Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο ψαλλόμενη επί τω κατά των Χριστιανών Διωγμώ του 1821

Ποίημα μοναχού Ιωάννου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Κατόπιν τὰ Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ Θεοτόκῳ οἱ πιστοῖ, νῦν προσπέσωμεν, τῶν ἱερέων λαϊκῶν τε ὁ σύλλογος, ἐν μετανοίᾳ κράζοντες καὶ δάκρυσι θερμοῖς, λύτρωσον τοὺς δούλους σου τοῦ παρόντος κινδύνου, τῆς αἰχμαλωσίας τε καὶ σφαγῆς καὶ ἀγχόνης κἂν γὰρ ἡμεῖς ἡμάρτομεν πρὸς σέ, σὺ δὲ Παρθένε, τὰ νήπια οἴκτειρον.

Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ἀρχόμεϑα τοῦ Κανόνος.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Πολλοῖς συνεχόμενοις.
Πολλοῖς συνεχόμενοι πειρασμοῖς, τοῖς ἕξ ἀλλοφύλων ἀπειλούντων νῦν καθ’ ἡμῶν, φόνον καὶ δεινήν αἰχμαλωσίαν, σοὶ Θεοτόκε καταφεύγομεν.

Παθῶν καὶ κινδύνων με προσβολῇ, ἀπειλὴ σφαγῆς τε καὶ ἀγχόνης ὀδυνηράς, θορυβοῦσιν ἤδη τὴν ψυχήν μου, σὺ δέ με λύτρωσαι, Πανάμωμε.

Σωτῆρα τεκοῦσα σὺ καὶ Θεόν, σῶσόν παν τὸ γένος τῶν ἀθλίων Χριστιανῶν, φόνου καὶ δεινῆς αἰχμαλωσίας, τὰ παρ’ ἀλλοφύλων ἀπειλούμενα.

Νοσοῦντές το σῶμα καὶ τὴν ψυχήν, διὰ φόβον, Μῆτερ, τοῦ παρόντος νῦν διωγμοῦ, ὡς παραφρονοῦντες ἐν σπηλαίοις καὶ ἐν τοῖς ὄρεσι κρυπτόμεθα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Προστασία καὶ σκέπη πάντων ἡμῶν πέφυκας, σύ, θεογεννῆτορ Παρθένε, ὅθεν διάσωσον ξίφους, ἀγχόνης τε, δι ὧν ἡμᾶς θανατοῦσιν οἱ τῆς Ἄγαρ ἔκγονοι οἱ ἀγριώτατοι.

Ἱκετεύομεν, Κόρη, τοῦ διωγμοῦ λύτρωσαι καὶ αἰχμαλωσίας καὶ φόνου ἡμᾶς τοὺς δούλους σου, οἴκτειρον νήπια καὶ ἀπειρόκακα βρέφη τῶν καταφευγόντων σοι μόνη Πανύμνητε.

Εὐεργέτις καὶ ῥύστης Χριστιανῶν πέλουσα, Κόρη ἀπειρόγαμε, σὺ διαφύλαξον τῆς αἰχμαλωσίας, ἀπειρογάμους παρθένους ἀμολύντους, Δέσποινα, προσκαλουμένας σε.

Χαλεπαῖς τυραννίαις καὶ συμφοραῖς ἅπαντες νῦν περιπεσόντες, Παρθένε, σοὶ καταφεύγομεν, πρόφθασον λύτρωσαι, αἰχμαλωσίας καὶ φόνου, οἴκτειρον ἐλέησον ἡμᾶς Πανύμνητε.

Αἴτησις καὶ το Κάϑισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν

Πρεσβεία θερμή, καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμέν σοι· Θεοτόκε Δέσποινα, πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς,  ἡ μόνη ταχέως προστατεύουσα.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Τῶν παθῶν καὶ τοῦ κλύδωνος τοῦ καταλαβόντος ἡμᾶς διάσωσον ἐπὶ σοὶ γὰρ ἀνεθέμεθα πᾶσαν τὴν ἐλπίδα μας Θεονύμφευτε.

Εὐσπλαγχνίας ἀξίωσον τοὺς τυραννουμένους ἡμᾶς Θεόνυμφε, τοὺς πικρῶς τυραννουμένους τε, καὶ βουλὰς τῆς Ἄγαρ διασκέδασον.

Ἐπὶ κλίνῃς δακρύοντες τὴν ἡμῶν στρωμνὴν κλαυθμοῖς καταβρέχομεν, τῆς ῥομφαίας ἡμᾶς λύτρωσαι ταύτης, Θεοτόκε ἱκετεύομεν.

