Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο του Ακάθιστου Ύμνου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Κατόπιν τὰ Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Τοὺς προσδραμόντας τῇ θερμῇ σου πρεσβεῖα, καὶ προσκυνοῦντας ἱεράν σου εἰκόνα, Ἀκαθίστου Μῆτερ τῶν χαιρετισμῶν, νῦν πάσης ἐλευθέρωσον ἀπειλῆς καὶ κινδύνου, καὶ παθῶν καὶ θλίψεων καὶ δεινῶν νοσημάτων, καὶ ἐν εἰρήνῃ φύλαττε ἡμᾶς, ὡς διεφυλάξας τὴν Πόλιν, Ἄχραντε.
Δόξα. Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών·
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τῇ σῇ προστασίᾳ, Μῆτερ Θεοῦ, τοὺς δούλους πιστούς σου, πάσης βλάβης ἐκλύτρωναι, καὶ ῥῦσαι ἐκ ποικίλων κινδύνων, ὡς τοῦ Κυρίου Μητέρα πανάχραντε.
Τῆς σῆς βοηθείας τῆς μυστικῆς, καὶ τῆς χάριτός σου, ἐκ εἰκόνα σοῦ τοῖς πιστοῖς, χαρίσας δοτῆρα Θεοτόκε, τοῦ Ἀκαθίστου Μητέρα πανάχραντε.
Ὡς πάλαι ἐρύσω παντὸς κακοῦ, ἅπαντες ἐν Πόλει, προστασία σοῦ ἰσχυρά, καὶ νῦν οὕτω παντοίων κινδύνων, ῥῦσαι τοὺς σπεύδοντας Μῆτερ τῇ εἰκόνι σου.
Πᾶσι τοῖς αἰτοῦσί σου τὴν σεπτὴν, βοήθειαν Κόρη, ἡμῖν δίδου τὰς δωρεᾶς, καὶ σῷζε κινδύνων τῶν ποικίλων, Μῆτερ ἡμῶν τοῦ Ἀκαθίστου πανάχραντε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος
Ἐξ ἐχθρῶν καὶ δολίων τῶν ἀπειλούντων τε Πόλιν τὸ πάλαι Παρθένε ἐρύσω δούλους σου, ὅτι ἐπήκουσας τὴν δέησιν τοῦ Σεργίου, καὶ πάντων χριστιανῶν τῶν αἰτουμένων σε.
Τοῖς αἰτοῦσιν τὴν χάριν, Μῆτερ Θεοῦ βράβευε, Δέσποινα τοῦ Ἀκαθίστου, ὡς πολυεύσπλαχνος , πρὸς σὲ γὰρ σπεύδουσιν, καὶ οὐκ ἐλλείπουσι πάντες, τὸ σεπτόν σου ὄνομα, ἐπικαλούμενοι.
Ποταμοὶ χάριτός σου ὡς ἀληθῶς βλύζουσιν, ἐκ τῆς σῆς Ἁγίας Εἰκόνος, ὦ Μῆτερ Δέσποινα, πάντας δροσίζοντες, καὶ ἀναψύχοντες πάντας, τοὺς κατακαιόμενους πυρὶ τῶν θλίψεων.
Τοῦ ἐχθροῦ τὰς παγίδας τὰς καθ’ ἡμῶν σύντριψον, Μῆτερ μᾷς τοῦ Ἀκαθίστου, τῇ ἐπισκέψει σοῦ, καὶ τῇ σῇ χάριτι, ἐν εἰρήνῃ τοῦ Υἱοῦ σου, τὴν ζωὴν κυβέρνησον, ἡμῶν δεόμεθα
Διάσωσον, Μῆτερ τοῦ Ἀκαθίστου Θεογεννῆτορ ἐκ παντοίων κινδύνων καὶ περιστάσεων τοὺς ἐπικαλουμένους σὴν προστασίαν.
Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασε τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαν τὴν σὴν ὡς φρούριον ἀπόρθητον, κατέχοντες νῦν ἀεὶ ἐλευθερούμεθα, τοῦ δολίου ἐχθροῦ καὶ πολεμήτορος καὶ εὐφροσύνη καὶ χάριτος σὴς πληρούμεθα μόνη Παντευλόγητε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τῶν Ἀβάρων τὴν ἔφοδον, ὡς τὸ πάλαι ἀπέκρουσας Δέσποινα, νῦν ἐκ τῶν πιστῶν σοῦ ἀποδίωξον, πάσας τὰς ἐφόδους τοῦ ἀλάστορος.
Νῦν τῶν πόνων θεράπευσον, τῶν κατὰ ψυχὴν καὶ σῶμα Πανάχραντε, Μητρική σου ἀγαθότητι, τοὺς τὰ μεγαλεῖά σου δοξάζοντας.
