πιστῶν σου ἡ ταχεία καταφυγή, τῶν πασχόντων, χαῖρε, ἡ ἴασις Παρθένε, καὶ τῆς Μονεμβασίας, Μῆτερ, Ὑπέρμαχε.
Δεῦτε Ὀρθοδόξων αἱ στρατιαί, τῇ σεπτῇ εἰκόνι Χρυσαφίτισσας τῆς Μητρός, κλίνοντες τὸ γόνυ μεγαλύνομέν την, ὡς τοῦ Θεοῦ Μητέρα καὶ προστασίαν μας.
Πάσης Λακωνίας ἡ βοηθός, δέξαι μου τοὺς ὕμνους, ὦ Παρθένε Μῆτερ σεμνή, ὦ Χρυσαφίτισσα δέομαί σου, τὴν ἔκβασιν παράσχου παντὸς αἰτήματος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον.Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Εἰκόνα σου ἁγίαν, Χρυσαφίτισσα ἄχραντε, νῦν πανευλαβῶς προσκυνοῦντες γεραίρομεν Παρθένε, ἐπέστη γὰρ πρόμαχος ἡμῶν, παρέχουσα θαυμάτων ποταμόν· ἐκ κινδύνων παντοίων ἡμᾶς ἀπαλλάττουσα, εὐχαρίστως βοῶμεν· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ μεγαλύναντι, δόξα τῷ παρέχοντι ἡμῖν τὴν χάριν διὰ σοῦ.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ᾿ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς τὴν θείαν καὶ σεπτήν, κατασπαζομένους εἰκόνα σου Χρυσαφίτισσα, ἥνπερ θεωροῦμεν νῦν ἡμῶν προστάτιδα, πειρασμῶν ἐλευθέρωσον καὶ νόσων παντοίων καὶ πταισμάτων αἴτησαι ἡμῶν τὴν ἄφεσιν, ἵνα μεγαλύνωμεν πάντες τὰ σὰ μεγαλεῖα, Παρθένε, καὶ τὴν πρὸς ἡμᾶς κηδεμονίαν σου.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλατε, εὐλογημένη Θεοτόκε, ἵνα σὲ δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Τῇ πρεσβείᾳ Κύριε, πάντων τῶν Ἁγίων καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

