Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο την επονομαζόμενη Υπακοή

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

†Εορτάζεται στις 2 Φεβρουαρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ ἑξῆς·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὑπακοῆς καὶ μετανοίας, Παρθένε, ὑπόδειξόν μοι ἀτραπὸν ψυχοτρόφον τῷ πόθῳ καταφεύγοντι προνοίᾳ τῇ σῇ καὶ ἀσπαζομένῳ σου τὴν ἁγίαν εἰκόνα, Παναγία Δέσποινα, χριστωνύμων ἁπάντων καταφυγὴ καὶ σκέπη κραταιὰ καὶ πρὸς ἀγήρω ἰθύντειρα βίωσιν.

Δόξα. Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ὑπακοῆς ἐκμαγεῖον δεῖξόν με, Θεοτόκε. Χ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ὑπείκειν τοῖς νόμοις τοῖς σωστικοῖς Χριστοῦ τοῦ Σωτῆρος, Θεοτόκε Ὑπακοή, ἀξίωσον τοὺς ἀσπαζομένους τὴν ἱερὰν καὶ ἁγίαν Εἰκόνα σου.

Παρθένε, ἀντίληψις κραταιὰ καὶ σκέπη καὶ ῥῦστις ψυχοφθόρων ἐκ συμφορῶν καὶ φύλαξ ὑπάρχεις τῶν ἐν πίστει, Ὑπακοή, προσφευγόντων σῇ χάριτι.

Ἀπόσμηξον, Μῆτερ Ὑπακοή, ἡμῶν τῶν δακρύων τὰς ῥανίδας σῶν πρεσβειῶν τῷ μάκτρῳ πρὸς ὅνπερ ἀνηρότως ἐν τῇ σεπτῇ σου νηδύϊ ἐκύησας.

Κατεύθυνον τρίβους, Ὑπακοή, σεμνὴ Θεοτόκε, τῶν ἐνθέρμων σου οἰκετῶν πρὸς κήπους ἀφθάστου μεγαλείου καὶ εὐφροσύνης λειμῶνας, πανύμνητε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Οὐρανῶν κληρονόμους, Ὑπακοὴ πάναγνε, δεῖξον τοὺς πιστῶς ἐκζητοῦντας τὴν προστασίαν σου καὶ χαρμονῆς ἐν Ἐδὲμ τῆς ἀϊδίου μετόχους σὲ τοὺς μακαρίζοντας, Θεογεννήτρια.

Ἡ ἁγία Εἰκών σου, Μῆτερ Θεοῦ, γένοιτο ποταμὸς ἀπείρου ἐλέους καὶ κρήνη χάριτος τοῖς καθ’ ἑκάστην πιστῶς, Ὑπακοή, προσκυνοῦσι ταύτην καὶ ἐν ᾄσμασι σὲ μεγαλύνουσι.

Σωτηρίας πυξίον Χριστιανῶν, πρόσδεξαι σοῦ τῶν οἰκετῶν τὰς ἐντεύξεις καὶ καθυπόδειξον, Ὑπακοὴ θαυμαστή, τὴν ἀτραπὸν μετανοίας τοῖς ἀνευφημοῦσί σε ὡς κόσμου σώτειραν.

Ἐλεήμονος Λόγου Θεοῦ Πατρός, Δέσποινα, συμπαθείας ὄμβρον σοῖς δούλοις τάχος κατάπεμψον, Ὑπακοή, καὶ ψυχὰς ἡμῶν ξηρὰς καὶ αὐχμώσας πίανον σῇ χάριτι, Θεογεννήτρια.

Ἀνάδειξον, Ὑπακοὴ Θεοτόκε, τοὺς σοὺς οἰκέτας διακόσμους ὑπακοῆς, εὐχῆς καὶ συνέσεως λιταῖς σου πρὸς Κύριον καὶ Υἱόν σου.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Λιταῖς σου θερμαῖς, Ὑπακοὴ πανθαύμαστε, δολίου ἐχθροῦ ἐπιβουλῆς ἀπάλλαξον, ἀναγκῶν καὶ στενώσεων καὶ παθῶν χαμαιζήλων ἐκλύτρωσαι τοὺς προσκυνοῦντας σὴν σεπτὴν μορφήν, Παρθένε, ἁγνὴ Θεογεννήτρια.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Καῦσον, Μῆτερ, ὡς φρύγανα πάθη μου τὰ ἄνομα ἱκεσίαις σου πρὸς τὸν εὔσπλαγχνον φιλάνθρωπον, Ἰησοῦν, Ὑπακοὴ εὐΐλατε.