Ὡς τῆς νόσου τὴν κάμινον, ἔσβεσας τοῦ δούλου σου τοῦ βουλγάρεως, μητρική σου ἀγαθότητι, σβέσον τὰς ὁρμὰς παθῶν τῶν δούλων σου.
Πάσης βλάβης διάσῳζε, πάσης τοῦ ἐχθροῦ παγίδος καὶ επιθέσεως, Θεοτόκε ἀειπάρθενε, τοὺς τὰ μεγαλεῖά σου δοξάζοντας.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἅπαντες πιστοί, προσιοῦσιν τῇ εἰκόνι σοῦ, καὶ λαμβάνουν τὰς αἰτήσεις συμπαθῶς, σὺ γὰρ πάντας, ἐλεεῖς ὡς πολυεύσπλαγχνος
Θεῖον θησαυρόν, ἡ Μονὴ Διονυσίου νῦν τὴν Εἰκόνα σοῦ κατέχει τὴν σεπτὴν, καὶ ἀρύεται τὰς δωρεὰς σὴς χάριτος.
ᾨδὴ στ΄.Τὴν δέησιν ἐκχεῶ.
Ἀπείρανδρε, Μαριάμ πανάχραντε, ὡς διέφυγας τὸ πάλαι τὰς παγίδας, τοῦ πειρατοῦ τοῦ δολίου, ὦ Κόρη, καὶ εἰς ναὸν τῆς Μονῆς σοῦ ἐπέτρεψας, οὕτω καὶ νῦν πάντας ἡμᾶς, καθοδήγησον καὶ ῥῦσαι τῶν θλίψεων.
Τῇ σῇ εἰκόνι, πιστῶς προσδραμόντες, οἱ πιστοὶ μοναχοί σου Θεοτόκε, ἀπὸ βάθους καρδίας βοῶσιν· ἀσθενειῶν καὶ ποικίλων κακώσεων, ἐλεύθερον καὶ ἀσινεῖ, τῶν πιστῶν σου τὸν βίον διατήρησον.
Ἀσθενειῶν, σὲ ἰατρὸν ἐγνωκότες, καὶ χαρὰς τὴν πηγήν, ὦ Μητέρα, τῶν θλιβομένων τὴν παρηγορίαν, κινδυνευόντων τὲ πάντων διάσωσον, πανάχραντε Μῆτερ Θεοῦ, πᾶς πιστός σοι καταφεύγει καὶ σῴζεται.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετὰ θεὸν, εἰς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ έσχατων τῶν ήμερων τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ἐπιστασία σου Κόρη προστρέχοντες ἐλευθερούμεθα πάσης κακώσεως διὸ σου τὴν χάριν κηρύττομεν Μῆτερ ἡμῶν Ἀκαθίστου θαυματουργὲ σὺ γὰρ ἡμῶν ἡ βοήθεια.
Καὶ εὐθὺς τὸ Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α´ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Παναχράντου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Σκέπην καὶ βοήθειαν, ἰσχυρὰν προστασίαν, Δέσποινα πανάχραντε, ἐν τῷ βίῳ σε Κόρη ἔχοντες, ἐκ παντοίων θλίψεων, καὶ ἀσθενημάτων, καὶ παγίδων τοῦ παγκακίστου, καὶ πάσης Δέσποινα, ἄλλης συμφορὰς τε καὶ μάστιγος, σὴ χάριτι λυτρούμεθα, τῇ σῇ ἀρωγῇ καὶ χρηστότητι, ὅθεν μὴ ἐλλείπῃς, παρέχειν σὴν βοήθειαν πιστοῖς, τοῖς πρὸς τὴν σὴν ἀγαθότητα, Μῆτερ, ἀτενίζουσιν.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου….
ᾨδὴ ζ΄.Οἱ ἐκ τῆς Ἰουδαίας.
Τὴν ὑγίειαν χορήγει καὶ ἐν πάσει βοήθειαν, Μῆτερ ἄχραντε, τοῖς πίστει ἀδιστάκτῳ, τῇ θείᾳ σου εἰκόνι, προσκυνοῦσιν καὶ ψάλλουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὦ Πανάχραντε Μῆτερ, τῆς ψυχῆς τὴν ὑγίειαν ὡς καὶ τοῦ σώματος, χορήγει χάριτί σου, τῇ θεία σου εἰκόνι, προσιοῦσι καὶ ψάλλουσι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Τῶν κακούργων ἀνθρώπων ὡς ματαίωσας πάλαι βουλὰς δολίους τῶν, νῦν πᾶσαν ἀπειλὴν τε, ἐχθρῶν καὶ κακουργίαν, ματαίωσον Ἄχραντε, Δέσποινα Μῆτερ Θεοῦ, ἡ σκέπη τῶν πιστῶν σου.
