Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο Χαράς Πάντων των Θλιβομένων
Ποίημα Αντωνίου Μάρκου, Καθηγητού Αγιολογίας
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς τῆς Χαρᾶς τῆς ὑπὲρ νοῦν σὺ Μῆτερ τοῦ Ἰησοῦ, τῆς τῶν πιστῶν θυμηδίας, Αὐτοῦ χαρᾶς τὰ σύμπαντα πληρώσαντα· ἡμῶν πλήρωσον, Πανύμνητε, χαρᾶς τῆς σῆς τῶν ὑμνούντων τὸ ἐν σοὶ Μυστήριον τῆς Σαρκώσεως Λόγου, ζωήν, ψυχὴν καὶ πνεῦμα, Ἀγαθή, ἵνα τιμῶμέν σε Κόρη ἀπείρανδρε.
Δόξα. Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
ΔΕΗΣΙΣ ΘΕΟΤΟΚῼ ΘΛΙΒΟΜΕΝΩΝ ΧΑΡΑ. ΑΝΤΩΝ(ΙΟΥ).
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δεόμενος, Θύγατερ Ἀβραάμ σαῖς θείαις πρεσβείαις βοηθείας ἐξ οὐρανοῦ, παράκλησιν ἔνδακρυν ποιοῦμαι καὶ σὲ μεσίτην προβάλλω πρὸς Κύριον.
Εὐχαῖς σου ταῖς θείαις καὶ οἰκτιρμοῖς, τοὺς πάσχοντας, Μῆτερ, συνεργείᾳ τοῦ πονηροῦ διάσωσον, Κεχαριτωμένη καὶ πρὸς ὑγιείας ὁδὸν χειραγώγησον.
Ἡμάρτηκα, Δέσποινα, καὶ Θεοῦ προσβάλλω εἰκόνα καὶ βεβύθισμαι ἐν βυθῷ δικαίας τε κακίστης ἀπωλείας· πλὴν Ἰησοῦ τῷ Υἱῷ σου μεσίτευσον.
Σωτῆρα τεκοῦσα, ὦ Μαριάμ, σπλαχνήθητι, Κόρη, τῶν Ἁγίων σεπταῖς λιταῖς καὶ σπεῦσον λυτρώσασθαι σοὺς δούλους, τῆς ἐρχομένης δικαίας παιδεύσεως.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἰησοῦ Ναὸς οὖσα τοῦ Ἀχωρήτου, Μητρόθεε, τοῦ διὰ τὴν ἡμῶν σωτηρίαν ἐνανθρωπήσαντος· Αὐτὸν ἱκέτευε νῦν, ὑπὲρ εἰρήνης τοῦ κόσμου καὶ ἡμῶν εἰσάκουσον τῆς παρακλήσεως.
Σωτηρίαν εἰργάσω ἐν μέσῳ γῆς Κύριε· ὅθεν σε ὑμνοῦμεν οἱ δοῦλοί σου καὶ δοξάζομεν, ἐν τῇ ἀγάπῃ τῇ σῇ τῶν δωρεῶν σου τυχόντες, τὴν Ἀειμακάριστον σχόντες μεσίτριαν.
Θέλων σῶσαι τὸν κόσμον ἀπ’ οὐρανῶν ὁ Πατὴρ τὸν Υἱὸν Αὐτοῦ εἰς τὸν κόσμον διὰ σοῦ ἐξέπεμψε, σάρκα λαβεῖν ἐκ γαστρὸς τῆς ἀκηράτου σου, Κόρη, ἵνα σώσῃ ἅπαντας τοὺς ὑμνολόγους σου.
Ἐπὶ γῆς ἐν ἀνθρώποις τὴν εὐδοκίαν Θεοῦ Πατρός, ἄνθρωποι ὑμνοῦσι ὡς εἶδον Χριστοῦ τὴν Γέννησιν· σὲ τὴν τεκοῦσαν δὲ παρακαλοῦμεν Παρθένε, σκέπε φρούρει φύλαττε νῦν τὴν ζωὴν ἡμῶν.
Ἀπάλλαξον τοὺς θλιβομένους ἀπὸ τῆς λύπης, ὡς τῆς Χαρᾶς ὑπάρχουσα Μήτηρ καὶ πρόξενος, τοὺς σοὺς πρόσφυγας, Θεοτόκε.
Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ὑπὸ σκέπην τὴν σὴν προσφεύγοντες Πανάχραντε, ἐλέους πηγὴν γινώσκομεν ἐν θλίψεσι καὶ θερμῶς αἰτούμεθα, τῷ Υἱῷ καὶ Θεῷ σου μεσίτευσον ἵνα ἐκ κινδύνων ῥύσηται ἡμᾶς, ὁ μόνος ὑπάρχων εὐδιάλακτος.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὄρος θεῖον καὶ ἄμωμον κατὰ τὸν Προφήτην, Κόρη, ὑπάρχουσα ταῖς πρεσβείαις σου δώρησαί μοι χαρὰν τῷ θλιβομένῳ καὶ ἐλέησον.
Ταξιδεύοντα σκέπασον, ἡ τὸν Κυβερνήτην τεκοῦσα Κύριον, ἐν τῷ βίῳ δὲ συνόδευσον, ἡ ἐμὴ προστάτις καὶ ἀντίληψις.
Ὅλον κείμενον πάθεσι, ἀπὸ τῶν ποικίλων κινδύνων λύτρωσαι καὶ προστάτευσον Παντάνασσα, ἡ θερμὴ ἀντίληψις καὶ σκέπη μου.
Καθεύδοντας ἔγειρον, πᾶσαν σκευωρίαν, Μῆτερ, ματαίωσον τοῦ βελίαρ, Παναμώμητε, φιλοστόργως πάντοτε καλύπτουσα.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὦ τῆς σῆς χαρᾶς ἥν ἐβίωσας, Μητρόθεε, κατιδοῦσα τοῦ Υἱοῦ σου τὴν σεπτὴν ἐξανάστασιν ἐκ τάφου, Ἀειπάρθενε!
Θεοῦ σοὶ τῇ Μητρὶ τῶν ἐλπίδων τὴν δικαίωσιν καταθέτομεν αἰτούμενοι τῆς χαρᾶς τῆς οὐρανίου τὴν ἀπόλαυσιν.
Λαοῦ σου εὐλαβοῦς, Θεομῆτορ καὶ Παντάνασσα, τὴν δέησιν προσδέχου καὶ αὐτῷ τὴν χαρὰν τὴν σὴν κατάπεμψον, Θεόνυμφε.
Ἴασαι παθῶν ῥυομένη τοὺς ἱκέτας σου, ὑγίειαν δ’ εὐλογίαν κι ἱλασμὸν ἁμαρτημάτων, παράσχου τούτοις, Ἄχραντε.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Βελίαρ καταργεῖς τὴν κακίαν ἀπὸ πιστῶν, χαρᾶς πηγὴ Θεοτόκε· τὴν σὴν θερμὴν προστασίαν καὶ σκέπην ἐπιβοώμεθα πίστει δεόμενοι, ὡς ἂν ῥυσθείημεν, Ἁγνή, πολλαπλῶν συμφορῶν καὶ κακώσεων.
Ὁρίων τῆς σῆς ἁγίας Εἰκόνος, κεκρυμμένης οὔσης πρώην, Παρθένε, τῶν τῆς Ῥωσίας ἐξελθοῦσα ἡ φήμη πάντες αἰνέσεις σοί, Κόρη, ἐξήγγειλαν, σοὶ δόξαν δόντες ἀληθῶς, ὡς φησὶν ὁ Δαυῒδ ὁ θεσπέσιος.
Μῆτερ ὑπερφυῶς τετοκυῖα τὸν τῆς δόξης Βασιλέα, Παρθένε, τῆς οὐρανῶν Βασιλείας πολίτας καὶ κληρονόμους τῆς ἄνω λαμπρότητος ἀνάδειξον πάντας ἡμᾶς τοὺς ὑμνοῦντας τὰ θεῖά σου θαύματα.
Ἐδόθη, ὡς θησαυρὸς σωτηρίας, ἡ ἁγία σου εἰκὼν Θεοτόκε, τοῖς ἐν Ῥωσίᾳ θερμῶς σε ποθοῦσι· διό ὁδήγησον θείᾳ σου χάριτι πρὸς σωτηρίας τὴν ὁδὸν τοὺς προστρέχοντας, Κόρη, τῇ σκέπῃ σου.