Μὴ ἐάσῃς τὸν δοῦλόν σου ἕρμαιον γενέσθαι τοῦ πολεμήτορος τοῦ δολίου, Μητροπάρθενε, θαυμαστὴ Ὑπακοή, πανύμνητε.

Ἀπὸ πάσης κακώσεως ῥῦσαι τοὺς προσφεύγοντας τῇ σῇ χάριτι καὶ πρεσβείαις αἰτουμένους σου πρὸς Υἱόν, Ὑπακοή, τὸν θεῖόν σου.

Γῆθεν πάντας ἀνάγαγε πρὸς τὰς οὐρανίους σκηνάς, Μητρόθεε, τῶν Ἀγγέλων ἔνθα τάγματα σὸν Υἱόν, Ὑπακοή, δοξάζουσι.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔμπλησον χαρᾶς τὰς καρδίας τῶν προσφύγων σου καὶ ἰκάνωσον ἡμᾶς, Ὑπακοή, διαπλεῦσαι ἀσφαλῶς τοῦ βίου πέλαγος.

Ἴδε τοὺς πιστῶς μεγαλύνοντας τὸν Τόκον σου καὶ ὑπείκειν προεστῶσι τοῖς αὐτῶν ταπεινῶς, Ὑπακοὴ σεμνή, ἀξίωσον.

Ὄμβρισον ἡμῖν ὑετὸν σῆς θείας χάριτος καὶ κατάρδευσον ψυχάς, Ὑπακοή, τοῦ Υἱοῦ σου ἀπειθούντων τοῖς προστάγμασι.

Νῦν τῶν εὐσεβῶν ἡ ὁμήγυρις κραυγάζει σοι· σῶν εὐχῶν πρὸς τὸν Χριστόν, Ὑπακοή, ῥάβδῳ στήριξον ἡμᾶς τοὺς ἀνυμνοῦντάς σε.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Δυνάμωσον ἀσθενεῖς καὶ κάμνοντας ἀντιστῆναι τῇ δυνάμει τοῦ πλάνου, Ὑπακοὴ Θεοτόκε, καὶ σθένους πλῆσον καρδίας ἡμῶν τῶν προσφύγων σου Υἱοῦ σου τοῦ μονογενοῦς πρὸς Αὐτὸν σαῖς ἀόκνοις δεήσεσι.

Ἐπάκουσον τῶν εὐχῶν τῶν δούλων σου καὶ συντήρει ἀναγκῶν ἀνωτέρους, Ὑπακοή, καὶ δεινῶν ἀλγηδόνων τοὺς προσκυνοῦντας τὴν θείαν εἰκόνα σου, Θεοκυῆτορ ἀγαθή, θλιβομένων θερμὸν καταφύγιον.

Ἱκάνωσον σκοτομήνην θλίψεων τοὺς οἰκέτας σου σκεδάσαι, Παρθένε, καὶ χαρμονῆς ἐξανάτειλον ἦμαρ τοῖς ἐν σκιᾷ λυπηρῶν νῦν καθεύδουσιν, Ὑπακοὴ φωτοειδές, ἀγλαόμορφε Θεογεννήτρια.

Ξενίας με οὐρανῶν ἀξίωσον καὶ χαρᾶς ἀστασιάστου ἐν πόλῳ Εὐαγγελίου ὑπείκοντι νόμοις δούλῳ τῆς σῆς ἀγαθότητος, Δέσποινα, περικλεὲς Ὑπακοή, Μῆτερ τοῦ Ζωοδότου φιλόστοργε.