Πειρατῶν ἀλλοφύλων, ὡς διέφυγας πάλαι ὦ Μῆτερ ἄχραντε, οὕτω καὶ νῦν πιστούς σου, διάσωσον κακίας, τοῦ μιαροῦ παναλάστορος, ἵνα ὑμνοῦν σὲ ἀεί, Μῆτερ τοῦ Ἀκαθίστου.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὡς ἐρυσθῇς, τῶν χειρῶν τῶν κακούργων, καὶ ἐκπληρώσας τοῦ μύρου σοῦ τὸ σκάφος, ῥύσον με καὶ σώσαι, καὶ χάριτός σου γέμει.
Τῇ χάριτί σου, ὦ Μῆτερ τοῦ Ἀκαθίστου, παραμύθησον ψυχῆς μου ἀλγηδόνας, ἵνα σὲ δοξάζω, τὴν Κεχαριτωμένη.
Σὲ σωτηρίαν, ἐν πολέμοις ὦ Μῆτερ, ἀποκτήσαντες ἐν τῷ παρόντι βίῳ, τὰς τῆς ἀρωγῆς σου, κηρύττομεν ἐκφάνσεις.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μεγάλων δωρημάτων, παρὰ σοῦ τρυφῶντες, Μῆτερ ἡμῶν τοῦ Ἀκαθίστου Πανάχραντε, τὴν πρὸς ἡμᾶς σοῦ βοήθειαν, μεγαλύνομεν.
Πάντες οἱ πιστοί σου, τῷ μύρῳ σοῦ χρισθέντες, ἀπολαμβάνουν ὑγίειαν ψυχῆς καὶ σώματος, Μῆτερ ἡμῶν τοῦ Ἀκαθίστου, καὶ σὲ δοξάζουσιν.
Ὑμνοῦμεν τῆς πολλῆς σοῦ, πρὸς ἡμᾶς εὐνοίας, Μῆτερ ἡμῶν τοῦ Ἀκαθίστου Πανάχραντε, ὅτι ἡμᾶς περισκέπεις, καὶ σῴζεις πάντοτε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὴν Παντοβασίλισσα Μαριάμ, ἥτις προστατεύει, πάντας δούλους αὐτῆς πιστοὺς, καὶ τοὺς διασῴζει πάσης ἐχθροῦ μανίας, τὴν μόνην Θεοτόκο ὕμνοις τιμήσωμεν.
Χάριτί σου θείᾳ Μῆτερ σεπτῇ, ὄντως χαριτώθῃ, ἡ Εἰκών σου ἡ θαυμαστή, μύρον ἀναβλύζει καὶ βλύζει τὰς ἰάσεις, τοῖς πίστει προσκυνοῦσιν αὐτήν, Πανάχραντε.
Χαῖρε προστασία ἡ φοβερά, ἡ Ἀγγέλων τάξεις, διατάζουσα ἐν παντί, χαῖρε τῶν πιστῶν σοῦ, ἀσπίδα τοὺς καὶ σκέπη, Μῆτερ τοῦ Ἀκαθίστου κόρη Θεόνυμφε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον.
Εἰκόνα σου Ἁγίαν τοῦ Ἀκαθίστου Μητέρα μᾷς, νῦν πανευλαβῶς προσκυνοῦντες, δοξάζομέν σε Κόρη, ἐπέστη γὰρ σκέπη πρὸς ἡμᾶς καὶ βρύει τὰς ἰάσεις συμπαθῶς ἐκ παντοίων κινδύνων καὶ θλίψεων ἡμᾶς ἀπαλλάττουσα εὐχαρίστως βοῷμεν· δόξα τῷ σὲ δοξάσαντι Θεῷ, δόξα τῷ σὲ μεγαλύναντι, δόξα τῷ διασώσαντι ἡμᾶς διὰ τοῦ τόκου σοῦ.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς τὴν θείαν καὶ σεπτὴν, κατασπαζομένους εἰκόνα, ἐν πίστει πολλῇ, ἥνπερ ὀνομάζομεν τοῦ Ἀκαθίστου νῦν, πειρασμῶν ἐλευθέρωσον, καὶ νόσων ποικίλων, πλήρωσον αἰτήματα τὰ δίκαια αὐτῶν, τῇ σῇ πρὸς Θεὸν παῤῥησία, Μήτερ Θεοτόκε παρθένε, ἵνα εὐχαρίστως σὲ γεραίρουσιν.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