Οἱ ἐλπίδα σε ἔχοντες ἐν τοῖς πειρασμοῖς ἀεὶ Θεόνυμφε, πρὸς σὲ πάλιν καταφεύγομεν καὶ ἐν τῇ παρούσῃ συμφορᾷ ἡμῶν.

ᾨδὴ ε’. Φώτισον ἡμᾶς.
Ἔμπλησον, Ἁγνή, παρακλήσεως τοὺς δούλους σου, ἀπηλπισμένους ὄντας, Δέσποινα, καὶ πλὴν σοῦ καταφύγιον οὐκ ἔχοντας.

Λύτρωσαι ἡμᾶς τοῦ παρόντος διωγμοῦ, Ἁγνή, φόνου, ἀγχόνης καὶ δουλείας πικράς, Χριστιανῶν ἡ ἔτοιμη ἀντίληψις.

Λῦσον τὴν δεινὴν ἀγριότητα, Πανύμνητε, ἐχθρῶν τῶν διωκόντων ἡμᾶς, καὶ σωτηρίαν τῇ πρεσβεῖᾳ σου χορήγησον.

Ἴασαι ψυχῶν τὰς ὁδύνας καὶ σωμάτων ἡμῶν, ἑκάστη ὥρα γὰρ πτοούμεθα ξίφη τῆς Ἄγαρ καθ’ ἡμῶν ἑτοιμαζόμενα.

ᾨδὴ στ΄. Τὴν δέησιν έκχεώ.
Θανάτου τοῦ ἕξ ἐχθρῶν νῦν λύτρωσαι, Ὀρθοδόξων σὺ τὸ γένος, Παρθένε, ὠς γὰρ δεινοὶ αἱμοβόροι τε κύνες, πολλοὺς φονεύουσιν οὕτοι χωρίζοντες τέκνα μητρός, καὶ μητέρας τῶν τέκνων, οἱ ἄσπλαγχνοι.

Προστάτιν σε τῶν πιστῶν γινώσκομεν, σὺ οὖν φρούρησον ἡμᾶς Θεομῆτορ τοῦ διωγμοῦ, καὶ οἰκτίστου θανάτου, καταπιεῖν γὰρ τὸ αἷμα βουλεύονται ἀλλόφυλοι πάντων ἡμῶν, ὡς γὰρ θῆρες ἡμᾶς κατεκύκλωσαν.

Ὡς τεῖχος καταφυγῆς σε ἔχομεν, καὶ λιμένα σωτηρίας Παρθένε, σοὶ τοιγαροῦν καταφεύγομεν πάντες, ἀνδρῶν γυναικῶν, παιδιῶν ὁ σύλλογος, οἰκτείρησον τοὺς στεναγμούς, τῶν εἰς σε ἐλπιζόντων. Θεόνυμφε.

Ἐν κλίνῃ ὡς τεθνηκότες κείμεθα ἐκ τοῦ φόβου, Θεοτόκε Παρθένε πῶς γὰρ αὐτοῖς ἀντιστῶμεν ἐνόπλοις τοῖς δυσσεβέσιν ἡμεῖς ὄντες ἄοπλοι; σὺ οὖν γενοῦ ἡμῖν Ἁγνή, ὅπλον καὶ τεῖχος ἀπόρθητον.

Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ταχὺ προκατάλαβε.

Ἐπίβλεψον, Δέσποινα, ἐπὶ τοὺς δούλους τοὺς σούς, φυλάττουσα ἅπαντας ἀπὸ ἐχθρῶν δυσμενῶν καὶ πρόφθασον, λύτρωσαι φόνου, αἰχμαλωσίας καὶ δεινῆς τυραννίας, τῆς νῦν ἀπειλουμένης καθ’ ἡμῶν τῶν ἀθῷον, τῶν καταφευγόντων, Παρθένε, ὑπὸ τὴν σκέπην σου.

Προκείμενον.

Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ μνησθήσομαι.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39 – 49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μὴ καταπιστεύσῃς με, ἀνθρωπίνη προστασία, Παναγία Δέσποινα, ἀλλὰ δέξαι δέησιν, τοῦ ἱκέτου σου· θλίψις γὰρ ἔχει με, φέρειν οὐ δύναμαι, τῶν δαιμόνων τὰ τοξεύματα, σκέπην οὐ κέκτημαι, οὐδὲ ποῦ προσφύγω ὁ ἄθλιος, πάντοθεν πολεμούμενος, καὶ παραμυθίαν οὐκ ἔχω πλήν σου· Δέσποινα τοῦ κόσμου, ἐλπὶς καὶ προστασία τῶν πιστῶν, μή μου παρίδῃς τὴν δέησιν, τὸ συμφέρον ποίησον.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τὴν ἡμῶν σωτηρίαν, ὡς ἐθέλουσα Μῆτερ θεοχαρίτωτε, ἱκέτευσον τὸν Κτίστην, Θεόν τε καὶ Υἱόν σου, διασώσαι τοὺς δούλους σου, ἀπὸ ἐχθρῶν δυσμενῶν, ἀγχόνης τε καὶ ξίφους.

Θελητὴν τοῦ ἐλέους καὶ πηγὴν εὐσπλαγχνίας, Ἁγνή σε ἔγνωμεν, διάσωσόν παν τάγμα, λαοῦ καὶ ἱερέων, ἐνδεῶν καὶ πλουσίων τε φονευομένων πικρῶς, παρὰ τῶν ἀλλοφύλων.

Θησαυρὸς σωτηρίας τῶν πιστῶν σὺ ὑπάρχεις Θεοχαρίτωτε, ἐπίβλεψον ἐξ ὕψους, ἐπάκουσον Παρθένε, στεναγμοὺς τῶν βοώντων σοι· σῶσον ἡμᾶς τοὺς πιστούς, πικρῶς φονευομένους.

Σωμάτων τυραννίας καὶ ψυχῶν τὰς ὁδύνας σὺ παραμύθησον, γονέων ἀτεκνίαν, καὶ τέκνων ὀρφανίαν νῦν οίκτείρησον Δέσποινα, σὺ γὰρ θερμὴ τῶν πιστῶν, ὑπάρχεις προστασίᾳ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τοὺς βοηθείας, τῆς παρὰ σοῦ δεομένους, ῥῦσαι φόνου καὶ πικρᾶς τυραννίας, ἵνα σε ὑμνῶμεν, Ἁγνὴ εἰς τοὺς αἰῶνας.

Τῇ ἀσθενείᾳ, τῇ ἡμετέρᾳ Παρθένε, ἀναλόγους τὰς ὁδύνας παρέχου οἶδας γὰρ ἁνθρώπων, ἡμῶν τὴν ἀτονίαν.

Τῶν πειρασμῶν νῦν, ἐλευθέρωσον Κόρη, καὶ πικρᾶς αἰχμαλωσίας καὶ φόνου, σοὶ γὰρ τὴν ἐλπίδα ἔχομεν εἰς αἰῶνας.

Τοὺς φονευθέντας μέχρι τοῦδε πιστούς σου ἐν χορῷ κατάταξον μαρτύρων, ὡς ὁμολογοῦντας, Παρθένε τὸν Υἱόν σου.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ῥοὴν τὴν τῶν δακρύων, βλέπουσα Παρθένε, τῶν ἡμετέρων ἐλέησον οἰκτειρον, διωκομένους τοὺς πίστει σοι καταφεύγοντας.

Λιμὴν πιστῶν καὶ ὅρμος, τῶν τυραννουμένων ὑπὸ ἐχθρῶν ἀλλοφύλων Πανύμνητε, καὶ διατήρησον πάντας, ὑπὸ τὴν σκέπην σου.

Φωτὸς τοῦ ἀνεσπέρου, πλήρωσον Παρθένε, τοὺς φονευθέντας πιστούς σου ὑπὸ ἐκφύλων ἐχθρῶν, καὶ τοῖς τῶν μαρτύρων συγκαταρίθμησον.

Χαρᾶς Παρθενομῆτορ, καὶ παρηγορίας, τὸν σὸν λαὸν τὸν πανάθλιον ἔμπλησον, τοῦ διωγμοῦ καὶ τοῦ φόνου, διαφυλάττουσα.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Μεγαλυνάρια, ὧν ἡ ἀκροστιχίς· Τὸ τοῦ ποιητοῦ ὄνομα.
Ἵλεως Παρθένε ἡμῖν γενοῦ, καὶ ἐν τάχει σῶσον ἡμᾶς πάντας τοῦ διωγμοῦ, φόνου καὶ ἀγχόνης, πικρᾶς αἰχμαλωσίας, καὶ βουλᾶς τῆς Ἄγαρ διασκέδασον.