Ἀνάδειξον, Ὑπακοὴ Θεοτόκε, τοὺς σοὺς οἰκέτας διακόσμους ὑπακοῆς, εὐχῆς καὶ συνέσεως λιταῖς σου πρὸς Κύριον καὶ Υἱόν σου.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὑπακοὴ Θεοτόκε, πανύμνητε, ὡς ἀπειθείας υἱὸν μὴ ἐάσῃς με γευθῆναι τῆς αἰωνίου κολάσεως, ἀλλὰ ὑπείκειν καλῶς με ἀξίωσον μονογενοῦς σου Υἱοῦ τοῖς προστάγμασι.

Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39 – 49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Ταῖς τῆς Θεοτόκου Ὑπακοῆς, Χριστέ μου, λιταῖς ἐξάλειψόν μου τὴν πληθὺν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Παναχράντου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Προσόμοιον.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Δεῖξον τοῖς οἰκέταις σου, Ὑπακοὴ Θεοτόκε, τρίβον τὴν σωτήριον τὴν σαφῶς ἀπάγουσαν πρὸς αἰώνιον χαρμονήν, Δέσποινα, θείαν εὐφροσύνην καὶ ἀγήρω ἀγαλλίασιν, τοῖς προσκυνοῦσί σου τὴν εἰκόνα τὴν θαυματόβρυτον καὶ ἀπειθείας σκέδασον τέκνων τῶν ἡμῶν τὴν σκοτόμαιναν, ἵνα γεγηθότες γεραίρωμεν τὴν σὴν ἐπισκοπὴν καὶ σὴν ἀνύστακτον πρόνοιαν ἅπαντας πρὸς κάμνοντας.

Σῶσον, ὁ Θεός, τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὀμβροτόκε νεφέλη, Θεοτόκε Μαρία, ὑπείκειν ἅπαντας δὸς δύναμιν τοῖς πόθῳ σὲ ἀνυμνολογοῦσι τοῦ Υἱοῦ σου προστάγμασι τοῖς σωστικοῖς, ἀγαθή, Ὑπακοὴ Παρθένε.

Νεκταρόβρυτον κρίνον δωρεῶν οὐρανίων, Θεογεννήτρια, παθῶν τὴν δυσωδίαν ἀπέλασον σῶν δούλων τῶν πιστῶς κραυγαζόντων σοι· χαῖρε, σεμνὴ Μαριάμ, Ὑπακοὴ ἁγία.

Μονοτρόποις παράσχου σωφροσύνην, εἰρήνην καὶ ἀγαθότητα καὶ δεῖξον ἐκμαγεῖα ὑπακοῆς ἀφάτου, ταπεινώσεως, νήψεως καὶ μετανοίας αὐτούς, Ὑπακοὴ γλυκεῖα.

Εὐλαβῶς προσκυνοῦντες τὴν ἁγίαν μορφήν σου, Θεογεννήτρια, ἐπονομαζομένην Ὑπακοὴν βοῶμεν· σβέσον πῦρ τῆς κακότητος καὶ ἀμελείας ἡμῶν τλημόνων οἰκετῶν σου.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Θεοκυῆτορ Ὑπακοὴ Παναγία, ἀρετῆς καὶ σοφίας με δεῖξον σύνοικον σὸν δοῦλον τὸν μεγαλύνοντά σε.

Ἐλέησόν με καὶ δὸς κατάνυξιν, Μῆτερ, τῇ ψυχῇ σοῦ ἀχρείου οἰκέτου πόθῳ δυσωπῶ σε, Ὑπακοὴ Παρθένε.

Ὀδμαῖς χαρίτων τῶν σῶν κατεύφρανον πάντας προσκυνοῦντας μορφήν σου τὴν θείαν, Κεχαριτωμένη, Ὑπακοὴ Κυρία.

Ταῖς σαῖς πρεσβείαις, Ὑπακοὴ Θεοτόκε, τοῖς οἰκέταις σου ῥῶσιν παράσχου, τοῖς ἀσπαζομένοις τὴν θείαν σου εἰκόνα.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Οἱ τῶν εὐσεβοφρόνων δῆμοι καθ’ ἑκάστην τὴν σὴν μορφὴν προσκυνοῦντες κραυγάζομεν· Ὑπακοή, ῥῦσαι πάντας ἐχθροῦ φαυλότητος.