Ἀπάλλαξον τοὺς θλιβομένους ἀπὸ τῆς λύπης, ὡς τῆς Χαρᾶς ὑπάρχουσα Μήτηρ καὶ πρόξενος, τοὺς σοὺς πρόσφυγας, Θεοτόκε.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Χαρὰ τῶν πάντων θλιβομένων Πανύμνητε, τῶν Ὀρθοδόξων στήριγμα ἄσειστον, ἡμᾶς θείῳ φόβῳ ἑδραίωσον καὶ μετανοίας πρὸς τρίβον ὁδήγησον ἡμῶν τὰς καρδίας δεόμεθα.
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39 – 49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Ταῖς τῆς Παναχράντου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὄλβον ἀναφαίρετον τὴν θαυμαστήν σου Εἰκόνα, Πέτρου Πόλις, Δέσποινα, θείᾳ εὐδοκίᾳ σου, Κόρη κέκτηται· δωρεὰν πᾶσι γὰρ ἐξ αὐτῆς παρέχεις, τοῖς αἰτοῦσι τὰ χαρίσματα, ἥν Χαρὰν παγκόσμιον Ῥῶσοι προσφυῶς ἐπωνόμασαν, ὡς σῴζουσαν ἐκ θλίψεως τοὺς ἐν πίστει ταύτῃ προστρέχοντας· ὅθεν ἀεὶ δίδου ἡμῖν τὴν σὴν βοήθειαν, Ἁγνή, καὶ τῆς λαμπρᾶς προστασίας σου τὰς ἐκφάνσεις, Ἄχραντε.
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…
ᾨδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νίκην δέδωκας, Κόρη, γυναικὶ τῇ πασχούσῃ ἐπιστασίᾳ σου, κατὰ σατὰν δολίου· ὅθεν ἡμῶν τὰς θλίψεις ἀπὸ τῶν δούλων σου ἔπαρον, τὴν σὴν ἀέναον χαρὰν παρέχουσα ἐν βίῳ.
Ὦ! ἡ χάρις σου, Κόρη, πανταχοῦ ἁπλουμένη σώζει τοὺς ἅπαντας· ἐντεῦθεν οἱ τυχόντες τῶν εὐεργετημάτων, τῇ Εἰκόνι σου σπεύδουσι εἰς Πετρουπόλεως ναόν αἰνοῦντές σου τὴν δόξαν.
Ναὸν ἤγειρεν μέγαν τῇ σεπτῇ σου εἰκόνι Ῥωσία Δέσποινα· ἐντεῦθεν καρπουμένη εὐνοίας σου τὸν πλοῦτον τὰ πολλά σου θαυμάσια, ἀνακηρύττει ἀεὶ φωναῖς εὐχαριστίας.
Χαρὰν δίδου, Παρθένε, καὶ ἀπὸ θλίψεων ῥῦσαι, Θεοχαρίτωτε, καὶ πάσης δυσπραγίας καὶ βλάβης καὶ μανίας, καὶ φθορᾶς ῥύου πάντοτε τοὺς προσκυνοῦντας πιστῶς τὴν θείαν σου Εἰκόνα.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀπὸ καρδίας τῇ ἱερᾷ σου Εἰκόνι, τῶν θλιβομένων Χαρὰ πάντων προστρέχω, ἐπάκουσον βοῶν σοι δεήσεως οἰκτρᾶς μου.
Ῥανίδα δός μοι, ὦ χαρᾶς πρόξενε Κόρη, τῆς χαρᾶς τῆς σῆς καὶ ὑπὸ σὴν σκέπην τήρησόν με, Μῆτερ, ἐξαίρουσα τὴν θλίψην.
Ἀνθρώπων πᾶσαι αἱ γενεαὶ ἀνυμνοῦμεν, ὡς χαρᾶς πηγήν σε Κόρη Θεοτόκε· χαράν καί γάρ ἀνεῦρες Κυρίου ἀναστάσει.
Ἀνάσσης σέβω χαροποιοῦ τὰν Εἰκόνα, τὴν ἐκβλύζουσα χαρᾶς μένοντα ῥεῖθρα καὶ ἐπικαλοῦμαι αὐτῆς τὴν θείαν χάριν.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ναῷ σου προσκυνῶ σε καὶ καθικετεύω καὶ παρακλήσεις ποιοῦμαί σοι, Μῆτερ ἁγνή, δοξολογῶν Παναγία καὶ μεγαλύνων σε.