Ὡς ἐβόα πάλαι πρὸς τὸν Θεόν, τὸ αἷμα τοῦ Ἄβελ τὸ ἀθῷον καὶ καθαρόν, οὕτω Θεοτόκε, βοᾶ καὶ νῦν τὸ αἷμα, τῶν δούλων σου ἀδίκως, ὡς ἐκχυνόμενον.

Ἀγχόνης καὶ ξίφους οἱ δυσσεβεῖς, ἔργον ἐκτελοῦσι τοὺς προκρίτους καὶ ἱερεῖς, πολλοὺς δὲ πενήτων, καὶ ἐν βυθῷ θαλάσσῃς, συνάμα Θεομῆτορ, καταποντίζουσι.

Νῦν ἀγριωθέντες οἱ δυσσεβεῖς, παγγενεὶ ζητοῦσιν ἐξαλεῖψαι τοὺς εὐσεβεῖς, ὦ ἥλιε φρίξον, ἀνόμων τὴν μανίαν, σὺ δὲ Παρθενομῆτορ, τούτους ἐκδίκησον.

Νεῦσον παρακλήσεσιν ἱκετῶν, οἴκτειρον καὶ ῥῦσαι Θεοτόκε, τὸν σὸν λαόν, τοῦ παρόντος φόνου, καὶ τῆς αἰχμαλωσίας, καὶ μὴ παράτηρήσῃς τὰς ἀνομίας ἡμῶν.

Οἴδα Δέσποινα μου ὅτι ἡμεῖς, οἱ ἐν ἁμαρτίαις ἐσμὲν ἄξιοι σῆς ὀργῆς, σὺ δὲ Θεοτόκε, οίκτείρησον καὶ σῶσον, τὰ νήπια καὶ βρέφη τὰ ἀπειρόκακα.

Ὑψωσον τὸ κέρας Χριστιανῶν, τῶν τυραννουμένων ἐξ ἀγρίων ἀλλογενῶν, καὶ γὰρ ἁμαρτίας, ἐσμὲν πεποιηκότες, ἀλλ’ ἐν σοὶ Θεοτόκε πάντων ἐλπίζομεν

Ὑπὲρ τῶν φονευθέντων.
Ψυχᾶς τῶν σῶν δούλων Χριστὲ Σωτῆρ, τῶν πεφονευμένων νῦν ἐν τούτῳ τῷ διωγμῷ, ἐν χοροῖς μαρτύρων, συναρίθμησο, ὅτι τεθνήκασιν ἐν πίστει, σῇ προσκυνοῦντές σε.

Ἐν ὄρεσι φεύγων ὁ δυστυχής, φόβῳ τοῦ θανάτου, ἐν σπηλαίοις ὀπαῖς τῆς γῆς, προσφέρω σοι Σῶτερ, θερμῶς τοὺς ὕμνους τούτους, ὑπὲρ ἐμοῦ καὶ πάντων, τῶν προσκυνούντων σε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Πάντας διαφύλαξον Ἁγνή, τοὺς ὑμνολογοῦντάς σε Κόρη, ἀπὸ τοῦ νῦν διωγμοῦ, σφαγῆς καὶ ἀγχόνης τε αἰχμαλωσίας πικρᾶς, καὶ βουλᾶς διασκέδασον ἀγρίων βαρβάρων, οὕτοι γὰρ βουλεύοντες ἐκχέειν αἷμα ἡμῶν, φεῖσαι τοῦ λαοῦ σου Παρθένε, οἴκτειρον παιδίᾳ καὶ βρέφη, σκέπασον ἡμᾶς ὑπὸ τὴν σκέπην σου.

Ἕτερον.
Ἄφνω νῦν κατέλαβεν ἡμᾶς διωγμός, σφαγὴ καὶ ἀγχόνη, ὑπὸ βαρβάρων ἐχθρῶν, οὕτοι γὰρ ἐκύκλωσαν ἡμᾶς ὡς κύνες πολλοί, καὶ τὸ αἷμα ἐκχέουσιν, ἡμῶν τῶν ἀθῷον, καταιχμαλωτίζοντες ἡμῶν τὰ τέκνα πικρῶς, ποῦ οὖν καταφύγωμεν Κόρη, πλὴν πρὸς σὲ Θεοῦ τὴν Μητέρα, τῶν Χριστιανῶν τὸ καταφύγιον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Στίχοι·
Ἔλα Ἰησοῦ Χριστέ μου, καὶ θέσε σὲ ἐνέργεια,
τὰ σχέδια τῆς Θείας προστασίας σου.