Καταύγασον φωτί σου πρεσβειῶν ἀόκνων τὴν σκοτισθεῖσαν ψυχὴν τοῦ οἰκέτου σου, Ὑπακοή, σωφροσύνης λαμπὰς ὑπέρφωτε.

Ἐλέους μυροθήκη καὶ φιλανθρωπίας, Ὑπακοὴ Θεοτόκε, μυράλειπτρον τῆς συμπαθείας σου μύρῳ ψυχήν μου μύρισον.

Χρηστότητος κινύρα καὶ ἀγάπης λύρα, Ὑπακοή, ἀκοὰς ἡμῶν εὔφρανον μελισταγέσι μελίσμασι ταπεινώσεως.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δεῦτε, προσκυνήσωμεν εὐλαβῶς τὴν σεπτὴν εἰκόνα τῆς Πανάγνου Ὑπακοῆς οἱ ἐν ἀπειθείᾳ καὶ ἀφροσύνῃ βίου τὴν ἀτραπὸν προσκαίρου, οἴμοι, ὁδεύοντες.

Χαίροις, Θεοτόκε Ὑπακοή, εὐσεβῶν χορείαις δεικνύουσα τὴν ὁδὸν ψυχοτρόφου ὄντως ὑπακοῆς τοῖς νόμοις τοῖς σωστικοῖς Κυρίου τοῦ θείου Τόκου σου.

Ἴσθι παραστάτης καὶ βοηθὸς ἐν τοῦ βίου ζάλαις τῶν σπευδόντων σῇ ἀρωγῇ καὶ ἐξαιτουμένων τὰς θείας σου πρεσβείας, Ὑπακοὴ Παρθένε, πρὸς τὸ Θεάνθρωπον.

Τὴν σεπτὴν μορφήν σου, Ὑπακοή, πόθῳ προσκυνοῦντες ἀνακράζομεν εὐλαβῶς· Μῆτερ τοῦ Ὑψίστου, ἡμῶν σοῦ δεομένων ἐπάκουσον καὶ σῶσον βλάβης σοὺς πρόσφυγας.

Ἄναψόν μοι λύχνον ὑπακοῆς, ταπεινοφροσύνης, καὶ χρηστότητος τῷ πιστῶς σπεύδοντι μορφήν σου τὴν θείαν προσκυνῆσαι, Ὑπακοὴ Παρθένε, Θεογεννήτρια.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Σωτηρίοις ὑπείκειν Χριστοῦ ἐντάλμασιν Υἱοῦ τοῦ μονογενοῦς σου, Ὑπακοὴ θαυμαστή, καταξίωσον τοὺς πρόσφυγας σῆς χάριτος καὶ ἀπειθείας τὴν ἀχλὺν τῆς νεότητος ἡμῶν διάλυσον σαῖς πρεσβείαις ταῖς φωτοφόροις, Παρθένε, φωτολαμπὲς Θεογεννήτρια.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἐξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Μῆτερ τοῦ Θεοῦ, Ὑπακοή, τοῖς πανευλαβῶς προσκυνοῦσι τὴν σὴν ἁγίαν μορφὴν χάριτας τὴν βρύουσαν πιστοῖς ἀείποτε, καθυπείκειν ἀξίωσον ἐντάλμασι θείοις καὶ τηρεῖν προστάγματα ὄντως σωτήρια τοῦ Εὐαγγελίου, Παρθένε, ἵνα σὺν τῷ θείῳ Υἱῷ σου εἰς αἰῶνας πόθῳ σε δοξάζωμεν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Ὑπακοῆς δεῖξον ἐντολῶν σοῦ Τόκου
ἐκμαγεῖον, Ὑπακοή, Χαραλάμπη.

Εὐχαριστῶ θερμὰ τὴν ἐν Χριστῷ ἀδελφὴν Μαρία Α.
δια τὴν ἀποστολὴ τῆς Παρακλήσεως.