Τὴν τῆς ψυχῆς ὀδύνην καὶ θλίψεως τὸ ἄχθος, μὴ ὑπερίδῃς τοῦ δούλου σου, Ἄχραντε, καταφυγὴ καὶ ἐλπίς μου, Θεοχαρίτωτε.
Ὡς ἔσωσας, Παρθένε, πάλαι τοὺς θλιβομένους οὔτω καὶ νῦν ἐφ’ ἡμᾶς ἐπισκίασον καὶ τῆς χαρᾶς σου τὸ δῶρον ἡμῖν δεδώρησαι.
Νῆσον χαρᾶς πελάγει τῆς θλίψεως δυστίνῳ ὁμολογοῦμεν καί πίστει προστρέχομεν, πρός σε· πηγή χαρᾶς ἀνεκλάλητε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δεῦτε τὴν Εἰκόνα τὴν θαυμαστὴν τὴν ὀνομασθεῖσαν θλιβομένων πάντων Χαρά, τῆς Ἁγνῆς Παρθένου καὶ μόνης Θεοτόκου, οἱ εὐσεβοῦντες Ῥῶσοι κατασπασώμεθα.
Ἔχει ἡ Πετρούπολις σὴν μορφήν, στέφος, δόξαν, κλέος καὶ θησαύρισμα ἱερόν, Χαρὰ τῶν θλιβομένων, Θεοῦ Μῆτερ ἁγία, ἀνάκτορον πανάγιον τοῦ Παντάνακτος.
Ξένης τῆς Ὁσίας, Κόρη, χαρά ὤφθης ἐν τῷ βίῳ τῆς σαλότητος τῷ τραχύ· διό χαράν Σήν δίδου τοῖς θλιβομένοις, Μῆτερ· ταῖς τῆς Σαλῆς πρεσβείαις χαράν μοί δώρησαι.
Ἀνήγειρας δόμον, Πάτερ, λαμπρόν, Κόρῃ Θεοτόκῳ, θλιβομένων πάντων Χαρᾷ, μάκαρ Ἰωάννη Μαξίμοβιτς ἐν πόλει Φραγκίσκου ἔνθα σκῆνος σὸν κεῖται ἄφθαρτον.
Σύντριψον, Παρθένε, τὸν δυσμενῆ καὶ χαρὰν σὺ δίδου καὶ πταισμάτων ἀπαλλαγήν ἡμῖν τοῖς ἐν πίστει καὶ πάσῃ εὐλαβείᾳ προσπίπτουσι τῇ θείᾳ, Κόρη, Εἰκόνι σου.
Τὴν ἐκλελεγμένην τῷ Παντουργῷ, πρὸ πάντων αἰώνων καὶ τὰς Τάξεις τῶν οὐρανῶν ὑπερβᾶσαν πάσας, ἐν δόξῃ ἀσυγκρίτῳ, Χαρὰν τοῦ κόσμου μόνην ὕμνοις τιμήσωμεν.
Μεσίτευσον Κόρη τῷ σῷ Υἱῷ, τὴν τοῦ Παραδείσου πανευφρόσυνον νῦν χαράν, δωρήσασθαι πᾶσι τοῖς πόθῳ προσκυνοῦσιν, Εἰκόνα σου τὴν θείαν καὶ χαριτόβρυτον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων θλιβομένων ἡ χαρὰ καὶ ἀδικουμένων προστάτις καὶ πενομένων τροφή, ξένων τε παράκλησις καὶ βακτηρία τυφλῶν, ἀσθενούντων ἐπίσκεψις, καταπονουμένων σκέπη καὶ ἀντίληψις καὶ ὀρφανῶν βοηθός· Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, σὺ ὑπάρχεις, Ἄχραντε, σπεῦσον, δυσωποῦμεν ῥύσασθαι τοὺς δούλους σου.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Στίχοι·
Χαρᾶς τῆς τοῦ Υἱοῦ σου πλήρωσον, Παρθένε,
καρδίαν στένουσαν τῆς θλίψεως τῷ ἄχθι,
δούλου σου τάλαινος Ἀντωνίου τοῦ τάχα
ποιητοῦ, ὡς ἔγραψε στίχους πτωχοὺς ἐκ πόθου.